Новый Завет. Общественное служение Господа Иисуса Христа.
16 (V). Богоявление Господне (1-ый кондак)
16.t.1
Μηνὶ ἰανουαρίῳ ϛʹ, κοντάκιον εἰς τὰ ἅγια φῶτα, ἦχος δʹ, φέρον ἀκροστιχίδα·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ.]
Προοίμιον I
16.pro 1.1
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ,καὶ τὸ φῶς σου, Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς ἐν ἐπιγνώσει ὑμνοῦντάς σε·"Ἦλθες, ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον."
Προοίμιον II
16.pro 2.1
Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου βαπτισθῆναι θέλοντα, ὁ μέγας πρόδρομος, Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν·«Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.»
16.1.1 Τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ προφήτης, φῶς μέγα ἔλαμψε Χριστός·τοῖς ἐ_#957; σκότει οὖσιν φαεινὴ ὤφθη αὐγὴ ἐκ Βηθλεὲμ ἀστράπτουσα,
16.1.5 μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τ[ῇ ο]ἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ ἥλιος τῆς δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες, ὑποδύωμεν αὐτὸν ἵνα θαλφθῶμεν·σκέπη γὰρ γυμνοῖς καὶ αἴγλη ἐσκοτισμένοις
16.1.10 ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.
16.2.1 Οὐχ ὑπερεῖδεν ὁ Θεὸς τὸν δόλῳ συληθέντα ἐντὸς τοῦ παραδείσου καὶ ἀπολελωκότα τὴν θεοΰφαντον στολήν·ἦλθεν γὰρ πρὸς τοῦτον ἱερᾷ πάλιν φωνῇ καλῶν τὸν παρακούσαντα·
16.2.5 "Ποῦ εἶ, Ἀδάμ; Ἀπάρτι μὴ κρύπτου με· θέλω θεωρεῖν σε, κἂν γυμνὸς εἶ, κἂν πτωχὸς εἶ· μὴ αἰσχυνθῇς, σοὶ γὰρ ὡμοιώθην· αὐτὸς ἐπιθυμῶν θεὸς οὐκ ἐγένου, ἀλλ᾿ ἐγὼ νῦν βουληθεὶς σὰρξ ἐγενόμην.Ἔγγισόν μοι οὖν καὶ γνώρισον, ἵνα λέξῃς·
16.2.10 Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.
16.3.1
Ὑπὸ τῶν σπλάγχνων τῶν ἐμῶν ἐκάμφθην, ὡς οἰκτίρμων, καὶ ἦλθον πρὸς τὸ πλάσμα προτείνων τὰς παλάμας ἵνα περιπτύξωμαί σε.Μὴ οὖν αἰδεσθῇς με· διὰ σὲ γὰρ τὸν γυμνὸν γυμνοῦμαι καὶ βαπτίζομαι·
16.3.5
ἤδη μοι Ἰορδάνης ἀνοίγεται, καὶ ὁ Ἰωάννης εὐτρεπίζει τὰς ὁδούς μου ἐν ὕδασι καὶ ἐν διανοίαις.» Τοιαῦτα ὁ σωτὴρ οὐ λόγοις, ἀλλ᾿ ἔργοις πρὸς τὸν ἄνθρωπον εἰπὼν ἦλθεν, ὡς εἶπεν,τῷ μὲν ποταμῷ τῷ βήματι προσεγγίζων,
16.3.10 τῷ δὲ προδρόμῳ τὸ φῶς τὸ ἀπρόσιτον.
16.4.1 Τὸν ἐν ἐρήμῳ ποταμὸν καὶ δρόσον ἐν καμίνῳ καὶ ὄμβρον ἐν παρθένῳ ἰδὼν ὁ Ἰωάννης, ἐν Ἰορδάνῃ τὸν Χριστόν,φόβῳ ἐταράχθη, ὡς ὁ γεννήτωρ αὐτοῦ τὸν Γαβριὴλ ἐτρόμαξεν·
16.4.5 μείζω δὲ ἦν τὰ τότε τῶν πάντοτε· τότε γὰρ πρὸς δοῦλον ὁ δεσπότης τῶν ἀγγέλων ἐλήλυθε, θέλων βαπτισθῆναι· διὸ ὁ βαπτιστής, γνωρίσας τὸν πλάστην καὶ μετρήσας ἑαυτόν, ἔφησε φρίττων·"Στεῖλον, λυτρωτά, ἀρκέσθητι μέχρι τούτου·
16.4.10 οἶδά σε τίς εἶ, τὸ φῶς τὸ ἀπρόσιτον.
16.5.1
Ἃ ἐπιτάσσεις μοι, σωτήρ, ἐὰν ἐπιτελέσω, τὸ κέρας μου ὑψώσω· ἀλλ᾿ ὅμως οὐχ ἁρπάσω τὰ ὑπὲρ τὴν δύναμίν μου.Οἶδα τίς ὑπάρχεις καὶ ὃ ἦς οὐκ ἀγνοῶ· ἐκ μήτρας γὰρ γινώσκω σε·
16.5.5 πῶς σε νῦν ἀγνοήσω φαινόμενον, ὅνπερ κεκρυμμένον κεκρυμμένος θεωρήσας ἐσκίρτησα ἐν ἀγαλλιάσει;
Ἐπίσχες οὖν, σωτήρ, καὶ μή με βαρύνῃς· ἱκανὸν ὅτι ἰδεῖν σε ἠξιώθην·ἔχει μοι καλῶς ἂν εἴπῃς με πρόδρομόν σου·
16.5.10 σύ γὰρ ὑπάρχεις τὸ φῶς τὸ ἀπρόσιτον.
16.6.1 Παραχωρῆσαί σοι ζητῶ τὴν τοῦ βαπτιστοῦ τάξιν· αὐτὴ γάρ σοι καὶ πρέπει· ἐγὼ γὰρ χρείαν ἔχω τοῦ βαπτισθῆναι ὑπὸ σοῦ·σύ δὲ ἔρχῃ πρός με καὶ προλαμβάνων αἰτεῖς ἃ βούλομαι αἰτῆσαί σε.
16.6.5 Τί ζητεῖς παρ᾿ ἀνθρώπου, φιλάνθρωπε; Τί τὴν κεφαλήν σου ὑποκλίνεις τῇ χειρί μου; Οὐκ ἔχει γὰρ ἔθος πῦρ κατέχειν, οὐκ οἶδεν ἡ πτωχὴ πλουσίῳ δανείζειν, ἰσχυρῷ ἡ ἀσθενὴς οὐκ ἀντερίζειν·τοῖς ἁμαρτωλοῖς ὡς χρῄζουσι χρησιμεύει·
16.6.10 σύ γὰρ ὑπάρχεις τὸ φῶς τὸ ἀπρόσιτον.
16.7.1
Ἐπέστης ῥείθροις διὰ τί; Τί θέλων ἀποπλῦναι, ἢ ποίας ἀνομίας ὁ δίχα ἁμαρτίας καὶ συλληφθεὶς καὶ γεννηθείς;Σύ μὲν ἔρχῃ πρός με· οὐρανὸς δὲ καὶ ἡ γῆ τηρεῖ εἰ προπετεύομαι·
16.7.5 λέγεις μοι· Βάπτισόν με, ἀλλ᾿ ἄνωθεν ἄγγελοι σκοποῦσιν ἵνα τότε λέξωσί μοι· Γνῶθι σαυτόν· μέχρι ποῦ παρέρχῃ; Ὡς εἶπεν οὖν Μωσῆς, προχείρισαι ἄλλον εἰς αὐτὸ τοῦτο, σωτήρ, ὃ ἀπαιτεῖς με·μεῖζόν μού ἐστιν καὶ δέδοικα· δέομαί σου,
16.7.10 πῶς γὰρ βαπτίσω τὸ φῶς τὸ ἀπρόσιτον;"
16.8.1
Ἰδὼν ὁ πάντα προορῶν τὸν φόβον τοῦ προδρόμου, πρὸς τοῦτον ἀπεκρίθη· "Καλῶς, ὦ Ἰωάννη, καλῶς εὐλαβήθης ἐμέ·ὅμως ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν πληρῶσαι ἃ προώρισα·
16.8.5 ἄφες ἄρτι καὶ τέως ἀπόσεισαι ταύτην τὴν δειλίαν· λειτουργίαν χρεωστεῖς μοι καὶ δεῖ σε νῦν ταύτην ἐκπληρῶσαι.
Ἐγὼ τὸν Γαβριὴλ ἀπέστειλα τότε, καὶ ὑπούργησε καλῶς τῇ σῇ γεννήσει·πέμψον οὖν καὶ σύ ὡς ἄγγελον τὴν παλάμην,
16.8.10 ἵνα βαπτίσῃς τὸ φῶς τὸ ἀπρόσιτον.
16.9.1 Νῦν ἐπτοήθης, βαπτιστά, καὶ ἔφριξας τὸ δρᾶμα ὡς μέγα, καὶ γὰρ μέγα· μειζότερον δὲ τούτου κατεῖδεν ἡ σὴ συγγενίς·βλέψον πρὸς Μαρίαν καὶ ἐνθυμήθητι πῶς ἐκείνη με ἐβάστασεν·
16.9.5 πάντως ἐρεῖς μοι· Τότε ἠθέλησας. Οὕτως καὶ νῦν θέλω· μὴ διστάσῃς, βάπτισόν με, τὴν δεξιὰν μόνον δάνεισόν μοι· τὸ πνεῦμά σου οἰκῶ καὶ ὅλον σε ἔχω· τὴν παλάμην οὖν τὴν σὴν πῶς οὐ κιχρᾷς μοι;Ἔνδον σού εἰμι καὶ ἔξωθεν· τί με φεύγεις;
16.9.10 Στῆθι καὶ κράτει τὸ φῶς τὸ ἀπρόσιτον.
16.10.1 Οὐκ ἀπαιτῶ σε, βαπτιστά, τούς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις καὶ παραινεῖς ἁμαρτωλοῖς.Μόνον βάπτισόν με σιωπῶν καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ βαπτίσματος·
16.10.5
Ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα ὅπερ οὐχ ὑπῆρξεν τοῖς ἀγγέλοις· καὶ γὰρ πάντων τῶν προφητῶν μείζω σε ποιήσω.
Ἐκείνων μὲν σαφῶς οὐδείς με κατεῖδεν, ἀλλ᾿ ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις·νῦν δὲ ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην
16.10.10 βλέπεις, κατέχεις τὸ φῶς τὸ ἀπρόσιτον.
16.11.1
Ὑπέρθου τοῦτο ὃ λαλεῖς καὶ δρᾶσον ὃ ἀκούεις· μηδέν μοι μαρτυρήσῃς· ἐμοὶ γὰρ ἀεὶ μάρτυς ἐν οὐρανῷ ἐστι πιστός·σοῦ τὴν μαρτυρίαν ὁ ἑστὼς οὗτος λαὸς εἰκὸς οὐ παραδέχεται.
16.11.5
Ἄφες οὖν οὐρανόθεν διδάσκωνται τίς εἰμι καὶ τίνος γόνος πέλω, τί δὲ μέλλω χαρίζεσθαι τοῖς ἀγαπητοῖς μου· ἀνοίγω οὐρανούς, κατάγω τὸ πνεῦμα· χορηγῶ τοῦτο αὐτοῖς εἰς ἀρραβῶνα.Δεῦρο οὖν λοιπόν, προσέγγισον, ἵνα μάθῃς
16.11.10 πόθεν ἀστράπτει τὸ φῶς τὸ ἀπρόσιτον."
16.12.1
Ῥητῶν ἀρρήτων καὶ φρικτῶν ἀκούσας ὁ ἐκ στείρας, φησὶ τῷ ἐκ παρθένου· "Ἐὰν ἔτι λαλήσω, μὴ ὀργισθῇς μοι, λυτρωτά·
ἤδη γὰρ ἀνάγκη παρασκευάζε #953; ἐμὲ πολύ παρρησιάζεσθαι.
16.12.5 Τί οὖν, σωτήρ, ἵν᾿ οὗτοι σὲ μάθωσιν, κίνδυνον ἐπάξω τῇ χειρί μου τῇ ἀθλίᾳ, εἰς κλίβανον ταύτην ἐπιρρίπτων; Καὶ τότε μὲν Ὀζᾶν ἐξέτεινε χεῖραν ἐπισχεῖν τὴν κιβωτὸν καὶ διεκόπη·νῦν δὲ κεφαλὴν κρατοῦντα τὴν τοῦ Θεοῦ μου
16.12.10 πῶς με οὐ φλέξει τὸ φῶς τὸ ἀπρόσιτον;
16.13.1
Ὦ βαπτιστὰ καὶ ἐριστά, μὴ εἰς ἀντιλογίαν, ἀλλὰ πρὸς λειτουργίαν συντόμως εὐτρεπίζου· ἰδού γὰρ ὄψει ἃ τελῶ· ὧδε ζωγραφῶ σοι τὴν τερπνὴν καὶ φαεινὴν μορφὴν τῆς ἐκκλησίας μου,
16.13.5 νέμων τῇ δεξιᾷ σου τὴν δύναμιν ἥνπερ μετὰ ταῦτα χορηγήσω ταῖς παλάμαις τῶν μαθητῶν καὶ τῶν ἱερέων. Δεικνύω σοι σαφῶς τὸ ἅγιον πνεῦμα, καὶ φωνὴν τὴν τοῦ πατρὸς ἀκουτιῶ σοι γνήσιον υἱὸν δηλοῦσάν με καὶ βοῶσαν·
16.13.10 Οὗτος ὑπάρχει τὸ φῶς τὸ ἀπρόσιτον.»
16.14.1 Μετὰ δὲ ταῦτα τὰ φρικτά, ὁ γόνος Ζαχαρίου ἐβόησε τῷ πλάστῃ· «Ἐγὼ οὐκ ἀντερίζω, ἀλλ᾿ ὃ κελεύεις μοι τελῶ.»Ταῦτα λέξας τότε, τῷ σωτῆρι προσελθὼν δουλοπρεπῶς ἠτένιζεν,
16.14.5 βλέπων εὐλαβῶς μέλη γυμνούμενα τοῦ ἐντελλομένου ταῖς νεφέλαις περιβάλλειν τὸν οὐρανὸν δίκην ἱματίου, καὶ πάλιν θεωρῶν ἐν μέσῳ τῶν ῥείθρων τὸν ἐν μέσῳ τῶν τριῶν παίδων φανέντα,δρόσον ἐν πυρὶ καὶ πῦρ ἐν τῷ Ἰορδάνῃ
16.14.10 λάμπον, πηγάζον, τὸ φῶς τὸ ἀπρόσιτον.
16.15.1 Ἀλλὰ τὰ θαύματα ὁρῶν, ὁ γόνος Ζαχαρίου ἐν τάξει ἱερέως παρίσταται τοῖς ῥείθροις καὶ τὸν Χριστὸν χειροθετεῖ,κράζων τοῖς ὁρῶσι· "Τὴν ἑκούσιον βροχὴν ἐν Ἰορδάνῃ βλέπετε,
16.15.5 τῆς τρυφῆς τὸν χειμάρρουν, ὡς γέγραπται, ἐν ταῖς διεξόδοις τῶν ὑδάτων θεωρεῖτε, ἐν ποταμῷ θάλασσαν μεγάλην. Μηδεὶς οὖν τολμηρὸν νομίσῃ με εἶναι· οὐ τελῶ ὡς προπετής, ἀλλ᾿ ὡς οἰκέτης·Κύριός ἐστιν καὶ εἶπέ μοι· Τοῦτο δρᾶσον,
16.15.10 ὅθεν βαπτίζω τὸ φῶς τὸ ἀπρόσιτον.
16.16.1 Νωθρόν με ὄντα ὡς βροτὸν αὐτὸς ὡς Θεὸς πάντων ἐνεύρωσε βοήσας· Ἐπίθες μοι τὴν χεῖραν, κἀγὼ ἐνισχύσω αὐτήν.Πῶς γὰρ ἠδυνάμην, εἰ μὴ ἦν τοῦτο αὐτὸ ὃ εἶπεν καὶ ἐγένετο,
16.16.5 πῶς εὐτόνουν βαπτίσαι τὴν ἄβυσσον, πήλινος ὑπάρχων, εἰ μὴ πρῶτον ἐδεξάμην καὶ ἔλαβον δύναμιν ἐξ ὕψους; Αἰσθάνομαι γὰρ νῦν, αὐτοῦ μοι παρόντος, ὅτι οὗ ἤμην τὸ πρὶν πλέον ὑπάρχω,ἄλλο τι εἰμί, ἠλλοίωμαι, ἐδοξάσθην
16.16.10 βλέπων, κατέχων τὸ φῶς τὸ ἀπρόσιτον.
