VII. Ιωαννου Αποκαυχου μηττροπολιτου Ναυπάκτου επιστολαι, πραξεις Συνοδικαι και Εμμετρα
1. Toῦ Κομντινοῦ πρὸς τὸν Ναυπάκτου
1355 Οὐκ οἶδα τίσι τρόποις1356 προήρπασεν ἡμῖν1357 ὁ ϑεὸς τὴν πανολβίαν ἐκείνην ψυχήν, τὸν ϑαυμαστὸν Κερκύρων, τὸν Πεδιαδίτην κῦρ Βασίλειον, οὐκ οἶδα τοῦτο καὶ1358 διηπόρημαι· ἄνϑρωπος γὰρ ἐκεῖνος οὐχ ὅπως ϑεωριῶν ὄντως ἀνήρ, ἀλλὰ καὶ τῆς πρακτικῆς σοφίας οῦκ ἀμοιρῶν. μεγάλην οὖν ἡμῖν ἐξ ἡμῶν ἐκεῖνος γενόμενος τὴν δυσϑυμίαν ἐνέσταξε καὶ μέγα πένϑος ἐγκαταλέλοιπεν. ἐκεῖνος μὲν οὖν προαπῆλϑε βίου τοῦ ἀνϑρωπίνου, ϑρόνον δὲ τὸν αὐτοῦ ἕτερος διεδέξατο· δόξας δὲ καὶ αὐτὸς ὡς ἐν ὀνείροις ἱερατεῦσαι συναπῴχετο καὶ αὐτός· κρίματα δὴ ταῦτα, ἅπερ ἀπέκρυψεν ἀφ’1359 ἡμῶν ὁ ϑεός. κεῖται γοῦν ἐς δεῦρο ἡ τῶν Κερκυραίων ἱερὰ καϑέδρα χηρεύουσα καὶ φροντὶς ἡμῖν οὐκ ἐλαχίστη καὶ περὶ τούτου· μεριμνῶμεν γὰρ μετὰ τῶν ἄλλων καὶ περὶ αὐτῶν 1360καὶ τὸ πνεῦμα ἡμῶν1361 σκάλλει1362 παρ’ ἑαυτοῖς καὶ μέμηλεν ἀκατάπαυστα. τὸν γοῦν ἱερὸν ἡμῶν1363 μελισσῶνα ἕκαστον παρὰ τῇ ἑαυτοῦ καταδύσει τὸ μέλι σιμβλουργοῦντα τῆς ἀρετῆς ὑπαναστῆναι διερεϑίζομεν καὶ τὴν πνευματικὴν ταύτην κεναγγίαν δι’ ἱερᾶς ψήφου ἀναπληρώσειν ὑμᾶς προκαλούμεϑα. σύνελϑε οὖν, σεβασμία μοι κεφαλή, μετὰ τῶν ὑπὸ σὲ ἀδελφῶν εἰς τὴν ὑφ’ ὑμᾶς χώραν τὴν Ἄρταν κατὰ τὴν ιε´ τοῦ μέλλοντος Ὀκτωβρίου μηνὸς καὶ καϑίσαντες τὸν οὐκ ἀδόκιμον προχειρίσασϑε σὺν ϑεῷ. ἂν δὲ καὶ τὸ ἐμὸν οὐκ ἀπόβλητον παρ’ ὑμῖν, εἰ δὲ καὶ τὰ κοσμικὰ τοῖς ἱεροῖς παραμιγνύειν οὐκ ἀπηγόρευται, συνεισφέρω βουλὴν παρ’ ὑμῖν, ἀλλ’ οὐ τυραννικήν, ὅτι τέως ἐμοὶ πρόσφορος παρὰ τῇ τοιαύτῃ ψήφῳ λελόγισται ὁ ἐλλογιμότατος χαρτοφύλαξ Ἀϑηνῶν καὶ ἡμῖν ἀγαπώμενος, ὁ Βαρδάνης· ἄνϑρωπος γὰρ ὁ τοιοῦτος οὐ παντοδαπῷ λόγῳ μόνον ἐνσεμνυνόμενος, ἀλλὰ καὶ βίῳ τὸν λόγον προσεπικοσμῶν1364 καὶ τωόντι πρὸς τοιαύτην1365 ἱερατείαν κατὰ τὴν ἐμὴν δόξαν ἁρμόδιος. οἶμαι δέ, ὅτι προσῆκον καὶ ἡμῖν φανήσεται1366, ὅμως ἀλλὰ τρακταΐσατε τὰ τοῦ πράγματος ἐν ϑεῷ· καὶ ἐκεῖνος, ὃς ἐν1367 γλώτταις πυρίναις (δήλωσις, οἶμαι1368, τοῦτο τῶν μετὰ μέϑεξιν πνευματικῶν καὶ διαδόσεων1369) τοῖς ἑαυτοῦ ϑεράπουσι τὴν χάριν διένειμε, χορηγήσαι τὸ ἀπλανὲς καὶ λυχναυγήσαι τοῖς ἀγνοοῦσι τὸ ἄξιον ὑφ’ ὑμῖν χειραγωγηταῖς. ἡ ἁγία εὐχή σου εἴη μετ’ ἐμοῦ. μηνὶ Σεπτεμβρίῳ ἰνδικτιῶνος η´.
Ὑπογραφή:
Θεόδωρος ὁ Δούκας
Ὄπισϑεν δὲ ἡ ἐπιγραφή:
Τῷ παναγίωτάτῳ δεσπότῃ καὶ ἐν κυρίῳ πατρί μου, τῷ μητροπολίτῃ Ναυπάκτου Θεόδωρος Κομνηνὸς ὁ Δούκας.
2. 1370 Χρυσόβουλλον (ἐπικυρωτικὸν τῶν κτήσεων τῆς Ναυπάκτου μητρoπόλεως καὶ σχετικαὶ πρὸς ταύτας διατάξεις)1371
Τὰ καλά, εἰ μὲν εἰς ϑεὸν ἀφορῶσι καὶ περιποίησιν τῶν ἱερῶν ἐκκλησιαστηρίων αὐτοῦ, εὐσεβοῦς ἐστι βασιλέως ἡ τούτων φυλακὴ1372 καὶ συντήρησις· εἰ δὲ ἰδιωτικά εἰσι τὰ καλά, ἡ ἐπ’ αὐτοῖς προνοητικὴ ἐπιϑήκη φιλοδώρου βασιλέως ἔργον καὶ φιλοτίμου. φιλοτιμία δὲ καὶ φιλοδωρία βασιλικὴ οὐκ ἂν ποτε καὶ εἰς τὴν τῶν ἰδιωτικῶν συντήρησιν καταβαίη, εἰ μὴ τὴν εὐσέβειαν ὁ βασιλεὺς ἐκεῖνος ἔχῃ πλουσίαν ἐν τῇ ψυχῇ καὶ ϑέμεϑλον στερρὸν ὡσανεὶ τῆς φιλοδώρου γνώμης καὶ τῆς φιλοτίμου χειρός· εἰ μὴ γὰρ εὐσεβήσῃ, οὐκ ἐλεήσει οὐδὲ φιλοτιμήσεται πάντως, εἰ μὴ ἄρα πρότερον ἐλεήσῃ καὶ συνάγεται τοῦ λοιποῦ τὴν εἰς ϑεὸν εὐσέβειαν εἶναι φιλοδωρίας καὶ φιλοτιμίας μητέρα. ἡ γοῦν ἐκ ϑεοῦ βασιλεία μου, εἴ γε καὶ δέοι ταύτην καυχήσασϑαι, εὐσεβοῦσα τὰ εἰς ϑεὸν πολλοῖς ἐκκλησιαστηρίοις αὐτοῦ ἐπεφιλοτιμήσατο τὰ ὠφέλιμα. αὐτὰ ταῦτα ἐπιβραβεύει διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς καὶ τῇ ἁγιωτάτῃ μητροπόλει Ναυπάκτου· κατέμαϑε γὰρ αὐτὴν ἐκ τῶν προσόντων ταύτῃ δικαιωμάτων πολυκτήμονα μὲν τὸ πάλαι καὶ πολυπρόσοδον οὐσαν, εἶτα (δὲ)1373 γενομένην ὀλιγοκτήμονά τε καὶ βραχυπρόσοδον οὐσαν ἐκ τοῦ τὸν ἐπὶ τῆς βασιλείας τοῦ ἀοιδίμου προπάππου τῆς βασιλείας μου κῦρι Ἀλεξίου τοῦ Κομνηνοῦ ἐν Ναυπάκτῳ ἱερατεύσαντα προσελϑεῖν ἐκείνῳ τῷ τότε καὶ πολλὰ τῶν τῆς ἐκκλησίας ταύτης κτημάτων ἐπικληρῶσαι τῷ δημοσίῳ εἰς ἱκάνωσιν ὧν εἶχε τελῶν καὶ βαρῶν ἡ εἰρημένη μητρόπολις, ἑαυτῷ δὲ περιποιήσασϑαι τὴν ἐκ τούτων ἀπαλλαγὴν καὶ τὴν ἐκ τῆς |1374| τῶν δημοσιακῶν συζητήσεων ὀχληρίας ἐλευϑερίαν καὶ ἄνεσιν καὶ τὰ ὀλίγα μετὰ ἀνέσεως τῶν μετὰ κακωτικῆς τῆς περιφορᾶς καὶ τῆς ἐντεῦϑεν ὀδυνηρᾶς ζωῆς προτιμήοασϑαι. ἀλλ’ ὑπορρέων ὁ χρόνος καὶ καταβαίνων εἰς τὰ φαυλότερα τὴν μὲν Ναύπακτον πειρατικῆς χειρὸς ἐποίησεν ἔργον καὶ τὰς ἐκεῖσε τῆς ἐκκλησίας συνεισφορὰς συνεξώρισέ τε καὶ συνωλίγωσε τὰ κατὰ τόπους ἑτέρους ταύτης κτησίδια1375· ἀλλὰ καὶ ταῦτα ἡ πολυποίκιλος περιφορὰ τοῦ καιροῦ ἐκ πολυανϑρωπίας καὶ τῆς ἐγγεγραμμένης τοῖς ἐκκλησιαστικοῖς δικαιώμασι παροικικῆς ποσότητος εἰς ὀλιγανϑρωπίαν καὶ στενὸν τὸ ποσὸν σὺν ταῖς ἐκ τοΰτων συνεισφοραῖς συνέστειλέ τε καὶ περιέκλεισε καὶ γέγονεν ἐκ τούτων τῶν περιστάσεων ἡ πρώην εὐδαίμων αὕτη μητρόπολις δυσδαίμων ἅμα καὶ δυστυχής, ἔχουσά τε τὸ ὑποτεταγμένον ὀλίγον καὶ τὸ ἐκ τούτου προσαγόμενον ὀλιγόποσον. ὁ ἱερὸς αὐτῆς κλῆρος εἰς ἑκατὸν ἀριϑμούμενος οὐδὲ εἰς δέκα κατήντησε, καὶ ἂν καὶ οὗτοι ἐξέλιπον, εἰ μὴ ὁ σήμερον φιλοτιμούμενος ἐν ἱεροῖς ἐνεργήμασι τὸν τε κλῆρον ἐπηύξησε καὶ διαρίοις ἐκκλησιαστικοῖς φιλοτιμοτέροις τῶν πάλαι τούτους τοὺς κληρικοὺς καὶ δεξιοῦται καὶ πρὸς ὑμνῳδίαν ἐντεῶϑεν τοῦ ϑεοῦ διανίστησι. τὸ μεῖζον ταύτης τῆς ἐκκλησίας καὶ περιστατίκὸν καὶ ἐπώδυνον ἡ σήμερον σύγχησις τοῦ καιροῦ καὶ τῆς ἐντεῦϑεν ἀνάγκης εἰς δημοσιακὰς1376 ἐπηρείας ταύτης συνελκισμός, ἥτις1377 καὶ τὴν βασιλείαν μου εἵλκυσε1378 πλωΐμους ἐπιϑεῖναι1379 αὐτῇ διὰ τὴν προκειμένην |1380| καὶ αὐτίκα1381 ναυτικὴν ἐκστρατείαν· ἀλλὰ δυσωπηϑεῖσα τὸ δίκαιον καὶ ἐπελϑοῦσα τὰ προσόντα τῇ μητροπόλει ταύτῃ διάφορα δικαιώματα, τὰ παντὸς δημοσιακοῦ καὶ τέλους καὶ βάρους καὶ λειτουργήματος ἐλευϑεροῦντα ταύτην τὴν ἐκκλησίαν καὶ αὐτῆς ἐν μέρει τῆς ἐξοπλίσεως τῶν πλωΐμων, συγκαταδέχεται μὲν τῷ προπάππῳ |1382| ἐκείνῳ τῆς βασιλείας μου τῷ Κομνηνῷ κῦρι Ἀλεξίῳ τὴν πρὸς τὸ δημόσιον ἀπόλυσιν τῶν κτημάτων αὐτῆς ὑπὲρ ἐλευϑερίας τε καὶ ἀτελείας καὶ πάσης ἄλλης ἀπαλλαγῆς δημοσιακῶν ζητήσεων, συνεισφέρει δὲ τῇ μητροπόλει ταύτῃ καὶ δι’ αὐτῆς τῇ τιμωμένῃ ἐν ταῦτη πανυμνήτῳ τοῦ κυρίου Μητρί, δι’ ἣν ἔχει πάντως πρὸς τὸ ϑεῖον εὐσέβειαν, τὸ ἐπικυρωτικὸν καὶ τὸ βεβαιωτικὸν τῶν1383 προσόντων ταύτῃ διαφόρων δικαιωμάτων παλαιγενῶν, ὑστερογενῶν βασιλικῶν προσταγμάτων, διαϑηκῶν, δωρεῶν, σιγιλλίων πρακτορικῶν, συνηϑειῶν, ἐγγράφων τε1384 καὶ ἀγράφων καὶ παντὸς ἑτέρου μερικοῦ καὶ καϑολικοῦ δικαιοδοτήματος ἕως ἄρτι προσόντος τῇ μητροπόλει, καὶ διορίζεται τὸ κῦρος ἔχειν αὐτὰ καὶ τὸ βέβαιον καὶ τὸ ἀσφαλές, ὡς εἰ καὶ παρὰ τῆς βασιλείας μου ἄρτι πρώτως ἐγένοντο, καὶ προστάσσει ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς μήτε εἰς πλωΐμων δόσιν ἕλκεσϑαι τὴν ἁγιωτάτην ταύτην μητρόπολιν μήτε εἰς σιταρκισμὸν κἀστρου τινὸς μήτε δόσιν οἰκομοδίων ἢ χοιροδεκατίαν ἢ ἀπαίτησιν νομισμάτων ἐν τῇ χώρᾳ κατὰ κέλευσιν τῆς βασιλείας μου γινομένην, ἢ εἰς ἄλλην τινὰ ἐπήρειαν καὶ ζημίαν καὶ ἀγγαρείαν |1385| καὶ συζήτησιν δημοσιακήν, ὁποίῳ ἂν καὶ καλοῖτο ἀὕτη ὀνόματι νῦν τε οὐσα καὶ ἐπινοηϑησομένη ἐσύστερον. εἰ, δὲ ποτε ἡ βασιλεία μου τυχὸν διορίσεται ἀπαίτησίν τινα καὶ ἐν ταῖς τῆς μητροπόλεως κτήμασιν ἢ γεννήματος1386 δόσιν ἢ πλωΐμων ἐξελασιν ἢ ἕτερον ὀποιονδήτι ζήτημα ἐπιζήμιον, ὡς κατὰ λήϑην ἐκτεϑβίμένη λογισϑῆναι ὀφείλει ἡ τοιαύτη τῆς βασιλείας μου πρόσταξις, κἂν καὶ ῥητῶς ἐγκείμενον ἔχῃ1387 τὸ "καὶ αὐτὰ τὰ χρυσόβουλλα τῆς βασιλείας μοῦ ἀπρακτεῖν ἐπὶ τῇ συζητήσει ἐκείνῃ» ὅσον δὲ ἐπὶ τῷ παρόντι χρυσοβούλλῳ λόγῳ αὐτῆς ἐκείνη μᾶλλον ἀπρακτήσει καὶ τὸ ἀνίσχυρον ἔξει ἡ καταψηφιζομένη ἀνισχυρότητα τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου. καὶ ταῦτα μὲν ἐπὶ τοῖς ἔξω τῆς χειρὸς τοῦ πανευτυχεστάτου δεσπότου καὶ περιποϑήτου αὐταδέλφου τῆς βασιλείας μου κῦρι Κωνσταντίνου τοῦ Δοίκα διακειμένοις τῆς μητροπόλεως κτήμασι καὶ τηρηϑήσεται καὶ γενήσεται. ἵνα δὲ μὴ τὸ τῆς βασιλείας μου ἐπὶ τῇ μητροπόλει φιλότιμον τὴν ἐκ μέρους ἔχῃ τοῦ ἐπ’ αὐτῇ φιλοτίμου παρακοπὴν καὶ προαίρεσιν, προστάσσει καὶ διορίζεται μηδὲ ἐν τοῖς κατὰ Ναύπακτον δικαίοις αὐτῆς ὑφίστασϑαί τι κακωτικὸν καὶ ἐπιζήμιον παρὰ τοῦ ἐκεῖαὐταδέλου τῆς βασιλείας μου, ἀλλ’ ὡς ἡ βασιλεία μου ἐξήπλωσε τὸ ταύτης φιλότιμον ἐπὶ τοῖς ἐκτὸς τῆς Ναυπάκτου καὶ ἐν διαφόροις κατατομαῖς ϑεωρουμένοις τῆς μητροπόλεως κτήμασι, τὴν αὐτὴν φιλοτιμίαν |1388| καὶ ἐπὶ τοῖς ὑπ’ αὐτὴν καὶ διαχέει καὶ ἐφαπλοῖ καὶ προστάσσει κατὰ τὴν δοϑεῖσαν αὐτῇ βασιλικὴν ἐξουσίαν ἀπὸ ϑεοῦ μηδὲ τοὺς ἐν τῇ περιχώρῳ τῆς Ναυπάκτου παροίκους αὐτῆς ἢ ἀγγαρείαν ἢ ζημίαν ἢ ὁποιονδήτινα ἑλκυσμὸν παρὰ τοῦ αὐταδέλφου τῆς βασιλείας μου ὑπομενεῖν, μὴ τοὺς κληρικούς, μὴ τὰ ὑποζύγια τούτων, μὴ τοὺς ἐνοίκους, μὴ τὰ βοσκήματα τούτων, μηδὲ εἰς πλωϊμολογίαν ἕλκεσϑαι τοὺς ἁλιεῖς αὐτῆς καὶ τοὺς ἑτέρως αὐτῇ διαφέροντας, μηδὲ τῆς εἰς ϑάλασσαν τῶν ἰχϑύων ἄγρας κωλύειν αὐτοῦς, μὴ τοὺς ὑπὸ τὴν μητρόπολιν χειροτέχνας τῶν ὑφασμάτων, μὴ τοὺς σκυτεῖς, μὴ τοὺς ῥάπτας, μὴ τοὺς ἀτέχνους ἐνοίκους παρὰ τοῦ αὐταδέλφου τῆς βασιλείας μου ἀγγαρεύεσϑαι ἢ μερικῶς ἢ καϑόλου1389, (μὴ) κακοῦσϑαι παρ’ αὐτοῦ1390 καὶ ἕλκεσϑαι ἡ βασιλεία μου διορίζεται. ἀλλ’ ὥσπερ αὐτῆς τε ὁ τῆς βασιλείας μου αὐτάδελφος περιπόϑητος καὶ οἱ ὑπ’ αὐτὸν τεταγμενοι τὰ μακρὰν οὐχ ὁρῶσιν οὐδὲ τὰ πόρρω τῆς Ναυπάκτου διακείμενα βλέπουσιν, οὕτως οὐδὲ τοῖς ἐν αὐτῇ τῆς μητροπόλεως ἅπασιν εἰς ἀγγαρείαν, εἰς ζημίαν εἰς ἐλκυσμόν, εἰς ἀναισχυντίαν, εἰς κἀκωσιν συνόλως ἐπεντρανίουσιν1391· ἀλλ’ ὡς μακρὰν καὶ ταῦτα καὶ ὄντα καὶ διακείμενα οὐδέποτε οὔμενουν1392 ὑπὸ τοῦ μέρους τοῦ αὐταδελφου τῆς βασιλείας μου λιχνευϑήσεται· ἃ γὰρ καὶ οἱ προτοῦ1393 βασιλεῖς καὶ ὁ μακρὸς διετήρησε χρόνος ἀζημίωτά τε καὶ ἀναγγάρευτα καὶ τῆς τοῦ δημοσίου χειρὸς τὸ καϑόλου διέστησε, ταῦτα κἂν καὶ ὦσιν εγγύς, ἀλλὰ διὰ τὸ ἐκ τοῦ |1394| δημοσίου ἐλεύϑερον ἱσοτυποῦσι καὶ τοῖς μακρὰν καὶ τοῖς πόρρωϑεν. καὶ ταῦτα ἡ βασιλεία μου διορίζεται οὐ παρακόπτουσά τι τῶν ἀνηκόντων δικαίων τῷ αὐταδέλφῳ αὐτῆς οὐδὲ ζημιοῦσα τοῦτον εἰς ὁτιοῦν, ἀλλὰ τὸ εὐσεβὲς φυλάττουσα εἰς ϑεόν, τὸ ὑποπεπτωκὸς καὶ τὸ ταπεινὸν εἰς τὴν ἁγνῶς τεκοῦσαν αὐτὸν καὶ τὴν τοῦ αὐταδελφου ταύτης ψυχὴν ϑεϊκῆς καὶ ἀνϑρωπίνης ἐλευϑεροῦσα τῆς κατακρίσεως καὶ βοηϑεῖ τῷ ἀδελφῷ ἀρίστην ταύτην βοήϑειαν, τὴν ἀποχην δηλονότι τῶν τῆς Ἐκκλησίας δικαίων καὶ τὴν ἐλευϑερίαν τοῦ ἐντεῦϑεν κριματισμοῦ, ὡς αὐτὸς μὲν ταῦτα καὶ βοηϑούμενος καὶ φυλάσσων |1395| 1396 ὡς πόλις ὀχυρὰ λογισϑήσεται, αὐτὸς δὲ πάλιν ἀντιβοηϑῶν τῇ βασίλειᾳ1397 μου ἐξ ὑπακοῆς, ἐκ τῆς φυλακῆς τῶν προσταγμάτων αὐτῆς, ἀνταποδείξει ταύτην τεϑεμελιωμένον βασίλειον. καὶ προσέσται τῇ ἁγιωτάτῃ μητροπόλει Ναυπάκτου εἰς διηνεκῆ τὴν ἀσφάλειαν τὸ παρὸν τῆς βασιλείας μου χρυσόβουλον, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ ϑεοπρόβλητον ὑπεσημήνατο κράτος. μηνὶ Μαΐῳ, ἰνδικτιῶνος ᾱης ἔτους ͞ς͞ψ͞λ͞ς ου ( = 1228).
Ἡ ὑπογραφὴ διὰ κινναβάρεως
Θεόδωρος ἐν Χριστῷ τῷ ϑεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων.