16.17.1 Οὐκέτι λέγω ὡς τὸ πρίν· Οὐ λύω τὸν ἱμάντα τῶν σῶν ὑποδημάτων. Ἰδού γὰρ ἐκ βημάτων ἐπὶ τὴν κάραν προχωρῶ·γῆν πατῶ οὐκέτι, ἀλλ᾿ αὐτὸν τὸν οὐρανόν· ἃ γὰρ τελῶ οὐράνια·
16.17.5 μᾶλλον δὲ καὶ τὰ ἄνω παρέδραμον· ταῦτα γὰρ βαστάζει, ἀλλ᾿ οὐ βλέπει ὃν βαστάζει· ἐγὼ δὲ νῦν βλέπω καὶ βαστάζω. Εὐφραίνου, οὐρανέ, καὶ γῆ, ἐπαγάλλου· ἁγιάσθητε, πηγαὶ αἱ τῶν ὑδάτων·πάντα γὰρ φανεὶς ἐπλήρωσεν εὐλογίας,
16.17.10 πάντας φωτίζει τὸ φῶς τὸ ἀπρόσιτον."
16.18.1
Ὑπερεπῆρεν οὖν τὸν νοῦν τῇ θείᾳ διατάξει ὁ γόνος Ζαχαρίου, καὶ τείνας τὴν παλάμην ἐπιτιθεῖ τῷ βασιλεῖ,λούει τοῦτον ῥείθροις καὶ λοιπὸν ἄγει εἰς γῆν τὸν γῆς καὶ πόλου κύριον,
16.18.5
ὅντινα οὐρανόθεν ὑπέδειξεν φθόγγῳ, ὡς δακτύλῳ, ὁ βοήσας· "Οὗτός ἐστιν ὁ ὑϊὸς ὁ ἀγαπητός μου.» Αὐτῷ οὖν τῷ πατρὶ καὶ τῷ βαπτισθέντι ὑϊῷ καὶ τῷ αὐτοῦ πνεύματι κράζω·"Θραῦσον, λυτρωτά, τούς θλίβοντας τὴν ψυχήν μου,
16.18.10 παῦσον τούς πόνους, τὸ φῶς τὸ ἀπρόσιτον.»
17 (VI). Богоявление Господне (2-й кондак)
17.t.1
Μηνὶ ἰανουαρίῳ ζʹ, κοντάκιον εἰς τὸν Πρόδρομον καὶ εἰς τὸ βάπτισμα καὶ
εἰς τὸν Ἀδάμ, ἦχ. πλ. βʹ, φέρον ἀκροστιχίδα·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
Προοίμιον
17.pro.1 Τὴν σωματικήν σου παρουσίαν δεδοικώς, ὁ Ἰορδάνης φόβῳ ὑπεστρέφετο·τὴν προφητικὴν δὲ λειτουργίαν ἐκπληρῶν, ὁ Ἰωάννης τρόμῳ ὑπεστέλλετο·
17.pro.5τῶν ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις βαπτιζόμενον· καὶ πάντες οἱ ἐν σκότει κατηυγάζοντο ὑμνοῦντές σε τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.1.1 Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδὲμ ἐφάνη ἥλιος ἐκ Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τὰς κόρας ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασιν· τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον·
17.1.5 οὐκέτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωῒ δι᾿ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη, ὡς γέγραπται·εὗρεν αὐγὴν φωτίζουσαν αὐτὸν ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου καὶ προέκοπτε πρὸς ὄρθρον
17.1.10 τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.2.1
Ὅτε ἑκὼν ἐπηρώθη Ἀδὰμ καρποῦ γευσάμενος τυφλοποιοῦ, εὐθέως ἄκων ἐγυμνώθη·ὡς τυφλὸν γὰρ εὑρὼν ὁ πηρώσας ἀπέδυσεν·
ἦν οὖν γυμνὸς καὶ πῆρος, καὶ ψηλαφῶν ἐζήτει κατασχεῖν τὸν ἐκδύσαντα·
17.2.5 ἐκεῖνος δὲ αὐτὸν θεωρῶν ἐπεγέλα πῶς ἔτεινε παντὶ τὰς παλάμας, καὶ ᾔτει τὸν χιτῶνα κἂν μετὰ τὴν γύμνωσιν.
Ὅθεν ἰδὼν ὁ φύσει συμπαθής, ἦλθε πρὸς τοῦτον βοῶν·"Γυμνωθέντα καὶ πῆρον δέχομαί σε· δεῦρο πρός με
17.2.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.»
17.3.1
Ὕμνησον, ὕμνησον τοῦτον, Ἀδάμ, προσκύνησον τὸν ἐλθόντα πρὸς σέ· ἐφάνη γάρ σοι, ὡς ἐχώρεις θεωρῆσαι αὐτόν, ψηλαφῆσαι καὶ δέξασθαι. Οὗτος ὃν ἐφοβήθης, ὅτε ἐξηπατήθης,διὰ σὲ ὡμοιώθη σοι·
17.3.5 κατέβη ἐπὶ γῆς ἵνα λάβῃ σε ἄνω,ἐγένετο θνητὸς ἵνα σύ Θεὸς γένῃκαὶ ἐνδύσῃ τὴν πρώτην εὐπρέπειαν· θέλων ἀνοῖξαι πάλιν τὴν Ἐδέμ, ᾤκησε τὴν Ναζαρέτ·διὰ ταῦτα οὖν ᾆσον, ἄνθρωπε, καὶ ψάλλων τέρπε
17.3.10τὸν φανέντα καὶ φωτίσα #957;τα πάντα.
17.4.1 Τῷ Ἀβραὰμ ὅτε ὤφθη Θεὸς πρὸς τῇ δρυῒ καθημένῳ Μαμβρῆ, ὡς ἄγγελος ἐθεωρήθη,μὴ γνωρίσας αὐτὸν ὅπερ ἦν, οὐ γὰρ ἔφερεν· νῦν δὲ ἡμῖν, οὐχ οὕτως, ἀλλὰ αὐτοπροσώπως·ὁ γὰρ Λόγος σὰρξ γέγονεν.
17.4.5 Τὸ αἴνιγμα ἐκεῖ, τὸ σαφὲς δὲ ἐνταῦθα· πατράσιν αἱ σκιαί, πατριάρχαις εἰκόνες,τοῖς δὲ τέκνοις αὐτὴ ἡ ἀλήθεια.
Ὤφθη Θεός ποτε τῷ Ἀβραάμ, ἀλλ᾿ οὐ μὴν εἶδε Θεόν.ἀλλ᾿ ἡμεῖς θεωροῦμεν ὅτι θέλει, καὶ κρατοῦμεν
17.4.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.5.1
Ἄνω τῆς κλίμακος εἶδεν Θεόν, ἀλλ᾿ ὄναρ ἔβλεπεν ὁ Ἰακώβ· ἐπάλαισεν αὐτῷ τὴν νύκτα οὐχὶ φύσις Θεοῦ, ἀλλ᾿ ἀνθρώπου ὁμοίωμα· νῦν δὲ οὐχ ὁμοιώσεις, ἀλλ᾿ ἀληθιναὶ πράξεις πρὸς τὸ γένος συνέστησαν
17.5.5 τὸ ὅραμα τὸ πρίν, καὶ ὁ τότε παλαίσας ἐνώπιον ἐλθὼν ἐνωπίως ἐφάνη γρηγοροῦντι τῷ κόσμῳ καὶ νήφοντι, οὐ φαντασία, οὐδ᾿ ἐνύπνιον· οὐ γάρ ἐσμεν τῆς νυκτός· ἐν ἡμέρᾳ ὁρῶμεν Λόγον σεσωματωμένον,
17.5.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.6.1 Πάνυ θαρρῶν ἀγαπᾶσθαι Μωσῆς ἐζήτει τὸν ἀγαπῶντα ἰδεῖν καὶ ἔλεγε μεθ᾿ ἱκεσίας· «Εἰ ἠγάπησάς με, σεαυτόν μοι ἐμφάνισον.»
Ὅμως οὐκ ἠξιώθη ὄψεως, ἀλλὰ νώτου, καὶ αὐτὸ οὐκ εἰς τέλειον·
17.6.5 ὀπὴ γὰρ ἦν μικρὰ δι᾿ ἦς εἶδεν ἃ εἶδεν· πῶς δὲ ἔστιν ἰδεῖν δι᾿ ὀπῆς τὸν ὁρῶντα, εἰ μὴ μέρος ὧν θέλει θεάσασθαι; Δόξα σοι, ὅτι ὅλον σεαυτὸν ἔδειξας πᾶσιν ἡμῖν, οὐκ ἐκ μέρους, ἀλλὰ σῶον θεωροῦμέν σε τὸν πλάστην
17.6.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.7.1
Ἔφησεν ὅτι κατεῖδεν Θεὸν ὁ τοῦ Ἀμὼς Ἠσαΐας ποτὲ ἐν ὕψει θρόνου ἐπηρμένον καὶ τῆς δόξης αὐτοῦ πεπλησμένον τὸ οἴκημα· εἶδεν ἐν κατανύξει πνεύματος, ὡς προφήτης,οὐκ ἐν ὄμμασι σώματος·
17.7.5 ἡμεῖς δὲ σαρκικοῖς ὀφθαλμοῖς θεωροῦμεν Κύριον σαβαὼθ καὶ τῶν ἐξαπτερύγων ὑμνῳδίαν αὐτῷ ἀναπέμπομεν·
"Ἅγιος, ἅγιος ὁ σαρκωθείς, ἅγιός ἐστι Θεός·ἁγιάζωμεν τρίτον ἕνα ἅγιον ἁγίων,
17.7.10τὸν φανέντα καὶ φωτίσαντα πάντα."
17.8.1
Ἴσχυσαν ὄμματα τῶν γηγενῶν οὐράνιον θεωρῆσαι μορφήν· κατεῖδον βλέφαρα πηλίνων τοῦ ἀΰλου φωτὸς τὴν ἀκτῖνα τὴν ἄσκιον,
ἥντινα οἱ προφῆται καὶ βασιλεῖς οὐκ εἶδον,ἀλλ᾿ ἰδεῖν ἐπεθύμησαν.
17.8.5 Τῶν ἐπιθυμιῶν ἀνὴρ ἐπωνομάσθη ὁ μέγας Δανιήλ, ἐπειδὴ ἐπεθύμει ἀτενίσαι εἰς ὃν ἀτενίζομεν.
Ἐπιποθήσας ἐπεπόθησε τοῦτο τὸ κρῖμα Δαυίδ,καὶ ὃ ἦν κεκρυμμένον νῦν ἔστι κατανοῆσαι,
17.8.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.9.1 Νέος ἐφάνη ἡμῖν οὐρανὸς ἐφ᾿ ὃν ἐπέβη ὁ πάντων Θεός· τὸ σῶμα γὰρ τοῦ ἀσωμάτου οὐρανὸν οὐρανοῦ ὁ προφήτης ἐκάλεσεν. Εἴτε γὰρ ἐγεννήθη, εἴτε ἐσπαργανώθη,οὐρανός ἐστιν ἄμωμος·
17.9.5 ἐστὶ μὲν οὐρανός, οὐκ οὐράνιον σῶμα·ἐκ γὰρ τῆς Μαριὰμ τῆς παρθένου ἐτέχθη καὶ ἡνώθη Θεῷ, ὡς οὐκ οἴδαμεν· οὐ φανταζόμεθα γάρ, ὡς πολλοὶ λέγοντες· «Εἴδομεν [Θεό]ν.»Ὁ δοκῶν γὰρ εἰδέναι οὔπω ἔγνω ὡς ὀφείλει
17.9.10 τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.10.1
Ὄφελον ἔγνωμεν τὰ καθ᾿ ἡμᾶς· οὐδὲν ἡμῖν καὶ τοῖς ὑπὲρ ἡμᾶς· ἐγγύς ἡμῶν ἐστι τὸ ῥῆμα·τί ζητοῦμεν μακρὰν ἀπελθεῖν, ἵνα μάθωμεν;
Ἔχομεν ἐν τῇ πίστει πᾶν ὃ ἐπιζητοῦμεν·ποῦ μετεωριζόμεθα;
17.10.5 Εὐθεῖα ἡ ὁδός· μήτις ἡμᾶς πλανήσῃ,ὑπέδειξεν ἡμῖν ἡ Μαρία τὴν τρίβον·ὑϊὸν γὰρ ἐκάλει τὸν Κύριον, υἱὸν αὐτῆς καὶ ὄντως ἐξ αὐτῆς, ὡς ἐδιδάχθημεν νῦν,σαρκωθέντα ἐκ ταύτης καὶ ἐκ Πνεύματος ἁγίου,
17.10.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.11.1
Ὕψωσον κέρας ἡμῶν, Ἰησοῦ· κρατοῦμεν γὰρ ἀκεραίως τὰ σά, κηρύττοντες ἐν παρρησίᾳ·"Μεθ᾿ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ σύνετε
ὅπερ καὶ ὁ προφήτης ἔφησε· Ὄψονταί σε λαοί, καὶ ὠδινήσουσιν."
17.11.5
Ἰδού ὠδίναμεν καὶ ἐτέκομεν πνεῦμα τῆς σωτηρίας σου ὃ ἐποίησας πᾶσιν·ἐπὶ γῆς γὰρ λαλοῦμεν οὐράνια· εἶδέ σε πᾶσα σάρξ, καὶ ὡς τὸ πρὶν πάλιν ἀνέθαλε νῦν·ἐφαιδρύνθη ἡ κτίσις κατιδοῦσά σε τὸν κτίστην,
17.11.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.12.1
Ῥήγνυται νῦν ὁ πενθήρης χιτών· ἐλάβομεν τὴν στολὴν τὴν λευκὴν ἣν ὕφανεν ἡμῖν τὸ πνεῦμα ἀπὸ πόκων ἁγνῶν τοῦ ἀμνοῦ καὶ Θεοῦ ἡμῶν.
Ἤρθη ἡ ἁμαρτία, δέδοται ἀφθαρσία,ἐμφανὴς ἡ ἀνάκλησις·
17.12.5 ὁ πρόδρομος αὐτὴν ἐνεφάνισε λέγων·"Ἴδε νῦν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ λαμβάνων τὰ τοῦ κόσμου παντὸς ἁμαρτήματα."
Ἔδειξε πᾶσι χάρτην δωρεᾶς τοῖς χρεωστοῦσι πολλά·ὁ ἐκ μήτρας σκιρτήσας νῦν κηρύξας ἐφανέρου
17.12.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.13.1
Ὢ τοῦ κηρύγματος τοῦ βαπτιστοῦ καὶ τοῦ αἰνίγματος τοῦ ἐν αὐτῷ· ἀμνὸν γὰρ λέγει τὸν ποιμένα καὶ ἀμνὸν οὐχ ἁπλῶς, ἀλλὰ λύοντα πταίσματα· ἔδειξε τοῖς ἀνόμοις ὅτι ἀργὸς ὁ τράγος ὃν εἰς ἔρημον ἔπεμπον.
17.13.5
"Ἰδού, φησίν, ἀμνός, νῦν οὐ χρεία τοῦ τράγου·ἐπίθετε αὐτῷ τὰς παλάμας οἱ πάντες,ἁμαρτίας ὑμῶν ἀναγγέλλοντες·
ἦλθε γὰρ ἆραι σύν ταῖς τοῦ λαοῦ καὶ τὰς τοῦ κόσμου παντός·οὐρανόθεν τὸ δῶρον ὁ πατὴρ ἔπεμψε πᾶσιν
17.13.10τὸν φανέντα καὶ φωτίσαντα πάντα."
17.14.1 Μέγα μυστήριον χριστιανοῖς· οὐδὲν ἀμάρτυρόν ἐστιν ἐν σοί· ἐκ πάντων ἔχεις βεβαιώσεις·ἀπὸ πάσης γραφῆς θεοπνεύστου συνίστασαι· πάντες σοι μαρτυροῦσι, νόμος καὶ οἱ προφῆται,οἱ πατέρες δὲ μάλιστα
17.14.5 ἑκάστης γενεᾶς· σύ τὸ ἅλας εὑρέθης, ἀρτύων τοῖς πιστοῖς ἀδιάφθορον βρῶμα,οὗ φαγόντες οὐ μὴ ἀποθάνωμεν·
ἤρτυσας ἔδεσμα τῷ Ἰσαὰκ ὥσπερ ἐφίλει φαγεῖν,καὶ εὐλόγει τὸ τέκνον ἐντυπῶν ταῖς εὐλογίαις
17.14.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.15.1
Ἄρωμεν ἅπαντες τούς ὀφθαλμούς πρὸς Κύριον τὸν ἐν τοῖς οὐρανοῖς, βοῶντες ὡς Ἰερεμίας·"Ὁ ὀφθεὶς ἐπὶ γῆς, οὗτός ἐστιν Θεὸς ἡμῶν,
ὅστις καὶ τοῖς ἀνθρώποις θέλων συνανεστράφη»,καὶ τροπὴν οὐχ ὑπέμεινεν
17.15.5 ὁ δείξας ἑαυτὸν ἐν μορφαῖς τοῖς προφήταις,ὃν Ἰεζεκιὴλ ἐπὶ πύρινον ἅρμα ὥσπερ εἶδος ἀνδρὸς ἐθεάσατο, καὶ Δανιὴλ ἀνθρώπου ὑϊὸν καὶ παλαιὸν ἡμερῶν,τὸν ἀρχαῖον καὶ νέον ἕνα Κύριον κηρύττων
17.15.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.16.1 Νύκτα ἠφάνισε τὴν ἀμειδῆ καὶ ἔδειξε μεσημβρίαν τὸ πᾶν· κατηύγασε τὴν οἰκουμένην τὸ ἀνέσπερον φῶς, Ἰησοῦς ὁ σωτὴρ ἡμῶν· χώρα Ζαβουλωνία ἐστὶν ἐν εὐθηνίᾳκαὶ μιμεῖται παράδεισον·
17.16.5 ποτίζει γὰρ αὐτὴν τῆς τρυφῆς ὁ χειμάρρους καὶ βρύει ἐν αὐτῇ τὸ ἀείζωον νᾶμα ὃ οἱ πρῶτοι οὐχ εὗρον ὀρύξαντες φρέαρ τοῦ ὅρκου, φρέαρ τῆς Συχέμ, ἀλλ᾿ οὐ πηγὴν τῆς ζωῆς·ἐν δὲ τῇ Γαλιλαίᾳ φλέβαν ζῶσαν θεωροῦμεν,
17.16.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.17.1
Ὄψομαι οὖν σε κἀγώ, Ἰησοῦ, φωτίζοντα τὴν διάνοιάν μου καὶ λέγοντα τοῖς λογισμοῖς μου·«Οἱ διψῶντες ἀεί, δεῦτε πρός με καὶ πίετε.»
Ἄρδευσον τὴν καρδίαν τὴν τεταπεινωμένην,ἣν ὁ πλάνος συνέτριψεν·
17.17.5 κατέτηξεν αὐτὴν ἐν λιμῷ καὶ ἐν δίψῃ,λιμῷ οὐ βρώματος οὐδὲ δίψῃ πομάτων, ἀλλ᾿ ἀκοῦσαι τῶν λόγων τοῦ πνεύματος· οὐ γὰρ εὑρίσκει τὸν διδάσκοντα οὔτε μανθάνοντα νῦν·ὅθεν στένει σιγῶσα, δικαστήν σε προσδοκῶσα
17.17.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
17.18.1
Ὕμνησα τὴν ἐπιφάνειάν σου· σημεῖον ποίησόν μοι ἐμφανές, καθάρισόν με τῶν κρυφίων·τὰ γὰρ ἄδηλά μου διαφθείρει με τραύματα· πέμψον ἀθεωρήτως τῇ ἀφανεῖ πληγῇ μου τὴν ἀόρατον ἔμπλαστρον.
17.18.5 Προσπίπτω σοι, σωτήρ, καθάπερ ἡ αἱμόρρους,ἁπτόμενος κἀγὼ τοῦ κρασπέδου καὶ λέγων·"Ἐὰν μόνον κρατήσω, σωθήσομαι.» Μὴ ματαιώσῃς οὖν τὴν πίστιν μου, ὁ τῶν ψυχῶν ἰατρός·ἐκκαλύπτω τὸ ἄλγος, εὕρω σε εἰς σωτηρίαν
17.18.10τὸν φανέντα καὶ φωτίσαντα πάντα.
18 (VII). Брак в Кане Галилейской
18.t.1
Τῇ δʹ τῆς βʹ ἑβδομάδος, κοντάκιον εἰς τὸν ἐν Κανᾷ γάμον, φέρον ἀκροστιχίδα
τήνδε·[ τὸ ἔπος Ῥωμανοῦ ταπεινοῦ]
ἦ χος πλ. βʹ ... πρός· Τῷ τυφλωθέντι.
Προοίμιον
18.pro.1
Ὁ τὸ ὕδωρ εἰς οἶνον ὡς δυνατὸς μεταποιήσας,τὴν ἐξ ἁμαρτημάτων συνέχουσάν με θλῖψιν εἰς χαρὰν μεταποίησον διὰ τῆς Θεοτόκου, Χριστὲ ὁ Θεός,ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.1.1 Τὴν παρθενίαν τιμήσας Θεὸς γαστέραν ᾤκησε παρθενικήν· τεχθεὶς δὲ ἐξ αὐτῆς ἀσπόρως,τῆς ἁγνείας αὐτῆς τὰς σφραγῖδας οὐκ ἔλυσεν· οὗτος τὴν ἐκκλησίαν ἄμωμον καὶ παρθένον ἑαυτῷ ἐμνηστεύσατο.
18.1.5
Ἡ μήτηρ οὖν Χριστοῦ καὶ παρθένος καὶ νύμφη,παρθένος καὶ αὐτός· ἡ παστὰς δὲ ἁγία,οὐρανὸν γὰρ νυμφῶνα εἰργάσατο. Κἂν οὖν ἐτέχθη ἐκ παρθενικῆς καὶ παναγίας γαστρός,οὐ βδελύττεται ὅμως τὰς τῶν γάμων συζυγίας
18.1.10ὁ τὰ πάντα [ἐν σοφίᾳ ποιήσας.]
18.2.1
Ὅθεν ὁ ἄμοιρος γάμου θνητοῦ, ὁ μόνος ἅγιος καὶ φοβερὸς θαλάμῳ γαμικῷ ἐπέστη,ὡς ὁ θεῖος ἡμᾶς Ἰωάννης [ἐδίδα]ξεν
ὅτι ὁ ἀνυμφεύτους διαδραμὼν ὠδῖνας [ἐν τοῖ]ς γάμοις ἐλήλυθεν,
18.2.5 ὁ ἐπὶ Χερουβὶμ ἐποχούμενος [ὤμοι]ς,ἐν κόλποις τοῦ Πατρὸς ἀχώριστος ὑπάρχων,ἐν στι[βάδι] φθαρτῇ ἀνεκλίνετο· συνεστιάθη τοῖς ἁμαρτωλοῖς [ὁ ἁ]μαρτίαν μὴ γνούς,ἵνα δείξῃ τὸν γάμον τίμιον τῇ παρουσίᾳ
18.2.10ὁ τὰ πάντα [ἐν σοφίᾳ ποιήσας.]
18.3.1
[Ἔν]θεν εἰκότως λαβὼν ἀφορμὰς ὁ μέγας ἔγραψε Παῦ[λο]ς βοῶν ὡς τίμιός ἐστιν ὁ γάμος καὶ τοῦ γάμου ἡ κοίτη ὑπάρχει ἀμίαντος· καὶ γὰρ διὰ τοῦ γάμου λάμπουσιν αἱ παρθένοι· διὰ γάμου γὰρ τίκτονται.
18.3.5
Ἡ Θεοτόκος γὰρ καὶ ἁγία παρθένος καὶ ἔμεινεν ἁγνὴ μετὰ τόκον παρθένος,ἀλλὰ γάμος αὐτὴν ἀπεκύησεν,
ὡς καὶ τὸ πλῆθος τῶν διὰ Χριστὸν παρθενευσάντων ἀεὶ διὰ γάμου ἐτέχθη, ὃν ἡγίασεν ἐκ μήτρας
18.3.10ὁ τὰ πάντα [ἐν σοφίᾳ ποιήσας.]
18.4.1 Πρόκειται νῦν καὶ τὸ θαῦμα εἰπεῖν ὃ πρῶτον ἔπραξεν ἐν τῇ Κανᾷ ὁ πρώην Αἰγυπτίοις δείξας καὶ Ἑβραίοις αὐτοῖς τῶν θαυμάτων τὴν δύναμιν. Τότε μὲν γὰρ εἰς αἷμα ἡ τῶν ὑδάτων φύσις θαυμαστῶς μετεβάλλετο·
18.4.5 δεκάπληγον ὀργὴν Αἰγυπτίοις ἐπῆξε,τὴν θάλασσαν βατὴν τοῖς Ἑβραίοις παρέσχεν,ἣν ὡς χέρσον σπουδαίως διώδευσαν· ἐν τῇ ἀνύδρῳ ὕδωρ χορηγεῖ ἀπὸ τῆς πέτρας αὐτοῖς·ἐν τοῖς γάμοις δὲ ἄρτι φύσιν πάλιν μεταβάλλει
18.4.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.5.1
Ὅτε τοῖς γάμοις παρῆν ὁ Χριστὸς καὶ εὐωχεῖτο ἀνθρώπων πληθύς, ἐπέλειψεν αὐτοῖς ὁ οἶνος,καὶ εἰς λύπην αὐτοῖς ἡ χαρὰ μετεβάλετο·
ἤχθετο ὁ νυμφίος, καὶ οἱ οἰνοχοοῦντες ἐψιθύριζον ἄπαυστα,
18.5.5 καὶ μία ἦν αὐτοῖς τραγῳδία πενίας,καὶ θόρυβος παρῆν οὐ μικρὸς τῷ θαλάμῳ·ὃν καὶ γνοῦσα Μαρία ἡ πάναγνος
ἦλθεν εὐθύς καὶ λέγει τῷ υἱῷ· "Οἶνον οὐκ ἔχουσιν·ἀλλὰ δέομαι, τέκνον, δεῖξον ὅτι πάντα δύνῃ,
18.5.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας."
18.6.1 Σὲ δυσωποῦμεν, παρθένε σεμνή, ἐκ ποίων ἔγνως θαυμάτων αὐτοῦ ὡς δύναται ὁ ὑϊός σου σταφυλὴν μὴ τρυγήσας τὸν οἶνον χαρίζεσθαι, οὔπω θαυματουργήσας πρώην, ὡς Ἰωάννης ὁ θεσπέσιος ἔγραψεν;
18.6.5
Ἐκδίδαξον ἡμᾶς πῶς μὴ θεασαμένη,πῶς θαύματος αὐτοῦ μὴ λαβοῦσα τὴν πεῖραν,[προ]σκαλεῖσαι αὐτὸν πρὸς τὰ θαύματα· οὐ γὰρ ἁπ[λῆ ἡ αἴ]τησις νυνί ἐστιν ἐν τούτῳ ἡμῖν,ὅτι πῶς τῷ υἱῷ σου· "Δ[ὸς] αὐτοῖς, ἐβόας, οἶνον,
18.6.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.»
18.7.1
Ῥήματα μάθωμεν ἃ πρὸς ἡμᾶς ἡ μήτηρ λέγει τοῦ πάν[των] Θεοῦ· "Ἀκούσατε, φησίν, ὦ φίλοι,συνετίσθητε πάντες καὶ γ[νῶ]τε μυστήρια. Εἶδον τὸν ὑϊόν μου ἤδη θαυματουργοῦντα [καὶ] πρὸ τούτου τοῦ θαύματος·
18.7.5 οὐδέπω ἦν αὐτοῦ μαθητὴς Ἰωάννης·οὐδέπω γὰρ οὐκ ἦν τῷ Χριστῷ μαθητεύσας,ὅτ[ε] ταῦτα ἐποίει τὰ θαύματα· πρώτην αὐτοῦ θαυμάτω[ν ἀ]παρχὴν ταύτην τεθέαται ἐν Κανᾷ γεναμένην, ὥσπ[ερ] οἶδεν ὁ υἱός μου,
18.7.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.8.1
Ὥστε ἐπείπερ ἐκεῖνα οὐδεὶς ἀνθρώπων ἔχει εἰς πίστιν σαφῶς ταῖς βίβλοις μὴ ἐγγεγραμμένα αἷς αὐτοῦ οἱ αὐτό#960;ται τῆς χάριτος ἔγραψαν, ταῦτα μὲν παραλείψω· ἅψομαι δὲ μειζόνων ὧνπερ ἔχω τὴν εἴδησιν.
18.8.5
Ἐπίσταμαι ἐγὼ ὅτι ἄνδρα οὐκ ἔγνων,καὶ ἔτεκον υἱὸν ὑπὲρ φύσιν καὶ λόγον,καὶ ὡς ἤμ[ην] παρθένος μεμένηκα· τούτου τοῦ τόκου μεῖζον οὖν ζητεῖς θαῦμα, ὦ ἄνθρωπε;Γαβριήλ μοι ἐπέστη λέγων πῶς γεννᾶται οὗ[τος]
18.8.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.9.1 Μετὰ τὴν σύλληψιν εἶδον ἐγὼ τὴν Ἐλισάβετ καλοῦσαν ἐμὲ μητέρα [τοῦ] Θεοῦ πρὸ τόκου·Συμεὼν δὲ ἐμὲ μετὰ τόκον ἀνύμνησεν,
Ἄννα με ἀνευφήμει· μάγοι δὲ ἐκ Περσίδος πρὸς τὴν φάτνην ἐξέδραμον,
18.9.5 οὐράνιος ἀστὴρ προμηνύων τὸν τόκον·ἐκήρυττον χαρὰν μετ᾿ ἀγγέλων ποιμένες,καὶ ἡ κτίσις σύν τούτοις ἠγάλλετο· τί τῶν θαυμάτων τούτων ἐκζητεῖν μεῖζον δυνήσομαι,καὶ ἐντεῦθεν πιστεύω ὅτι ἐστὶν ὁ υἱός μου
18.9.10[ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας;"]
18.10.1 Ἀλλ᾿ ὁ Χριστὸς τὴν μητέρα ἰδὼν «Παράσχου, λέγουσαν, χάριν ἐμοί», καὶ εἶπεν πρὸς αὐτὴν εὐθέως·»Τί ἐμοὶ καὶ σοί, γύναι; Οὐχ ἥκει ἡ ὥρα μου.» Τοῦτον τινὲς τὸν λόγον πρόφασιν ἀσεβείας ἑαυτοῖς κατεσκεύασαν,
18.10.5 οἱ λέγοντες Χριστὸν ὑποκεῖσθαι ἀνάγκαις,οἱ φάσκοντες αὐτὸν καὶ ταῖς ὥραις δουλεύειν,οὐ νοοῦντες τοῦ λόγου τὴν ἔννοιαν· ἀλλ᾿ ἐνεφράγη στόμα ἀσεβῶν τῶν μελετώντων κακά,ἐπειδὴ παραχρῆμα καὶ τὸ θαῦμα διεξῆλθεν
18.10.10ὁ τὰ πάντα [ἐν σοφίᾳ ποιήσας.]