3. 1398 1399 Τοὐ αὐτοῦ πρὸς τὸν Κομνηνόν, ὄτε κατέσχε τὰ ὑπὸ τὴν ἐκκλησίαν αὐτοῦ
Κράτιστε Δούκα καὶ αὐϑέντα μου ἅγιε, «αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με»1400. ἀλλ’ ἐγὼ τὰ βαρέα ταῦτα καὶ ἀσυνήϑη ἐμοὶ φέρω γενναίως γινωσκων εἰς ἀκριβές, ὡς οὐκ ἀπὸ τῆς σῆς προαιρέσεως ταῦτα γίνεται, ἀλλ’ ἐκ συνωϑήσεως1401 χαιρεκάκων ἑλκόντων τὴν ἡμετέραν εἰς ἑαυτοῦς καὶ συμπλαττοντων ἀσύστατα, ἵνα μὴ μόνον1402 εὐϑυνϑῶσιν ἐφ’ οἷς κακῶς εἰς ἡμᾶς πράττουσιν ἀλλὰ καὶ νικήσωσιν ἐκ διαβολῆς. καίτοι ἐχρῆν τὴν σὴν ἐξουσίαν πρῶτον κρῖναι, εἶτα διαγνῶναι ἢ καταγνῶναι, ἐρήμην δὲ μὴ καταδικάσα1403 ἡμᾶς καὶ ὡς ἀπὸ κρίσεως ἀναφανέντα πολλὰ ἡμῖν προστρῖψαι τὰ αἰτιάματα. ἄρα οὐκ ἦν ἀγαϑὸς ὁ βασιλεὺς ἐκεῖνος, ὃς, ἡνίκα τις ἐνεκάλει μὴ παρόντος τοῦ ἀντιδίκου, τῇ μιᾷ τῶν χειρῶν ϑάτερον τῶν ὤτων ἐπεπωμάτιζεν; ἐρωτώντων δέ τινων τὴν αἰτίαν, φυλάσσειν ἔλεγε τῷ διεγκαλουμένῳ εἰς τὴν κἀκείνου ἀκρόασιν· σὺ δὲ καὶ ἄμφω τὰ ὧτα δοῦς τοῖς λέγουσι κατ’ ἐμοῦ τί ἐμοὶ ὑπέλιπες εἰς ἀκρόασιν; οὕτως ἐπέκλεισάς1404 μοι καὶ ϑύραν ἀκροάσεως καὶ ἀπολογίας, μὴ παρόντα καταδικάσας, μὴ ἀπολογησάμενον αἰτιασάμενος· ἀλλὰ τοῦ Εὐαγγελίου1405 ἀκούεις ἐν οἷς δικαίους καὶ ἁμαρτωλοὺς παράγει πρὸς κρίσιν καὶ τοὺς μὲν καλουμένους εἰς βασιλείαν, τοὺς δὲ ἀποπεμπομένους εἰς κόλασιν. διατί; ὅτι ἐκεῖνοι μὲν ἐποίησαν τὰ καὶ τὰ ἀγαϑὰ εἰς τοὺς ἐλαχίστους ἀδελφοὺς τοῦ κριτοὺ, οἱ δὲ ἀφιλανϑρώπως πρὸς αὐτοῦς διετέϑησαν· ἀλλ’ ἀπολογοῦνται τὰ μέρη, ἀλλ’ ἀντακούουσι παρὰ τοῦ κριτοῦ, ἀλλὰ πάλιν ἀπολογοῦνται καὶ αὖϑις ἀκούουσι καὶ τελευταῖον μετὰ τοὺς λόγους, μετὰ τὰς ἀπολογίας, μετὰ τὴν δίκην εἰς τὸν ἀρμόζοντα τόπον πρὸς τοῦ κριτοῦ ἀποπέμπονται. ὁ ϑεὸς δὲ οὐ καρδιογνώστης1406; οὐκ οὖδε τὰ πάντα καὶ πρὸ γενέσεως αὐτῶν1407; οὐ κατοικεῖ ἐν ὑψηλοῖς καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόϑεν γινώσκει1408; ἀλλὰ τί φησιν ἡ Γραφή1409; «κραυγὴ Σοδόμων καὶ Γομόρρας βοᾷ πρὸς με. καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν1410 τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ». καίτοι ἐγίνωσκεν ὁ ϑεός, ὡς οἱ ἐν Σοδόμοις ἄνϑρωποι πονηροὶ καὶ ἁμαρτωλοὶ σφόδρα, ἀλλὰ προσποιεῖται τὴν ἄγνοιαν καὶ καταβαίνει πρὸς Σόδομα διδάσκων ἡμᾶς μὴ κα(ταδικάζειν πρὸ δίκης. καὶ)1411 ἀλλαχοῦ ἐπὶ ϑρόνου καϑίζει αὐτὸν ἡ Γραφὴ καὶ κρίνοντα δικαιοσύνην1412 παράγει |1413| καὶ μὴ λαμβάνοντα πρόσωπον ἐνιαχοῦ αὐτὸν παριστᾷ1414. καὶ σὺ τοίνυν ἐπὶ ϑρόνου καϑίσας τῆς ἐξουσίας μιμοῦ τὸν καϑίσαντα καὶ μὴ ἀποφαίνου πρὸ κρίσεως καὶ πρὸ δίκης μὴ καταδίκαζε· ὡς γὰρ κρίνομεν, οὕτω καὶ κριϑησόμεϑα καὶ ὡς λαλοῦμεν καὶ ἡμῖν λαληϑήσεται1415. ταῦτα καὶ ἐν ὁλίγῳ περὶ δίκης, περὶ ἀποφάσεως, περὶ διαγνώσεως, περὶ καταδίκης καὶ εἶχον παραγαγεῖν, ὅσα κόρον ἐνεποίησαν ἀκοαῖς, εἰ μακρολογεῖν ἤϑελον καὶ διδάξαι βαρύ, εἰ καὶ τοῦτο βαρύ, ὡς λαβοῦσαν τύπον ϑεοῦ, ϑεοῦ δὲ μόνου τὸ κρίνειν, πρῶτον κρίνειν ὡς ὁ ϑεός, εἶτα καταδικάζειν, καὶ μὴ ὅτι ἐξουσία ἐστὶ λέγειν ἃ ϑέλει, καὶ βεβαιοῦν ὅσα βούλεται, καὶ δικαιοῦν οὓς ϑέλει καὶ οὓς αἱρεῖται καταδικάζειν. ἀλλ’ ἐγὼ μὲν καὶ τὰς γραφὰς παραφυλάττω τῆς σῆς ἀντιλήψεως καὶ ἀπολογίαν πρὸς ἕκαστον τῶν αἰτιαμάτων ἀποδώσω τὴν πρέπουσαν· σὺ δὲ ὁ ἱλαρὸς καὶ μειλίχιος παραφύλασσέ μοι ὠτίον ἓν εἰς ἀκρόασιν· νῦν γὰρ οὐκ ἔκρινα δίκαιον ἀπολογήσασϑαί σοι διὰ γραμμάτων καὶ περὶ τῶν δεομένων ἐγκλημάτων ζώσης φωνῆς νεκρὰν διὰ γραφῆς1416 ἀπολογίαν ποιήσασϑαι. πλήν, εἰ κελεύεις, γενέσϑω μέσον ἀμφοτέρων συνϑήκη. τί ἔσται τῇ ἐξουσίᾳ κἀμοί, εἰ μετὰ τὰς ἀπολογίας, μετὰ τοὺς λόγους ἢ τὴν μέλαιναν ἢ τὴν νικῶσαν ἀποίσομαι καὶ ἀνάπαλιν; δεδόσϑω, ὅτι πταίστης εἰμί· καὶ τίς οἷδεν ἢ ἤκουσεν ἄλλον μαστιγοῦσϑαι, πταίσαντος ἄλλου, καὶ τιμωρεῖσϑαι τοῦτον, πεπαρῳνηχότος1417 ἑτέρου; καὶ1418 ἀποδέχομαι τοῦτον τὸν νόμον, ὅτι ἁμαρτήσαντός μου ἐντεῦϑεν ἐκεῖϑεν ἄλλος βασανισϑήσεται. δίκαιον δέ, ὡς εἴπερ ἐγώ σοι τῷ κυρίῳ ἡμάρτηκα, ἐγὼ κολάζεσϑαι ἄξιος, οἱ δ’ ὑπὸ τὴν ἐκκλησίαν πένητες διατί; οὓς ἐκτριβῦναι ἐκέλευσας καὶ ἄλλως ὄντας ἐκτετριμμένους ἐκ τῆς ἐνδείας τῶν ζωαρκῶν, ἣν τῶν πέρισυ γεωργημάτων ἡ σπάνις καὶ ἡ τοῦ φοσάτου διέλευσις τοῖς ταπεινοῖς προεξένησαν. καὶ μαρτύρομαί σοι τὴν ἔφορον δίκην, ὡς ἄχρις ὀγδοήκοντα καὶ ἑκατὸν ὑπερπύρων ἡ πᾶσα τῆς ἐκκλησίας ἐστὶν ἀπαίτησις καὶ οἱ τελεσταὶ τῶν τοσούτων πόϑεν καταβαλοῦνται χιλιάδα χρυσοῦ; ἐμῷ δὲ λόγῳ παράγω ϑεόν, ὡς οὐδέποτε εἶδον ὅλην χιλιάδα χρυσοῦ σεσωρευμένην ἐν τόπῳ ἢ εἰς τραπεζίτην ἢ εἰς βαϑύπλουτον, καὶ ἂν ϑέλῃς πιστεύειν τοῖς παρὰ τοῦ σοῦ ἀδελφοῦ καὶ λεγομένοις καὶ γραφομένοις, ἀκόνα σπάϑην καὶ καρατόμει, ἀντιδίκου δὲ λόγοις, εἴπω δὲ καὶ ἐπιϑέτου βαρέος1419 καὶ λαλοῦντος πρὸς ἀδελφὸν ὑστερότοκον καὶ τῷ1420 πρωτογόνῳ μεγαλαυχοῦντος καὶ αὐτονομοῦντος εἰς ἅπαντα, ὅτι πρῶτος, ὅτι ἀδελφός, ὅτι ἐξουσιαστὴς καὶ ὡς δυστήνων ἄρχει ἡμῶν. καὶ τοῖς τούτου βούλει πιστεύειν; καὶ εἰ ταῦτα παρατηρεῖς, οὐκ οἶδα τίς ὑποστήσεται· καὶ τὸ ϑάλπον ἡμᾶς, ὅτι ὁ Δούκας καὶ πρᾶος καὶ μισοπόνηρος. ἀλλ’ ὃ ἔλεγον, ἴσϑω ἡ σὴ ἐξουσία, ὡς παροργίζεις ϑεὸν καὶ τὴν τεκοῦσαν αὐτὸν παροξύνεις καταλύων ἐν ἀκαρεῖ, ἃ χρόνος μακρὸς καὶ βασιλέων εὐσέβεια συνεστήσατο. καὶ ταύτας ἀποδίδως χάριτας τῷ μεγαλύναντί σε ϑεῷ, τὴν κατάλυσιν τῶν ἀνακειμένων αὐτῷ; κελεύεις δὲ ταῦτα, ἵνα ἡμᾶς πτωχεύσῃς; ἀλλ’ ἡμεῖς καὶ ἄρτον φαγόμεϑα καὶ ἱμάτιον περιβαλλόμεϑα καὶ μητροπολῖται ἀκούσομεν, εἰ, καὶ μὴ πράγματι τέως ὀνόματι ἀληϑείας ἐρήμῳ· οἱ δὲ ἀναστεναγμοὶ τῶν πενήτων, αἱ δὲ βάσανοι τούτων, ἡ βαρεῖα λεηλασία, ὁ ἄντικρυς διωγμός, ὁ ὀλοφυρμός, ἡ στενοχωρία, ἡ ἀκόλουϑος γυμνητεία, ἡ ἀπεμπόλησις τῶν προσόντων, ἡ ἄδικος ἀπαίτησις καὶ ἀνάφορμος ὑπολαμβάνεις, ὡς οὐκ ἀναβήσεται πρὸς ϑεὸν μετὰ τῶν ἡμετέρων δακρύων; οὐκ ἔσται ϑάνατος; οὐκ ἔσται κρῖσις; οὐκ ἔσται τῶν πραττομένων ἀπόδοσις; οὐ γέγραπται παρὰ τῇ Σοφίᾳ Σολομῶντος1421, ὡς τότε στήσεται ὁ ἀδικηϑεὶς ἐνώπιον τοῦ ἀδικήσαντος αὐτόν; δέομαί σου, ὦ αὐϑέντα ἡμέτερε, ὦ ἐν κυρίῳ υἱέ (ἄμφω γὰρ εἷς, τὸ μὲν διὰ τὴν ἀπὸ ϑεοῦ ἐξουσίαν, τὸ δὲ ὡς ἐπισκόπων ὄντων ἡμῶν), ἄφες τὴν πρᾶξιν ταύτην, δὸς ϑεῷ χάριν, ἵνα λάβῃς ἀντίχαριν ζωὴν μακράν, κατ’ ἐχϑρῶν νίκην. ἀπέστωσαν τοῦ σοῦ γαζοφυλακίου αἱ ἐκ τῶν ἐκκλησιῶν τοιαῦται προσαγωγαί εἰ γὰρ ἐπίσκοπος τὰ τῆς ἐκκλησίας διδοὺς ἢ συγγενέσι μὴ δεομένοις ἢ ἐξουσίαις ἀδίκοις ἱεροσυλεῖ (οἱ κανόνες λέγουσιν, οὐκ ἐγώ· πτωχικὰ γὰρ τὰ τῶν ἐκκλησιῶν ὀνομάζονται1422), πόσον ἔσται κατάκριμα τῷ βιαίως ταῦτα καὶ ἀδίκως ἀφαιρουμένῳ; πολλάκις με εἰς ταύτὴν τὴν ἁμαρτίαν ἡ σὴ ἀγάπη συνήλασε καὶ κατεβαλόμην πολλάκις καὶ χρυσὸν καὶ ὑφάσματα καὶ τὸ ποσὸν τῶν καταβληϑέντων εἰς τρεῖς καὶ τεσσαράκοντα καὶ τριακοσίους χρυσοῦς περιΐσταται, μετὰ δὲ τῶν ἀλόγων, ὧν ἀφείλου καὶ ἃ διεφώνησαν ἐν τῇ πρὸ μικροῦ προνομῇ ἐλαυνόμενα διὰ τὸ τῆς ὁδοῦ ἐπιτεταμένον, διὰ τὸ τῶν ποδῶν αὐτῶν ἀστεγάνωτον καὶ εἰς πεντακοσίους ἀναβιβάζεται, κἂν οὐκ ὀκνεῖτε γράφειν ὑμεῖς, ὡς οὐδὲν εἰλήφατε παρ’ ἡμῶν, ἀφ’ οὗ τῆς ἐξουσίας ἐπέβητε. βρωμάτων δὲ καὶ πομάτων καὶ διαφόρων ζῴων προαγωγάς; τοιούτων ἔσομαι ἄξιος, εἰ ταύτας ἄρτι ἀπαριϑμήσομαι καὶ πάλιν διὰ σὲ ἱεροσυλήσω, κἀγὼ μὲν ἱερόσυλος, ἡ ἐξουσία δὲ ἱεροδέκτης ὀνομαϑήσεται, ὃ χαμὲ φεύγειν ἔδει καὶ ταύτην συμφεύγειν. τὸ γὰρ πῦρ καίει κἂν τις τῇ φλογὶ πλησιάζῃ, κἂν ἅπτηται τῶν ἀνϑράκων· ἀλλ’ οὕτως ἑσμὲν τοῦ ϑέλειν οἱ ἄνϑρωποι, ὡς καὶ δοκεῖν τὴν φύσιν ἀλλάξασϑαι, ἂν ἐξουσίας ἐπιλαβώμεϑα. ϑείων δὲ πραγμάτων διαστολὴν καὶ ἀνϑρωπίνων αὐτίκα οὐκ οἴδαμεν. ὁ μὲν οὖν κανὼν τοῖς ἐπισκόποις δίδωσιν ἐξουσίαν μετὰ κυρείας τὰ τῆς ἐκκλησίας οἰκονομεῖν ὡς ἐφορῶντος ϑεοῦ· ἡμεῖς δὲ φάγους ἡμᾶς ἀποκαλεῖτε καὶ οἰνοπότας καὶ ἀναλωτὰς οὐκ εἰς τὸ δέον καὶ τὸ ὅλον ϑησαυριστάς· καὶ ἄνω ποταμῶν χωροῦσι πηγαὶ καὶ κρίνουσι τὰ πρόβατα τοὺς ποιμένας καὶ τοὺς ἡγουμένους εὐϑύνουσι, δέον αὐτοῖς πείϑεσϑαι, ἵνα μὴ τούτων καταστενάξωσιν, ἀλλὰ μετὰ χαρᾶς αὐτῶν ὑπερεύχωνται, Παῦλος εἶπε καὶ ὑμεῖς οὐκ ἀκούετε ὁ Πρόδρομος δέ παρα κελεύεται δειασεισμοῦ καὶ συκοφαντίας ἀπέχειν καὶ τοῖς ἱδίοις ὀψωνίοις ἀρκεῖσϑαι. στρατιώταις ἢ ἐπισκόποις; καὶ ἔδει καὶ ὑμᾶς ἀκούειν τῆς πρὸς ἡμᾶς προφητικῆς ὑποϑήκης καὶ τοὺς ἐπισκόῶους ἡμᾶς ταῖς ἐξουσίαις ταύτην ἀναφωνεῖν, κἂν δυσκωφῶσι πρὸς ταύτην, κἂν βαρέως ἀκούωσιν. ἀλλ’ ἡ τάξις ἀντέστραπται καὶ κρινόμεϑα καὶ λογιστευόμεϑα καὶ κατακρινόμεϑα καὶ τῶν ἱερῶν καὶ τῶν πτωχικῶν κειμένων εἰς προνομὴν διὰ βραχὺν ἄρτον βοῦν ἐπὶ γλώττης ἐπίσκοποι φέρομεν. ϑέλεις ἀκοῦσαι τὸ πᾶν; αἰσϑητήριά μου μαιμάσσει ὁρῶντος τοὺς ὑπὸ τὴν Ἐκκλησίαν πτωχοὺς φεύγοντας, τιμωρουμένους, λεηλατουμένους διὰ χρυσόν. εἰ μὲν οὖν ἀκούσεις μου τῆς φωνῆς καὶ στήσεις τὴν συμφοράν, ἔσται σοι πρὸς τῶν πενὴτων καὶ πρὸς ἡμᾶς χιλεὰς εἱς εὀχαριστἶαν τρικεφάλων πρωτυμωμένων· εἰ δ’ οὐκ ἀκούσεις, τὸ μὲν ἐμὸν σιοπῶ, δέδοικα δὲ μήπως ὁ τῶν ἐκδίκήσεων παρρησιάσεται κύριος, ὃς οὐκ ἐπιλανϑάνεται τῶν πενήτων, ἀλλ’ ἀνίσταται καὶ τὴν χεῖρα ὑψοῖ κατά τῶν ἀδικούντων τοὺς πένητας· ὁ δ’ αὐτὸς ἕνεκα τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσεται, λέγει διὰ Δαυίδ, καὶ οὐ κατὰ ταύτην τὴν ἡμέραν καὶ αὖϑις μετὰ καιροῦ παρολκήν, ἀλλὰ νῦν, ὡς τοῦ νῦν τὸν πάντα καιρὸν σημαίνοντος καὶ ὁρίζοντος· ἀρκεῖ ταῦτα ἀνδρὶ γὰρ φρονίμῳ καὶ ὀλίγος λόγος ἀρκέσει.
4. (Πρᾶξις συνοδικὴ περὶ τῆς τοῦ δεσπότου Θεοδώρου εἰς βασιλέα ἀναγορεύσεως)1423
1424 |1425| Παῦλος ὁ ϑεῖος ἀπόστολος περὶ τῆς εἰς Χριστὸν διαλεγόμενος πίστεως «καρδίᾳ» μέν «φησι πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». τοῦτο τὸ ἀποστολικὸν οἰκειούμενοι καὶ ἡμεῖς οἱ κατὰ μοῖραν ταύτην τὴν δυτικὴν ἐπίσκοποι πάντες, ὅσοι ϑρόνων ὑψηλοτέρων καὶ ταπεινοτέρων ὑπάρχομεν πρόεδροι, ὅπερ ἐπιστεύσαμεν εἰς δικαιοσύνην καρδίας τὴν ἀναγόρευσιν δηλαδὴ καὶ στεμματοφορίαν καὶ χρῖσιν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐϑέντου καὶ βασιλέως κῦρ Θεοδώρου τοῦ Δούκα, τοῦτο καὶ στόματι ὁμολογοῦμεν καὶ χειρὶ γράφομεν· αὐτὸς γὰρ ἐγένετο ῥύστης μετὰ ϑεὸν καὶ σωτὴρ ἡμέτερος καὶ αὐτοτελὴς σωτηρία, πολλοὺς μὲν πόνους ὑπομείνας ἕνεκα τῶν ἐνταῦϑα χριστιανῶν, πολλοῦς δὲ ἱδρῶτας κενώσας ὑπὲρ ἡμῶν καὶ (τὸ τοῦ ποιητοῦ1426 ἐγκαίρως εἰπεῖν)· «νύκτας αΐπνους ἰαύων» καὶ «ἥματα» διαμετρῶν «αἱματόεντα» ἐκ τῶν πολεμικῶν ἀγώνων καὶ συμπλοκῶν ὑπὲρ ἀφανισμοῦ μὲν τελείου τῶν καταπολεμησάντων ἡμᾶς ἀϑέων Λατίνων, ἔτι δὲ καὶ τῶν ἐκ τοῦ Αἵμου Σκυϑῶν· Ζυγὸν αὐτὸν ἡ κοινὴ συνήϑεια ὀνομάζει. ἐκ τούτων τῶν κόπων, ἐκ τούτων τῶν ἱδρώτων, ἐκ τούτων τῶν ἀγώνων καὶ ἐκ τοῦ πάντα τὰ καϑ’ ἡμᾶς μέρη ταῦτα τὰ δυτικὰ ἱδρῶσιν ἀμέτροις καὶ πόνων ὑπερβολαῖς ἀπαξάπαντα αἰχμαλωτισϑέντα τε καὶ ἀφανισϑέντα εἰς τὴν ἀρχαίαν χριστιανικὴν ἀποκαταστήσας1427 διαγωγὴν καὶ κατάστααιν καὶ πολλοὺς μὲν καὶ δυσαρίϑμους ἀνακαϑάρας ὄχλους1428 Λατινικούς τε καὶ Σχυϑικοῦς, πολλὰ δὲ ἐπισκοπεῖα ϑεοῦ καὶ ἱερὰ μοναστήρια τῆς Λατινικῆς καὶ Σκυϑικῆς λυτρωσάμενος μιαρίας, ἐν τούτοις μὲν τοὺς φυγάδας τοῦ κυρίου ἀρχιερεῖς ἐμπρέπειν ταῖς σφετέραις ἐπισκοπαῖς ᾠκονόμησεν, ἐν τούτοις δὲ τοὺς ἡγουμένους αὖϑις ἀπεκατεστησεν, ὡς καὶ τούτους κἀκείνους τῶν οἰκείων προβάτων αὖϑις ἀγελαρχεῖν. τὸ δὲ μεῖζον εἰπεῖν καὶ ὁ παρὰ παντὸς ὡμολόγηται στόματος, ὡς διαφόρων βασιλέων ἀπόγονος καὶ εἰς τὴν βασιλικὴν ἀναγωγὴν δικαιούμενος, ὡς στρατιώτης ἔμπυρος, ὡς ἄγρυπνος φύλαξ τὴν τῆς βασιλείας ἀντιμισϑίαν ἀντέλαβεν ἐπισκοπικαῖς ὁμολογίαις καὶ λοιπῶν ἱερέων καὶ μοναχῶν καὶ στρατιωτῶν ἐπικρίσεσι καὶ πάντων τῶν ἐνταῦϑα χριστιανῶν. καὶ εἰς τὸ τῆς βασιλείας οὕτως ἀναβεβήκει ἀξίωμα, καὶ τοῦτον μόνον βασιλέα ὁμολογοῦμεν καὶ τοῦτον στέφομεν καὶ τοῦτον χρίομεν καὶ τὰ πιστευϑέντα παρ’ ἡμῶν καὶ ὁμολογηϑέντα εἰς δικαιοσύνην, εἰς σωτηρίαν καὶ ταίς οἰκείαις ὑπογραφαῖς βεβαιούμεϑα. μηνὶ.
5. 1429 Πρὸς τὸν κραταιὸν Κομνηνὸν1430
+ Ἄγλωσσος ὁ γραμματοφόρος, κράτιστε Κομνηνέ, καὶ οὐκ ἄγλωσσος τὴν ἐλληνίδα λεκτικὴν καὶ τὸ ὄργανον· γλῶσσαν δὲ καλοῦμεν καὶ τὴν διάλεκτον καὶ τοῦτο ἐκ τῆς Γραφῆς1431· «ἐλάλουν» γὰρ φησιν ἑτέραις «γλώσσαις» τὰ μεγάλα τοῦ ϑεοῦ «καὶ προεφήτευον» οἱ ἀπόστολοι. χρῶμαι γοῦν τῷ ἀνδρὶ ὁπόσα καὶ ταῖς περιστεραῖς οἱ κατ’ Αἴγυπτον καὶ τῇ τούτου χειρὶ καϑὰ κἀκεῖνοι τοῖς τῶν ὀρνέων ποσὶ τὸ γράμμα τοῦτο δεσμήσας τῷ κράτει σου πέπομφα καὶ ἐπεύχομαί σοι πᾶν ἀγαϑὸν ἀπὸ ϑεοῦ καὶ σωτήριον. ἵνα μὴ κατὰ μέρος τὰ πάντα μακρολογῶ, ἀλλὰ συνεσπειραμένως ἐρῶ καὶ κατὰ βραχυλογίαν λακωνικήν, χαῖρε γούν, κοινὸν ἀγαϑόν, σῶτερ ἡμῶν ἀπάντων, ἦϑος ἐλεύϑερον, ὄμμα γλυκύ, γλῶσσα γλυκυτέρα καὶ μέλιτος. ταῦτά σοι ὁ κλινήρης γέρων ἐγώ, ὁ φϑονηϑεὶς ἀδίκως παρὰ τοῦ σοῦ ἀδελφοῦ καὶ μυρία πρὸς αὐτοῦ ἀκούων κακά, αἰσχύνομαι δὲ διὰ τὸ αὐτοῦ εὐγενὲς εἰπεῖν καὶ ψευδῆ, καϑὰ δήπου καὶ ἐπὶ τῇ τοῦ Γοριανίτου1432 ὑποϑέσει, ὡς γε στοχάζομαι. ὅτε1433 ἀρρωστίαις περιπεσών, αἷς καὶ προκατειχόμην, καὶ ὑπ’ αὐτῶν σφιγχϑεὶς κραταιόκρον ὑπὸ χεῖρας ἔπεσον ἰατροῦ καὶ ἔπινον τοῦντο δὴ τὸ τοῦ ποιητοῦ τὰ φάρμακα ἐπασσύτερα καὶ τὴν τούτου ἀπαλλαγὴν ἡ ἑτέρου πόσις προέφϑανεν καὶ εἰς ἐξιτηλίαν1434 ἦλϑον ἐσχάτην ταίς πυκναῖς κενώσεσιν ἐξατονηϑείς, ἠγγέλϑη [δε]1435 μοι, ὡς ὁ δούκας κῦρις Κωνσταντῖνος τὸν Ἀχελῷον καταλαμβάνει σείων ὄρη, βουνοὺς ἐξιστῶν, λαὸν δειματῶν, σαλεύων τὰ παρακείμενα καὶ τῇ παρουσίᾳ μόνῃ τὰ πάντα στενοχωρῶν. ἀλλὰ τέσσαρές που καὶ πλείονες παρῆλϑον ἡμέραι καὶ ὁ μὲν ἔκρινεν, ὁ δὲ Γοριανίτης ἐκρίνετο καὶ ποτε περὶ δείλην ἀνήρ τις τὴν ἐμὴν προαύλειον ἔκοψεν· ἕκτη δὲ ἦν ἡμέρα καὶ ὁ κόψας τὴν ϑόραν γραμματοφόρος ἦν τοῦ σοῦ ἀδελφοῦ προκαλουμένου με εἰς τὴν δίκην. ἐμὲ1436 δὲ ἀμίδες εἶχον αὐτίκα καὶ ὑπογάστριοι σκίμποδες καὶ ἡ γαστὴρ ἐκένου καὶ τὸ δυναμοῦν. ἐλελοίπει καὶ παρῃτησάμην τὸν σὸν ἀδελφὸν μετεωρίσαι1437 τὴν δίκην ἐπὶ ἡμέρας, ὥς μοι ἀμπνυνϑείη τὸ μένος καὶ πρὸς ἐπίβασιν ἵππου δυναμικώτερος ἔσομαι. καὶ ἐποίησεν οὕτως καὶ ἀπῆλϑε πρὸς τὰ οἰκεῖα μερίσας μὲν ἐμοὶ ἀνάπαυσιν, τῷ Γοριανίτῃ τὴν τῶν ἀνὰ χεῖρας φροντίδα, ἑαυτῷ δὲ τὴν τῶν ἰδίων τημέλειαν, δι’ ἣν τὸ πᾶν παρεκρούσατο. ἡμέραι παρῆλϑον καὶ ὁ μὲν Γοριανίτης τῇ σῇ προσέδραμεν ἐξουσίᾳ, ὁ δὲ ἐπανῆκε τὸν μὴ παρόντα κρινούμενος καὶ συνεστήσατο1438 ...
6. Πρὸς τὴν κραταιὰν Δούκαιναν1439
1440 Πολλῶν ἀπολαύσας ἀπὸ σοῦ χαρίτων, ἁγία καὶ κραταιὰ κυρία μου Δοῦκαινα, διαϑέσεως, ἀντιλήψεως, λόγων ἐλευϑέρων, ἀσπασμῶν χαριέντων, τῶν ἄλλων ἁπάντων, ὅσα κοσμεῖ τὴν σὴν εὐγενεστάτην ψυχήν, τοῦτο λογίζομαι τῶν ἀγαϑῶν τὸ κεφάλαιον, τὸ διαπέμπεσϑαί μοι τὰ χαροπὰ καὶ κοινωφελῆ κατορϑώματα τοῦ μεγαλουργοῦ καὶ κραταιοῦ Κομνηνοῦ ἐκ γῆς μακρὰν παρὰ τῆς σῆς ὑψηλότητος. ἕτερον εὐεργέτημα τὸ ἰδικῶς καὶ μονοπροσώπως |1441| διαπορϑμεύεσϑαί μοι ταυτὶ καὶ μὴ κατὰ κοινὴν ἀκοήν· ἄλλο πρὸς τούτοις τὸ μὴ μόνην καϑ’ ἑαυτὴν ἰδιοῦσϑαί σε τὰ τοῦ κοινοῦ εὐεργέτου τροπαιουχήματα, ἀλλὰ καὶ τοῖς φίλοις κατὰ μετάδοσιν αὐτῶν κοινωνεῖν, ὡς εἴ τις μεγάλῳ περιτυχὼν ϑησαυρῷ οὐχ ἑαυτὸν μόνον ἐκ τούτου ὀλβίσει, ἀλλὰ καὶ τοὺς ἀγαπωμένους πλουτίσει ἐκ διαδόσεως. τὸ δὲ πᾶν εἰπεῖν, ὥσπερ οὐ ϑέλεις μόνη καὶ ζῆν καὶ ἐνδύεσϑαι, ἀλλὰ τὴν χεῖρα ἔχεις ἐπὶ πολλοῖς δεομένοις ὑπηρετοῦσαν τῇ προαιρέσει, οὕτως οὐδ’ ἐν ταῖς καινοτερπέσιν1442 ἀκούσμασιν ἀνέχῃ μόνη καὶ ἀκοὴν ἡδύνεσϑαι καὶ ψυχήν, ἀλλὰ καὶ τοὺς πρὸς οὓς εὐνοϊκῶς ἔχεις κατὰ λογικὴν μετάδοσιν ἀγαϑύνεις. καὶ τὰ μὲν ἀπὸ σοῦ πρὸς ἡμᾶς ταῦτα καὶ οὕτως ἔχοντα, ἡμεῖς, δὲ τί σοι περὶ1443 πάντων ἀνταποδώσωμεν1444 ἢ τὰς πρὸς ϑεὸν ἱκεσίας, ὡς ἔχεις ἡ καϑαρὰ σελήνη καὶ φωταυγὴς ἐξ1445 χρόνους συλλάμποντά σοι μακροὺς τὸν ἥλιον Κομνηνόν, οὗ καὶ ἔργα1446 καὶ ὁμιλία καὶ πρόσωπον τηλαυγῆ πάντα καὶ σελασφόρα τυγχάνουσι; καὶ ἐπαιανίσαμεν κατὰ τὸ εἰκὸς καὶ ἐκροτήσαμεν χεῖρας καὶ τῷ ϑεῷ ἀνϑωμολογησάμεϑα1447 τὰ εὐχάριστα, τὸ δὲ παρὸν τοῦ μεγαλουργοῦ Κομνηνοῦ, ὃν εἰς ἥλιον ὁ λόγος ἑτροπολόγησε, λάμποντος1448 εἰς τὰ πρὸς ἡμᾶς ἀνωτερικὰ καὶ φλέγοντος μὲν τοὺς φρυγανώδεις καὶ ὑβριστὰς Ἰταλοὺς καὶ ϑεοῦ καὶ τῆς1449 πίστεως, φωτίζοντας δὲ τοὺς ἀδελφοὺς ἡμᾶς αὐτοῦ καὶ συγγενεῖς κατὰ σάρκα (ταῦτα δὴ τὰ τοῦ ἀποστόλου1450), ὑπὲρ ὧν καὶ προκινδυνεύει καὶ πᾶσαν ὑπομένει |1451| δυσχέρειαν, φόβος ἐνταῦϑα, μὴ νέφος βαρβαρικόν ποϑεν1452 ἐπελϑὸν ζοφώσῃ1453 τὰ καϑ’ ἡμᾶς ἢ ἀγλὺς ἐκ ϑαλάσσης ὁμοία παχεῖα καὶ δυσδιάλυτος καὶ τοιούτου φωτοφανοῦς ήλίου δεομένη πρὸς σκεδασμόν1454· ἀκούομεν γὰρ ὡς ὁ Μάσος συνελϑὼν τῷ Ἐφραῒμ καὶ παχυνϑεὶς ὑπ’ αὐτοῦ, τὸ δὲ προσϑεὶς καὶ ἀφ’ ἑαυτοῦ σύνϑημα καὶ σκαιώρημα μετὰ τειχομαχικῶν ὀργάνων κατὰ τῶν ἐν ἡμῖν παραλίων κάστρων συνέϑετο, καϑά ποτε καὶ ὁ γραφικὸς ἐκεῖνος Ἐφραῒμ1455 καὶ ὁ τοῦ Ῥομελίου υἱὸς1456 κατὰ τῆς παλαιᾶς Ἱερουσαλὴμ συνεσκέψατό τε καὶ συνετέλεσαν. ἐντεῦϑεν τὰ μὲν παρ’ ἡμῖν ἀτείχιστα πάντα, ὅσα τὰς αἰγιαλίους ἀκτὰς στέφανοῖ καὶ τὰ τούτων ἀνώτερα, νυκτὸς μὲν ἀναρριχῶνται σὺν ὑπάρξει πάσῃ πρὸς τὰ πεδία κατολισϑαίνουσι1457 καὶ μιμοῦνται δρόμον μυρμήκων ἀγεληδὸν ἀλλήλοις ὑπαντῶντες καὶ ὑπαντώμενοι, ὁ ϑερισμὸς δὲ πολὺς μὲν, οἱ δ’1458 ἐργάται ὀλίγοι· ἄγροικοι1459 γὰρ ὄντες καὶ ἄοπλοι, ἔνιοι δὲ τούτων τῷ ἄρρενι ἀντιδιαιρούμενοι (ὁποῖας γυναῖκας ἔργων ἀνδρικῶν τελεσιουργοὺς καὶ χειρεργάτιδας πάσας ἡ καϑ’ ἡμᾶς χώρα τρέφει) καὶ καϑ’ ὥραν ἐλπίζοντες1460 τὴν ἐπέλευσιν ἄλλῃ σκορπίζονται. αἱ πόλεις1461 δὲ τοῖς τείχεσι μὲν ϑαρροῦσιν, οῦσαι δὲ κένανδροι τὸν περὶ ψυχῆς φόβον ἔχουσιν· οὐδὲ γὰρ οὐδ’ εἰ Σεμιράμεια1462 τείχη1463 περιεῖχον αὐτάς, ὅπλων δὲ ἐστέροντο καὶ ἀνδρῶν, τὸ μὴ ἑλώσεσϑαι1464 ἔφυγον. καὶ μὴ μοι λέγε, ὡς ἔστιν ἐνταῦϑα ὁ σὸς ἀνδράδελφος καὶ ἡ1465 ὑπ’ αὐτὸν στρατιά· καὶ οὐτος γὰρ ἢ ἑχὼν ἢ κατὰ σκῆψιν πρὸς τοὺς περὶ τὴν Νέαν Πάτραν ἀνῆλϑε1466 βουνούς, ὀφϑαλμοῖς καὶ μόνοις τὴν πύλιν ταύτην ἐπερχόμενος καὶ τούτοίς ἐλπίζων τὸ φρούριον λήψεσϑαι, καὶ τὰ πλησίον παραδρομὼν1467 τὰ μακρὰν διώκει, καὶ ἀπολύσας τὰ ἐν χερσὶ τὰ ἄγρια ἢ ἐν οἷς κατοικοῦσιν ἄγριοι ϑῆρες, οἱ Ἰταλοί, ὡς νεοσσιὰν καραδοκεῖ καταλήψεσϑαι. καὶ σπεῦσον, κυρία μου, ἢ τὸν ἥλιον Κομνηνὸν ἐπανατεῖλαι τούτοις1468 ἐν μέροισιν ἢ ἀκτῖνα γοῦν στρατιωτικὴν ἀποδιοκεῦσαι τοῖς καϑ’ ἡμᾶς· εἰ μὴ γὰρ τοῦτο ἢ τοῦτο, καὶ δίχα τῶν ἐλπιζομένων τούτων πραγμάτων μόνῃ τῇ προσδοκίᾳ πάντες συναποψύξομεν1469.