18.11.1 "[Νῦν] ἀποκρίθητι, τέκνον», φησὶν ἡ πάναγνος μήτηρ τοῦ Ἰησοῦ· "ὁ [μέτ]ροις χαλινῶν τὰς ὥρας,πῶς τὰς ὥρας ἐκδέχει, [υἱ]έ μου καὶ Κύριε; Πῶς δὲ καιρὸν προσμένεις, σύ ὁ νομοθετήσας [τοῖ]ς καιροῖς διαστήματα,
18.11.5 ὁ κτίστης ὁρατῶν ὁμοῦ καὶ ἀοράτων,ἡμέρᾳ καὶ νυκτὶ ὁ ἀλύτους βραβεύσας ὡς δυνάστης τροπάς, ὡς ἠθέλησας; Κύκλοις εὐτάκτοις τούς ἐνιαυτούς σύ περιέγραψας· πῶς καιρὸν ἀναμένεις πρὸς τὸ θαῦμα [ὃ] αἰτῶ σε,
18.11.10[ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας;]
18.12.1 – Οἶδα πρὶν μάθῃς, παρθένε σεμνή, ὡς οἶνος ἔλειψε τούτοις νυνί,», ὁ ἄφραστος καὶ ἐλεήμων τῇ πανσέμνῳ μητρὶ παρευθύς ἀπεκρίνατο. "Οἶδά σου τῆς καρδίας πάσας τὰς ἐνθυμήσεις ἃς ἐν τούτῳ ἐκίνησας·
18.12.5 καὶ γὰρ ἐν ἑαυτῇ ἐλογίσω τοιαῦτα·ἡ χρεία νῦν καλεῖ τὸν υἱόν μου πρὸς θαῦμα,καὶ προφάσει ὡρῶν ἀναβάλλεται. Μήτηρ ἁγνή, τὸν τῆς ἀναβολῆς νῦν ἐκδιδάχθη[τι] νοῦν·ὅταν τοῦτον γὰρ μάθῃς, δώσω σοι τὴν χάριν πάντως,
18.12.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.13.1
Ὕψωσόν σου πρὸς τούς λόγους τὸν νοῦν καὶ γνῶθι, ἄφθορε, ἅπερ ἐρῶ· ἡνίκα γὰρ ἐκ τῶν μὴ ὄντων οὐρανόν τε καὶ γῆν καὶ τὰ πάντα παρήγαγον,
ὅλα τὰ παραχθέντα τότε διακοσμῆσαι παραχρῆμα ἐξίσχυον·
18.13.5 ἀλλ᾿ εὔτακτόν τινα συνεισήγαγον τάξιν· συνέστη γὰρ ἐν ἓξ τὰ κτισθέντα ἡμέραις,οὐκ ἐπείπερ οὐ δυνατὸς πέφυκα, ἀλλ᾿ ἵν᾿ ἀγγέλων βλέπων ὁ χορὸς ἃ κατὰ μέρος ποιῶ ἐκθειάζεται ᾄδων, ὑμνῶν· Δόξα σοι, δυνάστα,
18.13.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.14.1 Ταῦτα σαφῶς ἐνωτίζου, σεμνή, ὡς ἠδυνάμην ἑτέρᾳ ὁδῷ λυτρώσασθαι τούς πεπτωκότας καὶ μὴ δούλου, πτωχοῦ τὴν μορφὴν καταδέξασθαι·
ὅμως δὲ ἠνεσχόμην πρῶτον μὲν συλληφθῆναι καὶ τεχθῆναι ὡς ἄνθρωπος
18.14.5 καὶ γάλακτος λαβεῖν ἐκ μαζῶν σου, παρθένε,καὶ πάντα δ᾿ ἐν ἐμοὶ κατὰ τάξιν προέβη·παρ᾿ ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄτακτον. Οὕτως καὶ νῦν τὸ θαῦμα βούλομαι τάξει εὐτάκτῳ ποιεῖν,ὃ ἐυ̣δ̣[όκησα] πράττειν πρὸς ἀνθρώπων σωτηρίαν,
18.14.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.15.1
Ἅπαντα σύνες ἃ λέγω, σεμνή· νυνὶ γὰρ ἤθελον πρ[ῶτον] ἐγὼ κηρῦξαι τοῖς Ἰσραηλίταις καὶ διδάξαι αὐτούς τὴν [ἐλ]πίδα τῆς πίστεως,
ἵνα πρὸ τῶν θαυμάτων οὗτοι ἐκ[διδα]χθῶσιν ὅτι τίς με ἀπέστειλε,
18.15.5 καὶ γνῶσιν ἀσφαλῶς τοῦ [πατρός] μου τὴν δόξαν καὶ τούτου τὴν βουλήν, ὅτι βούλεται πάν̣[τως]σύν αὐτῷ με ἐκ πάντων δοξάζεσθαι·
ἃ ὁ γεννήσας γ[ὰρ] ἐμὲ ποιεῖ, ταῦτα ποιῶ καὶ ἐγώ,ὁμοούσιος τούτου καὶ τοῦ πνεύματος ὑπάρχων,
18.15.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.16.1 Πάντα γὰρ ταῦτ[α ε]ἰ ἔγνωσαν αὐτοὶ ἡνίκα θαύματα εἶδ[ον] φρικτά, ἐγίνωσκον ὅτι ὑπάρχω πρὸ αἰώνων Θεός, κἂν γεγένημαι ἄνθρωπος· νῦν δὲ παρὰ τὴν τάξιν, πρὸ τῆς διδασκαλίας,ἐπεζήτησας θαύματα,
18.16.5 καὶ διὰ τοῦτό σοι μικρὸν ἀν[ε]βαλλόμην,καὶ τοῦ θαυματουργεῖν ἐπεζήτουν τὴν ὥραν διὰ ταύτην καὶ μόνην τὴν πρόφασιν· ἀλλ᾿ ὅτι χρὴ τιμᾶ[σθαι] τούς γονεῖς παρὰ τῶν τέκνων αὐτῶν,θεραπεύσω σε, μῆτερ· δύναμαι γὰρ πάντα πράττειν,
18.16.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
18.17.1 Εἰπὲ οὖν τάχος τοῖς ἐν τῇ οἰκίᾳ ἵν᾿ ὑπουργήσωσι τοῖς παρ᾿ [ἐ]μοῦ, καὶ ἔσονται μετὰ ταῦτα ἑαυτοῖς καὶ τοῖς ἄλλοις τοῦ θαύματος μάρτυρες· Πέτρον γὰρ ὑπουργῆσαι, ἀλλ᾿ οὐδὲ Ἰωάννην,οὐκ Ἀνδρέαν νῦν βούλομαι,
18.17.5 οὐκ ἄλλον οὐδένα τῶν ἐμῶν ἀποστόλων,ἵνα μὴ γεννηθῇ δι᾿ αὐτῶν τοῖς ἀνθρώποις ὑποψία ἐντεῦθεν φαυλότητος, ἀλλὰ αὐτούς νῦν θέλω ὑπουργεῖν τούς ὑπηρέτας ἐμοί,ἵν᾿ αὐτοὶ μαρτυροῦσιν ὅτι πάντα ἐξισχύω,
18.17.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.»
18.18.1
Ἴξασα τούτοις ἡ μήτηρ Χριστοῦ τοῖς ὑπηρέταις τοῦ γάμου εὐθύς ἐφθέγξατο σύν προθυμίᾳ· "Ἅπερ λέγει ὑμῖν ὁ υἱός μου ποιήσατε.» Τότε δὲ ἓξ ὑδρίαι, ὡς ἡ γραφὴ διδάσκει, ἐν τῷ οἴκῳ ἀπέκειντο·
18.18.5 τοῖς ὑπηρέταις οὖν ὁ Χριστὸς ἐπιτάττει, «Γεμίσατε, λέγων, τὰς ὑδρίας ὕδατος.»Καὶ εὐθέως τὸ ἔργον ἐγένετο· [τὰς γὰρ ὑ]δρίας ὕδατος ψυχροῦ πάσας ἐπλήρωσαν, καὶ εἱ[στήκεσαν] γνῶναι τί βουλεύεται πρὸς τοῦτο
18.18.10 ὁ τὰ πάντα ἐν [σοφίᾳ ποιήσας.]
18.19.1 [Νῦν] ὑδρίας ἐπαινέσω ἐγὼ πῶς ἀπεδείχθησαν οἴνου [μεσταί], πῶς ἀθρόον ἡ τῶν ὑδάτων μεταχώνευσις οὕτως [αἰφνί]διον γέγονε. Τότε γὰρ ὁ δεσπότης εἶπεν τοῖς ὑπηρέταις [φανερ]ῶς, καθὼς γέγραπται·
18.19.5 "Ἀντλήσατε ὑμεῖς μὴ τρυγή[σαντ]ες οἶνον·ποτίσατε λοιπὸν τούς ἀνακεκλιμένους,[τὰς ἀ]βρόχους φιάλας ἀρδεύσατε· ἀπολαυέτω πᾶσα ἡ [πλη]θύς καὶ ὁ νυμφίος αὐτός·παραδόξως γὰρ πᾶσιν ἔ[δωκα] τ̣ὴ̣ν̣ εὐφροσύνην,
18.19.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.»
18.20.1
[Ὅτε τὸ] ὕδωρ εἰς οἶνον Χριστὸς σαφῶς μετέβαλεν ὡς δυνατός, [κατευφρ]άνθη ἅπαν τὸ πλῆθος,θαυμασίαν τὴν γεῦσιν αὐτοῦ ἡγησάμενοι· ἄρτι δὲ ἐν τῷ δείπνῳ τῷ ἐν τῇ ἐκκλησίᾳἀ[νακλί]νομεν ἅπαντες·
18.20.5 εἰς αἷμα γὰρ Χριστοῦ μεταβάλλεται οἶνος,[καὶ π]ίνομεν αὐτὸν εὐφροσύνῃ ἁγίᾳτὸν νυμφίον τὸν μέ[γαν δο]ξάζοντες· ὁ γὰρ νυμφίος ὁ ἀληθινὸς ὁ ἐκ Μαρίας [ἐστίν],ὁ προάναρχος Λόγος ὁ λαβὼν μορφὴν τοῦ δούλου,
18.20.10ὁ τὰ πάντα [ἐν σοφίᾳ ποιήσας.]
18.21.1
[Ὕψι]στε ἅγιε, πάντων σωτήρ, τὸν οἶνον φύλαξον τὸν ἐν ἡμῖν [ἀν]όθευτον, ὡς παντεπόπτης·κακοδόξους δὲ πάντας [ἐντ]εῦθεν ἀπέλασον, οἵτινες ὡς πανοῦργοι μίσγουσί σου [τὸν] οἶνον τὸν πανάγιον ὕδατι·
18.21.5 τὸ δόγμα γὰρ τὸ σὸν ἀεὶ ἐξυ[δαρ]οῦντες,κατάκριτοί εἰσι τῷ πυρὶ τῆς γεέννης·ἀλλὰ [ῥῦς]αι ἡμᾶς, ἀναμάρτητε, τοῦ ὀδυρμοῦ τῆς κρίσεως τῆς [σῆς], ὡς ἐλεήμων Θεός,ταῖς εὐχαῖς τῆς ἁγίας Θεοτόκου καὶ παρθένου,
18.21.10ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας.
19 (IX). Христос и самаряныня
19.t.1
[ Κυριακῇ δʹ] τοῦ Πάσχα, κοντάκιον εἰς τὴν Σαμαρείτιδα, φέρον ἀκροστιχίδα
τήνδε·[[ τοῦ] ταπεινοῦ Ῥωμανοῦ αἶνος]
ἦ χος βʹ, ἰδιόμελον.
Προοίμιον
19.pro.1
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔ[σπ]λαγχνον·"Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα,
19.pro.5 ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.» 19.1.1 [Τὸ] τάλαντον τὸ δοθέν σοι, ψυχή μου, μὴ ἀποκρύψῃς, ἵνα μὴ τῆς ῥαθυμίας ὑπενέγκῃς τὴν αἰσχύνην, ἐν ἡμέρᾳ [ἐν] ᾗ κρί[νει] ὁ Θεὸς τὴν οἰκουμένην.
Ἐρχόμενος γὰρ τότε, τὸ χρῆμα παραχρῆμα ἀπαιτήσει σε·
19.1.5 οὐχ ὅσον ἐκομίσω, ἀλλ᾿ ὅσον ἐ[πο]ρίσω ψηφίσας μεθοδεύσει σε· σύν τόκῳ γὰρ τὸ δάνειον παρ᾿ ἑκάστου λαμβάνει· ψυχή μου, μὴ ἀμέλει, ψυχή μου, ἐμπορεύου, ψυχή μου, δὸς καὶ λάβε,ἵν᾿ ὅταν ἔλθῃ ὁ βασιλεύς σου,
19.1.10 [ἀν]τὶ τῆς πραγματείας σοι παράσχῃ ἀγαλλίασιν καὶ ἀπολύ[τρωσιν.]
19.2.1 [Οὐκ] ἦς ἀξία τοῦ ἔχειν, καὶ ἔχεις ἅπερ κατέχεις· σοὶ τὴν χάριν [ἄλλ]ου δόντος μὴ οὖν ὄκνει τοῖς αἰτοῦσιν [μεταδοῦναι,] ὡς μετέδωκέ ποτε ἡ Σαμαρεῖτις. Ἀντλήσασα γὰρ μόνη παρέσχε καὶ ἑτέ[ροις] οὗπερ ἔλαβεν·
19.2.5 οὐδεὶς αὐτὴν ᾐτεῖτο, καὶ πᾶσιν ἐδωρεῖτο ἀφθόνως τοῦ χαρίσματος· διψᾷ καὶ δαψιλεύεται, μὴ πιοῦσα ποτίζει· ἀγμὴν μὴ γευσαμένη, ἀλλ᾿ ὡς μεμεθυσμένη τοῖς ὁμοφύλοις κράζει·"Δεῦτε, ὁρᾶτε νᾶμα ὃ εὗρον·
19.2.10 μὴ οὗτος [ἄρα] πέλει ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;»
19.3.1
Ὑδάτων οὖν ἀθανάτων ὧν ἡ πιστὴ Σαμαρεῖτις γέγονε μὲν ὡς εὑροῦσα ἡμεῖς ἄρτι πιόντες [οἱ διψῶντες,] ἐρευνήσωμεν καλῶς ὅλας τὰς φλέβας· μικρὸν δὲ καὶ τὰς λέξεις τὰς τοῦ εὐαγγελίου ἀναλάβωμεν,
19.3.5 Χριστὸν σοφῶς ὁρῶντες τὸ ὕδωρ ὅπερ πάλαι ἡ Σαμαρεῖτις ἔπιεν, καὶ πῶς αὕτη ἐξ ὕδατος ὕδωρ ἄλλο παρέσχε, καὶ τίνος χάριν τότε διψῶντα οὐ ποτίζει, καὶ τί ἦν τὸ κωλῦον.Πάντα γὰρ ταῦτα τὸ μεγαλεῖον,
19.3.10 ἡ βίβλος, περιέχει καὶ παρέχει ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.
19.4.1 Τί οὖν διδάσκει ἡ βίβλος; Χριστός, φησίν, ὁ πηγάζων π[ηγ]ὴν ζωῆς τοῖς ἀνθρώποις, ἀπὸ τῆς ὁδοιπορίας κοπ[ιάσας] ἐπεκάθητο πηγῇ τῆς Σαμαρείας, καὶ καύσωνος ἦν ὥρα· ὡς ἕκτη γὰρ ὑπῆρχε, καθὼς γέγραπται,
19.4.5 μες[ού]σης τῆς ἡμέρας, Μεσσίας ὅτε ἦλθε τούς ἐν νυκτὶ κατ[αυ]γᾶσαι· πηγὴ πηγὴν κατέλαβεν, ἀποπλύνων, οὐ πίν[ων·] κρουνὸς ἀθανασίας τῷ ῥείθρῳ τῆς ἀθλίας ὡς ἐνδ[εὴς] ἐπέστη· κάμνει βαδίζων ὁ ἐν θαλάσσῃ
19.4.10 πεζεύσας ἀκ[αμά]τως, ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.
19.5.1 Ἀλλ᾿ ὅτε ἦν ὁ οἰκτίρμων ἐπὶ τὸ φρέαρ, ὡς εἶπον, τότε γύνη Σαμαρεῖτις ἐπὶ ὤμων τὴν ὑδρίαν ἦρε κα[ὶ ἦ]λθεν ἐξελθοῦσα τὴν Συχάρ, πόλιν ἰδίαν. Καὶ τίς οὐ μακαρίζει τὴν ἔξοδον ἐκείνης καὶ τὴν εἴσοδον;
19.5.5 Ἐξῆλθε γὰρ ἐν ῥύπῳ, εἰσῆλθε δὲ [ἐν] τύπῳ τῆς ἐκκλησίας ἄμωμος· ἐξῆλθε καὶ ἐξήντλησε τὴν ζωὴν ὥσπερ σπόγγος· ἐξῆλθεν ὑδροφόρος, εἰσῆλθε θεοφόρος· καὶ τίς οὐ μακαρίζει τοῦτο τὸ θῆλυ, μᾶλλον δὲ σέβει
19.5.10 τὴν ἐξ ἐθνῶν, τὸν τύπον, τὴν λαβοῦσαν ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;
19.6.1 Προσῆλθεν οὖν ἡ ὁσία καὶ ἤντλησεν ἐν σοφίᾳ· τὸν γὰρ δεσπότην ἰδοῦσα κεκμηκότα καὶ διψῶντα καὶ βοῶντα· «Γύναι, δός μοι πιεῖν», οὐκ ἐτραχύνθη, ἀλλ᾿ εἶπεν εἰλημμένως· »Καὶ πῶς σύ, Ἰουδαῖος ὤν, ᾐτήσω με;"
19.6.5 Ὑπέμνησε τὸ δόγμα, μετέπειτα τὸ πόμα φρονίμως ἐπηγγείλατο. Οὐκ εἶπε γάρ· "Οὐ δίδωμι ἀλλοφύλῳ σοι πίνειν», ἀλλ᾿ εἶπεν· «Πῶς ᾐτήσω;» ὡς ποτὲ τῷ ἀγγέλῳ ἡ Θεοτόκος ἔφη·»Πῶς ἔσται τοῦτο; Πῶς ὁ ἀμήτωρ
19.6.10 μητέρα με λαμβάνει ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;"
19.7.1
Ἰδού μοι δύο εἰκόνων ζωγράφος ἡ Σαμαρεῖτις ἐκ τῆς Συχὰρ ἀνεφάνη· ἐκκλησίας, Σαμαρείας. Διὰ τοῦτο μὴ παρέλθωμεν αὐτήν· ἔχει γὰρ τέρψιν. Λεγέτω οὖν τὸ θῆλυ καὶ πάλιν πρὸς τὸν πλάστην· "Πῶς ᾐτήσω με;
19.7.5 Ἐάν σοι δώσω πίνῃς, πιὼν δὲ μεταβαίνῃς τὸν Ἰουδαϊκὸν θεσμόν, καὶ λήψομαι ἐξ ὕδατος σὲ ὁμόφρονα ἄνδρα.» Ὅτι καλοί οἱ λόγοι τῆς Σαμαρ[είτιδος]· ὑποσκιογραφοῦσιν ἐπὶ τὸ φρέαρ τὴν κολυμ[βήθραν]
19.7.10 ἐξ ἧς λαμβάνει δούλην ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.