7. 1470 Τοῦ ἀὐτοῦ πρὸς τὸν κραταιὸν Κομντινὸν
Θεομεγάλυντε Κομνηνέ, πάντες φησὶν οἱ χείμαρροι ... αὕτη οὐκ ἔστιν ἐμπιπλαμένη ὕδατος· πῶς δὲ καὶ ἔστι ταύτην ὑδάτων ἐμπίπλασϑαι ... πᾶσαι πηγαὶ1471 |1472| καὶ φρείατα μακρὰ1473 κατὰ τὸν περιηγητὴν Διονύσιον· πέφυκε δέ πως τὸ μέρος πρὸς τὸ ὅλον χωρεῖν, καὶ πως ἑαυτοῦ πλέον ἔσται τὸ ὅλον τὸ παρ’ ἑαυτοῦ εἰσδεχόμενον. καὶ τὴν φυσιολογίαν ταύτην ἐκλάβοιτό τις καϑ’ ἑτέραν τὴν ἔννοιαν καὶ κατ’ ἄλλην λόγου ὑπόϑεσιν πρὸς τὴν σὴν κραταιότητα· ϑάλλασα γὰρ καὶ σὺ παντὸς ἀγαϑοῦ καὶ εὐποιΐας καὶ δωρεῶν πολυχανδὲς πέλαγος, καὶ χείμαρροι μὲν πρὸς σὲ οὐκ εἰσρέουσι, πάντες δὲ πάντως ὁπόσους τῆς ἐνδείας χείμαρροι κατασύρουσιν1474, οἷς καὶ δωρούμενος καὶ εὐεργετῶν αὐτοὺς οὐκ ἐμπίπλασαι. εἰς τούτων καὶ ὁ πανυπέρεντιμότατος1475 ἄνϑρωπος πάλαι μὲν βίου ἔχων ἀρκούντως καὶ τιμῆς καὶ περιφανείας ἔν τε βασιλείαις αὐλαῖς ἐν τε ταῖς τοῦ πατριάρχου ἀναστροφαῖς· ἀλλὰ καὶ τούτῳ ῥαγδαῖος ἐπιρρεύσας τῶν ἀριστερῶν πραγμάτων ὁ χείμαρρος πρὸς τὴν τῆς σῆς φιλοτιμίας ἀπέπτυσε ϑάλασσαν, καὶ νῦν πρὸς σὲ ἔρχεται ἐκεῖνα ζητῶν, ἃ σοὶ μὲν ῥᾴδιον δοῦναι, αὐτῷ δὲ μέγα λαβεῖν. ζητεῖ δὲ εἰς οἰκονομίαν, εἰς διεξαγωγήν, εἰς κυβέρνησιν τὴν ἐκκλησίαν Νέων Πατρῶν, ἣν ἡ σὴ κραταιὰ χείρ Ἰταλικῆς χειρὸς ἠλευϑέρωσε, καὶ ζητεῖ δῶρον τοῦτο τῷ οἰκείῳ τρόπῳ κατάλληλον ἱερὸς ἀνήρ, δηλαδὴ διοίκησιν ἱερὰν. εἰ δὲ καὶ ἄλλως πρέπει ἐπιχειρεῖν, ἐκεῖνα αἰτεῖ, ἅπερ ὁ πρὸς μητρὸς τούτου ϑεῖος1476 ἐβελτιώσατό τε καὶ συνεστήσατο (κατήγαγον δὲ πρὸς μηδὲν χρόνος ὁ πανδαμάτωρ1477 καὶ ἀπληστία Λατινική), ἱβρατεύων ἐκεῖνος παρὰ ταύτῃ τῇ Πάτρᾳ καὶ τιμῶν τὸ λάχος ἢ ὑπὸ τούτου τιμώμενος τῷ κάλλει τοῦ λόγου καὶ τῷ ὕψει τοῦ βίου τὸν λαχόντα τοῦτον κλῦρον τιμῶν. εἰ γοῦν ἀντὶ πατέρων γεννῶνται υἱοί, οὐδὲν καινὸν εἰ καὶ ἀντί ϑείων ἀνεψιοί· ἅμα δὲ καὶ μεγαλυνϑήσῃ ἀπὸ ταύτης τῆς πράξεως, τὰ ἱερὰ ταῦτα λάφυρα τῶν πολεμικῶν σου κατορϑωμάτων ἀνδράσιν ἱεροῖς καὶ τοῖς ποτὲ τροφίμοις τῆς Ἐκκλησίας καὶ διαπρεπέσι βίῳ καὶ λόγῳ δωρούμενος. ταύτης τῆς Ἐκκλησίας καὶ σύ, μεγαλουργὲ Κομνηνέ, παῖς γνήσιος ἀναγεννηϑεὶς ὑπ’ ἐκείνης διὰ τοῦ ϑείου βαπτίσματος καὶ φϑάσας εἰς μέτρον ὑπὸ ταύτῃ τροφῷ τῆς ἀνδρικῆς τελειότητος, καὶ δίδου τοῖς ἀδελφοῖς καὶ τέκνοις ταύτης τῆς Ἐκκλησίας τὴν ἀδελφικὴν φιλοστοργίαν καὶ περιποίησιν· τὸ δὲ ἔργον τοῦτο καὶ οἱ τοῖς Ἀσίας ἀποϑαυμάζονται1478, ὡς μὴ μόνον τοῦ βασιλέως ἐκείνης τῶν ἱερωμένων προνοουμένου, ἀλλὰ καὶ τοῦ ἐμοῦ μεγαλουργοῦ Κομνηνοῦ τοὺς αὐτοὺς καὶ τρέφοντας καὶ διοικήσεις ἱερὰς ἀπονέμοντος. ἐγὼ δὲ ὁ ταῦτα γράφων διχόϑεν, οὗδα, τὸν ἔπαινον λήψομαι, ὅτι τε ὑπὲρ ἀδελφοῦ πρεσβεύω καὶ ὅτι τὰ μεγαλύνοντά σε καὶ ϑέλω καὶ πραγματεύομαι· τί δὲ χρὴ τὸν αὐτοκίνητὸν σε πρὸς τὰ καλὰ ἑτεροκίνητον γίνεσϑαι καὶ μὴ μόνον εἶναι σοῦ τὸ μεταδοτικὸν καὶ τὸ συμπαϑές, ἀλλὰ κἀμὲ τούτου γίνεσϑαι συνεργάτην, δέον ὃν μηδενὶ παραχωρεῖν σε πρεσβείων ἐν φιλοτιμίαις, ἐν εὐποιΐαις, ἐν δωρεαῖς, ἐν χρηστότητι; καὶ γένοιτό σοι πολλὰ τὰ καλὰ τῷ ἐμῷ μεγαλουργῷ Κομνηνῷ πληροῦντι προϑύμως, ἅπερ ὁ σὸς εὐχέτης ἐγὼ μετὰ ϑερμότητος ἐξαιτῶ.
8. 1479 Τoῦ αὐτοῦ πρὸς τὸν κραταιὸν Κομνηνὸν
+ Ἡμεῖς δὲ, κράτιστε Κομνηνέ, οἱ μήτε καϑέδραν ἔχοντες μήτε κλῆρον μήτε ναόν, ὡς ἀϑροίζεσϑαι μὲν ἐν τούτῳ, συμφωνίας δὲ τὰ πρὸς ϑεὸν ἀναφέρειν ὑπὲρ τῆς σῆς εὐοδώσεως, ἄρα καὶ τοῖς ψυχικοῖς κινήμασιν ἡσυχάζομεν καὶ διὰ τοῦτο οὐκ ἀλαλήτως ὑπερευχόμεϑά σου τῆς κραταιότητος; καὶ πῶς ἂν ὁ καρδίας |1480| καὶ νεφροὺς ἐτάζων ϑεὸς1481 ἵλεων ἐφ’ ἡμᾶς ἐπιβλέψει οὕτω τοῦ κοινοῦ καταμελοῦντας καλοῦ καὶ μηδὲ κατὰ τὸν ἐντὸς καὶ ἀϑεώρητον ἄνϑρωπον ὑπὲρ τοῦ σοῦ κράτους, ὑπὲρ τοῦ σοῦ στρατοῦ ὁμιλοῦντας καὶ διαλεγομένους1482 αὐτῷ, καϑά ποτε καὶ Μωϋσῆς ποιεῖν πρὸς τὸν ϑεὸν ἀναγέγραπται δεόμενος ὑπὲρ τοῦ λαοῦ καὶ τῆς σωτηρίας τοῦ Ἱσραήλ, ἡνίκα καὶ ϑεὸς ταῖς ἐκείνου κεκρυμμέναις ἱκεσίαις ἐπικαμφϑεὶς «τί βοᾶς», φησί, «πρός με»1483 τῷ νοερῶς ἐντυγχάνοντι; κατὰ ταῦτα καὶ αὐτὸς ϑεὸν ἐπὶ καρδίαν ἐπικαλοῦμαι σύμμαχον παρεῖναί σοι καὶ συστράτηγον καὶ συμπολεμοῦντα τῷ ἡμετέρῳ δημαγωγῷ καὶ κατὰ Μωσέα καὶ Ἰησοῦν τὰ βάρβαρα καταβάλοντι ἔϑνη καὶ τὸν ἡμέτερον πλατύνοντι κλῆρον. καὶ γένοιτο τὰς μὲν ἡμετέρας ταύτας ὑπὲρ σού προσευχὰς κατευϑονϑῦναι ὥσπερ ϑυμίαμα ἐνώπιον τοῦ ϑεοῦ1484, σὲ δὲ νικητὴν ἐφ’ ἅρματος τροπαίων ὀχούμενον1485 καὶ κεφαλὴν καὶ βραχίονας κατὰ τὸν πάλαι τύπον ὑπὸ πολλῶν στεφανούμενον. παρεδήλωσε δὲ μοι τὸ κράτος σου, ὡς ὁρισμὸν ἀπέστειλας τῷ αὐταδέλφῳ σου ὑπὲρ ἀπολυτρώσεως τῶν σῶν μὲν δούλων, ἐμῶν δὲ κληρικῶν· ὁ δὲ τὴν σκληρότητα μιμούμενος Φαραὼ ταπεινοῦν καὶ ἔτι αὐτοὺς ἐν πτωχείᾳ καὶ σιδήρω, καὶ δέον εἶναι, λογίζομαι, πληγῆναι τοῦτον καὶ δευτέρᾳ πληγῇ παρὰ σοῦ τοῦ ἡμετέρου δημαγωγοῦ καὶ γενοῦ μὴ μόνον, οἷς ἐφίστασαι λυτρωτής, ἀλλὰ καὶ ὧν ἀφίστασαι ἐλευϑερωτής, ἵνα παρ’ ἑκατέρου μέρους τὰ τῆς εὐχαριστίας σοι ἀναπέμπονται, καὶ γενοῦ μοι τῷ γέροντι ϑερμότερος πρὸς ταῦτα ἐπακουός· χαρίσῃ γάρ μοι τὰ μέγιστα ψυχὰς ἀπαλλάξας τυραννικῆς τοιαύτης κακώσεως ἡ ἀντίληψίς σου χαρισϑείη μοι πολυχρόνιος.
9. (Πρὸς τὸν κραταιὸν Κομνηνὸν)
+1486 Κράτιστε, ϑεοκυβέρνητε δέσποτά μου ἅγιε, τοὺς λόγους πτερόεντας1487 γράφουσιν οἱ σοφοί, ὡς τῇ τῶν κινήσεων ταχυτῆτι παραμιλλωμένους τοῖς πτερωτοῖς. ἀλλὰ πρὸς τὴν σὴν ὀξυπετῆ καὶ μεταβατικὴν κίνησιν κινδυνεύουσι τὴν ἕως καὶ δεῦρο πτερονομασίαν ζημιωϑῆναι· ποῦ γάρ σε καὶ καταλήψονται ὀλίγου δεῖν τὸ ἀπερίγραπτον ἐχοντα διὰ τὴν ταχινὴν μεταφορὰν καὶ μετάβασιν; οἱ δὲ γε ἐμοὶ διπλῇ τὸ ναρκῶδες ἔχουσι καὶ δισκίνητον, ὅτι τε ἐκ σαπροῦ διὰ τὸ γῆρας καὶ διὰ τὸν μικροῦ μαρασμὸν καὶ ὅτι νικῶνται τῇ ὀξυτάτῃ μετακινήσει σου. ἐπεὶ δὲ καλῶς ποιῶν ὁ καιρὸς ἤγαγέν σε πρὸς τὴν ἐγγὺς ἡμῶν ϑάλασσαν, ὡς μετὰ τῶν χερσαίων ϑηρῶν ἀνϑρωποειδῶν καὶ τοὺς παρὰ ταύτῃ κατατροπώσῃ ἐμφωλεύοντας δράκοντας, ἐξείρπυσα καὶ αὐτὸς τοῦ ἐμοῦ φωλεοῦ χελώνης δρόμον πρὸς τὴν σὴν ἐρχόμενος κροταιότητα καὶ ἧλϑον μέχρι τοῦ Ἀγίου Γεωργίου· ἀλλ’ ὁ πολὺς χειμὼν τόσην μοι ἐνεποίησε τὴν τοῦ κατάρρου βαρύτητα, ὡς ἐγχλεῖσαι οἰκίοκῳ καὶ μηδὲ τὴν τούτου ϑύραν ἐᾶν παρελϑεῖν. ἀλλὰ δέοραί σου μετὰ τῆς μακρᾶς ἀνοχῆς καὶ ὀλίγην ἑτέραν χαρίσασϑαί μοι, ὥστε χαυνωϑῆναι τὸ πάϑος, καὶ αὐτίκα εἰς προσκύνησίν σου καὶ ϑέαν καὶ ὁμιλίαν ἐλεύσομαι, ὡς κατατρυφῆσαι τῆς γλυκείας ἐμοὶ ὄψεως καὶ λόγων ἀξιωϑῆναι μεγαλοπρεπῶν δουκικῶν. ἡ ἀντίληψίς σου πολυχρόνιος.
10. Πρὸς τὸν κραταίον Κομνηνὸν
+ Ἔδει, κράτιστε Κομνηνέ, μὴ τοὺς νεκροὺς ἐρωτᾶσϑαι περὶ τῶν ζώντων· μικροῦ γὰρ εἰς νέκρωσιν ἡμᾶς ἡ νόσος κατήγαγε μηδὲ τοὺς τῷ πλείονι μέρει τῶν πνευματικῶν παρακρουσϑέντας ἐνεργημάτων περὶ ἐπισκοπικῶν καταστάσεων. ἐπεὶ δὲ Χριστὸς τὰ πρῶτα ἔτι τὸ ἐπισκοπικὸν ἡμῖν ἀποχαρίζεται ὄνομα καὶ ἡ σὴ μεγαλειότης τὸ αὐτὸ φρονεῖ ἐν ἡμῖν, ἀπενείμαμεν διὰ τῆς κεφαλικῆς ἐπικλίσεως τὸ προσῆκον σέβας τῷ σῷ ἐγγράφῳ κελεύσματι δικαίῳ τε ὄντι καὶ καίριον αἴτιον ἐγκείμενον ἔχοντι, τὴν τοῦ Κερκυρόϑι λαοῦ ἐπισκοπικὴν καὶ διεξαγωγὴν καὶ κυβέρνησιν, ἀλλὰ καὶ ὁ τῆς συνελεύσεως ὅρος καὶ λίαν ἥμερος καὶ φιλάνϑρωπος· ἡμῖν τε γὰρ τοἷς κατακλίτοις ἀνακωχεύσει τὴν νόσον τὸ τεϑὲν τοῦ χρόνου μέσον διάστημα καὶ τοῖς ἀδελφοῖς μου πάντως τὸν ἐκ μακρόϑεν βάδον1488 πρὸς τὸν ὁρισϑέντα τόπον τῆς συνενώσεως· οὕτω τὰ σὰ καὶ φιλάνϑρωπα καὶ μετὰ συνέσβως διοικούμενα. εἰ μὲν οὖν ϑεὸς ὀλιγώσει μοι τὴν ἀπὸ τοῦδε κατάκλισιν καὶ τὸ τῆς Γραφῆς1489 ἐγκαίρως εἰπεῖν ὅλην τὴν κοίτην μου στρέψει ἐν τῇ ἀρρωστίᾳ μου ταύτῃ, καὶ προποδήσω τῶν ἀδελφῶν καὶ δρόμον ὄψεσϑε1490 χωλὸν, τὸ τῆς παροιμίας εἰ δὲ σκληρύνων σκληρυνεῖ καὶ παιδεύων παιδεύσει καὶ ἐν ἐλέει ἐλέγξῃ με (οὕτω γὰρ πείϑομαι παιδεύειν ϑεόν· μαστιγοῖ γὰρ πάντα, ὃν παραδέχεται), σώματι μὲν οὐ παρέσομαι, γράμματι δὲ πάντως καὶ γνώμῃ κοινωνήσω τοῖς ἀδελφοῖς. οἷον δέ μοι κόνδυ πικρίας1491 ἔμελλεν ὁ χρόνος οὗτος κιρναν, ὅτι καὶ ϑάνατον ἤκουσα τοῦ μεγάλου Κερκύρων καὶ διάδοχον ἐχείνoυ προβαλέσϑαὶ1492 μετακαλοῦμαι.
ὦ Γαῖα μῆτερ Ἡλίου τ’ ἀναπτυχαί,
οἴων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα1493.
ποῖον δυστύχημα μεῖζον ταύτης τῆς ἀκοῆς; ποίαν τῶν συμφορῶν οὐχ ὑπερβάλλει τοῦτο τὸ πάϑος; φεῦ, ὁ τῆς σοφίας ἥλιος ὑπὸ γῆν, ἡ τοῦ λόγου λαμτρὰς ἐσβέσϑη, ἡ τρανὴ καὶ περιττὴ σεσίγηκε γλῶττα. ἴσασι τὰς ἐκείνης προσβολὰς ἱερεῖς ὑψαύχενες Ἰταλῶν, ὅπως ὡς ἀπὸ σφενδόνης τὰς διαλέξεις πέμπουσα ἅπαν ὕψωμα δογμάτων καϑῇρει ἀντίϑετον καὶ ὡς εἰς χοῦν ἐλέπτυνε τὰς ἐκείνων οἰκοδομάς, ἐκείνην τὴν γλῶτταν ἐχάλκευσε μὲν ἡ χάρις τοῦ πνεύματος, ἐστόμωσε δὲ τὸ πῦρ τῆς σοφιστικῆς καὶ ὡσεὶ βέλος ἐν χειρὶ δυνατοῦ1494 κατὰ τῶν ἐναντίων1495 τούτων ἐκεῖνος ταύτην ἀπετοξάζετο. ταύτην ἀπετοξάζετο. τρὶς μὲν οὖν σεισϑῆναι τὴν οἰκουμένην1496 τὰ ἱερὰ διδάσκουσι λόγια καὶ τέταρτον τοῦτο, τοῦτο, τοῦ Вασιλείου πεσόντος. Τοῦτον ϑρηνείτωσαν μὲν ἐπίσκοποι, ὡς ἀπολωλεκότες τὸν πρόβολον, οἱ ἐν ἐξουσίᾳ τὸν στηριγμόν, οἱ στρατιῶται τὸν ταῖς εὐχαῖς αὐτοὺς ὁπλίζοντα καὶ κρατύνοντα, οἱ βοηϑείας ἐπιδεεῖς τὸν ἱλαρὸν μεσίτην καὶ τὸν ταχύν, οἱ πάντες τὸν πάντα πᾶσι γενόμενον ἀποστολικῶς. ἀλλ’ ὦ ϑάνατε ὀλοϑρευτὰ τῶν καλῶν, ἀφανιστὰ τῶν κρειττόνων, καὶ τοῦτο πλέον δεκάσας τὰς ψήφους...
11. 1497Πρὸς τὸν κραταιὸν Κομνηνὸν
+ Μεγαλουργὲ Κομνηνὲ καὶ προφανῶς ϑεοφρούρητε, ὅτι καὶ τὴν ἐξουσίαν ταύτην καὶ τὸν ἐξῆς πλατυσμὸν ἀπόνως εἴληφας καὶ χωρὶς αἵματος, στρατηγοῦντός σοι τοῦ ϑεοῦ καὶ συναρήγοντος ἐν ταῖς πράξεσιν. ὣσπερ δὴ καὶ εἰς τὴν Προσάκου ὑποταγήν, δι’ ὃν βασιλεῖς ποτε ἐκστρατεύσαντες καὶ τὴν οἰκουμένην σαλεύσαντες ἤνυσαν πλέον οὐδέν, εἰ μὴ ὅτι μόνον εἰδότες καὶ περιελϑόντες τὸ φρούριον τὴν προσεδρίαν κατέλυσαν. τὰ σὰ τίνα; ϑαύματος γέμοντα ὡς ϑείας ἐξηρτημένα πάντως δυνάμεως. καὶ ἄλλοι μὲν τῶν ῥητορευόντων περὶ τοῦ πολίσματος τούτου τὰ δοκοῦντα τούτοις κομψεύσονται, ἐγὼ δὲ τὴν πόλιν μὲν οὐκ ἰδών, προφυλακὴν δὲ ταύτην εἶναι μανϑάνων καὶ σκέπην, ὡς εἴπῃ τις, τῶν ἐκ ϑεοῦ πολισμάτων σου, σάκος ἂν τούτων εἴποιμι ταύτην καὶ τοῦ Αἰαντείου1498 ἐκείνου ὀχυρώτερόν τε καὶ κραταιότερον, ὡς προβεβλημένην δὲ τῶν λοιπῶν ἀκολούϑως πάντως καὶ Πρόσακος, προφυλακὴν δηλαδὴ καὶ ἰσχυρὰν προασφάλειαν. εἰ δὲ καὶ σάχη μὲν τοῖς ἐντὸς τὰ πολίσματα, ὡς τὰ τῶν ἐναντίων βέλη ἀποκρουόμενα, τοῦτο δὲ τῶν λοιπῶν διὰ ϑέσιν ὑπέρκειται, δι’ ὀχύρωσιν, εἰκότως πρὸς τὰ ἄλλα τοιαῦτα σάχη ὠνόμασται Πρόσακος, τῆς προϑέσεως ταύτης διδούσης αὐτῷ τὴν πρὸς τὰ ἄλλα ταῦτα ὑπεροχήν, ὡς τὸ προτρέχειν καὶ προλαμβάνειν καὶ προκαϑίζεσϑαι. καὶ ἡμῖν μὲν ἔσται τοῦτο, διδόντος ϑεοῦ, φυλακὴ κατὰ τούτους τοὺς λόγους καὶ ἀσφαλεστάτη συντήρησις, |1499| Θεσσαλονικεῦσι δὲ μέγα τραῦμα καὶ ἀπευκταῖον συνἀντημα. ἀλλὰ ϑεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ τῶν παρὰ σοῦ ἐνεργουμένων ὁ ἀρχιστράτηγος καὶ σὺ αὐτὸς1500 ὁ τοῦ ϑεοῦ ὑποστράτηγος καὶ τὴν μεγάλην ταύτην πόλιν ὑμετέραν ποιήσεται καὶ ὁ καϑήμερος σκόλοψ οὗτος, ὁ Πρόσακος, καὶ Θεσσαλονικεῖς ἀναγκάσει τῇ σῇ ἀρχῇ προστεϑήσεσϑαι. ἐγὼ δὲ ἤδη τῇ διανοίᾳ καὶ παρὰ τῷ Προσάκῳ εἰμὶ καὶ τῆς τοῦ μύρου ἀποφορᾶς τοῦ ἐν μάρτυσι περιβοήτου Δημητρίου αἰσϑάνομαι καὶ καραδοκῶ κεφαλὴν καὶ χεῖρας καὶ ὄμματα ὅσον ὅσον ἀπὸ τούτου χρισϑήσεσϑαι1501, τὸν τε Πρόσακον αὐτῷ τῷ λογισμῷ περιέρχομαι1502 καὶ κοιλαίνω χεῖρας καὶ πίνω τοῦ ὑπορρέοντος Ἀξειοῦ, ὃν δὴ Βαρδάριον ἡ ἀγελαία γλῶσσα καλεῖ καὶ τὰ παλαιὰ τῶν ποταμῶν ἠγνοηκυῖα ὀνόματα, ποσί τε γηραιοῖς περὶ τὰς ὄχϑας τούτου ὀρχοῦμαι τῷ λογισμῷ, ὡς παρὰ τῷ Ἡσιόδῳ1503 νύμφαι ποτὲ ποσὶν ἁπαλοῖς περὶ κρήνην τινὰ βαϑεῖαν, ἣν ἐκεῖνος ποιητικεύεται· καὶ ταῖς ἀληϑείαις ϑαυμάσιον, ὡς ἀναρριχᾶται τὸ φρούριον τοῦτο πρὸς ὕψος καὶ ἄνω φέρεται1504, ποταμὸς δὲ τὴν βάσιν τούτου κάτω κυκλοῖ καὶ περιλορδίζει ταύτην καὶ περισύρεται, ὅϑεν ὑδρεύονται μὲν οἱ πολῖται καὶ ἀσφαλῶς βιοῦσι τῇ δαψιλείᾳ τοῦ ὕδατος. τὰ μὲν δὴ ταῦτα τοιαῦτα καὶ πᾶσαν γλῶσσαν εἰς εὐφημίαν σὴν προκαλούμενα, τὰ (δὲ) νῦν ἢ μελετώμενα ἢ τελούμενα νυμφοστολήματα τῶν ἡλιοειδῶν ϑυγατέρων σου πόσους σοι πλέξουσι τοὺς στεφάνους, ὡς ὑπὲρ ἡμῶν, τοῦ σοῦ κλήρου, πραττόμενά τε καὶ συντελούμενα καὶ ὡς προδήλως1505 ὑπὲρ ἡμῶν καὶ τὴν οἰκείαν ψυχὴν (τίϑης), ὃ δὴ καὶ Παῦλος1506 ὁ μέγας ποτὲ ἐκαυχήσατο (ψυχὴ γὰρ σοι καὶ σπλάγχνα αἱ κόραι αὗται διὰ τὴν βίαν τῆς φύσεως), ἀλλὰ καὶ ταῦτα τελέσει ϑεὸς πρὸς τὸ χρηστότερόν τε καὶ πρεπωδέστερον. σὺ δὲ πολλοῖς ἐπιλάμψας τόποις καὶ κατὰ τὰς τοῦ ἡλίου κινήσεις πρὸς βορρᾶν ἐλϑὼν καὶ πρὸς νότον καὶ κυκλεύσας ὡς φωσφόρος οὗτος πολύπλεϑρον γῆν ἐλϑε ποτε πρὸς τὸν τόπον σου τοῦτον δὴ τὸν περὶ ἡμᾶς καὶ ὑμέτερον, ὡς καὶ ἡμεῖς τῶν φωτοβολημάτων σου ἀπολαύσαιμεν καὶ πεφωτισμένον μέρος ἐσοίμεϑα καὶ μεγαλυνεῖ σε ϑεὸς καὶ κραταιώσοι σε ἐπὶ πλέον καὶ τὸ βασιλικὸν καὶ πάτριον ὑποδήσοι σε πέδιλον. ἀλλὰ ταῦτα μὲν οὕτω μοι ηὔχϑω, μετάγοντι δὲ τὸ τοῦ νοὸς ἐξεταστικὸν ἀπὸ τῶν καϑ’ ἡμέραν στρατιωτικῶν ἀριστουργημάτων σου πρὸς τὰς ἐπικρίσεις τῶν ἐπισκόπων, ὅπως τοὺς βίῳ καὶ λόγῳ τῶν λοιπῶν διαφέροντας ἀποδιαστέλλεις τῶν ἄλλων καὶ καϑίζεις ἐπὶ ϑρόνων τῶν ἐπισκοπικῶν, δοκεῖς μοι μιμεῖσϑαι τοὺς τοῦ χρυσίου μεταλευτάς, οἱ πολλὴν ἀνορύττοντες γῆν καὶ χοῦν τοσοῦτον ἀνερευνώμενοι οὐ πρότερον τὸ σκαφεῖον ἀποχειρίζονται, πριν ἂν τὴν χρυσῖτιν εὕρωσι φλέβαν καὶ τὸ τιμαλφῆ χρυσὸν ἀναλέξωνται· ἢ τρόπον μελίσστης περιΐπτασαι μὲν λειμῶνας τοὺς ἱερατικούς, ἀνϑολογεῖς δ’ ἐκεῖϑεν τὰ χρησιμώτατα καὶ σίμβλοις ὥσπερ τοῖς ϑρόνοις τῶν ἁγίων Ἐκκλησιῶν ἐναποτίϑης εἰς μελιττουργίαν πνευματικήν, οὓς καὶ βίος καὶ λόγος τὴν ἀρίστην ταύτην καὶ γλυκεῖαν γεωργικὴν ἐξεπαίδευσεν, ὁποῖος ὁ μακαριώτατος Βουλγαρίας καὶ ὁ νῦν Κερκύρων χειροτονούμενος, ἄνδρε τούτω οὐμενοῦν οὐδαμῶς εἰς βίον, εἰς λόγον τινὸς δευτερεύοντες; ἐκ τούτου καὶ προσφυῶς ἀποκαλῶσε ϑυμόσοφον, ὅτι στρατιώτης ἀνὴρ καὶ περὶ μάχας ἐπτοημένος1507 καὶ ἀναδεδημένος ὁσημέραι τὰ τρόπαια καὶ τὴν κανονικὴν ἐν τοῖς τοιούτοις ἐπιγινώσκεις διαταγὴν καὶ ὡς ἐκεῖνοι παρακελεύονται τὰ περὶ ἐπισκόπων διενεργεῖν κἀμὲ χειροτονητὴν καϑίζεις τῶν ἀξίων ἀνάξιον· ἀλλὰ καὶ ταῦτα ἄριστά τε καὶ τελεώτατα ἔχονται. ἐγὼ δὲ νόσῳ μὲν καὶ γήρᾳ παλαίων, οὐχ ἧττον δὲ καὶ κατὰ τοὺς ὄφεις ὁπόσα καὶ φωλεῷ τῇ κέλλῃ μου ἐνειργόμενος καὶ ὡς ἐκεῖνοι πρὸς κύκλον τῷ χρόνῳ καμπτόμενος, ἀλλὰ δῆτα καὶ τῷ καιρῷ (χειμὼν γὰρ καὶ ὁ γέρων τροχοῦται) καὶ τὸ τῆς κωμῳδίας1508 εἰπεῖν «πέντε σισύραις1509» διὰ τὸ ψῦχος «ἐγκεκορδυλημένος», ὅμως ὥς τινος ἀκτῖνος ἐπιλαμψάσης μοι τῆς ἀκοῆς τῆς σῆς πλησιότητος ἐξείρυσα χηραμοῦ καὶ γένωμαι σοῦ ἐχόμενα, τοῦ κοσμολαμποῦς ἡλίου ἡμῶν, καὶ τῇ συνουσίᾳ πλέον ϑαλπήσομαι καὶ ἀνακινήσω καὶ ἀναζήσω. ἀλλ’ ἔοικεν ὡς εὐτυχέστεροι οἱ Ἰλλύριοι τὴν σὴν ϑέρμην εἰς ἑαυτοὺς μεϑελκύσαντες, ὅϑεν καὶ ἐπὶ τῆς αὐτῆς ψυχρίας πάλιν ἡμεῖς πρὸς τὰ δυτικώτερα μεταβάντος σου. τί γοῦν κελεύεις; μένειν ἡμᾶς ἐνταυϑοῖ καὶ τὴν σὴν ἐπίλαμψιν καρτερεῖν ἢ συρῆναι πρὸς τὴν ἐξ ἔϑους ἡμετέραν κατάδυσιν, ἕως ἂν ἀνακάμψῃς κἀκεῖσε ἐπιλάμπων ἐπιλάμψῃς καὶ πρὸς ἡρᾶς; ἀχϑήσομαι γὰρ τῷ κελεύσματί σου καὶ μενῶ ἐν Ἰωαννίνοις καὶ Ἄρτῃ ψυχραινόμενος πλέον διὰ τὸ τῶν τόπων τούτων δυσχείμερον ἢ τὴν ἐμὴν εἰσδύσω κατάδυσιν πρεπωδεστέραν οὖσαν ὡς ϑερμοτέραν τοῖς γέρουσι.