19.8.1 "[Νῦν ἄκου]σόν μου, ὦ γύναι, ὁ Ἰησοῦς ἀνεβόα· εἰ ᾔ #948;εις τὴν δωρεάν [μου] καὶ τίς ἐστιν ὁ εἰπών σοι· Ὕδωρ δός μοι, σύ ἂν ᾔτησας αὐ[τὸν] νάματα ζῶντα·
ὕδωρ γὰρ ζῶν παρέχει.» Πρὸς ταῦτα ἀ[πεκ]ρίθη ἀμφιβάλλουσα·
19.8.5 "Οὐκ ἄντλημα βαστάζεις, βαθύ δὲ καὶ [τὸ φρ]έαρ· καὶ πόθεν σοι τὰ ὕδατα; Μὴ μείζων εἶ ἢ κάλλιον Ἰα[κὼβ] τοῦ γενέτου; Αὐτὸς γὰρ ἡμῖν ταύτην τὴν πηγὴν πρὶν πα[ρέσχε·] καὶ πῶς σύ λέγεις ἄρτι·Ἔχω σοι δοῦναι νάματα ζῶντα
19.8.10 [οὐ] λήγοντα διδοῦντα τῷ αἰτοῦντι ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;
19.9.1 – Οὐκ οἶδας, γύναι, ὃ λέγω, οὐκ ἔφθασας ὅπου θέλω· διὸ τὰ [ὦτά] σου κλῖνον καὶ τὰς φρένας ἄνοιξόν μοι, ἵν᾿ εἰσέλθω καὶ οἰκήσω ἐν αὐταῖς· οὕτω γὰρ θέλω. Τοῦ ὕδατος γὰρ τούτου ὁ [πίνων] καθ᾿ ἑκάστην πάλιν διψήσεται·
19.9.5 τὸ ὕδωρ δὲ ὃ δώσω τοῖς [πίστ]ει φλεγομένοις ἐκ δίψης μὲν ἀνάψυξις· γενήσεται [γ]ὰρ ἔνδοθεν τοῖς πιοῦσι τὸ ῥεῖθρον κρουνὸς ἀθανασίας ἁλλό[μεν]ος καὶ βρύων ζωὴν τὴν αἰωνίαν·τοῦτο γὰρ πρώην ἐν τῇ ἐρήμῳ
19.9.10 οἱ ἐξ Ἑβραίων ἦραν, ἀλλ᾿ οὐχ εὗρον ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν."
19.10.1
[Ὑ]φήφθη τούτοις τοῖς λόγοις ἡ Σαμαρεῖτις πρὸς δίψαν, καὶ μετηλλάγη ἡ τάξις· ἡ ποτίζουσα γὰρ πρώην νῦν ἐδίψα, κα[ὶ ὁ] διψήσας ἐξ ἀρχῆς ἄρτι ποτίζει. Προσπίπτει οὖν τὸ θῆλυ· "Τὸ ὕδωρ τοῦτο, φησί, δός μοι, Κύριε,
19.10.5 ἵνα μηκέτι τούτῳ τῷ φρέατι προστρέχω ὃ Ἰακὼβ παρέσχε μοι. Ἀργείτω τὰ γηράσαντα καὶ ἀνθείτω τὰ νέα· παρέλθῃ τὰ πρὸς ὥραν· καὶ γὰρ ἦλθεν ἡ ὥρα τοῦ ὕδατος οὗ ἔχεις·τοῦτο βρυέτω καὶ ἀρδευέτω
19.10.10 ἐμοὶ καὶ τοῖς ἐν πίστει ἐκζητοῦσιν ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν. 19.11.1
– Ῥοὰς ἀχράντων ὑδάτων εἰ θέλεις ἵνα σοι δώσω, πορεύου, φώνει τὸν ἄνδρα. Οὐ μιμοῦμαί σου τὴν γνώμην, οὐκ ἐρῶ σοι· Σαμαρεῖτις εἶ, καὶ πῶς ᾔτησας ὕδωρ; Οὐ θλίβω σου τὴν δίψαν· ἐγὼ γάρ σε πρὸς δίψαν δίψῃ εἵλκυσα,
19.11.5 διψῶντα ὑπεκρίθην, καὶ ὡς διψῶν ἐτρώθην ἵνα διψῶσαν δείξω σε. Πορεύθητι οὖν, φώνησον τὸν σὸν ἄνδρα καὶ ἔλθε.» Τὸ γ[ύναιον δὲ] ἔφη· «Οὐκ ἔχω ἄνδρα, οἴμοι.» Καὶ πρὸς αὐτὴν ὁ πλ[άστης·]»[Ὄν]τως οὐκ ἔχεις· πέντε γὰρ ἔσχες,
19.11.10 τὸν ἕκτον δὲ οὐκ [ἔχεις ἵνα] λάβῃς ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν."
19.12.1
Ὢ τῶν σοφῶν αἰνιγμάτων, ὢ τῶν σοφῶν χαρακτήρων [δι᾿ ὧν] τὰ τῆς ἐκκλησίας ἐν τῇ πίστει τῆς ὁσίας ζωγραφεῖτ[αι] ἐκ χρωμάτων ἀληθῶν, ἀπαλαιώτων·
ὃν τρόπον γὰρ τὸ [θῆλυ] ἠρνήσατο τὸν ἄνδρα ἡ πολύανδρος,
19.12.5 οὕτως [ἡ] ἐκκλησία [πολ]λούς θεούς ὡς ἄνδρας ἠρνήσατο καὶ ἔλιπεν, καὶ ἕνα ἐμ[νης]τεύσατο ἐξ ὑδάτων δεσπότην· ἐκείνη ἄνδρας πέντε καὶ τὸν ἕκτον οὐκ ἔσχε, καὶ αὕτη δὲ [τούς] πέντε τῆς ἀσεβείας ἄρτι λιποῦσα
19.12.10 τὸν ἕκτον ἐξ ὑδάτων σὲ λαμβάνει, ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν. 19.13.1 Μισήσωμεν τὰ εἴδη [τὰ] τῆς εἰδωλολατρείας· ἡ ἐξ ἐθνῶν νυμφευθεῖσα ὡς πικρὰν ἀποστρέφεται καὶ ἀρνεῖται τὴν † ἀμείνην †, ὅ ἐστι ῥίζα γλυκεῖα. Ἀλλ᾿ ἴσως ἐρωτᾷ τις· "Τὰ πέντε εἴδη ταῦτα τί ὑπάρχουσι;"
19.13.5 Ἡ τῶν εἰδώλων πλάνη πολυειδὴς μέν ἐστιν, ἔχει δὲ πέντε κεραίας· ἀσέβειαν, ἀσέλγειαν καὶ τὴν ἐπιμιξίαν, πρὸς τούτοις ἀσπλαγχνίαν καὶ τὴν τεκνοφονίαν, ὡς καὶ Δαυὶδ διδάσκει,"ἔθυσαν, λέγων, τοῖς δαιμονίοις
19.13.10 υἱούς καὶ θυγατέρας, καὶ οὐχ εὗρον ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν."
19.14.1 Ἀφῆκεν οὖν τὰ τοσαῦτα ἡ ἐξ ἐθνῶν μνηστευθεῖσα, [καὶ] πρὸς τὸ τῆς κολυμβήθρας φρέαρ τρέχει ἐκεῖσε καὶ ἀρνεῖται τὰ ποτέ, ὥσπερ ποτὲ ἡ Σαμαρεῖτις. Οὐκ ἔκρυψε γὰρ αὕτη τὸν πάντα πρὶν γενέσθαι ἐπιστάμενον,
19.14.5 ἀλλ᾿ ἔφησεν· [«Οὐκ ἔχω»·] οὐκ εἶπε γάρ· «Οὐκ ἔσχον», νομίζω, τοῦτο λέγουσα· »Κἂν ἔσχον ἄνδρας πρότερον, ἀλλ᾿ οὐ θέλω νῦν ἔχειν [τούς ἄνδρας] οὕσπερ εἶχον· σὲ γὰρ ἄρτι κατέχω τὸν σαγηνεύσαντά με,ἐκ τοῦ βορβόρου τῶν πονηρῶν μου
19.14.10 πιστῶς ἀντλησαμένη, ἵνα λάβω ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν."
19.15.1 Νοήσασα ἡ ὁσία τὴν τοῦ σωτῆρος ἀξίαν ἐκ τῶν ἀποκαλυφθέντων, ἐπὶ πλεῖον ἐπεπόθει ἐπιγνῶναι τί ἐστι καὶ τίς ἐστιν ὁ πρὸς τὸ φρέαρ· καὶ τάχα τοῖς τοιούτοις συνείχετο εἰκότως ἐνθυ[μήμασιν]·
19.15.5 "Θεὸς ὑπάρχει ἆρα ἢ ἄνθρωπος ὃν βλέπω, οὐράνιος ἢ γή[ϊνος];
[Ἰ]δού γὰρ τὰ ἀμφότερα ἐν ἑνί μοι γνωρίζει, διψῶν [τε] καὶ ποτίζων, μανθάνων καὶ προλέγων, καὶ πάλιν προ[σκαλ]ῶν με τὴν παρὰ νόμον καὶ προσδεικνύς μοι
19.15.10 τὰ σφάλματά [μου] πάντα, ἵνα λάβω ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν.
19.16.1 Οὐ[κοῦν] οὐράνιος πέλει καὶ τὸ ἐπίγειον φέρει· † εἰ οὖν † Θεὸς καὶ βροτὸς [ὤν], ὡς ἄνθρωπός μοι ἐδείχθη, καὶ διψήσας [με] ποτίζει ὡς Θεὸς καὶ προφητ[εύει]. Οὐκ ἦν γὰρ ἐν ἀνθρώπῳ τὸ γνῶναί μου τὸν βίον κα[ὶ ἐ]νθυμή[σας]θαι,
19.16.5 ἀλλὰ τοῦ ἀοράτου καὶ νῦν θεωρουμένου ἐνδεῖξαι [καὶ] ἐλέγξαι με· αὐτοῦ ἦν καὶ εἰδέναι με καὶ κηρῦξαι ὃ πέλω· [αὐ]τοῦ τὸν νοῦν ἀντλήσω, αὐτοῦ τὴν γνῶσιν πίω, αὐτοῦ τοῖς [λόγο]ις πλύνω πάντα τὸν ῥύπον τῶν ἁμαρτ[ιῶ]ν μου,
19.16.10 ἵν᾿ ἀ[μω]μήτῳ γνώμῃ ἀπολάβω ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν.
19.17.1 [Yἱὲ] βροτοῦ ὡς ὁρῶ σε, υἱὲ Θεοῦ ὡς νοῶ σε, σύ φώτισόν μου [τὰ]ς φρένας, Κύριε, δίδαξόν με τίς ὑπάρχεις», χρηστῶς πα[ρε]κάλει Χριστὸν ἡ Σαμαρεῖτις.
"Ἰδού σαφῶς σε βλέπω πιστῶς [κα]τανοοῦσα, καὶ μὴ κρύψῃς μοι·
19.17.5 μὴ ἄρα σύ ὑπάρχεις Χριστὸς [ὃν] οἱ προφῆται προεῖπον ὅτι ἔρχεται;
Ἐὰν σύ εἶ, ὡς ἔφησαν, [π]αρρησίᾳ εἰπέ μοι· ὁρῶ γὰρ ὅτι ὄντως ἃ ἔπραξα γνωρίζεις, [κα]ὶ ταῦτα τῆς καρδίας κρύφια πάντα, [καὶ] διὰ τοῦτο
19.17.10 κα[θι]κετεύω γνώμῃ, ἵνα λάβω ἀγαλλίασιν καὶ [ἀπο]λύτρωσιν.» 19.18.1 [Ἀλλ᾿] ὅτε εἶδεν ὁ βλέπων τὰς τῆς σοφῆς διαλέξεις καὶ τὸ πιστὸν [τ]ῆς καρδίας, παρευθύς ἀπεκρίθη πρὸς τὸ θῆλυ· "Ὃν μὲν λέγεις Μεσσίαν, ὃν οἱ προφῆται νῦν ἔρχεσθαι προεῖπον, ὁρᾷ#8119;ς [μ]ὲν καὶ ἀκούεις τῆς φωνῆς αὐτοῦ.
19.18.5 Ἐγώ εἰμι ὃν βλέπεις, ἐγώ εἰμι [ὃν] ἔχεις ἐν μέσῳ τῆς καρδίας σου· ἐγὼ ποθῶν σε ἤλυθα [σὲ ἑ]λκύσαι καὶ σῶσαι· νῦν κήρυξον τοῖς πᾶσι τοῖς θέλουσι σω[θ]ῆναι ἐν τῇ Συχὰρ τῇ πόλει τούς συγγενεῖς σου καὶ συμπολίτας,
19.18.10 καὶ δεῦτε πάντες ἅμα οἱ διψῶντες ἀγαλλίασιν καὶ [ἀπο]λύ[τρωσιν.]
19.19.1
[Ἰδού] ἤντλησαι, γύναι, ἐκ λάκκου ταλαιπωρίας· ὁ μηδὲ ἄν[τλ]ημα ἔχων, τὴν καρδίαν σου καθῆρα ἄνευ ῥείθρου, καὶ ἀ[πέπ]λυνα τὸν νοῦν ἄνευ ναμάτων, καὶ ᾤκισά σε θέλων, καὶ ἔδειξα ὃ πέλω καὶ οὐκ ἔπιον."
19.19.5 Καὶ τούτων λεγομέν[ων ὁμοῦ] καὶ τελουμένων, οἱ μαθηταὶ ἐλήλυθαν· οὐκ ἦσαν γ[άρ, ὡς γέ]γραπται, πρὸς τὸ φρέαρ ἐν τούτοις, ἀλλ᾿ ἦλθον μετ[ὰ ταῦτα] καὶ γνόντες ταῦτα πάντα ἐθαύμασαν βοῶντες·"[Ὢ τῆς] ἀφάτου φιλανθρωπίας·
19.19.10 γυναίῳ συγκατέβη ὁ παρέχων [ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.]» 19.20.1 Νευροῦται ἡ Σαμαρεῖτις καὶ τρέχει πρὸς Σαμαρείτας, κατ[αλι]ποῦσα τὴν κάλπιν καὶ λαβοῦσα ἐπὶ ὤμων τῆς καρδίας [τὸν] ἐτάζοντα νεφρούς καὶ τὰς καρδίας· καὶ φθάσασα τὴν [πό]λιν, ἐσάλπισε τοῖς πᾶσιν οὕτως κράζουσα·
19.20.5 "Πρες[βῦται] μετὰ παίδων, νεανίσκοι καὶ παρθένοι, ἐπὶ τὸ φρέαρ δρά[μετε·] τὸ ὕδωρ ἐπεπόλευσε καὶ προχεῖται τοῖς πᾶσιν· ἐκεῖ κατεῖδ[ον] ἄνδρα ὃν οὐ χρὴ λέγειν ἄνδρα· θεοῦ γὰρ ἔχει ἔργα,πάν[τα μοι] λέγων καὶ προφητεύων,
19.20.10 ὁ πάντας σῶσαι θέλων καὶ παρ[έχων] [ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.]"
19.21.1 Οὐδὲν ὅλως οὐκ εἶπον οἱ κήρυκες τοῦ σωτῆρος ὅτι συνόμιλον [εὗ]ρον τῷ γυναίῳ τὸν ἐλθόντα καὶ τεχθέντα ἐκ παρθένο[υ ἐ]πὶ γῆς οἰκονομίᾳ· τροφὰς γὰρ ἀπελθόντες κομίσαι, εὗ[ρον] βρῶσιν ἀγεώργητον,
19.21.5 διδοῦντα τοῖς αἰτοῦσι τροφὴν ἀθα[να]σίας· πρὸς οὓς καὶ ἀπεκρίνατο·
"Ἐμὸν βρῶμα τὸ θέλημα τοῦ πατρός μου ὑπάρχει·διὸ ἣν ἀγνοεῖτε τροφὴν ἐγὼ ἐσθίω, ἥ[περ] ἐσθιομένη πᾶσι πηγάζει πνοὴν τελείαν
19.21.10 καὶ πίστιν ἀν[α]φαίρετον, διδοῦντα ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.»