12. 1510 Πρὸς τὸν κραταιὸν Κομνηνόν, ὅτε τὸν Πλαταμόνα παρέλαβεν καὶ ὑπέστρεψεν
Ἐπανῦκες, ὡς ἔμαϑον, μεγαλουργὲ Κομνηνέ, καὶ οὐ κεναῖς ταῖς χερσὶν οὐδὲ τὴν ἐκστρατείαν ποιησάμενος ἄπρακτον, ἀλλὰ καὶ μεγάλα πάλιν κατ ωρϑωκὼς καὶ νίκας αὖϑις ἀναδησάμενος. ὁ δ’ αὐτὸς νῦν μὲν ἐπάγεις καὶ |1511| ἀπόλλεις (τὸ τῆς Γραφῆς1512) τοὺς ὅσοι μᾶλλον τοῖς Ἰταλοῖς ἢ σοι δουλεύειν ἐγνώκασι, νῦν δὲ πᾶν ἄρσεν αἴρεις αὐτῶν, ἀπὸ τοῦ κόσμου δηλονότι καὶ τῆς ζωῆς, ὅσον οπλομάχον καὶ ὅσον ἀντίξουν σοι, καὶ τὰ κῶλα τούτων καταστρωννύεις εἰς γῆν, καϑά που καὶ ϑεὸς ἐν ἐρήμῳ ποτὲ τὰ τοῦ ἀγνώμονος Ἰσραήλ1513. πόλεις δὲ, ὅσας αὐτοὶ ἐπολίσαντο πρὸς τὴν σφετέραν ἀσφάλειαν τίϑεις εἰς χῶμα καὶ ἀναμοχλεύεις αὐτῶν τὰ ϑεμέλια· αἱ δὲ οὐδὲ τὴν ἔφοδον καὶ μόνην ὑπενεγκεῖν σου δυνάμεναι ζυγὸν δουλείας ὑπέρχονται καὶ τὸ δεσπόσυνόν1514 σου ἐπαυχενίζονται. ἄλλοι δὲ τῶν ϑεομισῶν Ἰταλῶν ἐν τούτῳ μέρει μιμοῦνται τοὺς ὄρνιϑας· τῶν γὰρ οἰκείων φωλεῶν γινόμενοι ἐκπετήσιμοι ἀπονητί πρὸς τοὺς πόνους αὐτῶν εἰσέρχεσϑαί σε πρεσβεύουσιν, ὡς ἐν αὐτοῖς ἢ τοὺς ὑπὸ τὴν σὴν δραστήριον χεῖρα οἰκεῖν καὶ καϑάπερ στρουϑοὺς τὰ ἐκ ϑελήματος σαρκὸς καὶ γεννᾶν καὶ τρέφειν καὶ αὔξειν ἢ μετὰ τῶν πολισμάτῶν τούτων καϑαίρεσιν τὰ τοῦ ἀγροῦ στρουϑία τούτοις ἔχειν ἐννοσσιεύεσϑαι. τὸ δέ γε νῦν τελεσϑὲν ἢ κατορϑωϑὲν ἢ πραχϑὲν πρὸς ἑαυτὸ τὴν γλῶσσαν μετάγει μου, ὁ ὑπερνεφὴς δηλαδὴ Πλαταμὼν καὶ τὸ κατὰ κύκλον τοῦτο περιγεγραμμένον πολίχνιον, ὅπως καὶ κυκλωϑὲν καὶ πολεμηϑὲν ἑάλω καὶ τοῦτο καὶ γέγονεν ὑποχείριον, ὡς λέγειν καὶ τοῦτο μετὰ τοῦ ϑείου Δαυΐδ1515· «κυκλώσαντες ἐκύκλωσάν με», κἂν οὐκ ἠμύναντο τοὺς κυκλώσαντας· οὐδὲ γὰρ «ἐν τῷ ὀνόματι κυρίου» ᾠκεῖτο τὸ πόλισμα, ᾧ σὺ ϑαρρῶν καὶ ᾧ ὀνόματι στρατηγούμενος ἠμύνω μᾶλλον τοὺς κυκλουμένους τούτους ἀλάστορας. ἅμα δὲ καὶ είς πλατυσμὸν τῶν1516 ἔμπροσϑεν ἀπὸ ϑεοῦ σχοινιμάτων σου τὸν Πλαταμόνα τοῦτον ἔχω ὑπολογίζεσϑαι· πλατύνῶ καὶ πρὸς σέ φησιν ὁ ϑεὸς τὰ σχοινίσματά σου καὶ τὴν κληρονομιάν σου· μή ποτε ὁ ϑεὸς ὁ πάντα ποιῶν, ὁ πάντα δυνάμενος καὶ τὸ τῶν μαρτύρων στέφος, ὁ μέγας Δημήτριος, τὴν γείτονα τῆς Θεσσαλῶν παραδόντες σοι καὶ τὴν ἐντὸς τῆς γειτονουμένης μεγαλουπόλεως εἰσέλευσίν σου προγράφουσιν, ὡς ἔχειν σε λέγειν τῆς τοῦ ἐκεῖϑεν μύρου ἀποφορᾶς καὶ ἀπὸ ταύτης αἰσϑόμενον· «Πότε καὶ εἰς πραγματικὴν δραμοῦμαι, μάκαρ, τῶν μύρων σου καὶ εἰσελεύσομαι πρὸς τὸ ϑυσιαστήριόν σου καὶ ἐξελεύσομαι καὶ περικυκλώσω τὸν τάφον σου καὶ ἅψομαι φῶτα καὶ ᾄσομαι ᾄσματα καὶ τῷ ϑείῳ μύρῳ χρισϑήσομαι, ὡς καὶ χρῖσμα ἕτερον παρυψώσεως ϑαρρούντως καραδοκεῖν ἐκ ταύτης τῆς χρίσεως»; ἐγὼ τεως ταύτης τῆς πόλεως ἀκούσας τὴν ἅλωσιν εὐϑὺς πρὸς τὴν ἁλιευτικὴν μετήνεγκά μου τὸ λογιζόμενον, ὅπως ὁ ἁλιεὺς πέτρας μὲν ὑπερκάϑηται, ἄγκιστρον δὲ χαλᾷ εἰς βυϑὸν λεπτῇ μηρίνϑῳ παρηρτημένον καὶ τὸν ἐγχάναντα τούτῳ ἰχϑὺν ἀμείβων χεῖρα χειρὸς ἀνέλκει καὶ ἐγκολπίζεται. τροπολογείσϑω1517 μοι πρὸς πέτραν οὗτος ὁ Πλαταμών, ὅτι καὶ πετρώδης ὁ χῶρος καὶ ἐπὶ πέτρας οὗτος ἀνῳκοδόμηται, εἰς ἁλιέα δὲ ὁ μεγαλουργὸς ἐμὸς Κομνηνὸς τῆς πέτρας ταύτης ὑπερκαϑήμενος· ϑάλασσα δὲ ἥ τε πόλις Θεσσαλονίκη, πόλις πρὸς πλάτος, ἐξηπλωμένη καϑά που δὴ καὶ ἡ ϑάλασσα, πόλις εὐγενὴς1518 εὐγενεῖ πρέπουσα, πόλις Θετταλίας κολωνίᾳ1519, τοῦτο δὴ τὸ παρὰ τοῦ Λουκᾶ1520 ἐν ταῖς Πράξεσιν εἰς σέμνωμα τῆς τῶν Φιλιππησίων ἐκφωνηϑέν ἢ αὐτὰ τὰ μύρα τοῦ μάρτυρος ϑάλασσα καὶ ταῦτα ὄντα μυρίπνοος καὶ κόσμον ὅλον κυκλοῦντα ὡς τὸν ὠκεανὸν ἀναγράφουσιν· εἰς μήρινϑον δὲ ἡ τῶν σῶν μεγαλοφυῶν βουλευμάτων παρὰ τῆς Θεσσαλῶν ἐμπλοκή· ἄγκιστρον δὲ ὁ πόϑος, ὅν σε ποϑοῦσιν οἱ ἐν αὐτῇ ἐπιχώριοι, ὅσοι τῆς ἡμετέρας ϑρησκείας, ὅσοι τοῦ ἐλληνίζοντος, ὃν ἐκ καλοκαγαϑίας αὐτοῖς ἐνεχάλασας. ἄγκιστρον δὲ καὶ τὸν διάπυρον ἔρωτα τοῦ καλοῦ κατονομάζουσιν αἱ Γραφαί, καϑά που καὶ τὰ ἐν Βαβυλῶνι παιδία τὰ ἱερὰ τῷ ϑείῳ πόϑῳ ἀγκιστρευόμενα φλογὸς κατετόλμησαν ἐπὶ πήχεις ἠρμένης ἐννέα καὶ τεσσαράκοντα. ἰχϑῦς δὲ τινας εἴποιμι ἂν ἢ αὐτοὺς τοὺς πολιτευομένους ἐν Θετταλῇ, οἳ καὶ καταπιόντες τὸν πόϑον τοῦτον ὡς ἄγκιστρον καὶ ἀναχϑείησάν σοι καὶ ἐντεϑείησαν ἐν τῷ κόλπῳ σου, τῇ συνοχῇ δηλονότι καὶ τῇ παρὰ σοῦ φυλακῇ, ἐν αἷς σωϑήσονταί τε καὶ ζήσονται. ταῦτά σοι πλέκει ἐκ τοῦ πάρεργου ὁ σοφιστῆς, προσκυνήσει δὲ σε καὶ ὁ τοῦ λόγου πατὴρ καὶ σοὺς νικοποιοὺς βραχίονας κατασπάσεται.
12+1521. 1522 Πρὸς τὸν Κομνηνόν
1523 + Ἅγιέ μου αὐϑέντα, τὸ προσκυνητόν σου ἐπίταγμα ἐξήγαγέ με τῆς κέλλης μου καὶ τοῦ κλινιδίου με ἀπανέστησεν (ἃ καὶ ἄμφω φίλα τοῖς ποδαλγοῦσι καὶ γέρουσι) καὶ πορευόμενος ἐπορευόμην· ἐβραδυπόρουν μέντοι καὶ σχολαιότερον1524 πρὸς σὲ ἠρχόμην κατὰ τὴν ἐνοῦσάν μοι δόναμιν καὶ ἤλπιζον, ὡς ἐντεύξομαί σοι καὶ προσκυνήσω σε εἰς τὰ Ἰωάννινα ἢ κατὰ βίαν εἰς τὴν Βελάν1525. ὡς δὲ ἔμαϑον, ὅτι ὁ μεγαλοπτέρυγος σὺ καὶ ταχύπτερος ἀετὸς εἰς Δεάβολιν1526 ἐπτερύξω κατὰ τὴν ιγ´ τοῦ ἐνεστῶτος μηνός (τετάρτη δὲ ἦν αὐτίκα ἡμέρα), ἐγενόμην παλίνστροφος, οὐκ εὔϑυμος μὲν, ὅτι τὸ σὸν οὐκ ἠξιώϑην ἰδεῖν γλυκύτατον πρόσωπον, ἄλλως δὲ διὰ τὴν νόσον ἀποδεκτὴν ἡγησάμενος τὴν ἐπιστροφήν1527· ἐπεὶ δὲ κατὰ τὴν ἁγίαν Τεσσαρακοστὴν εἰς Ναύπακτον ἧλϑες, ἐπεσκέψω1528 με νοσοῦντα καὶ ἐτίμησας καὶ δέον ἦν εὐγνωμονῆσαί με κατὰ τοῦτο, ἐπέστη δὲ καὶ τὸ ἅγιον Πάσχα καὶ ἔπρεπεν ἐν τῇ ἑορτῇ δεξιωϑῆναι ὑπ’ ἐμοῦ τὴν σὴν κραταιότητα, συναγαγὼν ἄμφω, τὴν ἐπίσκεψιν καὶ τὴν ἑορτὴν καὶ τὴν ἐνδεχομένην φιλοφροσύνην διπλάσας1529 δύο σοι διπλάρια ἐξάμιτα πέπομφα, τὸ μὲν κόκκινον προσνείμας τῇ πανηγύρει (βασιλὶς γὰρ αὕτη τῶν ἑορτῶν καὶ σὺ βασιλεὺς ἡμέτερος, βασιλικὸν δὲ ἄμφιαν καὶ τὸ κόκκινον), τὸ δέ γε κιρρὸν τῇ νόσῳ καὶ τῇ νηστείᾳ (ὠχροὶ γὰρ γινόμεϑα καὶ ἐγκρατευόμενοι καὶ νοσοῦντες) καὶ δέξαι τὴν δεξίωσιν εὐγνωμόνως καὶ ἀντιχαρίζου μοι καὶ περιποίησιν καὶ εὐμένειαν. οὐκ ἔδοξέ μοι δὲ εὐπρεπὲς τὸ κελευσϑῆναι μὲν ἀναπαύεσϑαι ὡς ἄρρωστον καὶ ὡς1530 γέροντα, διὰ δὲ τοῦτο δοῦναι νομίσματα· ταὐτὸν γάρ ἐστι τὸ ἀγοράσαι με τὴν ἀνάπαυσιν. ἐγὼ δέ μοι μαρτύρομαι, ὡς εἰ καὶ νέος ἤμην καὶ εὐσϑενὴς καὶ τοὺς μακροὺς ἐκτοπισμοὺς ἡγούμην τρυφήν, οὐδ’ οὕτως κατεβαλόμην ἂν τὸ τυχόν, ὡς ἀγοράσαι τὸ ἡσυχάζειν· νῦν δὲ καὶ1531 πλέον κατεγνωσμένον τὸ ἐξωνήσασϑαί με τὴν ἐκ τοῦ γήρους καὶ τῆς ἀσϑενείας ἀκινησίαν, ὧν ἀδύνατον λυτρωϑῆναί με· ὁ χρόνος γὰρ ἐπήγαγε γῆρας καὶ τὸ γῆρας ἀσϑένειαν, αὕτη (δὲ)1532 τὸ ἀμετάβατον καὶ ἀκίνητον. ταῦτα δὲ τίς ἀπ’ ἐμοῦ ἀφελεῖται, εἰ μὴ ϑεός; καὶ οὐκ1533 ἔλλογον1534 ἀγοράζειν τὰ ἐκ τοῦ γήρους ταλαιπωρήματα. εἰ δὲ τις ἀποξύσει μὲν ἐμοὶ τοῦτο, ποιήσει δέ με νέον ἀκμάζοντα, καταβαλοῦμαι προϑύμως καὶ τὸ τελευταῖον χιτώνιον· εἰ δὲ τοῦτο πᾶσιν1535 ἀδύνατον, κατὰ τίνα τρόπον ὠνήσομαι, ὧν ἀποφυγεῖν με ἀδύνατον1536; λειπεται γοῦν ἐμὲ μὲν ἀεὶ καὶ ὑπερεύχεσϑαἱ σε1537 καὶ δεζιοῦσϑαι τὰ δονατά, τὴν δὲ σὴν κραταιότητα τὴν ἐμὴν περιποιεῖσϑαι ἀσϑένειαν καὶ μὴ μισϑοὺς ἀπαιτεῖν, ὧν λυτροῦσϑαι οὐ δύνασαι. τὸ δὲ προκείμενον κοινωφελὲς ἔργον κραταιώσοι ἄνωϑεν ὁ ϑεὸς καὶ εὐλογῶν (ὑμᾶς)1538 εὐλογήσοι καὶ αὔξων αὐξήσοι τὰ σχοινίσματα τῆς κληρονομίας σου1539. ἀλλ’ ὦ γῆρικς, ὅ με κοινωφελοῦς ἐστέρησας χαρμονῆς καὶ τῶν εὐγενῶν νυμφοστολημάτων τῆς ἡλιογενοῦς γυναικός· ϑεὸς δὲ ὅμως αὐτὸς1540 μὲν οἰκείαις ἐπευλογήσοι χερσίν, ἐμοὶ1541 δὲ χαρίσαιτο τὴν σὴν εὐμένειαν καὶ ἀν τίληψιν.
13. 1542 Πρὸς τὸν κρατοῦντα
+ Μεγιστε βασιλεῦ καὶ βασιλέων ὑπέρτερε τῶν μὲν ἐγγὺς καὶ ὡς εἰπεῖν συναπτῶν, ὅτι ἐκεῖνοι μὲν κατατρυφῶντες μόνον τῆς βασιλείας καὶ ῥᾳϑυμοῦντες ἐν ταῖς ἀναγκαιαις τῶν πράξεων καὶ ὅσα πολιτείαν καὶ βασιλείαν συνίστησιν ὀπίσω βασιλικῆς φροντίδος ποιούμενοι καὶ βασιλείαν ὁμοῦ καὶ πολιτείαν ἀπώλεσαν· τῶν δὲ κατωρϑωκότων μεγάλα καὶ προσκληρωσαμένων πόλεις τῇ βασιλείᾳ καὶ χειρωσαμένων ἐχϑροὺς καὶ νικησάντων τοὺς ἀντιμάχους καὶ παρασχομένων ὕλην τοῖς γράφουσι τὰ σφῶν ἀριστεύματα, ὅτι πρὸς ἐκείνους παραμιλλώμενος νικας νικαις προστίϑεις, τροπαίοις ἐπιστοιβάζεις μείζω τὰ τρόπαια, ἐξ ὧν ἢ δι’ ὧν ὑπολήψεις δίδως, ὡς κἀκείνους ὑπερβάλεῖς καὶ τὰ ἐκείνων ἀποκρύψεις ἀνδραγαϑήματα καὶ δώσεις ὕλην τοῖς χρονογράφοις καὶ μόνος ἔσῃ τοῖς λογογράφοις ὑπόϑεσις· τίς γὰρ εἶδεν ἄνϑρωπον πλανηϑέντα ἐκ γῆς καὶ τὸ σωματικὸν ἐφόλκιον περικείμενον, μὴ πόνοις ἥκοντα1543, κόποις μὴ ἐνδιδόντα, |1544| μὴ βρωμάτων ἢ πομάτων ἡττώμενον, μὴ νικώμενον ὕπνῳ, μὴ καϑεύδοντα ἐπὶ κλίνης, ἀλλ’ αἰσχυνόμενον ὥσπερ εἴποτε καὶ ὀφϑείη1545 μικρὸν ἠρεμῶν καὶ σχεδίου μεταλαμβάνων τῆς βρώσεως; ταῦτα τὰ προκεντήματα τῶν σῶν ἀγώνων, κράτιστε βαλὼν, καὶ κύκλον διαγράψαι σε κατορϑωμάτων ὑπόσχονται1546, τὸν ἐντελῆ τε καὶ τὸν πληρέστατον· εἰ δὲ καὶ πολὺν ζήσεις χρόνον καὶ προστεϑήσεταί σοι ἔτη ζωῆς (ταῦτα δὴ τὰ εὐκταῖα ἐμοί), τίς ἀμφιβαλεῖ μὴ καὶ γῆν σε πᾶσαν ἢ τὴν πλείστην διαδραμεῖν καὶ ὑποκλῖναι σοι ἔϑνη, ὧν νεῦρον μὲν σιδηροῦν ὁ τράχηλος1547, ἀκλινὴς δὲ πρὸς δουλείαν καὶ πρὸς ὑποταγὴν βασίλειον ἄκαμπτος; τὸ δ’ ἀνὰ χεῖρας καὶ τὸ παρὸν ϑηριομάχει, ἄρκτων ἀγρίων κατάτρεχε καὶ παρδάλεων, ἔξαγε τοὺς ὄφεις τῶν χηραμῶν, ἀπανάστα τὰ ϑηρία τῶν φωλεῶν, ὁπόσα ταῦτα τὸν Ἕλληνά με καὶ τὸν Γραικὸν τοῖς αὐτῶν ὀδοῦσι κατεμασήσαντο, ἐϑανάτωσάν τε τῷ σφετέρῳ ἰῷ καὶ μηδὲ μετὰ ϑάνατον οἰκτισάμενα διεμερίσαντο καὶ κατέφαγον. ταῦτα καὶ σε ποιεῖν ἔδει τὸν χειροτονητὸν ἀπὸ ϑεοῦ καὶ τοὺς τῶν ἡμετέρων ἐπιβάτας παϑεῖν, ὅτι κατεδίωξαν πένητα καὶ πτωχὸν καὶ κατἀνενυγμένον τῇ καρδίᾳ τοῦ ϑανατῶσαι1548· ἀλλὰ συνέϑλασε διὰ σοῦ ὁ ϑεὸς τὰς μύλας τῶν ἀνϑρωπομόρφων τούτων λεόντων καὶ εἰς τὸ παντελὲς αὐτοὺς ἀφαντώσειεν, ἵνα σὺ μὲν τὴν εὐφημίαν ἔχῃς εἰς αἰῶνας ἀνάγραπτον, ἐγὼ δὲ τὸ ὑπήκοον τοῦ κακοποιοῦ δεσμοῦ ἀνεϑῶ καὶ τὴν προτέραν ἐλευϑερίαν εἰς τὸ ἐξῆς ἀδούλωτον ἀπολήψωμαι. γένοίτο ταῦτα καὶ τῆς Ἰταλικῆς μιαρίας καὶ ναοὶ καὶ πόλεις καὶ τῇ βασιλείᾳ, ὅσα ὑπήκοα, τὴν κἀϑαρσιν καὶ τὸν ἁγιασμὸν ἀντιλάβοιεν. ἐπανατείνοντι δὲ μοι παράκλησιν κλῖνον τὸ οὖς σου καὶ εἰσάκουσον τῶν ῥημάτων μου. ὁ τοῦ Ἀγγελοκάστρου καστροφύλαξ, ὁ Ταρωνίτης ὁ Ξένος, ὁ παραλελυμένος, ὁ πολλὰ ἐλεηϑεὶς ὑπὸ τῆς σῆς βασιλείας, αἴτησιν δἰκαίαν αἰτεῖ διὰ τοῦ ἱερέως ἐμοῦ· ἡ αἴτησις δὲ τὴν μὲν σὴν βασιλείαν τὴν ἐπὶ τούτῳ ἀγανάκτησιν μετριάσαι, διορίσασϑαι δὲ, ὧ ἂν διαγνῷς τὴν σὴν ψυχὴν ἀγαπᾶν καὶ τὸ ταύτης ἀκριμάτιστου ϑέλειν, ἐξετάσαι τὰ κατ’ αὐτὸν καὶ τῶν κατειπόντων αὐτοῦ καὶ κελεῦσαι γενέσϑαι τὰ ἐπὶ τῷ Ταρωνίτῃ τούτῳ ἀνάδικα (διόμνυται γὰρ ψευδῶς εἰσηγηϑῆναι τῇ βασιλείᾳ σου κατ’ αὐτοῦ καὶ διὰ προαποκειμένην μόνην ἀπέχϑειαν), οὐ μόνον δὲ ἀλλὰ καὶ τὰς ὁρισμῷ τῆς σῆς βασιλείας διαστάσας ἀπὸ τούτου γυναῖκας, ἥν τε ἔγνω ἐν βίῳ καὶ ἣν ἐγέννησεν ἐξ αὐτῆς, πάλιν σῇ κελεύσει μετ’ αὐτοῦ συνελϑεῖν, ὥστε ὑπηρετεῖν αὐτῷ καὶ νοσοκομεῖν ὄντι μικροῦ παραλύτῳ καὶ δεομένῳ ὑπηρετήσεως· καὶ ὡς εἴπω τι καὶ γελεῖον, ὃν ἡ χελώνη δάκῃ, κύριε, μὴ ζήσῃ, καὶ ἄκουσόν μου, δέσποτά μου καὶ βασιλεῦ, καὶ οἴκτειρον ἄνϑρωπον δίκαι μὲν αἰτοῦντα, ἐγγὺς δὲ ὄντα ϑανάτου διὰ τὴν ὁλομελῆ πάρεσιν. τὰ δὲ τοῦ μεγάλου Ἄρτης εἰς τὸν μητροπολίτην νεανιεύματα, τὰς ὕβρεις, τὰς ἑτέρας ἀτιμολογίας, τὰς περιφρονήσεις, τοὺς τωϑασμούς, τᾆλλ’ ὁπόσα ὑπέφρων ἄνϑρωπος οὗτος καὶ ἀλαζὼν διαπράττεται καὶ ἀγνοῶν, τίς ἦν χϑὲς καὶ τίς ἐγένετο σήμερον, ὡς χϑὲς μὲν ὀνηλάτης τοῦ Καλοήϑους ἐκείνου καὶ μάγειρος, σήμερον δέ λαοῦ προεστὼς καὶ χώρας πολυανϑρώπου πατήρ, εἰς ταῦτα τὰ ἐξ αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀναγωγεῖς, τοὺς παιδευτάς, τοὺς εὐεργέτας καὶ πρώην ἤϑελον γράφειν· ἀλλὰ, πιστεύσατε, ᾐσχυνόμην, μήπως τὸ τοῦ Αἰσωπείου ἀετοῦ1549 εὐστύχως ἀποτοξεύσῃ τις εἰς ἐμέ. ἐκεῖνος γὰρ βληϑεὶς βέλει καὶ ὀδυνόμενος τῇ πληγῇ, ὡς ἐγνώρισεν ἐν τῷ βέλει πτερὸν ἑαυτοῦ, στενάξας (ἔφη)· «τὰ ἐμὰ πτερά με διώκουσι». ταῦτα πάσχω ἐκ τούτου τοῦ ἐμοῦ βέλους καὶ ζῶντος καὶ βασιλεύοντος. ἐπήρϑη οὗτος ὁ ἄνϑρωπος, νόμους ἐπισκοπικοὺς ἀγνοεῖ, αὐτοχειρὶ τοὺς ἱερέας μαστίζει, ἑτέρων κόπτει τὰ γένεια, ἀδεῶς πάντα πράττει. εἴποτε δέ τις καὶ ψιλὴν προσκύνησιν ἀπονέμῃ μοι, ὅδε1550 ϑανατᾷ ἐκ τοῦ παραυτὰ κακούμενος, ζημιούμενος, ἀφοριζόμενος, διωκόμενος· οὔτε πατριάρχου ὄνομα ἐν τῇ Ἄρτῃ οὔτε μητροπολίτου ϑέλει ἀκούεσϑαι, ἀεὶ δὲ καιροφυλακεῖ καὶ τὴν αὐτοκεφαλίαν φαντάζεται. ἀλλ’ ἐντεύξομαί σου τῇ βασιλείᾳ ἢ προσώπῳ ἢ ἐκϑετικωτέρῳ τῷ γράμματι καὶ γνώσει, δέσποτά μου καὶ βασιλεῦ, ὡς οὐ μάτην ἀσχάλλω οὐδὲ λυποῦμαι εἰκῇ. ὡς δὲ ἐγὼ κρίνω, ἐξ ὧν πράττει ἐγγύς ἐστι τοῦ πεσεῖν· |1551| ἡ γὰρ ἄκρατος χεὶρ καὶ ὁ προχεόμενος ἀσχέτως ϑυμὸς τὴν πτῶσιν τούτου κατεπαγγέλλονται. γένοιντό σου τῇ βασιλείᾳ οἱ χρόνοι μακροὶ καὶ ὄψονταί (σε)1552 λαοὶ καὶ εὐφρανϑήσονται ἐπὶ ϑρόνου κατὰ πόλιν τὴν μεγάλην καϑήμενον τοῦ βασιλικοῦ· πέποιϑα δὲ, ὡς καὶ τὰ καϑ’ ἡμᾶς ἐπισκέψῃ καὶ κρίσιν ἐξενέγκῃς δικαίαν κατὰ τῶν πολυτρόπως ἀδολεσχούντων καὶ εἰς ἐμὲ ψαλλόντων, ὅ φησιν ἡ Γραφή1553, οὐ πινόντων μὲν οἶνον, μεϑυόντων δὲ τῷ ϑυμῷ καὶ καρηβαριώντων ἐκ τῆς ἐπάρσεως. προσαναφέρῳ καὶ ἕτερον· ἡ κατὰ Βόνδιτζα ἐκκκλησία σου, ἐν ᾗ τοῦ ϑεοῦ τιμᾶται ἡ μήτηρ, εἰς οἰκοδομὴν ἕλκεται ὡς εἷς τῶν ἀγελαίων καὶ τῶν ἀγροίκων, καὶ ταῦτα γῆν τὴν ἰδίαν ἐργαζομένη καὶ μὴ τὴν σήν· καὶ μὴ καινίσῃς, δέσποτά μου, τὸ μήπω πραχϑέν, μηδὲ δώσῃς1554 τῇ βασιλείᾳ κατάρρησιν ἐκ τοῦ καινίσαι ὃ μὴ κεκαίνισται (τί δὲ τὸ1555 ἐκ τούτου τῷ βεστιαρίῳ σου πρόσϑεμα;), καὶ ταῦτα τῶν μὲν κακῶν πεφυκότων ῥιζοῦσϑαι ὥσπερ καὶ καταδύεσϑαι εἰς βαϑύτητα, τῶν δ’ ἀγαϑῶν φυτευομένων ἐπιπόλαιον, ξηραινομένων δὲ καὶ ταχὺ διὰ τὸ μὴ ἔχειν (τὴν)1556 γῆν ἰκμάδα· ἀλλ’ ἐκρίζωσον, βασιλεῦ, καὶ προϑέλυμνον ἔκσπασον, ὡς εἰπεῖν καὶ ποιητικῶς, τὸ ῥιζοβόλημα τοῦτο, τὸ τῇ ἐπισκοπῇ σου ἀσύνηϑες.