19.22.1 Συνῆλθε τῆς Σαμαρείας τὸ πλῆθος ἐπὶ τὸν πλάστην, κ[ατα]λιπόντα τούς οἴκους, καὶ ἐδείχθησαν τῇ πίστει ὥσπερ [οἶ]κοι τοῦ εἰπόντος ἐν γραφαῖς ταῖς θεοπνεύστοις ὡς λ[έγει]· "Ἐνοικήσω καὶ ἐμπεριπατήσω, καθὼς γέγραπται,
19.22.5 ἐ̣[... οἴ]κοις τοιούτοις καταλιποῦσι πάντα, ἀγρούς, γονεῖς καὶ φ[ίλ]τατα, καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ σωτὴρ ἐκ παγίδων· αὐτοὶ δὲ ἔσονταί μοι λαὸς ἡγιασμένος, κατοίκησιν ποιοῦντες τῇ ἀϊδίᾳ καὶ ἀχωρίστῳ
19.22.10 Τριάδι τῇ ἀφθόνως πηγαζούσῃ ἀγαλλίασιν [καὶ ἀπολύτρωσιν.]»
20 (VIII). Исцеление прокаженного
20.t.1
Τῇ δʹ τῆς γʹ ἑβδομάδος τοῦ πάσχα, κοντάκιον εἰς τὸν λεπρόν, φέρον
ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος δʹ, πρός· Τούς μὴ ὄντας θεούς.
Προοίμιον
20.pro.1
Ὡς τὸν λεπρὸν ἐκάθαρας τῆς νόσου, παντοδύναμε,τὸ ψυχικὸν ἡμῶν ἄλγος θεράπευσον ὡς εὔσπλαγχνος τῇ πρεσβείᾳ τῆς Θεοτόκου, ἰατρὲ τῶν ψυχῶν ἡμῶν,[ὁ φιλάνθρωπος,] σωτὴρ καὶ μόνε ἀναμάρτητε.
20.1.1 Τὸν τοῦ γένους Θεὸν καὶ εὐεργέτην καὶ σωτῆρα Χριστὸν [ἀνυμνῶμεν],τὸν τὰς ψυχὰς εὐφραίνοντα τὰς ἡμετέρας, τὴν [ῥίζαν] τῶν ἀγαθῶν,
ὅτι ἔστιν εὐφροσύνη καὶ σωτηρία τοῖς ἀν[θρώποις],ὡς ἐλεήμων καὶ οἰκτίρμων καὶ πιστὸς ἰατρός,
20.1.5 [ὁ ἀφρά]στῳ σοφίᾳ διέπων τὰ πάντα καὶ βουλήματι θεί[ῳ τῶν] ψυχῶν τὰ πάθη ὡς Θεὸς ἰώμενος, ὁ πάντα περιέπ[ων] ὡς ἀχώριστος μόνος δυνάστης,ὁ ἔχων καὶ παρέχων πᾶσι χαρὰν καὶ δόξαν καὶ ἄφεσιν πταισμάτων ὁ φιλάνθρωπος,
20.1.10σωτὴρ καὶ μόνος ἀναμάρτητος.
20.2.1
Ὁ τοῦ χρόνου δεσπότης τε καὶ κτίστης κατὰ χρόνου [κατ]ῆλθεν ἐν κόσμῳ·ὁ ποιητὴς ἐγένετο ἐν τοῖς ἰδίοις [θε]λήσας σῶσαι ἡμᾶς· τὸν Ἀδὰμ ὁ πλαστουργήσας Ἀδ[ὰμ] ἐγένετο ἀρρήτως,καὶ τὸ μυστήριον ὑπάρχει ὑπὲρ λόγον καὶ νοῦν.
20.2.5 Καὶ γὰρ σὰρξ ἐγεννήθη ἀτρέπτως ὁ Λόγος καὶ μεμένηκε Λόγος, ὅπερ προϋπῆρχε τοῦ πατρὸς ἀχώρις[τος], σκηνώσας ἀπορρήτως ἐν ἡμῖν ὁ πατὴρ τῶν αἰώνων·[οὐ]δὲ γὰρ ἐπῃσχύνθη οὗτος καταπεσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων ὁ φιλάνθρωπος,
20.2.10σωτὴρ καὶ μόνος ἀναμάρτητος. 20.3.1
Ὑπὸ πλείστων παθῶν κατεχομένην τὴν ταλαίπωρον φύσιν ἰᾶται,ἣν ἐλεήσας ἔφθασε καὶ ἐπεσκέψατο πάντα ὡς ἀγαθός· τούς ἐν θλίψει θεραπεύει, τούς ἐν ἀνάγκῃ περισῴζει,τούς ἐν ταῖς νόσοις ἰατρεύει ὡς σοφὸς ἰατρός·
20.3.5 ἐξ ἀνθρώπων ἐλαύνει τούς δαίμονας πάντας·τούς τυφλούς ἀναβλέπειν, παραλύτους τρέχειν ὡς Θεὸς προσέταττεν· λεπρούς δὲ καθαρίζει ἐν τῷ θείῳ βουλήματι μόνῳ,ὅτι καὶ ἀοράτων πάντων καὶ ὁρωμένων αὐτὸς ὑπάρχεις κτίστης, ὁ φιλάνθρωπος,
20.3.10σωτὴρ καὶ μόνε ἀναμάρτητε.
20.4.1 Τί δὲ λέγει κατίδωμεν σπουδαίως τῷ λεπρῷ ὁ Χριστὸς προσελθόντι,πῶς δὲ τὴν νόσον ἔδειξε τῷ ἰατρῷ τῷ πανσόφῳ ὁ ἀσθενῶν. Τοῦ Ματθαίου γὰρ ἡ βίβλος καὶ ἡ τοῦ Μάρ[κου διη]γεῖται καὶ [ἡ] Λουκᾶ τῶν θεσπεσίων περὶ τούτου [σαφῶς]
20.4.5
ὡς ἐν ὄχλῳ τοσούτῳ καὶ πλήθει ἀπείρῳσυ[μμιγεὶ]σ̣ τῶν ἀνθρώπων πρὸς Χριστὸν δραμόντων οὗτος παρεγέ[νετο τοῦ] πάθους δὲ τὸ μύσος οὐκ ᾐσχύνετο δεῖξαι τοῖς πᾶ[σι,καὶ] οὕτως ἐπὶ πάντων πίπτει εἰς γῆν κραυγάζων·"[Κἀμὲ] ὡς πάντας σῶσον, ὁ φιλάνθρωπος,
20.4.10σωτὴρ καὶ μόνος ἀναμάρτητος.» 20.5.1 [Ἀπὸ] πάντων ἀνθρώπων ἐστὶ τοῦτο μισητὸν καὶ αἰσχρὸν τὸ πά[θο]ς·κρύπτειν οὖν τοῦτο σπεύδουσιν οἱ πειραθέντες τῆς νό[σου] τῆς χαλεπῆς· τῶν παθῶν ἐστι τῶν ἄλλων δυσειδεστέ[ρα] ἐν ἀνθρώποις·ὡς ἐπὶ χόρτου, βοσκομένης τῆς σαρκὸς ὑπ᾿ αὐτῆς,
20.5.5 ἐπιτίθεται αὕτη τοῖς μέλεσι πᾶσιν,
ὥσπερ ἐπι[θ]υ̣μοῦσα παραδεῖξαι ὅ#8005;ρον ὀνειδῶν τὸν ἄνθρωπον. Τῆς λώβης [γὰρ] ὑπάρχει συγγενὴς ἡ ἀκάθαρτος νόσος,ἣν τέχνη ἰατρείας ὅλως οὐ θεραπεύει,Χριστὸς δὲ ἐκδιώκει ὁ φιλάνθρωπος,
20.5.10σωτὴρ καὶ μόνος ἀναμάρτητος.
20.6.1 [Πο]λεμούμενος οὖν ὑπὸ τῆς νόσου ὁ λεπρὸς δακρυχέων ἐθρήνει·ὥρας ἑκάστης ἔβλεπεν ὅτι προσθήκην λαμβάνει τῶν λυπηρῶν, καί φησι τοιούτους λόγους· "Ἡ σάρξ μου, οἴμοι, ἀνεβάφη δεινῇ βαφῇ παρὰ τὴν φύσιν ἀσθενείᾳ πολλῇ,
20.6.5 καὶ ὡς πηλὸς διέρπει τῷ σώματι ὅλῳ·ἡ χρόα μετεβλήθη καὶ ἐγένετό μοι θεωρία ἄσχημος,
ὡς μώλωψ ἐκ καυτῆρος, σηπεδὼν χαλεπὴ τοῖς ὁρῶσιν·οὐκ ἔχω οὐδὲ μίαν ὅλως τῆς σωτηρίας ἐλπίδα, εἰ μὴ δώσει ὁ φιλάνθρωπος,
20.6.10σωτὴρ καὶ μόνος ἀναμάρτητος. 20.7.1
Ἐν σπουδῇ οὖν, ψυχή μου, νῦν πορεύου πρὸς Χριστὸν τὸν υἱὸν τῆς παρθένου,ἵνα κομίσῃ ἴασιν ἣν παρ᾿ ἀνθρώπου οὐδ᾿ ὅλως δύνῃ λαβεῖν· ἐγεννήθη ἐκ κοιλίας μητρὸς τυφλὸς ἐσκοτισμένος, καὶ ὃ ἐστέρησεν ἡ φύσις παρέσχεν ὁ Χριστός·
20.7.5 τὸν υἱὸν δὲ τῆς χήρας ἁρπάζει θανάτου,πολυχρόνια μέλη λελυμένα πόνοις παραλύτου ἔσφιγξεν. Οὐδὲν οὖν στασιάζει πρὸς αὐτὸν ὡς Θεῷ τε καὶ κτίστῃ·διόπερ καὶ πιστεύω ὅτι ψιλὸς οὐκ ἔστιν υἱὸς ἀνθρώπου οὗτος ὁ φιλάνθρωπος,
20.7.10σωτὴρ καὶ μόνος ἀναμάρτητος.
20.8.1
Ἰατρὸς γὰρ τὴν φύσιν οὐκ ἰσχύει ἐλλιπῶς προσελθοῦσαν πληρῶσαι,ὅπερ Χριστὸς ἐποίησεν ἐπὶ τυφλῷ γεννη[θέντι] ἐκ τῆς γαστρός· καὶ ἐντεῦθέν ἐστι δῆλον ὅτι αὐτό[ς ἐ]στιν ὁ κτίστης τοῦ πρωτοπλάστου, ὁ ποιήσας αὐτὸν [ἀ]πὸ [τῆς] γῆς·
20.8.5 ἐκ τῆς γῆς γὰρ καὶ ἄρτι ὃν εἶπον προφ[έρει],καὶ τῆς φύσεώς ἐστι πλάστης καὶ δεσπότης καὶ Θ[εὸς ἀΐδι]ος·
Ἐμοὶ δὲ παρὰ φύσιν τῆς σαρκὸς στασιάζει ἡ [ῥῶσις],αὐτὸς δὲ ὑπὲρ φύσιν πᾶσαν ἐτέχθη θέλων ἐκ μήτρας τῆς παρθένου ὁ φιλάνθρωπος,
20.8.10σωτὴρ καὶ μόνος ἀναμάρτητος. 20.9.1 Νευρωθεῖσα τῇ πίστει ἡ αἱμόρρους ἁψαμένη κρασπέδου ἰάθη·σπεύσω κἀγὼ τὸν ἄχρονον καθικετεῦσαι δεσπότην ὡς ἀγαθόν."
Ὡς ἐφθέγξατο δὲ ταῦτα, μετὰ δε[ή]σεως ἐκτρέχει καὶ εἰς τὴν γῆν τὸ γόνυ κλίνας ἱκετεύ[ει] Χριστόν·
20.9.5 διὰ δύο δὲ λόγων τὴν δέησιν γράφει καί φησιν· "Ἐὰν θέλῃς, δύνασαί με πάντως καθαρίσαι, Κύριε. Οὐ πλῆθος γὰρ ῥημάτων, ἀλλὰ πίστιν ζητεῖ ὁ οἰκτίρμων,ὁ πάσης διανοίας γνώστης, ὁ κυβερνήτης καὶ κτίστης τῶν ἀνθρώπων, ὁ φιλάνθρωπος,
20.9.10[σωτὴρ καὶ μόνος ἀναμάρτητος.]
20.10.1
Ὅταν τις συσχεθεὶς ὑπὸ ἀνάγκης ἀπορεῖ βοηθείας καὶ λόγ[ου] καὶ οὐκ ἰσχύει δέησιν συνθεῖναι ἵνα προσέλθῃ τῷ ἄνακτι, πρὸς σοφούς εὐθύς ἐκτρέχει τούς δυναμένους ἐν συντόμῳ τὴν ἱκεσίαν διαθεῖναι οὐκ ἐν λόγοις πολλοῖς·
20.10.5 καὶ ὡς πάνσοφοι οὗτοι καὶ ἔμπειροι λόγων, δι᾿ ὀλίγων ῥημάτων σκοπὸν νοημάτων ἄπειρον συντάττουσι καὶ γράφουσι τούς λόγους τούς τοιούτους εἰς σύμμετρον χάρτην· ὁ ἄναξ δέ, λαμβάνων ταύτην τὴν ἱκεσίαν, τὸν νοῦν τῶν λόγων οἶδεν ὁ φιλάνθρωπος,
20.10.10σωτὴρ καὶ μόνος ἀναμάρτητος. 20.11.1
Ὑπὸ πίστεως νῦν ὁ ἰδιώτης τῷ σοφῷ ἱκεσίαν συντάξω·ἔσπευσα γὰρ καὶ ἔφθασα τὴν πίστιν τὴν παναγίαν καὶ συνετήν· παρεκάλεσα δὲ ταύτην καὶ ὑπηγόρευσε συντόμως ὑπὲρ ἐμοῦ τὴν ἱκεσίαν Ἰησοῦ βασιλεῖ·
20.11.5 διὰ δύο ῥημάτων ὡς πάνσοφος ῥήτωρ,τὰ νοήματα ταύτης τῆς δεήσεώς μου ἅπαντα διέγραψεν· ἐν χάρτῃ τῆς ψυχῆς μου γεγραμμέ[νην τὴν αἴ]τησιν ἔχω καὶ ταύτην σοι προσφέρω· σπεύσας [ἐλέησόν] με,ὁ πάντων εὐεργέτης, ὁ φιλάνθρωπος,
20.11.10σωτὴρ καὶ μόνος ἀναμάρτητος.
20.12.1
[Ῥυπωθέν]τα ἄρα μὴ οὐ θελήσῃς ὡς ἀνάξιόν με κα[θαρίσαι·]τοῦτο πρὸ πάντων ἔφησα ὅτι "Ἂν θ[έλῃς, ἰσχύ]εις, Κύριέ μου.» Τὴν γὰρ δύναμίν σου ἔγνων, ὅτι οὐδείς [σοι ἀν]τιπράττει,ἀλλὰ φοβοῦμαι μὴ ὑπέρθῃ καθαρίσαι ἐμέ.
20.12.5 Μόνον νεῦσον, οἰκτίρμον, καὶ φεύγει ἡ λέπρα·μόνον [βούλη]μα δεῖξον, καὶ τὸ πάθος ὅλον ἐκποδὼν γενήσεται· κἂν [ἄνθρωπ]ος ἐγένου ἐκ παρθένου Μαρίας ἀσπόρως,ἀλλ᾿ ὅμως πρὸ αἰώνων λόγος Θεοῦ ὑπάρχεις,Θεὸς καὶ κτίστης πάντων, ὁ φιλάνθρωπος,
20.12.10[σωτὴρ καὶ μόνος ἀναμάρτητος.] 20.13.1
[ – Ὡς] πιστόν σε τοῦ πάθους ἀπαλλάξω», ὁ Χριστὸς τῷ λεπρῷ ἀπεκρίθη,"ὅτι αὐτὴ ἡ δέησις ἡ παρὰ σοῦ μοι δοθεῖσα ἔτερψέ [με]· τῇ δυνάμει οὖν τῇ ταύτης ἀκολουθήσει καὶ ἡ ψῆφος,[ἐπει]δὴ εἶπας· ‘Ἐὰν θέλῃς, δύνῃ, Κύριέ μου.’
20.13.5 Καὶ δυνάστης ὑπάρχω καὶ βούλομαι σῶσαι·διὰ τοῦτο προστάττω, αὐ[θεν]τῶ καὶ λέγω· ‘Θέλω, καθαρίσθητι’. καὶ θέλω ὡς οἰκτίρμων [καὶ] προστάττω καθάπερ δυνάστης·ἰσχύν γὰρ τῇ θελήσει [ἔχω συν]υπουργοῦσαν ὡς ἄναξ τε καὶ κτίστης, ὁ φιλάνθρωπος,
20.13.10σωτὴρ καὶ μόνος [ἀναμάρτητος]."
20.14.1 [Μ]όνος πέλων οἰκτίρμων, συνεκτείνει τὴν παλάμην καὶ ἅπτε[ται] τούτου,καὶ ὁ λεπρὸς αἰφνίδιον ἀνεκαθάρθη τὸ σῶμα [τὸ] ἑαυτοῦ· τῆς γὰρ λέπρας ἀπηλλάγη καὶ ἐδραπέτευσεν εὐθέως·πρὸς φυσικὸν μετῆλθε κάλλος ἡ χρόα τῆς σαρκός.
20.14.5
Ἐθαμβήθησαν πάντες οἱ τότε παρόντες,τοῦ λεπροῦ ἐκβοῶντος· "Σύ Θεὸς ὑπάρχεις μόνος, παντοδύνα[μο]ς, καὶ ἦλθες ἐν τῷ κόσμῳ τὸν πλανώμενον κόσμον καλέσαι·ἀνθρώπου γὰρ οὐκ ἔστιν ὅλως τὰ ἔργα ταῦτα·Θεὸς οὖν εἶ τῶν ὅλων, ὁ φιλάνθρωπος,
20.14.10[σωτὴρ καὶ μόνος ἀναμάρτητος].» 20.15.1 [Ἀ]λλ᾿ ὡς ἤκουσε ταῦτα ὁ οἰκτίρμων, τῷ λεπρῷ ἐπὶ πάντων προστάττει·"Ὕπαγε, νόμον πλήρωσον καὶ ἑαυτὸν δεῖξαι σπεῦ[σο]ν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὅπερ προσέταξε προσφέρειν Μωσῆς ὁ παῖς μου καθαρθέντας ἐν τῷ ἔθνει λεπρούς.
20.15.5
Ἰουδαῖοι ἐχθρόν με τοῦ νόμου καλοῦσι,καὶ πολέμιον εἶναι τοῦ Μωσέως οὗτοι ἄσπονδόν με λέγουσι· γ[ενοῦ μοι τού]των μάρτυς ὅτι πάντα πληρῶ τὰ τοῦ νόμου·μ[ισθὸν τῆ]ς ἰατρείας δός μοι τὴν μαρτυρίαν·εἰμὶ γὰρ φύλαξ ν[όμου] [ὁ φιλάνθρωπος,
20.15.10σωτὴρ καὶ μόνος ἀναμάρτητος]."
20.16.1 Νεκρωθὲν τῇ κελεύσει τοῦ Κυρίου δραπετεύει τὸ πάθος [τ#964;ῆς λέ]πρας·ἔφριξε γὰρ τὸ νόσημα αὐτὸν ἰδόντα τὸν κτί[στην] καὶ λυτρωτήν, καὶ οὐ φρίττουσιν οὐδ᾿ οὕτως Ἀρειανοὶ τ[ὴν δε]σποτείαν,τὴν αὐθεντίαν τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ Θεοῦ,
20.16.5
[ὅτι] οὗτος ὑπάρχει ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἀϊδίως ἐ[κ πατρὸς] ἀχρόνου ἄχρονος υἱὸς αὐτοῦ, ὁ μένων εἰς αἰῶνας ὅ[πε]ρ ἦν πρὸ τῶν πάντων αἰώνων·αὐτὸς γὰρ ἐκ παρθένου θέ[λω]ν σαρκὶ ἐτέχθη,μὴ λείψας τὸν πατέρα ὁ φιλάνθρωπος,
20.16.10σωτὴρ καὶ μόνος ἀναμάρτητος. 20.17.1 Οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ πλάστου ἀγαπῶντες τὸ ἅγιον δόγμα,σέβομεν πάντες πιστεύοντες μοναδικὸν μὲν τὸ θεῖον τὸ ἀληθές, ἐν τρισί γε μὴν προσώποις ὁμοουσίοις, συνανάρχοις,ἵνα ἐκκλίνωμεν τὴν πλάνην τῶν ἀθέων ἀν[δρῶν],
20.17.5 τὰς μὲν τρεῖς ὑποστάσεις κατὰ τῶν Ἑβραίων,τὴν δὲ μίαν οὐσίαν, τῆς πολυθεΐας φεύγοντες τὸ νόσημα· μιᾶς [ἐστιν] οὐσίας ὁ Πατήρ, ὁ Yἱὸς καὶ τὸ Πνεῦμα·ἐκ τούτων ἐσαρκώθη θέλων ἐκ τῆς παρθένου ὁ εἷς ὁ τῆς τριάδος, ὁ φιλάνθρωπος,
20.17.10[σωτὴρ καὶ μόνος ἀναμάρτητος.]
20.18.1
Ὑϊὲ τοῦ Θεοῦ ὁ βασιλεύων πρὸ αἰώνων καὶ εἰς τούς αἰῶνας,ὡς τὸν λεπρὸν ἠλέησας, διώξας λόγῳ τὸ πάθος ὡς δ[υ]νατός, καὶ ἡμᾶς τούς προσιόντας τῇ ἀγαθότητί σου [σῶ]σον καὶ τὴν συγχώρησιν παράσχου τῶν πταισμάτων ἡμῶν.
20.18.5 Σύ γὰρ δύνασαι μόνος ὡς κτίστης τῶν πάντων ἁμαρτίας ἀφεῖναι· σὲ οὖν δυσωποῦμεν, δὸς ἡμῖν ἀντίληψιν πρεσβείαις τῆς Θεοτόκου καὶ [ἁγίας] παρθένου Μαρίας,δι᾿ ἧς σοι προσιόντες πάντες παρακαλοῦμεν,«ἐλέησον», βοῶντες, »ὡς φιλάνθρωπος,
20.18.10σωτὴρ καὶ μόνε ἀναμάρτητε.»
21 (X). Помазание Христа грешницей.
21.t.1
Τῇ μεγάλῃ τετράδι, κοντάκιον εἰς τὴν πόρνην, ἰδιόμελον, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλ. δʹ.
Προοίμιον I
21.pro 1.1
Ὁ πόρνην καλέσας θυγατέραν, Χριστὲ ὁ Θεός,υἱὸν μετανοίας κἀμὲ ἀναδείξας,δέομαι, ῥῦσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Προοίμιον II
21.pro 2.1 Κατέχουσα ἐν κατανύξει ἡ πόρνη τὰ ἴχνη σου ἐβόα σοι ἐν μετανοίᾳ τῷ εἰδότι τὰ κρύφια, Χριστὲ ὁ Θεός· "Πῶς σοι ἀτενίσω τοῖς ὄμμασιν ἡ πάντας ἀπατῶσα τοῖς νεύμασιν;
21.pro 2.5Πῶς σε δυσωπήσω τὸν εὔσπλαγχνον ἡ σὲ παροργίσασα τὸν κτίστην μου; Ἀλλὰ δέξαι τοῦτο τὸ μύρον πρὸς δυσώπησιν, Κύριε, καὶ δώρησαί μοι ἄφεσιν τῆς αἰσχύνης τοῦ βορβόρου τῶν ἔργων μου."
21.1.1 Τὰ ῥήματα τοῦ Χριστοῦ καθάπερ ἀρώματα ῥαινόμενα πανταχοῦ βλέπων ἡ πόρνη ποτὲ καὶ τοῖς πιστοῖς πᾶσι πνοὴν ζωῆς χορηγοῦντα, τῶν πεπραγμένων αὐτῇ τὸ δυσῶδες ἐμίσησεν,
21.1.5 ἐννοοῦσα τὴν αἰσχύνην τὴν ἑαυτῆς καὶ σκοποῦσα τὴν ὀδύνην τὴν δι᾿ αὐτῶν ἐγγιγνομένην· πολλὴ γὰρ θλῖψις γίνεται τότε τοῖς πόρνοις ἐκεῖ, ὧν εἷς εἰμι, καὶ ἕτοιμος πέλω εἰς μάστιγας ἃς πτοηθεῖσα ἡ πόρνη οὐκέτι ἔμεινε πόρνη,
21.1.10 ἐγὼ δὲ καὶ πτοούμενος ἐπιμένω τῷ βορβόρῳ τῶν ἔργων μου. 21.2.1 Οὐδέποτε τῶν κακῶν ἀποστῆναι βούλομαι, οὐ μνήσκομαι τῶν δεινῶν ὧν ἐκεῖ μέλλω ὁρᾶν,οὔτε λογίζομαι τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν πῶς περιῆλθε ζητῶν με τὸν γνώμῃ πλανώμενον·
21.2.5 δι᾿ ἐμὲ γὰρ πάντα τόπον ἐξερευνᾷ, δι᾿ ἐμὲ καὶ Φαρισαίῳ συναριστᾷ ὁ τρέφων πάντας· καὶ δείκνυσι τὴν τράπεζαν θυσιαστήριον, ἐν ταύτῃ ἀνακείμενος καὶ χαριζόμενος τὴν ὀφειλὴν τοῖς χρεώσταις, ἵνα θαρρῶν πᾶς χρεώστης
21.2.10 προσέλθῃ λέγων· "Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου."
21.3.1
Ὑπέκνισεν ἡ ὀσμὴ τῆς τραπέζης τοῦ Χριστοῦ τὴν πρώην μὲν ἄσωτον, νυνὶ δὲ καρτερικήν,τὴν ἐν ἀρχῇ κύνα καὶ ἐν τῷ τέλει ἀμνάδα, τὴν δούλην καὶ θυγατέρα, τὴν πόρνην καὶ σώφρονα.
21.3.5 Διὰ τοῦτο λίχνῳ δρόμῳ φθάνει αὐτήν, καὶ λιποῦσα τὰ ψιχία τὰ ὑπ᾿ αὐτήν, τὸν ἄρτον ἦρε τῆς πάλαι Χανανίτιδος πλέον πεινάσασα, ψυχὴν κενὴν ἐχόρτασεν, οὕτω πιστεύσασα,ἀλλ᾿ οὐ κραυγῇ ἐλυτρώθη, σιγῇ δὲ μᾶλλον ἐσώθη·
21.3.10 κλαυθμῷ γὰρ εἶπε· "Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.»
21.4.1 Τὴν φρένα δὲ τῆς σοφῆς ἐρευνῆσαι ἤθελον καὶ γνῶναι πῶς ἔλαμψεν ἐν αὐτῇ ὁ Κύριος ὁ ὡραιότατος καὶ τῶν ὡραίων ὁ κτίστης, οὗ τὴν ἰδέαν πρὶν ἴδῃ ἡ πόρνη ἐπόθησεν·
21.4.5
ὡς ἡ τῶν εὐαγγελίων βίβλος βοᾷ· Τοῦ Χριστοῦ ἀνακειμένου ἐν οἰκιᾷ τοῦ Φαρισαίου, γυνή τις τότε ἤκουσεν, ἅμα καὶ ἔσπευσεν, ὠθήσασα τὴν ἔννοιαν πρὸς τὴν μετάνοιαν·"Ἄγε, φησίν, ὦ ψυχή μου, ἰδού καιρὸς ὃν ἐζήτεις·
21.4.10 ἐπέστη ὁ καθαίρων σε· τί ἐμμένεις τῷ βορβόρῳ τῶν ἔργων σου;
21.5.1 Ἀπέρχομαι πρὸς αὐτόν, δι᾿ ἐμὲ γὰρ ἤλυθεν· ἀφίημι τούς ποτε, τὸν γὰρ νῦν πάνυ ποθῶ,καὶ ὡς φιλοῦντά με μυρίζω καὶ κολακεύω· κλαίω, στενάζω καὶ πείθω δικαίως ποθῆσαί με·
21.5.5 ἀλλοιοῦμαι πρὸς τὸν πόθον τοῦ ποθητοῦ, καὶ ὡς θέλει φιληθῆναι, οὕτω φιλῶ τὸν ἐραστήν μου· πενθῶ καὶ κατακάμπτομαι, τοῦτο γὰρ βούλεται· σιγῶ καὶ περιστέλλομαι, τούτοις γὰρ τέρπεται·ἀναχωρῶ τῶν ἀρχαίων ἵνα ἀρέσω τῷ νέῳ·
21.5.10 συντόμως ἀποτάσσομαι ἐμφυσῶσα τῷ βορβόρῳ τῶν ἔργων μου.
21.6.1 Προσέλθω οὖν πρὸς αὐτόν, φωτισθῶ, ὡς γέγραπται· ἐγγίσω νῦν τῷ Χριστῷ, καὶ οὐ μὴ καταισχυνθῶ·οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· ‘Ἕως ἄρτι ἦς ἐν τῷ σκότει, καὶ ἦλθες ἰδεῖν με τὸν ἥλιον.’
21.6.5 Διὰ τοῦτο μύρον αἴρω καὶ πορευθῶ· φωτιστήριον ποιήσω τὴν οἰκιὰν τοῦ Φαρισαίου· ἐκεῖ γὰρ ἀποπλύνομαι τὰς ἁμαρτίας μου· ἐκεῖ καὶ καθαρίζομαι τὰς ἀνομίας μου·κλαυθμῷ, ἐλαίῳ καὶ μύρῳ κεράσω μου κολυμβήθραν
21.6.10 καὶ λούομαι καὶ σμήχομαι καὶ ἐκφεύγω τοῦ βορβόρου τῶν ἔργων μου.
21.7.1
Ἐδέξατο ἡ Ῥαὰβ κατασκόπους πρότερον καὶ τῆς δοχῆς τὸν μισθὸν ὡς πιστὴ εὗρε ζωήν·τῆς γὰρ ζωῆς τύπος ὑπῆρχε τούτους ὁ πέμψας, τοῦ Ἰησοῦ μου βαστάζων τὸ τίμιον ὄνομα.
21.7.5 Σωφρονοῦντας τότε πόρνη ξενοδοχεῖ, νῦν παρθένον ἐκ παρθένου πόρνη ζητεῖ ἀλεῖψαι μύρῳ· ἐκείνη μὲν ἀπέλυσεν οὕσπερ ἀπέκρυψεν· ἐγὼ δὲ ὃν ἠγάπησα μένω κατέχουσα,οὐχ ὡς κατάσκοπον κλήρων, ἀλλ᾿ ὡς ἐπίσκοπον πάντων
21.7.10 κρατῶ, καὶ ἐξεγείρομαι ἐκ τῆς ὕλης τοῦ βορβόρου τῶν ἔργων μου.
21.8.1
Ἰδού καιρὸς ἔφθασεν ὃν ἰδεῖν ἐπόθησα· ἡμέρα μοι ἔλαμψε καὶ δεκτὸς ἐνιαυτός·ἐν τοῖς τοῦ Σίμωνος αὐλίζεται ὁ Θεός μου· σπεύσω πρὸς τοῦτον καὶ κλαύσω, ὡς Ἄννα, τὴν στείρωσιν·
21.8.5 κἂν λογίσηταί με Σίμων ἐν μεθυσμῷ, ὡς Ἡλὶ τὴν Ἄνναν τότε, μένω κἀγὼ προσευχομένη, σιγῇ βοῶσα· ‘Κύριε, τέκνον οὐκ ᾔτησα, ψυχὴν μονογενῆ ζητῶ ἥνπερ ἀπώλεσα·ὡς Σαμουὴλ τῆς ἀτέκνου, Ἐμμανουὴλ τῆς ἀνάνδρου,
21.8.10 τῆς στείρας ἦρες ὄνειδος· ῥῦσαι πόρνην τοῦ βορβόρου τῶν ἔργων μου’."
21.9.1 Νευροῦται μὲν ἡ πιστὴ τοῖς τοιούτοις ῥήμασι, ποιεῖται δὲ τὴν σπουδὴν πρὸς τὴν τοῦ μύρου ὠνήν, καὶ παραγίνεται βοῶσα τῷ μυροπράτῃ· "Δός μοι, εἰ ἔχεις, ἐπάξιον μύρον τοῦ φίλου μου,
21.9.5 τοῦ δικαίως φιλουμένου καὶ καθαρῶς, τοῦ πυρώσαντός μου πάντα καὶ τούς νεφρούς καὶ τὴν καρδίαν· μηδὲν περὶ τιμήματος· τί ἀμφιβάλλεις μοι; Κἂν δέοι, μέχρι δέρματος καὶ τῶν ὀστέων μου ἑτοίμως ἔχω τοῦ δοῦναι ἵν᾿ εὕρω τί ἀποδοῦναι
21.9.10 τῷ σπεύσαντι καθᾶραί με ἐκ τῆς ὕλης τοῦ βορβόρου τῶν ἔργων μου."