14. (Πρὸς τὴν κραταιὰν Δοὑκαιναν)
Δέσποινά μου ἁγία καὶ κραταιά, τὴν προσκυνητὴν γραφὴν τῆς ἁγίας σου βασιλείας ἐδεξάμην ἐν Βονδίτζῃ· ἐν ταύτῃ γὰρ εὑρέϑην τῆς μὲν ἀρρωστίας διὰ τῶν εὐχῶν τῆς ἁγίας σου βασιλείας ἀνακτώμενος, μήπω δὲ δυνάμενος εἰς τὴν Ναύπακτον ἀπελϑεῖν. καὶ ἀναγνοὺς τὴν γραφὴν ὑπὲρ μὲν τῶν ἐν ταύτῃ φροντίδων τῆς βασιλείας σου τῆς ἐμῆς ζωῆς ἕνεκεν καὶ ὑπερηυξάμην σου καὶ πάντα τὰ σωτήρια ἐξῃτησάμην σοι ἐκ ϑεοῦ, ἐπὶ δὲ τοῖς ἐπαίνοις ἐβάρυνάς με, καϑότι οὐδὲν ἀγαϑὸν ἐμαυτῷ συνεπίσταμαι, οὐ πνευματικόν, οὐ σωματικόν, οὐ ϑεῖον οὐδὲ ἀνϑρώπινον· ἢ γὰρ ἂν καὶ ὑγίαινον καὶ εὐρωστότερον εἶχον, καὶ τῆς κατὰ κόσμον εὐϑυμίας ἀπήλαυον, νῦν δὲ ψυχὴν μὲν ῥυπαίνων, σῶμα δὲ μολύνων, ἀκολασταίνων γλώσσῃ, ἀδικῶν χειρί, ποσὶ βαδίζων ἐπὶ τὰ χἐίριστα, δικαίως παροργίζω ϑεὸν καὶ τὰ κακοῦντα τὸ σῶμα τοῦ παροργισμοῦ ἀντιλαμβάνω παιδεύματα. εἰ γοῦν αὐτὴ ταῖς σαῖς εὐχαῖς ἐπιρρώσεις με (ϑαρρῶ γὰρ ἐπὶ ταῖς σαῖς προσευχαῖς ὡς ἐπὶ ὁμολογουμένου ἁγίου), πάντως καὶ ἀντιλήψομαι τῶν χρηστοτέρων πρακτέων καὶ ϑεὸν ϑεραπεύσω καὶ τότε τοὺς ἐπαίνους ἀληϑεῖς ἀποδείξω· ὡς τὸ γε παρόν, τῆς μὲν (πρὸς)1557 ἐμέ σου εὐνοίας πολλά σοι χρεωστῶ τὰ εὐχαριστήρια, ἐπὶ δὲ τοῖς ἐπαίνοις φράσσω τὸ οὖς· καὶ ἀποδιαιρῶν αὐτοὺς τῆς βασιλικῆς σου εὐνοίας εὑρίσκω τοὺς λόγους ἀπράκτους τέως τὰ εἰς ἐμέ. ἀλλὰ γένοιτό σε πολλὰ τὰ καλὰ καὶ ὁ βίος μακρὸς καὶ ἡ βασιλικὴ ἀξία μακροχρονοῦσα καὶ κατὰ τὴν Βασιλεύουσαν πόλιν τὸ κῦρος ἀπολαμβάνουσα, ὅπου καὶ πόλις ἐκείνη κοσμηϑήσεται δι’ ὑμῶν καὶ ἀντικοσμήσει1558 τοὺς βασιλεῖς ὡς τῆς βασιλείας ἐπώνυμος. ἐγὼ τέως ἀντὶ πάντων ἀλλάττομαι τὸ ὑμέτερον βασιλεολόγημα· οἷος ἐγνωρίσϑην, ὑφ’ ὧν ἐτιμήϑην καὶ τῇ τῆς βασιλίσσης ἀναδοχῇ ἐμεγαλύνϑην ὑπὲρ πολλούς· εἰ γὰρ κρείττων μὲν ψυχὴ σώματος, πρωτεύει δὲ τῶν σαρκικῶν τὰ πνευματικά, ἐκ τοῦ ἀναλόγου τῶν ἐγγιζόντων τῇ βασιλείᾳ σου κατὰ σάρκα ὁ πνευματικὸς ἀνάδοχος προφερέστερος. καὶ τί λέγεις, εἰ κατὰ πόλιν τὴν μεγάλην εἶδον ὑμᾶς ἐπὶ ϑρόνου μὲν καϑημένους1559 τοῦ βασιλείου, τῆς εὐγενείας δὲ καὶ τῆς βασιλείας τὰς μαρμαρυγὰς ἀποπέμποντας κἀμοὶ τὸ τιμητικὸν ἐκεῖϑεν καὶ τὸ περιποιητικὸν δαψιλεύοντας. ἄρ’ οὐκ ἐκ γέροντος ἐγενόμην τάχα νεάζων καὶ ἐκ χωλοῦ ἐλάφου δίκην ἀλλόμενος καὶ ἐκ νωϑροῦ εὐκίνητος καὶ ταχύς, ὅπου γε καὶ τῶν πραγμάτων τοιούτων ἄρτι μὴ ὄντων τὰ ἐκ τῆς βασιλείας σου μεγαλεῖά μοι πλούσια καὶ δαψιλεῖς αἱ περιποιήσεις καὶ τῆς ἐμῆς ζωῆς ἐπὶϑυμίαι ϑερμόταται; ἀντὶ τούτων ἀπάντων κληρονομήσαις τῆς βασιλείας χρόνους ἐπιμετρήσαις ἐν ταύτῃ συνούς. ἀνοίξαις σοὺς ὀφϑαλμοὺς ἐπὶ τῷ βασιλεῖ καὶ δεσπότῃ μου (βαρεῖ μὲν εἰπεῖν) ἐφ’ ὅσους ἔξησε Τιϑωνός1560, εἰ μὴ μῦϑος τὸ ἐκείνου μακρόβιου, ἐπὶ τοσούτους δὲ, μεϑ’ οὓς οὐκ ἔστι πλέον λαβεῖν, μηδ’ ἀρχομένους ἀπὸ μονάδος |1561| ...
15. (Πρὸς τὸν κραταιὸν Κομνηνὸν)
... |1562| περίγειον καταβαίνεις καὶ ὡς ἐκεῖνος πάντας ἕλκεις πρὸς ἑαυτόν, ὅτε πλέον ὑψώϑης, ὅτε πλέον ἐμεγαλύνϑης· ἐκείνου γὰρ γνησίως κατακούεις τοῦ λέγοντος «ὅταν ὑψωϑῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν». ἀλλ’ ἔτι νύσσα λέλειπται τήν σε χρεὼν προμολεύειν· ταύτην δὴ καὶ τρέχε ϑεῷ συνεργούμενος, τῇ κραταιᾷ χειρὶ συγκροτούμενος, τῷ ὑψηλῷ βραχίονι συνασπιζόμενος· ὁμάλιζε τοὺς ὄχϑους, ὁπόσους ἡμῖν Ἰταλικὴ τυραννὶς ἐπεβόϑρευσεν, ἀπογνάϑου τούτους τοὺς λέοντας, γίνου τῷ ἀλλοφύλῳ ἔϑνει νέος Δαυίδ, βάλε1563 ἐν τῷ πολεμικῷ σου καδίῳ1564 λίϑους1565, τῆς ἰσοσϑενοῦς τριάδος τὴν δύναμιν, σφενδόνησον αὐτοὺς κατὰ τοῦ ἀλλοφύλου1566, πλῦξον τοῦτον ἐν τῷ ἀναισχύντῳ μετώπῳ ϑεοῦ παράταξιν ὀνειδίζοντα1567, ϑανάτωσον αὐτὸν ἐκ τοῦ παρευϑύ, ἆρον ὄνειδος ἐξ ἡμῶν, ὡς ἐκεῖνος τῶν υἱῶν Ἰσραήλ, καὶ χορευσάτωσαν ἐπὶ σοὶ παρϑένοι ψυχαί, «ἐπάταζεν» ἀναψάλλουσαι «ὁ βασιλεὺς ἡμῶν». ἐν μυριάσι, κἂν οὐκ ἐν χιλιάσιν οἱ προσεχῶς πρὸ σοῦ βασιλεῖς, ἀλλ’ οὐδ’ ἐν ὀλιγοπόσῳ τῷ ἀριϑμῷ, καὶ ταῦτα τῆς ὅλης Ῥωμαΐδος κατάρχοντες. γνώτωσαν ἔϑνη, ὅτι ὄνομά σοι βασιλικὸν καὶ δραστήριου· «κραταιωϑήτω ἡ χείρ σου, ὑψωϑήτω ἡ δεξιά σου1568». γίνου τοῖς μὲν ἐχϑροῖς «πέλεκυς κόπτων πέτραν1569», «πῦρ ἐν ἀκάνϑαις1570», ὅ φησιν ἡ Γραφή. ἐπιμέρισον αὐτοῖς καὶ ἡμῖν τὰς ἐνεργείας τῆς σῆς ἐμπύρου κατὰ τῶν παλαμναίων ὁρμῆς, ἐπικληρούμενος ἡμῖν τὸ ταύτης φωτιστικόν, ἐκείνοις δὲ τὸ καυστικὸν αὐτῆς καὶ ὀλέϑριου. τὰ μὲν οὖν εὐκταῖά μοι ταῦτα. ἐπιποϑία δέ μοι καὶ τῇ σῇ βασιλείᾳ ἐμφανισϑῆναι καὶ τὴν ἐκ βαπτίσματος ἀγκαλίσασϑαι ϑυγατέρα ἐμὴν καὶ ταύτην ἐπικρεμασϑῆναί μοι πάλιν ὡς εὐγενῆ τὸν βότρυν ἐν γερανδρίῳ καὶ εἰς ὀσμὴν μύρου δραμεῖν περιβοήτου ἐν μάρτυσι καὶ περιχρίσασϑαι ἐξ αὐτοῦ· ἀλλ’ ἡ φυσικὴ νόσος, τὸ γῆρας (ἐπαινῶ γὰρ τὸν οὕτως εἰπόντα) καὶ τὸ ἐπίκτητον γῆρας, αἱ ἀρρωστίαι, ἐμποδοστατοῦσι τῇ προϑυμίᾳ μου· καὶ τί με δεῖ λοιπὸν πράττειν διπλῷ τῷ γήρᾳ κακούμενον, εἴ γε μηδὲ τὸν Ἡρακλέα πρὸς δύο λόγος αἱρεῖ; ἀλλὰ καὶ οὕτως ἔχων, μέγιστε βασιλεῦ, τὴν μυϑικὴν χελώνην ἀπομιμήσομαι, ἣν Αἴσωπος πλάτει ἵππῳ ἐπιδρόμῳ διαμιλλήσασϑαι καὶ τοῦτον ὑπερβαλέσϑαι σπουδὴν κατατείνασαν. καὶ τοῦ μύϑου ὁ νοῦς τῷ1571 ἐν παντὶ σπουδαστῷ, τὸ ἀείπονον ἐνεργέστερον· τοῦτο δὴ καὶ ποιήσω καὶ τοῦ πρὸς τὴν σὴν βασιλείαν σταδιοδρομήματος εὐϑύωρον ἐπιβήσομαι, εἴ γε σὺ, βασιλεῦ, μὴ μακρύνῃς ἐμοὶ τοῦ δρόμου τὰ στάδια. ὑποποδίσεις δέ τι βραχὺ πρὸς ἡμᾶς ὁ τούτων τῶν ἡμερῶν καὶ τῆς ἐνεστώσης γενεᾶς ἥλιος, ἃς καταφωτίζων μὴ λίπῃς ἕως ἅπαν διαλύσεις νέφος Ἰταλικὸν ἐπιπροσϑοῦν τῇ λάμψει τῆς ἐκ ϑεοῦ βασιλείας σου· καὶ χαῖρε, κράτιστε βασιλεῦ, πολυχρονίως ζῶν, πολυχρονίως κατορϑῶν, πολυχρονίως ὑψούμενος· ἐμὲ δὲ ἰδὼν τὸ τοῦ Ὁμήρου1572 (οἶδα) ἀναφωνήσεις· «ἀλλοῖός μοι, ξεῖνε, φάνης1573 νέον ἠὲ πάροιϑεν». παραλυπεῖ με καὶ τι ἐπισυμβάν, ἡ τῆς τῶν δωρηϑεισῶν μοι ἐλαιῶν ἕως πρεσβείου καὶ γήρως καὶ ὅλης ζωῆς καὶ κατοχῆς καὶ χρήσεως καὶ νομῆς πρός τινα ἐργοδότην ἐξ ὁρισμοῦ1574 σου μετάϑεσις, ὡς ἂν ἐμοῦ κρειττόνως ἐργοδοτήσοντος τούτου τῇ ἐκ ϑεοῦ βασιλείᾳ σου τὸ ἐξ αὐτοῦ λαμπρὸν περιβόλαιον, καίτοι ἐμοῦ τοὺς πρεσβυτικοὺς καὶ ἡμετέρους βραχίονας νυκτὸς καὶ ἡμέρας ἐπὶ ἔργον δόντος, τὰς ὑπὲρ σοῦ φημὶ προσευχάς, τοὺς δὲ πήχεις εἰς ἄτρακτον, πὴν ἀδιάλειπτον εἰς ϑεὸν ὑπὲρ τῆς σῆς βασιλείας περιστροφήν τε καὶ περιδίνησιν καὶ τοὺς τῆς ψυχῆς λεπτοὺς στεναγμοὺς ἐπιπλέκοντος ἀλλήλοις ὡς κρόκην καὶ στήμονα καὶ τὸ τοῦ σωτηρίου σοι ἐντεῦϑεν ἱμάτιον ἐξυφαίνοντος δίπλακος, μαρμαρέης λαμπρότερον, ἱστουργίας Ἰνδικῆς τιμιώτερον. τοιοῦτος ἐργοδότης ὁ γέρων ἐγώ, τοιοῦτος ὑφάντης τῆς σωτηρίου περιβολῆς· χωρὶς δὲ τούτων ψυχρὸν καὶ ξηρὸν τὸ γῆρας ὑπὸ τῶν φυσικευομένων ἀνωμολόγηται, τὸ ἔλαιον δὲ ὑγρὸν ὁμοῦ καὶ ϑερμὸν καὶ πρόσωπον ἱλαρύνον μάλιστα γηραιόν. καὶ ἵνα τί με βασιλεῦ προμηϑέστατε, καὶ ἄϑερμον παρῆκας καὶ ἄνυγρον; ὡς ἐγὼ τάχα ϑᾶττον ϑανοῦμαι ἀποβαλὼν τὰς ἐκ τοῦ ἐλαίου ποιότητας, σὲ δ’ ἐπιλίπῃ ἡ ἐκ |1575| προσευχῶν ἐμὴ βελτίστη ὑφαντικὴ καὶ τὸ σωματικὸν αὐτῆς περιβόλαιον; ἀλλὰ μιμήσομαι, βασιλεῦ κισσὸν καὶ πολύποδα, ὃς περιπλέχϑην ἔχεται δένδρου καὶ ῥᾳδίως οὐ διαλύει τὴν ἐμπλοκὴν· πολύπους δὲ ἐξελκόμενος τῆς ϑαλάμης ταῖς πέτραις προσέρχεται1576 καὶ οὐ πρὶν ἀφίεται τῶν πετρῶν, πρὶν ἂν ἢ τὰς κοτύλας ταῖς πέτραις ἐναπομεῖναι ἢ ταύτας ταῖς κοτύλαις συνελκυσϑῆναι. ἀναβαίνει δὲ καὶ ἐλαίας, ὡς λόγος, καὶ χερσοβατεῖ ἀποϑαλασσούμενος καὶ τῇ αὐτῇ κοιλίᾳ καὶ κεφαλῇ τὸ τῶν ἐλαιῶν καρπὸν ἀποτίϑεται. χάρισαι γοῦν ἀνδρὶ γέροντι ὃ ἐκουσίως προεδωρήσω καὶ ποίησόν με κατὰ τοὺς πάλαι παλαιστὰς ἐλαιόδευτον περικρατῶν τὸ γῆρας ἐκ τῆς λιπάνσεως, ὡς τῷ ξηρῷ προσεππλέκων ὑγρὸν καὶ ϑεραπεύων τῷ ϑερμῷ τὸ ξηρὸν κἀκ τούτων τὸ μακροβιώτερον ἐμοὶ πρυτανεύων καὶ τὸ ὑγιεινότερον χαριζόμενος. ἡ δὲ τῆς Βαρεσόβης ἐπίσκεψις τῆς ἐκ τῆς βασιλείας σου ἐπισκέψεως χρήζει ταπεινωϑεῖσα καὶ συντριβεῖσα, ὡς ἐκ τοῦ γειτονήματος αὐτῆς κατενόησα· ἔδωκα δ’ ἂν γνώμην ἴσως ἐρωτηϑείς, ὡς οὐδένα Λατῖνον κἂν δουλεύῃ μισϑοῦ, κἂν τὰ πιστὰ ἐπαγγέλληται, πρέπον εἶναι ἄνδρας Ῥωμαίους ἔχειν εἰς πρόνοιαν· τὸ γὰρ φύσει κατὰ Ῥωμαίων πῶς τὸ φύσει μεταβαλλὸν ἕξιν ταύτην μεταπλασϑῇ καὶ τὴν ἐναντίαν ἀντιλάβῃ διάϑεσιν; εἴ τι καὶ λέων καὶ πάρδαλις ἡμερούμενα, ὁ μὲν τὸ ϑυμῶδες ἀποβαλεῖται, ἡ δὲ τὴν δριμύτητα. ἐπίβλεψον οὖν, δέσποτά μου, καὶ ἐπὶ τὴν χώραν σου ταύτην, ὡς δόξει πάντως τῇ βασιλείᾳ σου.
16. 1577 Πρὸς τὴν δέσποιναν κυρὰν Μανίαν
Δέσποινά μου ἁγία καὶ κραταιά, εὔχομαι ὑγιαίνειν τὸν κραταιὸν καὶ ἅγιον μου αὐϑέντην καὶ βασιλέα καὶ τὴν βασιλείαν σου καὶ τὰ ἐκ ϑεοῦ δοϑέντα σοι τέκνα βασίλεια. ζῶ καὶ αὐτὸς μέχρι τῆς τρισκαιδεκάτης τοῦ Μαρτίου ἀναμείνας ἐν τῇ Ἄρτῃ διὰ τὴν ἀρρωστίαν καὶ τὸν χειμῶνα· παρέμεινα δὲ τὸν τοσοῦτον καιρὸν πάντοϑεν· ἀπαράκλητος, ἀπὸ μόνης δὲ τῆς βασιλείας σου διὰ τῶν προσκυνητῶν γραμμάτων σου καὶ τοῦ καλοῦ Μονομάχου παρακληϑείς· οὗτος γὰρ πάσης ἐγένετό μοι παρηγορίας καὶ παρακλήσεως αἴτιος ψωμίζων, ποτίζων καὶ πάντων παρηγορούμενος, ἄλλον δὲ τινα οὐδὲ παρακαλοῦντα εἷρον οὔτε συλλυπούμενον. ἀλλὰ καὶ αὐτὸς ὁ πολλὰ κακὰ παϑὼν ὑπ ἐμοῦ Ἄρτῆς, ἵνα μὴ καινοτομηϑῇ εἰς τὸν μητροπολίτην ἀσταφίδας καὶ κάρυα μόνον με καταλιπὼν εἰς τὸν Ἀχελῷον καὶ ἀλλαχοῦ ὑπεχώρησε, τῷ μὲν φαινομένῳ ἰατρείας χάριν ἔλεγε, τῷ δ’ ἀληϑεῖ ἵνα μὴ τὰ πράσα αὐτοῦ εἰς τὸν μητροπολίτην καινοτομήσῃ. χάρις οὖν τῷ ϑεῷ καὶ τῇ ἁγίᾳ σου βασιλείᾳ, ὅτι αὐτὸς μὲν ἠλέησέ με, σὺ δὲ διὰ γραμμάτων οὐκ ἐπαύσω παρηγοροῦσά με, καὶ ἀξιώσαι με ὁ ϑεὸς καὶ ἐν Θεσσαλονίκῃ προσκυνῆσαι τὴν βασιλείαν ὑμῶν καὶ τῆς ἐν τῇ βασιλικῇ στεφηφορίᾳ μὴ στερηϑῆναι λαμπρότητος. ἡ ἀντίληψις τῆς βασιλείας σου χαρισϑείῃ μοι πολυχρόνιος. τὴν κυρίαν Εἰρήνην μου ἀπὸ καρδίας ἀσπάζομαι.
17. 1578 (Πρὸς τὸν κραταιὸν Κομνηνὸν)
+ Πανευτυχέστατε δέσποτα καὶ αὐϑέντα μου ἅγιε, ὑγιαίνειν εὕχομαι τὴν βασιλείαν σου. καὶ αὐτὸς ζῶ κατακείμενος ἐν τῇ μονῇ τῆς Περιβλέπτου καϑώς με ἀφῆκας1579, πλὴν χωρὶς πόνων, οὗτοι γὰρ ἕλειψαν· ἀργεῖ δὲ ἡ κίνησις διὰ τὴν τῶν γονάτων νάρκωσιν καὶ μικρὸν ὅσον ἕρχομαι καὶ ἐγὼ βασταζόμενος ἐν ξυλοκραββάτῳ. ἴνα μὴ κρεμάσας τοὺς πόδας μου εἰς τὸ ἄλογον πάϑω πάλιν τὰ ὅμοια. καὶ κἂν ἐγὼ νοσῶ, ἀλλὰ τὴν βασιλείαν σου ὑγιαίνειν εὔχομαι καὶ εὐϑυμεῖν, ἴνα ἔχω παρηγορίαν ἀπὸ σοῦ καὶ ἐν λουτροῖς καὶ ἐν ὀψαρίοις, τέως ἕως ὅτου ζῶμεν· ὀλίγος δὲ μοι ὁ βίος ἀπάρτι καὶ ἡ περὶ ἐμὲ φροντίς σου καὶ αὕτη τάχα ὀλιγοήμερος· τοῦτο γὰρ ὁ χρόνος καὶ αἱ ἀρρωστίαι κατεπαγγέλλονται. ὁ δὲ ἀγαϑὸν προέϑου ποιῆσαι καὶ οἰκονομῆσαι τῇ χώρᾳ τῆς Ἄρτης ἐπισκοπεῖον εἰς αἰώνιόν σου μνημόσυνον, τοῦτο καὶ εἰς ἔργον ἀγαγεῖν προϑυμήϑητι καὶ ὁ ϑεός, ἐπεὶ παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαϑὸν συνεργεῖ εἰς τὸ ἀγαϑόν, συμπράξει σοι ἐπὶ τούτῳ καὶ μέμνησό μου τῆς ταπεινότητος πολλὰ ϑέλοντος καὶ τὴν ζωήν σου καὶ τὸ ἀκριμάτιστον τῆς ψυχῆς σου. ἡ ἀντίληψις τῆς βασιλείας σου χαρισϑείη μοι πολυχρόνιος.
18. 1580 (Πρὸς τὸν κραταιὸν Κομντινὸν)
+ Ἀναζητεῖ σε ὁ λόγος μου, τὸν βασιλέα μου, τὸν δεσπότην μου· ἡ δέ γε ψυχὴ τὴν νύμφην μιμουμένη τοῦ Ἄσματος1581 ἐρωτᾷ σε· «ποῦ μένεις ὁ νυμφίος; ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ», τούτοις δὴ τοῖς ϑερινοῖς καταοτήμασιν, ὅτε βάλλων ὁ ἥλιος ὑπὲρ κεφαλὴν τὴν ἀκτῖνα καὶ τὸ μεσουράνημα φαίνων καὶ τῆς σφαίρας διατρέχων τὸ κύρτωμα τὰς μὲν ἡμέρας μακροτέρας ποιεῖ, ἀνιμᾶται δὲ τὰς ὑγρότητας καὶ ξηραίνει τὴν γῆν καὶ ποιεῖ τὸ περιέχον φλογῶδες καὶ τὴν ἐν τοῖς ζῴοις φυσικὴν ἰκμάδα διαφορεῖ καὶ διψαλέα μὲν ἀναλόγως τὰ σώματα τίϑησιν, ἐκ τοῦ ἀκολούϑου δὲ καὶ ἀμενηνὰ διὰ τὴν ἔκλησιν τῆς ὑγρότητος; ὅτε γοῦν τοιοῦτος καύσων ὁ ἥλιος καὶ ϑερμὸν ἀέρα εἰσπνέομεν καὶ τρέχομεν ἐντεῦϑεν ὑπὸ σκιὰν καὶ πηγὴν καὶ ψυχάζομεν ὑπὸ δὲνδρον καὶ τῆς πηγῆς ἀρυόμεϑα1582 καὶ τὸ τῆς ἀλέας πολὺ ἐκκρουόμεϑα, πῶς αὐτὸς ὁ ἀκάμας, ὁ καρτερικός, ὁ φερέπονος ταῖς τῶν ἀέρων μεταβολαῖς καὶ ταῖς ἐναντίαις ἀπομάχῃ ποιότησι, καὶ ϑέρους μὲν ὑπομένεις τὴν φλόγα, χειμῶνος δὲ διακαρτερεῖς ἀγριότητα, ὡς ἂν εἰ καὶ ξένη φύσις ἐπλάσϑης καὶ ἀνδριάντος καρτερίαν ἐπλούτησας; καίτοι ἐκεῖνος ἐξ ὕλης ὁποιασοῦν στερεᾶς1583 τεχνηϑεὶς1584 τῷ ἀψύχῳ καὶ ἀναισϑήτῳ τῆς ὑπομονῆς ἐκφεύγει τὸν ἔπαινον· ἄνϑρωπος δὲ πλασϑεὶς ἐκ χοὸς καὶ ϑείῳ ψυχωϑεὶς ἐμφυσήματι1585, ὡς ἂν καὶ χοῦς τῷ ἐμψυχώματι τιμηϑῇ καὶ τὸ σῶμα ταῖς ψυχικαῖς ἐνεργείαις εἰς ὄργανον γένηται καὶ δόξαν οὕτω τῇ φύσει καὶ τοῦ αἰσϑητικοῦ ἀπαιτοῦντος χαυνοῦσϑαι ϑέρει, ὑπείκειν χειμῶνι, κόποις ἐνδιδόναι καὶ πόνοις τοῦτο δὴ τὸ σῶμα μηδενὶ τῶν λυπούντων. ϑέρος δὲ καὶ χειμὼν τὸ σῶμα παραλυπεῖ μηδενὶ τῶν κακούντων, πόνος δὲ καὶ κόπος τοῦτο κακοῖ μηδενὶ τῶν ϑεραπευόντων, ἄνεσις δὲ καὶ τρυφή, τὰ σώματα ϑεραπευτικὰ καὶ ὅσα ἕτερα οἰκειοῦντες ἄνϑρωποι ϑελητήρια ἔχομεν, τοῦτο δὴ ἄκαμπτου ὂν ἐν ταῖς μετάβολαῖς τῶν καιρῶν, ἀχείρωτον ταῖς ἀνέσεσι, κόποις καὶ πόνοις καὶ ἀγρυπνίαις ἀδούλωτον. οὐκ οἶδα εἴ τις ἔπαινον προσοίσει τούτῳ τὸν ἄξιον, κἂν εἰ καὶ δέκα στόματα κατὰ τὴν ῥαψῳδίαν1586 πλουτήσῃ, κἂν εἰ καὶ γλώσσας ἰσαρίϑμους λάβῃ τοῖς στόμασιν· ὡς ἔγωγε τοῦτο μόνον εἰσφέρω τῷ τοιούτῳ σώματι ἁρμόζον ἐγκώμιον, τὴν τῶν ἐπαίνων ἀδυναμίαν. ἔστι δὲ μεγίστη τῷ ἐγκωμιαζομένῳ ὑπόϑεσις τὸ μὴ τοὺς λόγους ἐξισοῦσϑαι τοῖς πράγμασι δύνασϑαι, μηδὲ τοὺς ἐπαίνους τοῖς κατορϑώμασιν. ἀλλὰ σὺ μὲν, ὦ βασιλεῦ καὶ σῶτερ ἡμέτερε, τοσοῦτον τὸ ὑπομονητικὸν1587 καὶ τὸ καρτερές, τοσοῦτόν σοι καὶ τοῦ σώματος τὸ πρὸς τὰ δυσχερῆ ἀνυπότακτον καὶ σου τοῖς πόνοις παρατρυφῶμεν καὶ τοῖς ἀλγεινοῖς ἐνηδόμεϑα· ἔδει δὲ καὶ ἡμᾶς ὡς εἰς ἀρχέτυπον ἀφορᾶν τὴν σὴν καρτερίαν καὶ εἰκονουργεῖν ἑαυτοῖς καὶ μιμεῖσϑαι τοὺς ὀξυπτέρους, οἳ τὰ γενναιότερα τῶν ὀρνίϑων εἰς ϑήραν τοῖς ἀετοῖς ἀπολείποντες αὐτοὶ τὰ μικρὰ στρουϑία ϑηρεύουσι καὶ περίγεια καὶ τὸ ὅλον οὐκ ἀχρηστεύουσιν, ἀλλὰ καὶ τοῖς κυρίοις καὶ ἑαυτοῖς τὴν δυνατὴν κυνηγεσίαν προσάγουσιν. ἔδει γοῦν οὕτω ποιεῖν ἡμᾶς καὶ μὴ σκιατραφεῖσϑαι τὸ ὅλον καὶ παντελῶς γυναικίζεσϑαι καὶ καταδιώκειν μόνον τὰ ἡβήτερα, ὅτε καὶ ταῦτὰ σύγχυσις1588 κοσμικὴ καὶ φορὰ πραγμάτων ἀνώμαλος ἀλλ’ ἔστιν οὗ |1589| καὶ πόνων ἐν τῷ μέρει στρατιωτικῶν ἀντιλάβεσϑαι, μὴ μέντοι ἀκτὰς τὰς ϑαλασσίους περισκοπεῖν καὶ συλλέγειν ἐκεῖϑεν στρογγύλα1590 βωλάρια, ὅσα τῇ ϑαλασσίᾳ φορᾷ μεταφερόμενα καὶ μετακινούμενα στρογγύλονται μὲν ἐκ τῆς παρατρίψεως, εἰς παίγνια δὲ τοῖς κοριδίοις ἐπισωρεύονται, μηδ’ ἀναπετάζειν ταῦτα πρὸς τὸν ἀέρα καὶ τὴν παλάμην μετάγοντας τὴν καταφορὰν τῶν ἀναρριφέντων δέχεσϑαι τῷ καρπῷ καὶ τῷ πλείονι τοῦ ποσοῦ τὴν νίκην ἐπιμετρεῖν, τῷ δὲ καταχϑέντι ὁλιγοδόχῳ τῷ ἀντιπαίζοντι τὴν ἧτταν ἐπιψηφίζεσϑαι καὶ τύπτειν οὕτω κονδύλοις περὶ τὸν πῆχυν τοῦ ἡττηϑέντος, καὶ ταῦτα μὲν ὅλης διαπαίζειν ἡμέρας, νυκτὸς δὲ χοροῖς περιλορδοῦσϑαι καὶ περιστρέφεσϑαι καὶ ἄμφω ταῦτα ἐπὶ νυκτῶν ἐνεργεῖν, λαμπαδουχίαν καὶ χοραυλίαν καὶ που καὶ ὀργὴν ἐπάγειν ἀκάϑεκτον ὅσοις καὶ ὅσαις εἰς κόρον ἔφϑασε τὸ περὶ χοροὺς ἐϑίζεσϑαι πάννυχα, μηδὲ περὶ τῶν γυναικείων κόσμων ἀσχολίαν τρέπειν τὴν πᾶσαν καὶ συνάγειν ἀργυροκόπους καὶ τυραννεῖν τὸν χρυσὸν εἰς ἐνώτια καὶ στρεπτοὺς καὶ καταμάργαρα περιδέραια καὶ πόνον ἔχειν τὸν πανημέριον εἰς τὸ καταμαργαροῦν καὶ καταχρυσοῶν τὸ τῶν ἀνίσων εὐϑειῶν ἐμβαδόν, αἳ τοῖς γυναικείοις προσραπτόμεναι ἱματίοις τοὺς πήχεις ἑκατέρους τῶν γυναικῶν τῇ τεχνικῇ παραϑέσει καὶ τῇ ἐξάλλῳ αὐγῇ, οὐ μόνον δὲ ἀλλὰ καὶ περὶ τὰ ἄλλα διαπονεῖσϑαι, ὅσα ἐν πλέγμασιν, ὅσα ἐν γυναικείων ἐφεστρίδων λαμπρότησι· τὰ δὲ ἐν ὀλιγωρίᾳ1591 τιϑέμεναι, ὧν τὴν χρῆσιν καιρὸς ἀπαιτεῖ καὶ ἡ τῶν πραγμάτων κατάστασις ἐφέλκει πρὸς ἑαυτήν. ἀλλὰ ταῦτα μὲν παιζέσϑωσαν, οἷς ἡ περὶ ταῦτα νεῦσις, καὶ σπουδαζέσϑωσαν, ἡμεῖς δὲ συνταξάμενοι· ἐξεφωνήϑη γὰρ τοῖς πᾶσι δεσποτικὸν ἐπιτίμιον, ὅσοις ῥάκος καὶ κουρὰ τριχῶν τὸν βίον διίστησι καὶ ὅσοις πατητὸν τὸ πολίτευμα, μὴ προσαγορείας ἀξιοῶσϑαι τὸν μητροπολίτην μηδὲ προσόψεως1592. καὶ φέρω τὴν ἐπιτίμησιν ἄχρι καὶ τῆς εἰκοστύος τοῦ τρέχοντος Αὐγουστου μηνὸς καὶ εἰμὶ ὡς μὴ ὤν, πρᾶγμα τοῖς φιλοσόφοις ἀπορηϑέν· τὸ ὂν καὶ τὸ μὴ ὂν ὡς ὂν ὑπολαμβάνειν ἀδύνατον· ἀλλὰ καὶ φιλοσόφων δόξαι καινοτομοῦνται τῇ αὐτονομίᾳ τοῦ κρίνοντος. τὰ ἐμὰ ὑποζύγια καὶ ἄσαρκα καὶ καταπλῆγμα ἐκ τῆς ὁδοιπορίας γενόμενα πολλάκις τῆς ἐν Ναυπάκτῳ νομῆς ἐδιώχϑησαν, κατὰ συγχώρησιν δὲ τῶν ἱπποκόμων καὶ ἔλεον, ἀλλ’ οὐ κακὰ δεσποτικὴν εὐσπλαγχνίαν συνεχωρήϑησαν νέμεσϑαι. ἐκεῖσε δὲ, ὅπου πρῶτον ἵππος ἡ δὲσποτικὴ νεμηϑεῖσα καὶ τὴν βοτάνην βρωμησαμένη ἄχρις εἰς ῥίζαν κοπρου μὲν ἐπλήρωσε τὸ πεδίον, χλόης δὲ οὐδὲν ὑπελείπετο· χωρίδιον ὀλιγάνϑρωπον ὑπὸ τὴν ἐκκλησίαν μὲν ὂν, τῇ Ναυπάκτῳ δὲ παρακείμενον, πῦρ ἀνάψας κατεπυρπόλησεν, ὡς τοὺς ἐκεῖσε τοιούτους οἰκτροὺς μετὰ τὴν καῦσιν ὁρᾶσϑαι, ὁποίους τοὺς ἐκ ναυαγίου περισωϑέντας, καπνηροὺς τὴν ὄψιν, κεχρισμένους ἀσβόλῃ, φίλανϑρώποες ὀφϑαλμοῖς συμπαϑείας ἀξίους· οἷς ὁ σῖτος ὑπολέπειπται, οὐ κριϑή, οὐ τὸ ἐκ ψιαϑίου ὑπόστρωμα, οὐκ ἄλλο οὐδέν, οὐδὲ ξυλίνη ἐγκατοίκησις1593 τοῦ πυρὸς τὴν πενίχρὰν οὐσίαν τῶν ἀϑλίων καταφαγόντος. τοῖς ἑλιεῦσι τῆς ἐκκλησίας οὐκ ἀπολεγει μὲν τὸ ὀψώνιον, τὸν εἰς τὴν ἄγραν δὲ πλοῦν ἐσβατον αὐτοῖς γενέσϑαι οὐ συγχωρεῖ, ἂν μὴ τῇ τοῦ δεσπότου τραττέζῃ ἐπιμετρῶσιν ἡμερησίους ἰχϑῦς. ταῦτα δέσποτά μου βασιλεῦ, καὶ πλείω τούτων καὶ χείρονα οἱ καρποὶ τῆς μοκρᾶς ἐκείνης παραγγελίας καὶ τοῦ χρυσοβούλλου ἡ δύναμις.
19. 1594 Τῷ βασιλεῖ
Ἅγιέ μου δέσποτα καὶ βασιλεῦ ϑεόσωστε, ϑεοφρούρητε, πολλά με τὰ πείϑοντα ἐκτενεστερον τῆς βασιλείας σου ὑπερεύχεσϑαι, τὸ πρᾶον, τὸ ἥμερον, τὸ χάριεν, τὸ ἐλεύϑερον, ἡ πρὸς πάντας ἐκ ταπεινώσεως μία καὶ ἡ αὐτὴ συγκατάβασις· καὶ ἄλλος μὲν τυχὸν βασιλεὺς καὶ τὴν ὀφρὺν ἴσως ἄρῃ καὶ διὰ λειμμάτων τὰς ὁμυλίας ποιήσεται καὶ ἀγνοήσει |1595| τὴν φύσιν ὡς βασιλέως καὶ ἰδιώτου μία καὶ ἀποστρέψει· τοὺς ὀφϑαλμοὺς αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος1596 ἢ καὶ ποτε καὶ βύσει πρὸς τὰς ἀναφορὰς ἀκοήν, ὡς μὴ φωνῆς ἀκοῦσαι τῶν δεομένων συνάξει τε τὰς ὀφρῦς καὶ χαλάσει τὸ ἐπισκύνιον, ἀξίωμα τὸ βασιλικὸν οἰόμενος παραδεικνύειν ἐκ βλοσυρότητος καὶ τῷ τοιούτῳ τὰς πρὸς αὐτὸν ἐντεύξεις ἐναποκρούεσϑαι καὶ τὴν βασιλείαν ἡγήσεται οὐκ ἀρχὴν ὑπερέχουσαν, ὅπερ ἐστίν ἀλλὰ διαστολὴν τὴν πρὸς τοὺς ἄλλους καὶ ἀποχώρησιν καὶ τῆς φυσικῆς ταὐτότητος ἀποξένωσιν. ἀλλ’ οὐ βασιλικως ποιήσει οὗτος ὁ βασιλεὺς οὐδὲ Χριστοῦ μιμήσεται συγκατάβασιν· τὸ γὰρ ἀλλογενές, ὡς ἔοικε, καὶ τὸ κοκκινον, ἥ τε καταμάργαρος ἐσϑὴς καὶ ὁ στέφανος τοῦ τοιούτου βασιλέως ὑπεκκρούοντα ἄλλον εἶναι τοῦτον παρὰ τοὺς ἄλλους ὑπόϑωνται καὶ φύσιν ἐξηλλαγμένην τε καὶ ἀλλόκοτον. ὁ δὲ τοιοῦτος καὶ ὀργίζεται1597 ταχέως καὶ ἐν σποδιᾷ τῇ ψυχῇ παραφυλάξεται τὴν ὀργὴν καὶ ὑπανάψει ταύτην μετόπισϑεν καὶ τὸν κότον ἐκεῖνον ϑήσεται εἰς συντέλειαν καὶ τοῖς ὁργισϑεῖσι τὸ ἀνταπόδομα1598 ἀνταποδώσεται· καὶ πῶς ὁ τοιοῦτος ἐτυμολογηϑήσεται βάσις εἶναι λαοῦ καὶ ἕδρα καὶ στήριγμα τῷ ὑπηκόῳ μὴ προσφερόμενος εὐμενῶς μηδὲ διαλύων ὀργήν, ἀλλ’ ὡς ἐν μοχλίῳ τῇ ὀργίλῳ ψυχῇ ὑποσαλεύων οἷον καὶ ὑποσπῶν τοὺς ϑεμελίους τῆς εἰς αὐτὸν ἀγάπης τῶν ὑπηκόων παρακινῶν τε τούτους καὶ παρασαλεύων ἐντεῦϑεν τῆς πρὸς αὐτὸν εὐνοϊκῶς διαϑέσεως; ἀλλ’ οὐ σὺ τοιοῦτος, ἐξ ἰλαρότητος δέ, ἐξ ἐλευϑέρου τοῦ ἤϑους, ἐξ ἀπλότητος ψυχικῆς ἕνα τῶν πολλῶν ἡ γῇ σεατὸν καὶ πάντας ἕλκεις εἰς τὴν σὴν ἐπιπόϑησιν. καὶ πῶς ἀξίως ἐπαινέσομαί σου τὰ μέτρα τῆς πρὸς ἡμᾶς χριστομιμήτου συγκαταβάσεως; εὗ γὰρ εἰδὼς πηλὸς οὐ διαφέρει πηλοῦ, κἂν ἔξωϑεν χρυσῷ περιχρώζηται, τὴν μὲν βασίλειον ἀμπεχόνην φορεῖς, τὴν δ’ ἔνδον φύσιν οὐκ ἀγνοεῖς καὶ γίνεταί σοι ἡ γνῶσις αὕτη ἀρχὴ καὶ μέση καὶ τελευτὴ ταπεινώσεως. εἰ δὲ βούλει, καὶ ὥσπερ χρυσῆ σφραγῖδες καὶ ἀργυρᾶ σιδερέα τε καὶ χαλκῆ ἐκτυποῦσαι κηρὸν τὴν μὲν ὕλην διάφορον ἔχουσι, τὸ δ’ ἐκτύπωμα οὐ διάφορον· οὕτω βασιλεὺς καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα καὶ ὁ καϑ’ ἕκαστα· ἔξωϑεν μὲν ἁλουργὶς πορφύρα καὶ μάργαροι, ἔσωϑεν δὲ διάπλασις ἡ αὐτὴ καὶ τὸ φυσικὸν ἐκσφράγισμα ἀπαράλλακτον. ταῦτα καὶ τὰ πλείω τῶν σῶν, ὁπόσα τὸν τοιοῦτον βασιλέα κοσμοῦσι, καὶ τὰς ὑπὲρ σοῦ εὐχὰς προκαλοῦνταί μου καὶ σιωπῶσα καὶ φϑεγγομένη ἔντευξιν γίνομαί σοι τὰ εἰς ϑεὸν. καὶ ἄλλος μὲν ἢ εἶδεν ἢ ἤκουσε τῶν τινα βασιλέων τῷ στήϑει ϑαλαμεύοντα τὴν ὀργήν σὺ δὲ οὐκ αὐτῆμαρ καταπέττεις τὸν χόλον, ὡς Ὁμήρῳ δοκεῖ, οὐδὲ κοτέεις ἐς χρονικὰ διαστήματα, εὐϑύωρον δὲ καὶ ὀργίζῃ καὶ εὐϑύωρον συγχωρεῖς. οἶδεν ὃ λέγω ἡ ἐν Ἄρτῃ κατὰ τοῦ Θεσσαλονίκης ὀργή, ἥτις ἀνήφϑη μὲν ὡς πυρσός, ἐκ τοῦ πάραυτα δ’ ἀπέσβη ὥσπερ σπ, νϑήρ· καὶ ὃ περὶ τῶν ϑαλασσίων κυμάτων φησὶν ὁ Δαυίδ («ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων», ἢ «ἀναβαίνουσιν ὡς ὄρη καὶ καταβαίνουσιν ὡς πεδίον», τοῦτο καὶ τότε ἦν ἰδεῖν ἐνεργούμενον, ἄναψιν ὀργῆς ἐκφανῆ καὶ σβέσιν ταύτης ἀκόλουϑον, ὡς συναφϑῆναι ἀλλήλοις κατὰ τὰ ἐν σώμασιν ἀλληλένδετα καὶ τὴν ἀγανάκτησιν καὶ τὸν οἶκτον. βαβαὶ τῆς συντόμου σβέσεως τοῦ τότε ϑυμοῦ καὶ τοῦ κατὰ ψυχὴν τὴν σὴν κλυδωνίου καὶ τῆς συντρόχου γαλήνης. οὕτω βασίλευε, βασιλεῦ, οὕτως ὀργίζου, οὕτω συγχώρει, ὡς μήτε τὸν κότον παραμένειν ἐν τῇ ψυχὴ καὶ τοῦτ’ αὐτὸ κότον ἐκ τοῦ κεῖσϑαι παρονομάζεσϑαι καὶ τὸν οἶκτον τοῦ τοιούτου πάϑους μὴ διαζεύγνυσϑαι, ὁποῖα ταῦτα ἐν τῷ ἐμῷ σοι βασιλεῖ κατεῖδον ἐγὼ ἐν τοῖς τοιούτοις καιροῖς πολλάκις παρατυχών. καὶ σὺ μὲν οὕτω ποίει καὶ κυρίου ὀργὴν οὐ φοβηϑήσῃ ποτὲ οὐδ’ ἐκ τοῦ κατὰ φύσιν ἀοργήτου ἴδῃς τοῦτον εἰς τὸ παρὰ φύσιν κινούμενον, τὴν ὀργήν, ἀλλ’ ὅλον ἴλεων, ὅλον συμπαϑῆ, ὅλον ἀόργητον |1599| τὰ εἰς σὲ. καὶ τὰ μὲν σὰ οὕτως εχοι καὶ ἕξοι, ἐμὲ δὲ καὶ ἡ τοῦ Μαρτίου τρισκαίδεκάτη εἶδε κατὰ τὴν Ἄρταν τῇ κλίνῃ προσηλωμένον· «τὰ γόνατά μου» γὰρ «ἠσϑένησαν» οὐκ «ἀπὸ νηστείας», ὡς ψάλλει Δαυίδ, ἀλλ’ ἐκ μοχϑηροτέρας τῆς ὅλης καὶ τῆς ἐξ ἁμαρτημάτων κακώσεως καὶ καϑ’ ἑαυτὴν μὲν τὴν ποδοκάκην ἐμίσησα, ἡγάπησα δὲ ἄλλως, ὅτι τῶν κατὰ Ναύπακτον ὀδυνῶν ἐπὶ καιρὸν ἐλυτρώσατο καὶ τὸ φεικτὸν καϑ’ αὐτὸ ἐγένετό μοι δι’ ἕτερον αἱρετόν. καὶ ἀξιωϑείην καὶ ἐπιζῆσαι καὶ ἐμοῦ σου βασιλέως αὖϑις κατατρυφῆσαι, μηδ’ ἐξ τοσοῦτον ἐλάσαι με τὸ δυστύχημα ὡς τῆς σῆς στεφηφορίας ἀπολειφϑῆναί με καὶ τῆς χρίσεως, ὦ καλαὶ βασιλεῦ, ὦ τὰ πάντα χρηστέ, ὦ τὰ εἰς ἐμὲ συμπαϑέστατε. καὶ ὡς τοῦ εὐχὴν ἐπαναλαβεῖν δῴη σοι κύριος πάντα τὰ αἰτήματα τῆς καρδίας σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι, ἅ εἰσιν, ὡς ἐγὼ εὐστόχως ὑπολογίζομαι, πάντα συμπατῆσαι εχϑρὸν καὶ γῆν πατῆσαι τῆς Κωνσταντίνου καὶ τὴν ἐν τοῖς ἐκεῖσαι βασιλείοις αὐλὴν· ἀκόλουϑον δὲ τῷ πατήματι τούτῳ καὶ ἡ ἐπὶ ϑρόνου τοῦ βασιλικοῦ κἀϑισίς καὶ ὅσα τῇ καταστάσει ταύτῃ ἐπόμενα. ἐμοὶ δὲ γίνου κατὰ τε τὸ παρὸν καὶ εἰς τὸ ἑξῆς προνοητικὸς καὶ φιλεύσπλαγχνος· τὸ γὰρ γήρας τοῦτο τὸ βαϑὺ καὶ λυπρὸν καὶ προνοίας χρῇζει βασιλικῆς καὶ τῆς ἐνδεχόμενης περιποιήσεως.
20. 1600 Τῷ κραταιῷ βασιλεῖ
Ἡ φωνή σου ἠκούσϑη, μέγιστε βασιλεῦ, καὶ ὅσον ὅσον κυρίου χριστέ, πρὸς τὰ κατώτερα μέρη τῆς γῆς· τοιαύτη γὰρ ἡ Ναύπακτος πρὸς τὰ ἀνωτερικώτερα ταῦτα καὶ ὑψηλότερα καὶ ὡς ἐκέλευσας, ἤγειράς με Λάζαρον ἄλλον ὡς ἀπὸ τάφου τῆς κλίνης ἐνεϑαπτόμην γὰρ ὡσανεὶ τῷ κραββάτῳ διὰ τὴν ὁλοσώματον πάρεσιν), ὅλα δὲ τὰ τοῦ τότε ϑαύματος πληρῶν ἐν ἐμοὶ «λύρατε αὐτὸν» προσεῖπας «καὶ ἄφετε ὑπάγειν» καὶ κατὰ τὸ πρόσταγμά σου τῶν ἐνταφίων ἀπελύϑη δεσμῶν. τίνων τούτων; τῆς ἀκηδίας, τῆς ἐκ τοῦ γήρως ταλαιπωρίας, τῆς τῶν ποδῶν ἀσϑενείας καὶ ἐβάδισεν ὁ νεκρὸς ἄχρι καὶ τοῦ Κίτρους αὐτοῦ· ἕνα δὲ ἀπὸ τῶν ἐμῶν πρὸς τὴν βασιλείαν σου στείλας ἐρωτῶ, «ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαϑητῶν μου φάγω»; ἐμοὶ δὲ πάντως εἰσὶ μαϑηταὶ οἱ παρ’ ἐμοῦ τραφέντες, πάσχα δὲ. ἡ ἀπὸ τῆς μακρᾶς ὁδοιπορίας διάβασις πρὸς τὴν ἐν Θεσσαλονίκῃ ἐλπιζομένην ἀνάπαυσιν ὑπὸ σοῦ. μήτε γοῦν ἀνώγεων ἐστρωμένον καὶ μέγα τῷ ἀποστόλῳ μου δείξῃς μήτε διωρόφοις οἰκίας καὶ τριωρόφους, τόπον δὲ τινα ἀέρι καταπνεόμενον καὶ τὴν ἐξ ὕδατος γλυκεροῦ παράκλησιν ἔχοντα καὶ χαῖρε, κράτιστε ϑαυματουργὲ βασιλεῦ, ὅτι καὶ νεκροὺς μόνῳ λόγῳ διανιστας |1601| καὶ μέλη παρειμένα ῥήματα τῷ σῷ ἀρτιεῖς καὶ πλέων ὧδε τοῦ Λαζάρου τερατουργεῖς· ἐκεῖνος μὲν γὰρ ἐκ τοῦ τάφου πρὸς τὴν ἑαυτοῦ οἰκίαν ἐβάδισεν, ὀλίγον δὲ τὸ ἀπ’ ἐκείνου πρὸς τὴν ϑηϑανίαν διάστημα· ἐγὼ δὲ ὁ μεταχρόνιος Λάζαρος εἰς Θεσσαλονίκην ἀπὸ Ναυπάκτου «ὁδὸν δολιχην ἀργαλέην τε».
21. 1602 Τῷ βασιλεῖ
Ἡμέρα μία, μέγιστε βασιλεῦ, βίος ὅλος τοῖς πόϑῳ κἀλνουσιν, ἐγὼ δὲ λέγω καὶ τὸ βραχὺ διάστατον ἡμιώριον ψυχὴν τοῦ σώματος ἀπαλάττειν τῶν οὕτω διακειμένων. εἰ γοῦν ἔνι καὶ ζῆν τινα καὶ τὴν ψυχὴν ἀπερεύγεσϑαι, τῦτο νόμιζε πάσχειν καὶ τὸν Ναυπάκτου ἀποδιαστάντα τῆς βασιλείας σου· δοκῶ μὲν γὰρ συνεῖναί σοι καὶ τοὺς ὀφϑαλμοὺς ἐστιᾶν τῇ ϑεωρίᾳ τῆς βασιλείας σου, ἀπ’ αὐτῆς δὲ πάλιν χάριτας ἀντιλαμβάνειν βασιλικὰς καὶ τὴν εγκάρδιον πρόσρησιν. οὕτω ταῦτα φαντάζομαι, οὕτω καὶ ζῶ καὶ τελευτῶ διὰ σέ· ὅτε μὲν γὰρ οὐκ ἔχω σε ἄντικρυς, τελευτῶ, ὅτε δὲ σε φαντάζομαι, καὶ πνεῦμα συλλέγω καὶ μετὰ τῶν ζώντων εἰμὶ καὶ τάχα παρέοικα τοῖς ἐν ὀνείρῳ πλουτοῦσι καὶ τοῖς δραττομένοις σκιᾶς. γένοιτο δέ μοι διὰ βραχέος αὖϑις προσκυνῆσαι τῷ βασιλεῖ μου καὶ τῶν ὀνείρων ἀπαλλαγῆναι καὶ τῶν φαντασμάτων ἀπολυϑῆναι· ὅπου γὰρ ἥλιος, οὐ σινίσταται νέφος καὶ ἔνϑα συνουσία ἔνι πράγματος, σκιαί καὶ ὄνειροι διαλύονται. γένοιτό μοι ταῦτα τὰ εὐτυχήματαα πολυχρονούσης τῆς βασιλείας σου.
22. Τῷ κραταιῷ βασιλεῖ
|1603| Ἐξέκρουσε τοῦ κατ’ αὐτὸν ἁγιωτάτου κελλίου, δέσποτά μου καὶ βασιλεῦ, καὶ γυμνὸν καὶ ἀπέρριττον καὶ τὸν ἐν τοῖς πράγμασιν ἐνδέξιον πατέρα μου, τὸν Στειρίου, ὁ τῆς Λατινικῆς ἐπηρείας βίαιος πάσσαλος· εἰ δὲ πολλὰ καὶ οὗτος τοὺς Λατίνους ἀντεπασσάλευσε τῇ κατ’ αὐτὸν πραγματικῇ δεξιότητι, ἀλλ’ ὅμως ἴσχυσεν ὁ ἐκείνων καὶ τῆς ἰδίας κέλλης τοῦτον ἐξήγαγεν. ὃ γοῦν λειπόμενον ἦν, τὸ πρὸς τὴν σὴν βασιλείαν τοῦτον ἀναδραμεῖν, αὐτό τοῦτο κατὰ ἀριστoβουλίαν ἐπoίησε πάντως γνοὺς καὶ μαϑών, ὡς ὁ ἐμὸς αὐϑέντης καὶ βασιλεὺς τὰ πρὸς ἀναπαυσιν αὐτοῦ καὶ ζωὴν μετὰ βασιλικῆς φιλοτιμίας ἐκπερανοῖ, καὶ δέομαί σου μὴ στραφῆναι τὸν γέροντα τεταπεινωμένον, κατῃσχυμμένον. τις δὲ καὶ ἄλλος ὤφϑη τῷ προσώπῳ τῆς βασιλείας σου καὶ οὐκ εὐηργετήϑη βασιλικῶς; καὶ ὡς ἐξ Ὠκεανοῦ πᾶσαι μὲν πηγαί, πάντα δὲ φρέατα, εἴ τι πειστέον τῷ περιηγησαμένῳ τὴν γῆν, οὕτω κἀκ σῆς σῆς βασιλείας παντοίων εὐεργετημάτων ἀπόρροιαι. καὶ χαρίζου μοι, μέγιστε βασιλεῦ, πᾶσιν ἡμῖν σωτήρ πρόμαχος, εὐεργέτης πλουτοποιός.
23. 1604 Τοῦ αὐτοῦ εὐχὴ πρὸς τὸν βασιλέα
Ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ἐπὶ ὑδατων ἑδράσας1605, ὁ διὰ Μωσέως μὲν τὸν Ἀμαλὴκ τροπωσάμενος1606, διὰ δὲ Ἰησοῦ τοῦ Ναυὴ τὸν Σηὼν καὶ τὸν Ὤγ1607, βασιλεῖς κραταιούς, διὰ δὲ Γεδεὼν1608 τοὺς Μαδιηναίους1609, διὰ δὲ Δαυῢδ τοῦ παιδὸς αὐτοῦ τὰ μυρία κατεργασάμενος τρόπαια, αὐτὸς ὑποτάξοι καὶ σοὶ τῷ βασιλεῖ ἡμῶν καὶ δεσπότῃ πάντα ἐχϑρόν, πάντα πολέμιον καὶ τόξον ϑείη χαλκοῦν1610 καὶ τοὺς βασιλικούς σου βραχίονας καὶ τοῦ ὑποτεταγμένου σοι φιλοχρίστου στρατοῦ· καὶ διδάξοι τὰς χεῖρας ὑμῶν εἰς παράταξιν καὶ τοὺς δακτύλους εἰς πόλεμον1611, ὡς ἐνώπιον τῶν ποδῶν σου τοὺς ἐχϑρούς σου πεσεῖν1612 καὶ χοῦν αὐτοὶς λεῖξαι1613 καὶ δοῦναί σοι νῶτα1614 καὶ τὴν ὀργήν σου κατ’ αὐτῶν πῦρ αὐτοῖς λογισϑῆναι κατακαῖον1615 καὶ ἀφανίζον. γένοιτο ταῦτα ἐν Χριστῷ τῷ ϑεῷ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
24. 1616 Τῷ κραταιώ βασιλεῖ
Ὁ παρών, μέγιστε βασιλεῦ, εἴτε καϑαρός ἐστιν, εἴτε αἴλουρος1617 εἴτε μικτός, περὶ τούτου τέως οὐ χρεία ζητεῖν, πλὴν ὅτι εἷς ἦν καὶ οὗτος ὡς οὗτοι τῶν ἐν Ναυπάκτῳ φρουρῶν, καὶ χρόνους ἤνυσεν ἐν αὐτῷ περίπου τοὺς εἴχοσιν1618 εἶτα ἔκ τινων ἀναγκῶν καταλιπὼν τὴν φρουρὰν (καὶ λεγέτω οὗτος τοὺς τῆς ὑποχωρήσεως τρόπους) πρὸς τὴν ἀντιπορϑμον ἡμῶν διεπλωΐσατο Πάτραν καὶ μετ’ ὀλίγον αὖϑις μετήνεγκεν εἰς Ναύπακτον ἐλπίζων καὶ ἐπὶ τῆς τὰ πηδάλια φυλακῆς αὐτοῦ στῆναι καὶ ἐπὶ τοῦ προτέρου ἀποκαταστῆναι μισϑοῦ. οὐ προσεδέχϑη δὲ παρὰ τοῦ σοῦ ἀδελφοῦ καὶ ἂν κατέλεξα ἔγωγε τὰς εὐλόγους ἀφορμὰς τῆς εἰς Πάτραν ἐνδημίας αὐτοῦ, εἰ μὴ μακρολογεῖν τε ἔμελλον καὶ τὸ πᾶν ἀκαιρολογεῖν ὡς ἐπιληψίμων ἐξηγητής. οὗτος δὲ καϑαρῶς ἑλληνίζων αὐτὸς ἐξαγγελεὺς ἐσεῖται τῶν κατ’ αὐτόν, τοῦ προσληφϑῆναι δὲ τοῦτον ἐσαῦϑις ἐν Ναυπάκτῳ φρουρὸν παρὰ τοῦ αὐταδέλφου τῆς σῆς βασιλείας ἐν ἀνελπίστῳ κειμένου· τὸ λοιπόν ἐστιν εὐκαταληπτον, ὡς βασιλικῆς δηλονότι προσλήψεως ἐπιδέεται καὶ περιποιήσεως πάντως τῇ παραδοχῇ ἀκολούϑου. χαρίσαιτό μοι ὁ κύριος τὸν βασιλέα μου πολυχρόνιον.
25. 1619 Πρὸς τὸν βασιλέα
+ Ἅγιε δέσποτά μου καὶ ϑεοκυβέρνητε βασιλεῦ, εὐοδοῦ ἀπὸ κυρίου καὶ κατευϑύνου καὶ καταπολέμει ἐχϑροὺς καὶ ταῖς πόλεσί σου πόλεις προστίϑει καὶ τοῖς κατορϑώμασί σου σύναπτε κατορϑώματα καὶ αὔξανί σου τὸ λάχος τὸ σὲ καὶ μόνον γνωρίσαντα ῥύστην καὶ προστάτην καὶ φύλακα. καὶ σοὶ μὲν οὕτω ϑεὸς διδοίη τὰ πράγματα, ἐμὲ δὲ τὸν σὸν εὐχέτην γίνωσκε, δέσποτά μου, πάσῃ ταλαιπωρίᾳ παλαίοντα σώματος καὶ τὸν χρόνον τοῦτον ἤδη τριπλούμενον, ἀφ’ οἷ ἐπανῆλϑον ἐκ τῶν Σκοπίων. ἐκπολεμωϑέντα μοι εὗρον καὶ πολλὰ ἐπάγοντά μοι καὶ διάφορα τὰ νοσήματα, ἐπιβρίσαν δὴ καὶ τὸ γῆρας ἐπὶ τὰς ἀσϑένείας προσέϑετο. ἀλλ’ οὐκ εἰς τέλος ἀϑέατος αἰτοῦμαι τῇ βασιλείᾳ σου· ἐνισχύσει γὰρ με ϑεὸς καὶ πρὸς αὐτὸν ϑραμοῦμαι καὶ βασιλικάς σου κατασπάσομαι χεῖρας. ὁρισμόν σου δὲ προσκυνητὸν μετὰ τοῦ παρόντος δεξάμενος Μοσχοπούλου, παρακελευόμενον περὶ τῆς ἐπισκοπῆς Βελᾶς ὅσα παρακελεύεται, τοῦτο μόνον ἀντιγράφω πρὸς τὸ παρόν, ὅτι ἐβράδυνεν ἡ ἐνϑύμησις εὐτρεπισϑέντος ἑτέρου πρὸς τὴν αὐτῆς ἐπισκόπησιν. ὅμως δὲ, δέσποτά μου, ἐπεὶ ψῆφος μέλλει προβῆναι, μνησϑησόμεϑα καὶ τοῦ ἱερέως καὶ ἂν ἐπ’ αὐτῷ ὁ ϑεὸς εὐδοκήσῃ, φϑόνος οὐδεὶς. τέως, δέσποτά μου, χϑὲς ἐποίησα ἐξ ὁρισμοῦ σου Ἰωαννίνων ἐπίσκοπον καὶ σήμερον πάλιν περὶ ἑαυτὴν ἡ βασιλεία σου καὶ ταύτην ἕλκει τὴν ἐκκλησίαν· ἔοικε δέ, ὡς παντελῶς με ἀναλφάβητον ἔχεις καὶ διὰ τοῦτο τοιούτους μοι διαπέμπεις, ὡς φίλον εἶναι τὸ ὁμοίῳ τὸ ὅμοιον. ταῦτα ὡς ἐν ἀστεΐσματι· πληροφορήϑητι δέ, ὡς εἰσὶ καὶ ἕτεροι τοῦ ἱερέως σου κρείττονες κατὰ γνῶσιν τέως. ὃ δὲ προεῖπον, ἐὰν ἐπ’ αὐτῷ εὐδοκήσῃ ὁ κύριος, ἑσεῖται καὶ ὁ Ναυπάκτου τοῦ τῆς βασιλείας σου ὁρισμοῦ, ἣν καὶ ἀξιώσαι με κύριος ἐν τῷ κατὰ τὴν μεγαλόπολιν βασιλικῷ ϑρόνῳ καϑιδρυμένην ἰδεῖν καὶ τὴν ἐνδεχομένην ἀποδοῦναι ταύτῃ προσκύνησιν.
26. (Τεμάχιον ἐπιστολῆς πρὸς Μαρίαν τὴν Δοὐκαιναν)
... |1620| ἂνϑρωπος καὶ παραγειτονεύσει αὐτῷ, μῆνα ἕνα οὐ μή τὸν ὑπομεινῃ· καὶ τούτων ἐχόντων οὕτως εἰς τὴν ἐλεημοσύνην σου ἀπέμεινε, ποῦ νὰ καϑίσω, ποῦ νὰ ζήσω. ὁ Χορταΐτης δὲ ἀπὸ τὸν νοῦν μου οὐκ εὐγαίνει οὔτε ἡμεραν οὔτε νύκτα. καὶ προκρίνω δύσβατον ὄρος, χάσμα, κρημνόν, ϑάλασσαν, ποταμὸν παρασύροντα ἢ τὴν μετὰ τοῦ ἀνδραδέλφου σου πλησιότητα· καὶ λύτρωσαί με ἀπ’ αὐτοῦ καὶ τῆς ἀπανϑρωπίας1621 αὐτοῦ καὶ τῆς ἀναισχυντίας καὶ δριμύτητος τῶν ἀνϑρώπων αὐτοῦ, ὧν πάντων τῆς κακίας λυτρώσαιτό με κύριος ὁ ϑεὸς φρουρῶν καὶ σκέπων τὴν βασιλείαν ὑμῶν.
27. 1622 (Τοῦ αὐτοῦ πρὸς τὸν Κομνηνὸν κῦρ Θεόδωρον)
Σχηματίζων τὸν λόγον ὁ ϑεοπάτωρ καὶ βασιλεύς, ϑεομεγάλυντε Κομνηνέ, πρὸς τὸν ϑεὸν καὶ πατέρα τάδε λέγει περὶ Χριστοῦ· «τὴν ἐπιϑυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν ϑέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν»1623. καὶ ταῦτα μὲν ἐκεῖνος προφητεύων ἐφϑέγγετο, Χριστὸς δ’ ἐς ἐσύστερον ἐπιστὰς τῷ τάφῳ Λαζάρου καὶ μέλλων ἐγείρειν τοῦτον ἐκ τῶν νεκρῶν «Πάτερ εὐχαριστῶ σοι»1624 φησίν, «ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις». καὶ1625 ἔδειξε τὴν προφητείαν Δαυὶδ πληρουμένην ἐπὶ τῶν ἔργων. εὐχαριστῶ σοι κἀγώ, ὅτι ἤκουσάς μου καὶ τὴν ἐπιϑυμίαν τῆς καρδίας μου ἔδωκάς μοι· καὶ τῇ κλίνῃ μὲν οὐκ ἐπέστης, ἐν ᾗ κατεκείμην, ὁπόσα καὶ τάφῳ, φωνήσας1626 δὲ μοι μακρόϑεν τὸ ἐγερτήριον ἔγγραφον ἐκ λάκκου καὶ τάφου ὥσπερ τοῦ κλινιδίου ἀνήγαγές με καὶ προσέταξας ὡσανεὶ τὸ «λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν»1627. καὶ μέντοι καὶ πρὸς ἀγρὸν ἐξῆλϑον ἐκ τῆς Ναυπάκτου καὶ ἀηδόνων ἀκούω καὶ ὕδωρ πίνω ψυχρὸν καὶ ὁ χϑές που νεκρὸς κινοῦμαι ἄρτι καὶ φϑέγγομαι διὰ σοῦ. || εἰ δὲ καὶ μέχρι σοῦ κινηϑείην, τοῦτο πάντως καὶ πλέον1628 Λαζάρου καὶ ὄντως ἔσται τεραστιώτερον· ἀλλ’ ὥςπερ ἐδεήϑην καὶ ἤκουσάς μου καὶ τὴν φωνήν σου ἀπέστειλας καὶ ἐξώωσας με, ἐπάκουσόν μου καὶ νῦν1629 καὶ πλήρωσαν ἃ ὑπέσχου ἐν ἐκείνῳ τῷ γράμματι. |1630| ὑπέσχου δὲ ὡς δι’ ἐμὲ καὶ τὴν ἐντολὴν τοῦ ϑεοῦ πᾶσιν ἀφήσειν καὶ πάντος προσδέξασϑαι, ὅσοι τῆς ἐμῆς δεηϑήσονται μεσιτείας πρὸς τὴν σὴν γαληνότητα. καὶ δέονται ἄρτι ὁ1631 ἱερώτατος οὗτος παρακοιμώμενος καὶ ὁ νεώτερος Ταρωνᾶς, καὶ ὅσοι σὺν αὐτοῖς κατεσχέϑησαν· καὶ τῷ ϑείῳ Δαυὶδ συμβούλῳ χρώμενος Κομνηνὲ μέγιστε, μὴ ἀποδίδου κακὰ τοῖς ἀνταποδιδόασί σοι κακά. καὶ τὸν τῆς συμπαϑείας καρπὸν εὐϑὺς ἐκεῖνος ἐπισυνάπτει τὸ μὴ ἀποπίπτειν κενὸν ἀπὸ τῶν ἐχϑρῶν αὐτοῦ καὶ καταδιώκεσϑαι καὶ καταλαμβάνεσϑαι μηδὲ τὴν δόξαν αὐτοῦ κατασκηνοῦσϑαι εἰς γῆν. ἐπεὶ γοῦν καὶ σοὶ καὶ ἡμῖν πολλοὶ ἐχϑροὶ καὶ πολλοὶ οἱ διώκοντες, πάντες δὲ ϑεῷ σῳζόμεϑα διὰ σοῦ, τοῦ Δαυὶδ γενοῦ μαϑητὴς ὁ κατ’ ἐκεῖνον πρᾶος καὶ ἥμερος, καὶ μηδενὶ ἀποδώσῃς τῶν ἀντὶ ἀγαϑῶν ἀποδεδωκότων σοι πονηρά, ἵνα τοὺς ἐχϑρούς σου ϑήσῃς νῶτον καὶ ἐν τοῖς περιλοίποις σου ἑτοιμάσῃς τὸ πρόσωπόν σου. εἰ δ’ ἄρα καὶ ἀληϑῶς δικαιοσύνην ἐλάλησας πρὸς ἡμᾶς, ἐλάλησας δὲ τὸ δι’ ἡμῶν μεσιτευόντων τοὺς ἐπταικότας προσδέξασϑαι, κρίνον εὐϑείας ἐν τούτῳ, υἱὲ μεγάλου πατρός, καὶ πάντας δικαίωσον. ὁρᾷς τὸν γέροντα τοῦτον ἐκλείπειν τῷ φόβῳ τὸ μὲν ὡς γέρων, τὸ δ’ ὡς ξένος, τὸ δ’ ὡς αἰδούμενος τὴν καλὴν αἰδὼ καὶ σωτήριον καὶ ἀνακαμψάτωσαν διὰ τῆς σῆς ἐλεημοσόνης ϑεῷ εὐχαριστοῦντες καὶ σοί, τῷ μὲν ὡς κινήσαντί σε πρὸς τὴν αὐτῶν ἄφεσιν, σοὶ δ’ ὡς ϑελήσαντι. ἀλλὰ [ ... ]εῖς πληϑύνωμέν σοι εὐχάς, ὡς ἐκ παγίδος ῥύῃ τῶν ϑηρευόντων σε.
28. 1632 Πρὸς τὸν κραταιὸν βασιλέα
Ὡς εὐτυχές μοι τὸ γράμμα τοῦτο, κράτιστε βασιλεῦ, καὶ τῶν πρὸς σέ μου γραμμάτων πάντων εὐδαιμονέστερον· εἰ δὲ καὶ τοῦτο κἀκεῖνα περὶ σὲ τὰ γράμματα ἦν καὶ μίαν πάντα εἶχον ὑποϑεσιν, τὸν ἐμὸν καὶ τότε καὶ νῦν βασιλέα, κἂν εἰς ἐκφανέστερον ἄρτι ἐξήπλωταί σοι ὄνομα τὸ ὑπὲρ πᾶν ἀξιωματικὸν ἀνϑρώπινον ὄνομα. ἀλλ’ ὅσον τοῦ ἄρχειν ἀπλῶς καὶ τοῦ βασιλεύειν ἐστὶ τὸ διάφορον, τόσον, οἶμαι, καὶ τὰ πρὸς βασιλεῖς πεμπόμενα γράμματα ἀξιωματικώτερα πάντως τῶν πρὸς τοὺς δίχα βασιλικοῦ ὀνόματος χωρῶν καὶ πόλεων ἄρχοντας. οὗτως {εςηογενιορένον ?} μοι τοῦτο τὸ γράμμα, οὕτω μακάριον, οὕτως εὕδαιμον. κἂν ὁ πατὴρ αὐτοῦ δυστυχῇ, μήπω κράτει τῷ σῷ γενόμενος ἐμφανὴς μηδὲ τὴν συνήϑη ἀφοσιωσάμενος τούτῳ εὐνοϊκὴν καὶ ὑποπεπτωκυῖαν προσέλευσιν· ἔχει δὲ τὸ μὲν πρόϑυμον ἡ ψυχή, τὸ δὲ βαρὺ καὶ γεῶδες αὐτῆς ἐφόλκιον ἀσϑενεῖ· καὶ δεσμεῖται τούτῳ δούλῳ δεσπότης καὶ τῶν οἰκείων ϑελητῶν οὐκ ἔχει ἐντέλειαν. ὢ βίας ταύτης καὶ ἀναρμόστου συναρμογῆς, ὅτι δούλῳ τυραννεῖται δεσπότης καὶ τὸ συνέχειν ταχϑὲν συνεχόμενον γίνεται, καὶ τὸ κινοῦν ὑπὸ τοῦ κινούμενου ἐπεχεται καὶ ἀργοῦσιν ἐντεῦϑεν τὰ βουλητὰ τῇ ψυχῇ καὶ αὕτη ὥσπερ οἰκετικῶς τῷ δούλῳ πρόσπολος γίνεται· εἰ μὴ γὰρ ταῦτα ἦν καὶ τὸ ἀκόλουϑον δίκαιον ἐν ψυχῇ καὶ σώματι ἦν, εἶδεν ἂν πρὸ πολλοῦ καὶ γῇ Θετταλῶν καὶ τὰ ἐπέκεινα ὅρια καὶ δρόμον ἡμῶν τῶν χωλῶν καὶ ὡς ἐλάφους ἀλλομένους τοὺς γέροντας. νῦν δὲ ἀκουσιάζοντος μὲν τοῦ σώματος, ἐκουσιάζοντος δὲ τῆς ψυχῆς δυσὶν ἐγὼ μερίζομαι πάϑεσιν καὶ ὁρμῶ μὲν (πάϑος γὰρ ψυχῆς ἡ ὁρμή), ἐπέχομαι δὲ τῇ ἀρρωστίᾳ τοῦ σώματος καὶ ἀπροσκύνητος ἐς δεῦρο τὰ εἰς ἐμὲ ὁ κραταιός, ὁ δυνάστης, ὁ ἰσχυρός, ὁ ἀήττητος. εἰ δὲ τι δεῖ με τροπολογῆσαι καινότερον, τις ἐκεῖνος ὁ ἀμπελών, ποία δὲ ἣν ἐπὶ τούτῳ φυλάκισσαν τίϑησιν ἡ νύμφη τοῦ ᾌσματος; μήποτε φυλάκκισσα μὲν τοῦ σώματος ἡ ψυχή, τοῦτο δὲ ἀμπελών, ὅτι τὸ μὲν ἐκ τῆς ψυχῆς φραγμὸν περιτίϑεται, κείρεται δὲ παρὰ τῶν νοῦν ἐχόντων τῷ κριτικῷ τοῦ λογιστικοῦ τὰς ἀνοήτους ἐπιϑυμίας ὡς κληματίδας (ἀ)κάρποις, σκάπτεται δὲ σκαφείῳ τοῦ λογισμοῦ |1633| λογιζομένου πάντως ὀρϑὰ καὶ τὸ σκάμμα τοῦτο βαϑύ, ὡς καὶ τὸν καρπὸν ἐνέγκῃ καὶ πέπειρον καὶ ἁδρὸν τὸν βότρυν, λέγω τῆς ἀρετῆς, καὶ τῷ τούτου ἀποϑλιμμῷ ϑεὸν εὐφράνῃ τὰ πρῶτα καὶ καρδίας τῶν ἀνϑρώπων τὰ δεύτερα. ναί, ταῦτα καὶ οὕτως ἔδει ποιεῖν καὶ οὕτω τὸν ἀμπελῶνα τοῦτον ἐργάζεσϑαι, ἀλλὰ παϑαινομένη πάλιν ἐν ἑτέρῳ τόπῳ τοῦ ᾄσματος ἡ τροπολογουμένη αὕτη φυλάκισσα («ἀμπελῶνα», φησίν, «ἐμὸν οὐκ ἐφύλαξα»), ὡς καὶ ἡ ἐμὴ ψυχὴ τὸ ἑαυτῆς καὶ παρὰ τοῦτο ἄκανϑαν μὲν καὶ τρίβολον ἀνατέλλει, τὴν κεντρίζουσαν ἁμαρτίαν, καὶ ταῖς ἀρρωστίαις ὥσπερ χερσομανεῖ καὶ δι’ αὐτῶν κλινοπετεῖ καὶ παϑαίνεται. ὅϑεν καὶ σήμερον μὲν ποδέγραν ἔχει πιέζουσαν, ἐσαύριον δὲ χειραλγίαν φέρει πικραίνουσαν (ἡ δεξιά μοι καὶ γὰρ τὴν ἐνεργητικὴν ἠρνήσατο δύναμιν) καὶ τούτῳ χλωρῷ ξηρῷ ξηρὰ τὰ δηλωϑέντα πρύμνα συνήρτηται. ἀλλ’ ἡ μὲν ἐμὴ οὕτως ἔχει, ἡ δὲ σή, ὦ δέσποτα καὶ βασιλεῦ ἡμέτερε, ἔϑνη ἐξολοϑρεύσει (λεγέτω μετ’ ἐμοῦ καὶ Δαυὶδ) καὶ πολεμίους ἐκβαλεῖται λαοὺς καὶ τοὺς ὁμογενεῖς καταφυτεύσει καὶ ἔμπνους σοι καὶ ῥιζωϑήσεται καὶ αὐξηϑήσεται ἡ φυτεία σου, ἵνα καὶ ὁ φυτεύσας χαίρῃ καὶ τὴν εὐχαριστίαν τῷ φυτευτῇ προσάγῃ τὸ φύτευμα. ἐγὼ δ’ εἰ μὲν ἐπιβιῶ καὶ ὀφϑήσομαι τῷ προσώπῳ σου καὶ ἐν τῷ ὀφϑῆναί μοι τὴν δόξαν σου χορτασϑήσομαι· εἰ δὲ τῆς ζωῆς ἀνακλωσϑῇ μοι ὁ μίτος, ἀλλὰ καὶ τότε οὐκ ἐπιλήσομαί σου οὐδ’ ἀνευκτά σοι τὰ ἐξ αὐτῶν, ἀλλὰ τελευταίαν φιλοφροσύνην ἀποπληρώσω σοι τὰς εὐχάς· τὸ δὲ παρὸν τὸ συμπαϑὲς χαρίζου μοι καὶ τὸ σύνηϑες ἀντιληπτικόν, ἵνα παράκλησιν ἔχω ταῦτα καὶ τῶν ἐμῶν ἀρρωατιῶν καὶ τῶν ἐμῶν κατακλίσεων.
29. Πρόσταγμα (τοῦ βασιλέως Θεοδώρον τὸν Κομνηνοῦ)
Ἁγιώτατε δέσποτα Λαρίσσης, ὁ ϑαυμάσιος Θαυμακοῦ καὶ τῇ βασιλείᾳ μου ἀγαπώμενος ἐνϑένδε τὸν ἐν ἡμῖν ἀπέλιπε βίον· καὶ ἤλγησε μὲν ἡ βασιλεία μου ἐπὶ τῷ ϑανάτῳ ἐκείνου, ἀναλογισαμένη δὲ ὅμως ὡς οἱ πάντες ϑανούμεϑα καὶ οὐδεὶς ἀνϑρώπων ἐκφεύξεται τὸ μὴ ἐπιστρέψαι εἰς γῆν τὸ κοινὸν χρέος, εἰς παρηγόρημα ἔλαβον. ἐπεὶ δ’ ἐκεῖνος μὲν ἀπεβίω, ἐξ ἀνάγκης δὲ ἕτερος εἰς τὸν ἐκείνου ἀντικαταστήσεται τόπον, γράφομεν ἀξιωματικῶς τῇ ἁγιωσύνῃ σου, ἵνα ὁ υἱὸς ἐκείνου διάκονος Συμεών, εἴπερ δι’ ἀρετὴν καὶ διὰ λόγον ἄξιος ἐπισκοπῆς κριϑείη παρὰ τῆς ἁγιωσύνης σου, καταστήσεις αὐτὸν εἰς τὸν τοῦ πατρὸς αὐτοῦ ϑρόνον, ὡς πληρωϑῆναι τὸ γραφικὸν τὸ λέγον ἀντὶ τῶν πατέρων γεννᾶσϑαι υἱούς, καὶ ἀποδέξεται τοῦτο ἡ βασιλεία μου. τῆς ἐκκλησίας δὴ καὶ τῶν ὑπ’ αὐτὴν εἰς τὰς σὰς ἐλϑόντων χεῖρας, πάντως ἐπιμετρήσεις τοῖς τοῦ τεϑνηκότος υίοῖς ἀπὸ τῶν εἰσόδων τῆς ἐκκλησίας κατὰ τὴν ἐνοῦσάν σοι διάκρισιν τὰ ἀντάξια τῶν πόνων αὐτῶν·προστάσσει γὰρ ἡ βασιλεία μου μήτε τὸν πανευτυχέστατον δεσπότην καὶ περιπόϑητον αὐτάδελφον τῆς βασιλείας μου κῦρ Μανουὴλ τοῦ Δούκα, μήτε τινὰ τῶν ὑπ’ αὐτὸν πόδα τοῖς τῆς ἐκκλησίας ἐμβάλλειν. Ἐγὼ μὲν, ὦ δέσποτα ἅγιε καὶ οἰκουμενικὲ πατριάρχα, κατὰ τὴν σὴν ϑείαν πρόσταξιν ἐβουλόμην τὰ αὐτόϑι καταλαβεῖν καὶ ἰδεῖν τὴν ἱεράν σου μορφήν, καὶ προσκυνῆσαι τὰ ἅγια ἴχνη σου καὶ τὰ προσταττόμενά μοι πληρῶσαι καὶ οὕτω μετὰ τῶν ἐμῶν δεσποτῶν καὶ ἀρχιερέων καλῶς εἰπεῖν καὶ ἀκοῦσαι περὶ τῶν μελλόντων λαληϑῆναι καὶ φιλοκρινῆσαι καὶ σπαρτίον ϑεῖναι καὶ κανόνιον, καὶ εὔξασϑαι, ὅπως κύριος ὁ Θεὸς ὡς ἀπὸ μυριάδων ἐκλελογισμένων ἐνδείξηται τὸν μέλλοντα ἄξιον ἐργάτην γενέσϑαι τοῦ ἀμπελῶνος Χριστοῦ· ἀλλὰ τὸ τῶν ποδῶν μοι ναρκῶδες καὶ νοερὸν καὶ πάντῃ ἀνώμαλον τοῦ σώματος τοῦτο ἀπείργει. διὸ τὴν ἐμὴν βουλὴν καὶ γνώμην, καὶ τὸν σκοπὸν καὶ τὸν λογισμόν, καὶ ἁπλῶς εἰπεῦν πᾶσάν μου τὴν διάϑεσιν καὶ τὴν ἐνϑύμησιν σοι τῷ δεσπότῃ μου καὶ αὐϑέντῃ καὶ ποτρὶ καλῶς ἀνατίϑημι, καὶ στέργω καὶ ἐνστερνίζομαι καὶ ἕπομαι καὶ ἀκολουϑῶ πρὸς τὰ σκοπητέα καὶ ἐξεταστέα καὶ τρακταϊστέα καὶ καλῶς τυπούμενα καὶ πραττόμενα παρ’ ὑμῶν πάντα, ἢ καὶ μετὰ τῶν ψηφισϑέντων καὶ ἕτερά τινα εἰσιν ἄξια λαληϑῆναι καὶ πραχϑῆναι, πλὴν τοῦ περὶ τῆς ἡμῶν ταπεινότητος. προσκυνῶ οὖν τὴν ἰσαπόστολον καὶ ἀρχιερατικὴν πατριαρχικήν σου μεγαλειότητα ἐγὼ ὁ ταπεινὸς μητροπολίτης Σίδης Κύριλλος, καὶ τοὺς ὡραίους καὶ ἁγιωτάτους πόδας πίπτων εἰς γῆν νοερῶς κατασπάζομαι.1634
Πρὸς τὸν ἁγιώτατον πατριάρχην
+ Ἐνοδίῳ τῷ παρόντι περιτυχών, ϑεία μοι καὶ ἱερὰ κεφαλή, πατριάρχῶν ἁγιώτατε, ἐνόδιον ὥσπερ σχεδιάζω καὶ τὴν γραφὴν καὶ ἀναλόγως ἐστενωμένην διὰ τὸ στενὸν τοῦ καιροῦ καὶ οὐκ ἐφαπλουμένην εἰς τὸ πλατύτερου· ὅ μοι καὶ μᾶλλον ἦν πρὸς ϑυμοῦ, ὡς μακροτέρᾶ τῇ διαλέξει τῷ ἐμῷ δεσπότῃ προσομιλήσω, τῆς τε ἀρχαίας ἀναμνήσω φιλίας καὶ συνουσίας καὶ ὅπως ἡ ἁγιότης σου τοῦ μεγίστου ἐπφᾶσα τῶν ϑρόνων ἀϑρόον ἐκείνων πάντων καὶ παντελῶς, ὡς ἔοικεν, ἐξελάϑετο, μήτε γράμματι τὴν εἰς τὸν μέγαν ϑρόνον ἀνάβασιν τῷ πάλαι φίλῳ γνωρίσασα, σύνηϑες ὂν καὶ ταῦτα τοῖς ἑκάστοτε πατριάρχαις γνωρίζειν διὰ γραμμάτων τοῖς ἀδελφοῖς τὴν εἰς τὸν ϑρόνον τοῦτον σφετέραν πρόοδόν τε καὶ πρόβασιν, μήϑ’ ὡς ἀδελφοῦ μνημονεύσασα ἴσως διὰ τὸ μέσον ἀμφοτέρων χάσμα πολυμαϑές, ὅπερ Ἰταλικὴ τυραννὶς ἡμῖν ἐπεβόϑρευσεν· οὐ γὰρ ὑπεροψίαν εἴποιμι ἂν τὴν σὴν σιωπήν, ᾧ καὶ μᾶλλον πιστεύειν πείϑουσί με πολλοί. ἅμα δὲ καὶ κατὰ τόλμαν ταύτην προσονειδίσω, μὴ μόνον εὐεργετήσασαν ἡμᾶς ὁπωσοῦν, ἀλλὰ καὶ προσαφελομένην ἥν μοι δέδωκεν ἐξαρχίαν τῶν παρ’ ἡμῖν πατριαρχικῶν μοναστηρίων καὶ λοιπῶν ἱερῶν τοιούτων δικαίων ὁ τῆς ὁσίας μνήμης ἁγιώτατος πατριάρχης κῦρ Ἰωάννης ὁ Καματηρός· ὃς ἐξόχως ἐφίλει τὴν σὴν ἁγιότητα καὶ ταῖς ἐκκλησιαστικαῖς προκοπαῖς φιλοτιμεῖσϑαι προεϑυμεῖτο καὶ ὡς πρέπον οἰμαί ἐστιν ἀπονέμειν καὶ κειμένῳ τὸ προσῆκον σεβάσμιον καὶ τοῖς ἐκείνου ϑείοις ἐντάλμασιν. ἀλλὰ τὴν μὲν ἀφ’ ἡμῶν μετάϑεσιν τοῦ ἱεροῦ ἐνεργήματος πρὸς τὸν Σαμψὼν μετεβίβασε, Σαμψὼν ἐκεῖνον, ὃν ἄνδρα μὲν ὀλίγον ἡ φύσις ἐπλάσατο, στατίων δὲ ἡ ἐν τοῖς τῆς Διακονίσσης εἶχε παρακοϑήμενον, ἐν ᾗ ἐσυμβολαιογράφει καὶ τῷ τοῦ τόπου ὑπεδρήστευε ταβελλίωνι· ἣν οὔτε ψέγειν ἔχω οὐτ’ ἐπαινεῖν. τὴν δὲ σύγκρισιν τῶν προσώπων τῇ διακριτικωτάτῃ μεγαλωσύνῃ σου ἀνατίϑημι, εἴ που καλῶς αὕτη γέγονε καὶ πρέπουσα τῇ σοφίᾳ σου, ἢ ὅτι τάχα τῶν ἀγνωμόνων ἡμεῖς· οὕτω γὰρ ὁ Πλάτων ἐκάλει τοὺς γνῶσιν ὅλως μὴ ἔχοντας καὶ τῶν κανόνων ἀνεπιστήμονας. ὁ δὲ, ὡς ἐπ’ ἀμφοτέροις ἴσως πλεονεκτῶν, καὶ προτετίμηται καὶ ἐντέταλται, κἂν εἰς οὐδὲν παρείλοντο καὶ ὁ Σαμψὼν καὶ τὸ ἔνταλμα τὴν ἡμετέραν ἐπὶ τοῖς μοναστηρίοις ἐπισκοπήν, οὕτω τῶν πραγμάτων βουλομένων καὶ τοῦ Σαμψὼν μικρόν τι φανέντος καὶ παρὰ πόδας ἀποκρυβέντος. ὃ καὶ τὸν Πυϑαγόρα (φασί) ποιῆσαι ποτέ, ἐρωτηϑέντα μὲν πόσος ὁ τῶν ἀνϑρώπων βίος ἐστί, μικρὸν δὲ φανέντα καὶ πάλιν ἀποκρυβέντα καὶ τοῦ βίου μέτρον τὴν ὀλίγην ϑέαν πεποιηκότα. ὑπεραπολογοῦμαι δὲ σου τὸ ἐπὶ τούτοις ἀγνόημα· εἰ γὰρ ἐγίνωσκες, οὐκ ἂν ποτε τὸν φίλον ἠτίμησας ἀρατῆρα. ἀλλὰ ταῦτα φερέσϑω καϑὸς δοκεῖ τῷ καιρῷ· δοκεῖ δέ, ὡς καὶ τῇ τῶν πραγμάτων μεταπτώσει δοκεῖ. ἐγὼ δ’ οὐκ ἔχω λόγῳ δηλῶσαι, ὁπόσην ἔσχον κατὰ ψυχὴν χαρμονὴν ἐπὶ τῇ σῇ ἀνυψώσει καὶ ὡς εὐϑὺς ἐνέπεσέ μοι πρὸς νοῦν τὸ παλαιὸν ἐκεῖνο ἀπόφϑεγμα, τότε τὰς πόλεις φάσκον ἕξειν καλῶς, ὅτε φιλοσοφία προσλάβῃ τὸ δύνασϑαι. εἰ δὲ κατ’ ἄμφω φιλόσοφος ὁ λαβὼν τὴν δύναμιν πρὸς Θεοῦ, τὴν ϑείαν δηλονότι σοφίαν καὶ μένουσαν καὶ τὴν χαμαὶ συρομένην ταύτην καὶ ῥέουσαν καὶ μεγαλιζομένην διὰ μόνην τὴν στροφὴν καὶ τὰ φϑέγματα, τίς οὐκ ἐλπίσειεν, ὡς ἐκ τῶν κοσμικῶν ἐναντίων εἰς τὰ ἐναν τίᾳ καὶ τὰ χρηστότερα μεταπεσοῦνται τὰ πράγματα, πρὸς τὸν |1635| Θεὸν τῇ ἀρετῇ δυναμουμένου σου καὶ τῇ γνώσει πάντως πρὸς τὴν κοσμικωτέραν διακυβέρνησιν; καὶ σῴζοιό μοι ἐς χρόνους, καὶ μέμνησό μου τοῦ πάλαι φίλου καὶ νῦν οὐκ ἧττον φιλοῦντός σε. παρεμπλέκω δὲ τι πρᾶγμα καινότερου, οὐκ οἶδ’ ὅπως καὶ κατὰ τίνα λόγον ἢ κανόνα παρὰ τῆς σῆς ἁγιωσύνης πραχϑέν. Ἔστιν ἐνταύϑα καὶ παρ’ ἡμῖν μοναχός τις τὸ σχῦμα, ὄνομα Νίκων, εἰ δὲ καὶ τὸν τρόπον, οὐκ οὖδα· Θεὸς οἶδεν. οὗτος αὐτονομίᾳ ϑέλων συζῆν καὶ ἀνεπισκόπητος εἶναι, ἐνοικεῖ μὲν τῇ παρὰ τῶν ἡμετέρων Μεγάλων Κομνηνῶν, τοῦ τε κῦρ Μιχαὴλ ἐκείνου καὶ τοῦ νῦν κρατοῦντος κῦρ Θεοδώρου, νεουργουμένῃ μονῇ· καϑεῖλε δὲ τὸν ἐπὶ σταυροπηγίῳ τοῦ ὑφ’ ἡμᾶς συναδελφοῦ ἡμῶν τοῦ Χιμάρας ἀνοικοδομούμενον ναὸν παρὰ τοῦ ἀοιδίμου κῦρ Μιχαὴλ τοῦ Κομνηνοῦ· ἐν ᾧ καὶ ἡ ἐπὶ τῇ καταβολῇ τῶν ϑεμελίων ἀνεφωνήϑη παρὰ τοῦ Χιμάρας εὐχὴ καὶ λείψανα μαρτυρικὰ κατετέϑησαν καὶ πάντα τὰ κατὰ τὸν ἐπὶ τοῖς τοιούτοις ϑεῖον νόμον ἐπισκοπικῶς ἐτελέσϑησαν· ἐχόμενα δὲ τούτου καὶ πάνυ τι συνημμένως ἕτερον ἐπὶ σταυρωπηγίῳ τῆς σῆς ἁγιωσύνης οἰκοδομεῖ, ὡς πάντως τὴν ἐπισκοπικὴν ἐποπτείαν ἀποφορτίσηται· τοῦτο δὲ οὔτε μοναχοῦ οὔτε ἀνδρὸς ἐπαγγειλαμένου, ὡς οἷμαι, τὰ ταπεινὰ τῷ ϑεῷ. καὶ τέως ἐψεύσατο· οἱ γὰρ λαμράνοντες σταυροπήγιον μετὰ τῶν ἄλλων ὧν ἀσφαλίζονται καὶ τοῦτο ἐγγράφονται, τὸ μὴ ἔχειν τὸν κατὰ χώραν ἐπίσκοπον δίκαιόν τι ἐφ’ ᾧ τόπῳ τὸ πατριαρχικὸν ζητοὺσι καταπηχϑήσεσϑαι σταυροπήγεον. ἐνταῦϑα δὲ καὶ τὸ τοῦ Χιμάρας ἐπισκόπου προανατέτακται δίκαιον, καὶ ὁ Νίκων κατὰ πολλὴν τὴν ἐγγύτητα τῷ προτέρῳ τὸν ἐκ κενῆς ναὸν καινουργῶν, τοὺς τε λίϑους τοῦ ἐπισκοπικοῦ ναού ἀφαιρεῖται καὶ τῷ καινιζομενῳ ἐντίϑησι, καὶ τὸν ϑεμέλιον καταπατεῖσϑαι καταλιμπάνει, ἐν ᾧ τὰ ματυρικὰ λείψανα κατετέϑησαν. ἐπαύξων δὲ ὁ Νίκων οὗτος τὸ αὔϑαδες ἑαυτοῦ καὶ τὸ τῆς ἐπισκοπικῆς χειρὸς παντελῶς ἀφηνιαστικὸν καὶ ἀπόστοργον καὶ τοῦτο τὴν σὴν μεγαλειότητα προσῃτήσατο, ἐξαρχίαν τῶν ἐν Βαγενιτίᾳ μονῶν· ὁ ἡσυχαστὴς τὸν ϑεατρισμὸν καὶ ὁ ταπεινὰ ὀφείλων φρονεῖν ἐπισκοπικὴν καὶ διεξαγωγὴν καὶ κυβέρνησιν ἔλαβεν ἀκωλύτως, διαγορεύοντος τοῦ ἐνταλτηρίου κατὰ τὴν τοῦ καλογήρου τούτου ἀναφορικὴν αἴτησιν μηδὲ τὸν Χιμάρας αὐτὸν μετόν τι ἔχειν ἐπὶ τῷ ἐκεῖσε μέρει τῆς ἐνορίας αὐτοῦ, ἀλλὰ τὸν Νίκωνα τοῦτον περιιέναι τοῦτο τὸ μέρος καὶ τὸν ἐν αὐτῷ τοῦ ἐπισκόπου λαὸν δίακυβερνᾶν καὶ καταβάλλειν πρὸς τὸν ἐπίσκοπον τὸ ἐκεῖϑεν κανονικόν, τοῦτο μόνον φιλανϑρωπευσαμένου τοῦ γράμματος καὶ τῷ ἐπισκόπῳ ἀπονειμαμένου τὸ ἔλαττον, τὰ κανονικὰ δηλαδή, τὸ δὲ μεῖζον ἀφελομένου, τὴν διδασκαλίαν καὶ τὴν ἐπισκοπικὴν διεξαγωγήν, δι’ ἣν τὰ κανονικά. ποῦ ταῦτα γέγραπται; ποῖος τῶν ἱερῶν κανόνων ταῦτα διαγορεύει; ποῖος τῶν νόμων τῆς πολιτείας; τίς δὲ τῶν ἀπελϑόντων ἁγιωτάτων πατριαρχῶν τοιαύτην καινοτομίαν ἐκαινοτόμησε; ταῦτα εἰ μὲν διορϑώσεται ἡ ἁγιωσύνη σου, ποιήσει πρᾶγμα κανονικὸν καὶ τῆς σῆς μεγαλειότητος ἄξιον· εἰ δὲ γε καὶ ἡμᾶς τοὺς ἀνενεγκόντας περὶ τούτου καὶ ἐν τῷ παρόντι παρόψεται καὶ τὴν πρᾶξιν μένειν ἐπὶ χώρας ἐάσει, ἀλλ’ ἡμεῖς οὐκ ἐφησυχάσομεν ἀναφέροντες περί τούτου τὴν μεγάλην ἁγιωσύνην σου καὶ κατὰ χώραν ἐνταῦϑα μετὰ τῶν ἑτέρων συναδέλφων κατὰ τοῦ μὴ καλῶς πραχϑέντος ἀγωνιζόμενοι. ἡ ἁγία εὐχὴ τῆς μεγάλης ἁγιωσύνης σου χαρισϑείη μοι πολυχρόνιος.
* * *
A = κῶδ. ΙΙετρουπ. 251.
А 11.
I = κῶδ. Ἰεροσολ. πατρ. σύλλ. 276 (Ἰεροσ. Βιβλιοϑ. τ. 1, σ. 333–353).
В = κῶδ. Πετρουπ. 250, φ. 6β (τεμάχιον ἄχρι τῶν «σὺν ϑεῶ», σ. 250 γρ. 3).
В 6β.
I 116.
τρόποις А. προσώποις ΙΒ.
ἡμῖν ΑΙ, ἡμῶν Β.
καὶ ΑΙ, ἐλλ B.
ἀφ’ Α, ἐξ JВ.
αὐτῶν I, αὐτοῦ В.
ἡμῶν] λείπει τῷ Β.
τὸ πνεῦμα ἡμῶν σκάλλει] πρβλ. Ψαλμ. ος´, 7.
ἡμῶν I, ὑμᾶς Α, ἡμᾶς Β.
προσεπικοσμῶν I, προσεπικοσμεῖν Α.
τοιαύτην] ἐκ τοῦ I, λείπει τῷ Α.
προσῆκον ... φανήσεται I, προσήκων φαν. Α.
ἐν] ἐκ τοῦ I, σὺν Α.
δήλωσις, οἶμαι] δὲ οἶμαι Α.
καὶ διαδόσεων] ἐκ τοῦ I, διαβάσεων Α.
В 67α. I 92α.
(ἐπικυρωτικὸν ... διατάξεις) ἡμετέρα προσϑήκη = εἰρήσϑω δὲ, ὅτι τὸ χρυσόβουλλον ἔστιν ἀναμφιβόλως ἐπιταγὴ μὲν Θεοδώρου τοῦ ἤδη αὐτοκράτορος Ῥωμαίων, σύνταγμα δὲ Ἰωάννου τοῦ Ναυπάκτου μητροπολίτου.
φυλακὴ] φυλακή I, φυσική Α.
(δὲ)] προσϑ. ἡμἑτέρα.
I 92β.
κτησείδια I.
δίμοσιακὰς Β.
ἥτις] εἴτις Β.
εἵλκησε Β.
ἐπιϑῆναι ΒΙ.
I 93α.
καὶ αὐτίκα] ἐκ τοῦ Β, τῷ I ἐλλείπει καὶ τῷ Васил.
В 67β.
ποός τὸν Β.
τε] ἐκ τοῦ Ι, τῷ В ἐλλ.
I 93β.
γενήματος В.
ἔχει В.
I 94α.
ἢ καϑόλου, καϑόλου Β καὶ Васил. (μὴ)] ἡμετ. προσϑήκη.
αὐτός τε ΒΙ, αὐτῆς Васил.
ἐπεντρανίουσιν] ἐπεντρανήσουσιν ΒΙ.
οὔμενουν ΒΙ, οὐμενοῦν Васил.
προτοῦ] πρὸ τοῦ ΒΙ.
I 94β.
Β 68α.
254,8 (ὡς πόλις ... Ῥωμαίων)] ταῦτα λείπουσι τῷ Β, ὁ δὲ Βασίλειεύσκης προεξέδωκε τὸ τέμαχος τοῦτο ἐξ ἀπογράφου ἐμοῦ αὐτοῦ τοῦ ὅλου χρυσοβούλου ἀπὸ τοῦ ἐν τῇ Κεντρικῇ Πατριαρχικῇ Biβλιοϑήκῃ Ἰεροσολύμων κώδικος 276-ου τῆς πατριαρχικῆς καλόυμένης συλλογῆς, φύλλ. 92α–94β. Πρβλ. Α. Π. Κεραμέως, Ἰεροσολυμ. Βιβλιοϑήκη, τ. 1, σ. 342, ἀριϑ. 69.
ὡς πόλις ... βασίλειον] πρβλ. Παρ. ιη´, 19.
Β2 = Cod. Barrocianus 121, s. XIII non XIV (Η. Сохе, Catal. cod. MSS bibl. Bodl. Pars I. Oxonii 1853, σ. 223, ἀριϑ). ϑ´).
P = Petridès (Изв. Русск. Археол. Инст. в Константинополе. София 1909, σ. 19–13).
Ψαλμ. οζ´, 17–18.
καταδικάτω Β.
Εὐαγγελίου] πρβλ. Ματϑ. κε´, 31–46.
καρδιογνώστης] πρβλ. Πράξ. α´, 24. ιε´, 8.
οὖδε ... γενέσεως αὐτῶν] Δανιὴλ Τh. Su. 35.
κατοικεῖ ... γινώσκει] Ψαλμ. ριβ´, 5. ρλζ´, 6.
Γραφή] Γεν. ιη´, 20–21.
κα(ταδικάζειν ... καὶ)] συμπλήρ. ἐφϑαρμένου τόπου Ρ.
ἐπὶ ϑρόνου ... δικαιοσύνην] πρβλ. Ψαλμ. ϑ´, 5.
μὴ λαμβάνοντα ... παριστᾷ] πρβλ. Ἐσδρ. 1, δ´, 39.
ὡς γὰρ κρίνομεν ... λαληϑήσεται] πρβλ. Ματϑ. ζ´, Λουκ ς´, 37. Παρ. κβ´, 23.
γομόρας Β.
Σολομῶντος] Σοφ. ε´, 1.
πτωχικὰ ... ὀνομάζονται] ἴδε Ζωναρᾶ καὶ Βαλσαμῶνος ἑρμηνείαν νϑ´ ἀποστολικοῦ κανόνος ἐν τῷ Συντάγμ. τῶν ϑεἱων κανόνων ὐπὸ Ῥάλλη – Ποτλῆ, τ. 2, σ. 76–77.
Ἡ πρᾶξις ἐν τῷ κώδικι ἀνεπίγραφος.
Παῦλος] Ῥωμ. ι´, 10.
В 58α.
ποιητοῦ] Ἰλ. I. 325–326.
ἀποκατέστησεν] ἀπεκατέστησεν Β.
ὄχλους] ὄχϑους Β.
Β 7β.
μηνὸς τε ὄνομα καὶ κόσμου ἀπὸ κτίσεως ἑτος ἱνδικτιῶνὸς τε ἀριϑμὸς καὶ ἀρχιερέων ὑπογραφαί παρελείφϑησαν τῷ καλλιγραφῳ Ἰσαάκ.
Γραφῆς] Πράξ. ιϑ´, 6.
Γοριανίτου] γοριανήτου Β.
ὅτε] ὅτι Β.
ἐξιτηλίαν] ἐξϊτϊλῖαν Β.
[δε] ] ὀβελιστέον.
ἐμὲ] ἐμὴ Β.
μετεωρίσαι] μετεωρῆσαι Β.
συνεστήσατο] ὧδε διασπᾶτοι ὁ λόγος, φύλλου ἐκροέντος πρὸ τοῦ νῦν 8-oυ.
В 8β.
В 324β.
καινοτε ρπέσι] Β, κοινοτερπέσιν Β Вас.
περὶ] Β, ὑπὲρ Вас.
ἀποστόλου] πρβλ. Ῥωμ. ϑ´, 3.
Β 9α.
ζοφώσῃ] ζοφώοει (η) Β.
Ἐφραῒμ ... Ῥομελίου υἱὸς] πρβλ. Βασ. 4, ις´, 5. Παραλ. 2, κη´, 6. Ἡσ. ζ´, 1–2.
σεράμια Β.
Σεμιράμεια τείχη] ἴδε Σουῒδαν ἐν λ.
В 12β.
πηγαὶ] λείπει τῷ κώδικι φύλλον μέσον φ. 12β καὶ 13, ἡ δὲ μετὰ τὸ ἀπολεσϑὲν ἀκολουϑία ἐπὶ τοῦ φ. 10α τὴν ἀρχὴν οὐ διέκρινε Васил.
В 10α.
πᾶσαι ... φρ. μακρὰ] πρβλ. Ἰλ. Φ. 197.
παρασύρουσιν Вас.
πανυπέρεντιμότατος] νόει Εὐϑύμιον τὸν Τορνίκην.
ϑεῖος] νόει τὸν Νέων Πατρῶν Εὐϑύμιον Μαλάκην.
παδαμάστωρ Вас.
ἀποϑαυμάζονται] κατὰ τὸν В. οὐ δὲ ἀποϑαυμάσονται.
В 14α.
В 14β.
καρδίας ... ϑεὸς] πρβλ. Ψαλμ, ζ´, 10.
παραμιλλεμένους В.
«τί βοᾶς» ... «πρός με"] πρβλ. Ἔξοδ. ιδ´, 15.
προσευχὰς ... τοῦ ϑεοῦ] πρβλ. Ψαλμ. ρμ´, 2.
ὀχούμενον] ὀχόμενον Β.
В 17β.
λόγους πτερόεντας] πρβλ. Ἰλ. X 375. Ψ 535.
τὸ ... βάδον В.
Γραφῆς] Ψαλμ. μ´, 4.
ὄψεσϑαι В.
κόνδυ πικρίας] πρβλ. Θεοδ. Προδρ. Ῥοδ. ἐκδ. Bois., τ. 1. σ. 58, 62, 101. Εὐμαϑ. σ. 145, 262.
προσβαλέσϑαι В.
ὦ Γαῖα ... ὄπα] Εὐριπ. Ἰππόλ. 601.
ὡσεὶ ... δυνατοῦ] Ψαλμ. ρκς´,4.
ἀντίων Васил.
τρὶς μὲν οὖν σεισϑῆναι τὴν οἰκουμένην] πρβλ. Παρ. κδ´, 56.
В 26β.
σάκος ... Αἰαντείου] πρβλ. Ἰλ. Ζ, 222.
В 13α.
αὐτὸς] ἐλλ. Васил.
χρησϑήσεσϑαι Β.
περιερχόμενος Вас.
Ἡσιόδῳ] Θεογ. 3.
ἄνω φέρεται Β, ἀναφέρεται Вас.
προδίδως Вас.
Παῦλος] πρβλ. Θεσ. 1, β´, 8.
ἐπτοημένος] ἐπτωημένος Β.
κωμῳδίας] πρβλ. Ἀριστοφ. Νεφ. 10.
σισύρες В.
В 27β.
В 28α.
Γραφῆς] Ἡσ. κς´, 14.
καταστρωννύεις ... Ἰσραήλ] πρβλ. Ἀριϑ. ιδ´, 15–16.
κῶδ. δεσπόσινον.
Δαυΐδ] πρβλ. Ψαλμ. ριζ´, 10, 11.
τῶν] κῶδ. τὸν.
τροπολογίσϑω.
εὐγεννῆ.
κολωνια.
Λουκᾶ] πρβλ. Πράξ ις´, 12.
{В оригинале № 12 поставлен дважды}.
В 32α.
(δὲ)] προσϑ. ἡμετ.
(ὑμᾶς)] ὁ τοῦ Ρ τόπον ἔχει κενὸν διὰ τὰ ὑμᾶς μετὰ τὸ εὑλογῶν, ὁ δὲ Β2 τίϑησι τοῦτο μετὰ τὸ εὐλογήσοι ἀνορϑόγρ. ἡμᾶς.
σχοινίσματα τῆς κληρονομίας σου] πρβλ. Ψαλμ. ρδ´, 11.
В 50β.
κῶδ. εἵχοντα.
В 51α.
ωφϑείη.
ὑπόσχωνται.
νεῦρον ... τράχηλος] Ἡσαίου μη´, 4.
κατεδίωξαν ... ϑανατῶσαι] πρβλ. Ψαλμ. ρη´, 16.
Αἰσωπείου ἀετοῦ] πρβλ. Fab. Aes. ἐκδ. Halm. σ. 2, ἀριϑμ. 4.
ὅδε] κῶδ. ὁ δὲ.
В 51β.
(σε) προσϑ. ἡμετ.
Γραφή] πρβλ. Ψαλμ. ξη´, 13 «καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἷνον».
δώσῃς] κῶδ. δώσεις.
τὸ] κῶδ. τῶ.
(τὴν)] προσϑ. ἡμετ.
(πρὸς)] προσϑ. ἡμετ.
ἀντικοσμήσει] κῶδ. ἀντικομήσει.
καϑημένους] κῶδ. καϑημένου.
Τιϑωνός] πρβλ. Λουκ. Ἑμότ. 50. Σουϊδ. ἐν λ. καταγηράσας Scholia in Iliadem, τ. 1, σ. 103β, 49–51.
В 52α.
В 52α.
βάλε] κῶδ. βάλον.
καδίῳ] κῶδ. καδδίω.
βάλε ... τρεῖς λίϑους] πρβλ. Βασιλ. 1, ιζ´, 40.
σφενδόνησον ... ἀλλοφύλου] πρβλ. Βασ. 1, ιζ´, 49.
ϑεοῦ παράτ. ὀνειδίζοντα] πρβλ. Βασ. 1, ιζ´, 10, 46.
κρατ. ... δεξιά σου] Ψαλμ. πη´, 14.
πέλεκυς κ ... πέτραν] Ἱερ. κγ´, 29.
πῦρ ἐν ἀκάνϑαις] Ψαλμ. ριζ´, 12.
τῷ] κῶδ. τὸ.
Ὁμήρου] Ὀδ. π, 181.
φάνης] κῶδ. φαίνῳ.
ἐξορισμοῦ.
В 52β.
προσέρχεται] κῶδ. προσέχεται.
В 53β.
В 55α.
ἀφῆκας] κῶδ. ἠφῆκες.
В 57α.
Ἄσματος] πρβλ. Ἇσμα α´, 7.
κῶδ. ἀρρυόμεϑα.
στερρεᾶς.
τεχνιϑεὶς.
ἐν ψυσἡματι.
ῥαψῳδίαν] Ἰλ. Β, 489.
ὑπομονητικὸν] κῶδ. ὑπομενετικὸν.
κῶδ. σύνχυσις.
Β 57β.
στρογγύλα] κῶδ. στρογγύλια.
ὀλιγορία.
προσώψεως.
ἐγκατοίκησις ?] ἐν τῷ κῶδ. ἑγνήρϊσϊς, λέξις ἀνύπἀρκτος καὶ ἀκατάληπτος.
В 58α.
В 58β.
ἀποστρέψει ... εἰς τέλος] πρβλ. Ψαλμ.. ϑ´, 32.
ὀργίζεται] κῶδ. ὀργιζεται.
κῶδ. ἀνταπόδωμα.
Β 59α.
Β 60α.
Β 60β.
Β 62β.
Β 63α.
В 63α.
Ὁ στερεώσας ... ἑδράσας] πρβλ. Ψαλμ.. λβ´, 6. ριε´, 6.
ὁ διὰ Μωσέως ... τροπωσάμενος] πρβλ. Ἐξόδ. ιζ´, 8–16.
Σηὼν καὶ τὸν Ὤγ] πρβλ. Ἀριϑ. κα´, 21–35. Ἰησ. β´, 10. ϑ´, 16.
Γεδεὼν] πρβλ. Κριτ. ζ´, 1–25.
Μαδιηναίους] κῶδ. μαδιηνέους.
τόξον ϑείη χαλκοῦν] πρβλ. Ψαλμ. ιζ´, 34.
διδάξοι ... πόλεμον] πρβλ. Ψαλμ. ρμγ´, 1.
ὡς ἐνώπιον ... πεσεῖν] πρβλ. Ψαλμ. ρϑ´, 1.
χοῦν αὐτοὶς λεῖξαι] πρβλ. Ψαλμ. οα´, 9
δοῦναί σοι νῶτα] πρβλ. Ψαλμ. ιζ´, 41.
ὀργήν ... κατακαῖον] πρβλ. Ψαλμ. πη´, 47.
В 63β.
αἴλουρος] κῶδ. ἔλουρος.
κῶδ. εἴκοσι.
В 65β.
В 69α.
ἀπανϑρωπίας] κῶδ. ἀνϑρωπίας.
πρβλ. Ψαλμ. α´, 3.
Ἰωάν. ια´, 41–42.
λύσατε κέ.] Ἰωάν. ια´, 44.
καὶ νῦν] τὸ καὶ ἐλλείπ. τῷ Β.
ἄρτι ὁδ ( = ὁ δεῖνα)] οὕτω λήγει ἐν τῷ Ἰεροσολ. κῶδ П, τὸ δὲ λεῖπον προστίϑεται ὦδε κατὰ τὸν κῶδ. Β2.
В 77α.
В 77β.
В 35α.
В 35β.