21.10.1
Ὁ δὲ ἰδὼν τῆς σεμνῆς τὸ θερμὸν καὶ πρόθυμον, φησὶν αὐτῇ· "Λέξον μοι τίς ἐστιν ὃν ἀγαπᾶς,ὅτι τοσοῦτον σὲ ἐπύρωσε [πρὸς] τὸ φίλτρον· ἆρα κἂν ἔχει τι ἄξιον τούτου τοῦ μύρου μου;"
21.10.5 Παραυτὰ δὲ ἡ ὁσία ἦρε φωνὴν καὶ βοᾷ σύν παρρησίᾳ τῷ σκευαστῇ τῶν ἀρωμάτων· "Τί λέγεις μοι, ὦ ἄνθρωπε; ἔχει τι ἄξιον; Οὐδὲν αὐτοῦ ἀντάξιον τοῦ ἀξιώματος·οὐκ οὐρανός, οὔτε γαῖα, οὐδ᾿ ὅλος τούτῳ ὁ κόσμος
21.10.10 συγκρίνεται τῷ σπεύσαντι ῥύσασθαί με τοῦ βορβόρου τῶν ἔργων μου.
21.11.1 Yἱός ἐστι τοῦ Δαυίδ, δι᾿ αὐτὸ [καὶ] εὔοπτος· υἱὸς Θεοῦ καὶ Θεός, δι᾿ αὐτὸ σφόδρα τερπνός·ὃν οὐχ ἑώρακα, ἀλλ᾿ ἤκουσα, καὶ ἐτρώθην πρὸς τὴν ἰδέαν τοῦ ἔχοντος φύσιν ἀνείδεον.
21.11.5 Τὸν Δαυίδ ποτε ἰδοῦσα στέργει Μελχόλ· ἐγὼ δὲ μὴ κατιδοῦσα τὸν ἐκ Δαυὶδ ποθῶ καὶ στέργω· ἐκείνη τὰ βασίλεια πάντα παρέδραμε καὶ τῷ Δαυὶδ πτωχεύοντι ποτὲ προσέδραμεν·κἀγὼ τὸν ἄδικον πλοῦτον ὑπερορῶ καὶ ὠνοῦμαι
21.11.10 τὸ μύρον τῷ καθαίροντι τὴν ψυχήν μου τοῦ βορβόρου τῶν ἔργων μου."
21.12.1
Ῥημάτων δὲ τὸν εἱρμὸν σιωπῇ διέτεμε καὶ ἔλαβεν ἡ σεμνὴ τὸ τερπνὸν μύρον αὐτῆς καὶ εἰς τὸν θάλαμον εὑρέθη τοῦ Φαρισαίου τρέχουσα, ὥσπερ κληθεῖσα, μυρίσαι τὸ ἄριστον.
21.12.5
Ὁ δὲ Σίμων θεωρήσας τοῦτο αὐτό, τὸν δεσπότην καὶ τὴν πόρνην καὶ ἑαυτὸν ἤρξατο ψέγειν, τὸν μὲν ὡς ἀγνοήσαντα τὴν προσεγγίσασαν, τὴν δὲ ἀναισχυντήσασαν καὶ προσκυνήσασαν,καὶ ἑαυτὸν ὡς ἀσκέπτως δεξάμενον τούς τοιούτους,
21.12.10 καὶ μάλιστα τὴν κράζουσαν· "Ἐξελοῦ με τοῦ βορβόρου τῶν ἔργων μου."
21.13.1
Ὢ ἄγνοια. Τί φησιν; "Τοῦτο μὲν ἐτέλεσα· ἐκάλεσα Ἰησοῦν ὥς τινα τῶν προφητῶν,καὶ οὐκ ἐνόησεν· ἣν ἕκαστος ἡμῶν οἶδεν, οὗτος κα[ὶ ο]ὐκ ἔγνω· εἰ ἦν γὰρ προφήτης, ἐγίνωσκεν."
21.13.5
Ὁ ἐτάζων δὲ καρδίας καὶ τούς νεφρούς, θεωρῶν τοῦ Φαρισαίου τούς λογισμούς ἐξαλλομένους, εὐθέως τούτῳ γίνεται ῥάβδος εὐθύτητος, "Ὦ Σίμων, λέγων, ἄκουσον τὸ τῆς χρηστότητος τῆς ἐπὶ σὲ γενομένης καὶ ἐπὶ ταύτην ἣν βλέπεις
21.13.10 κλαυθμῷ βοῶσαν· Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
21.14.1 Μεμπτέος σοι ἔδοξα ἐπειδὴ οὐκ ἤλεγξα τὴν σπεύδουσαν ἐκφυγεῖν τῶν αὐτῆς ἀνομιῶν·ἀλλ᾿ οὐ καλῶς, Σίμων, οὐκ εὔλογος ἡ μομφή σου· σύγκρινον τοῦτο ὃ θέλω εἰπεῖν σοι, καὶ δίκασον.
21.14.5 Ὀφειλέται δύο ἧσαν τῷ δανειστῇ, ὁ μὲν εἷς πεντακοσίων, ἕτερος δὲ πενῆντα μόνον, καὶ τούτοις ἀπορήσασι πρὸς τὴν ἀπόδοσιν ὁ χρήσας ἐχαρίσατο ὅ τι ἐχρήσατο.Τίς οὖν αὐτὸν ἐκ τῶν δύο ποθήσει πλέον, εἰπέ μοι;
21.14.10 Τίς ὤφειλε βοᾶν αὐτῷ· ‘Ἔσωσάς με τοῦ βορβόρου τῶν ἔργων μου’;"
21.15.1 Ἀκούσας δὲ ὁ σοφὸς φαρισαῖος ἔφησε· "Διδάσκαλε, ἀληθῶς φανερὸν πᾶσίν ἐστιν ὅτι πλειότερον ὀφείλει τοῦτον ποθῆσαι ᾧ περισσότερον χρέος ὁ χρήσας κεχάρισται."
21.15.5
Ὁ δὲ Κύριος πρὸς ταῦτα εἶπεν αὐτῷ· "Ὀρθῶς ἀπεκρίθης, Σίμων· οὕτως ἐστὶ καθάπερ λέγεις·
ὃν σύ γὰρ οὐκ ἐπήλειψας αὕτη ἐμύρισεν· ὃν ὕδασιν οὐκ ἔνιψας αὕτη τοῖς δάκρυσιν·ὃν οὐκ ἠσπάσω φιλήσας καταφιλοῦσά με κράζει·
21.15.10 ’Ἐκράτησα τούς πόδας σου, μὴ ἐμπέσω τῷ βορβόρῳ τῶν ἔργων μου.’
21.16.1 Νῦν ὅτε σοι ἔδειξα τὴν ποθοῦσάν με στοργῇ, διδάξω σε, βέλτιστε, τίς ἐστιν ὁ δανειστής,καὶ ὑποδείξω σοι τούς τούτου χρεωφειλέτας, ὧν εἷς ὑπάρχεις, καὶ αὕτη ἣν βλέπεις δακρύουσαν·
21.16.5 δανειστὴς δὲ ἀμφοτέρων πέλω ἐγώ, καὶ οὐ μόνον ἀμφοτέρων, ἀλλὰ καὶ τῶν ἀνθρώπων πάντων ἐγὼ γὰρ πᾶσιν ἔχρησα ταῦτα ἃ ἔχουσιν, πνοήν, ψυχὴν καὶ αἴσθησιν, σῶμα καὶ κίνησιν·τὸν δανειστὴν οὖν τοῦ κόσμου, ἐν ὅσῳ ἔχεις, ὦ Σίμων,
21.16.10 ἱκέτευσον καὶ βόησον· ‘Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.’
21.17.1 Οὐ δύνασαι δοῦναί μοι ἅπερ ἐποφείλεις μοι· κἂν σίγησον, ἵνα σοι χαρισθῇ ἡ ὀφειλή·μὴ καταδίκαζε τὴν καταδεδικασμένην, μὴ εὐτελίσῃς τὴν εὐτελισμένην, ἡσύχασον·
21.17.5 οὐ τῶν σῶν, οὐδὲ τῶν ταύτης βούλομαί τι· χρεωλύτης ἀμφοτέρων ἐγὼ εἰμί, μᾶλλον δὲ πάντων· νομίμως, Σίμων, ἔζησας, ἀλλ᾿ ἐχρεώστησας· ἐλθὲ οὖν πρὸς τὴν χάριν μου ἵν᾿ ἀποδώσῃς μοι·ἴδε τὴν πόρνην ἣν βλέπεις καθάπερ τὴν ἐκκλησίαν
21.17.10 βοῶσαν· ‘Ἀποτάσσομαι, ἐμφυσῶσα τῷ βορβόρῳ τῶν ἔργων μου.’
21.18.1
Ὑπάγετε, τὸ λοιπὸν τῶν χρεῶν ἐλύθητε· πορεύθητε, ἐνοχῆς παρεκτὸς πάσης ἐστέ·ἠλευθερώθητε, μὴ πάλιν ὑποταγῆτε· τοῦ χειρογράφου σχισθέντος, μὴ ἄλλο ποιήσητε."
21.18.5 Τὸ αὐτὸ οὖν, Ἰησοῦ μου, λέξον κἀμοί, ἐπειδή σοι ἀποδοῦναι ἃ χρεωστῶ οὐκ ἐξισχύω· σύν τόκῳ γὰρ ἀνήλωσα καὶ τὸ κεφάλαιον· διὸ μὴ ἀπαιτήσῃς με ὅσον παρέσχες μοι,τοῦ τῆς ψυχῆς κεφαλαίου καὶ τῆς σαρκός μου τὸν τόκον·
21.18.10 κουφίσας με ὡς εὔσπλαγχνος, ἄνες, ἄφες τοῦ βορβόρου τῶν ἔργων μου.
22 (XI). Исцеление гергесинского (гадаринского) бесноватого
Τῇ δʹ τῆς εʹ ἑβδομάδος, κοντάκιον εἰς τὸν ἐσχηκότα τὸν λεγεῶνα τῶν δαιμό–
νων, φέρον ἀκροστιχίδα τήνδε·[ ὁ Ψαλμὸς οὗτός ἐστιν Ῥωμανοῦ]
πρός· Τὴν ζωὴν τῇ ταφῇ.
Προοίμιον
22.pro.1 Τῶν θαυμάτων σου μεμνημένοι, Κύριε, σὲ ἱκετεύομεν λυτρωθῆναι τοῦ πονηροῦ καὶ τῆς βλάβης τῆς ἐξ αὐτοῦ·σύ γὰρ μόνος ὑπάρχεις ὁ πάντων δεσπότης.
22.1.1
Ὁ λαὸς ὁ πιστὸς ἐν ἀγάπῃ Χριστοῦ συνελθὼν ἀγρυπνεῖ ἐν ψαλμοῖς καὶ ᾠδαῖς·ἀκορέστως δὲ ἔχει τούς ὕμνους Θεῷ· ἐπειδὴ οὖν Δαυὶδ ἐμελῴδησε,
22.1.5καὶ ἀναγνώσει εὐτάκτῳ γραφῶν ἐπευφράνθημεν· αὖθις Χριστὸν ἀνυμνήσωμεν καὶ τούς ἐχθρούς στηλιτεύσωμεν·αὕτη γὰρ γνώσεως κιθάρα,τῆς δὲ γνώσεως ταύτης Χριστὸς ὁδηγὸς καὶ διδάσκαλος, ὁ πάντων δεσπότης.
22.2.1 Ψάλλειν ἐστὶ καλὸν καὶ ὑμνεῖν τὸν Θεὸν καὶ τιτρώσκειν ἐλέγχοις τούς δαίμονας πολεμίους ἀεὶ γενομένους ἡμῖν. Τί δὲ τούτους τιτρώσκειν ἐγνώκαμεν,
22.2.5ὅταν τὴν πτῶσιν αὐτῶν κωμῳδοῦμεν γηθόμενοι· ὄντως πενθεῖ ὁ διά[βολος], ὅταν δαιμόνων τὸν θρίαμβον ἐν ἐκκλησίαις τρ[αγῳ]δῶμεν·οὐ γὰρ δύναταί τι κατ᾿ ἀνθρώπων εἰ μὴ συγχωρ[εῖ αὐτῷ] ὁ πάντων δεσπότης.
22.3.1 Ἀναξίοις ἀεὶ βοηθῶν ὁ Χριστὸς καὶ ὁρῶν ἀθετοῦντας ὀργίζ[εται]·οἱ ἐχθροὶ [μὲν] εὐθέως ἐπέρχονται, οὐκ ἐᾷ δὲ αὐτούς ὁ [φιλάν]θρωπος
22.3.5 ἐπὶ πολύ παρ᾿ ἐκείνων ἀμέτρως κολάζεσθαι.Ἐν ἀοράτῳ γὰρ σχήματι οἱ δυσμενεῖς ἐπανίστανται [τοῖς] γυμνουμένοις τῆς προνοίας· ἀοράτως δὲ πάνυ λυτροῦται αὐτούς ἐκ τῆς πλάνης αὐτῶν ὁ πάντων δεσπότης.
22.4.1 Λαλιαὶ οὐκ εἰσὶν ἃ φθεγγόμεθα νῦν, ἀλλὰ ἔργα φωτ[ὸς] διελέγχοντα προφανῆ τῶν δαιμόνων τὴν νέκρωσιν· τ[ὴν] ἰσχύν οὖν αὐτῶν ἐκπομπεύσωμεν
22.4.5τὴν ἀσθενοῦσαν ἡ[νί]κα ὁ κτίστης προΐσταται·
ἦλθεν Χριστὸς καὶ ἠσθένησαν· [ἔφυ]γον τοῦτον ὡς δίκαιον·σῶμα ὁρῶντες ἐπλανῶντο,οὐκ εἰδότες ὡς ἔστι Θεὸς ἀληθὴς καὶ Θεοῦ υἱὸς ὁ πάντων δεσπότης.
22.5.1 Μάρτυς δὲ ἀληθὴς ὁ εὐαγγελιστὴς διαγράψας τὴν τού[των] ἀσθένειαν·τὴν γραφὴν οὖν ἡμεῖς διεξέλθωμεν.
Ἐκ θ[αλάτ]της εἰς γῆν ἐξελθόντος Χριστοῦ,
22.5.5δαιμονιζόμενός τις ἐκ τῆς [πό]λεως ἤρχετο· γέγονεν οὗτος αἰχμάλωτος καὶ ἐδουλώθη τῷ δαίμονι·ἔθλιψε τοῦτον δεσμοῖς πλείστοις,ἀλλ᾿ ἐπέστ[η] Χριστὸς τὰ δεσμὰ διαλύων τὰ χρόνια, ὁ πάντων δεσπότης.
22.6.1
Ὁ πικρὸς ὀλετὴρ κυριεύσας αὐτὸν ἐπὶ χρόνους πολλούς διεκώλυε τὰ ἀσχήμονα κρύπτειν τοῦ σώματος· ἱματ[ίῳ] γὰρ οὐκ ἐκαλύπτετο,
22.6.5εἰς οἰκιὰν δὲ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν [τοῖς] μνήμασιν.
Ὢ συμφορὰ ἀδιήγητος· ὢ τραγῳδία ἀνέκφραστος·ἔμψυχος ἄνθρωπος ἐν τάφοις·ἀθλιώτερος ἦν τῶν νεκρῶν, εἰ μὴ ἔφθασεν ὁ πάντων δεσπότης.
22.7.1 Σῶμα κεῖται νεκρὸν ἐνταφίων τιμῇ καλυπτόμενος ἔνδον τοῦ μνήματος·ἡ δὲ γῆ τούτου κρύπτει τὸ ἄμορφον· εἰ γ[ὰρ] καὶ τάφος κατέχει τὸν θνῄσκοντα,
22.7.5οὐ λυπηρόν, οὐ χρηστὸν οὐκ αἰσθάνεται κείμενος.
Ὁ δαιμονῶν δὲ ὁ ἄθλιος [οὐ]δὲ νεκρῷ παραπλήσιος·ζῶν γὰρ εἰς τάφον κατηνέ[χθη]καὶ γυμνὸς ἐνταφίων καὶ πάσης ζωῆς, εἰ μὴ ἔφθασεν ὁ πάντων δεσπότης.
22.8.1
[Ὁ] γὰρ δαίμων αὐτὸν μεταξύ τῶν νεκρῶν καὶ τῶν ζώντων πικρῶς ἐβασάνιζεν,ἑκατέροις κακοῖς περιβάλλων αὐτόν· ἐν τοῖς ζῶσιν ἁλύσεις ἐπέβαλεν,
22.8.5ἐν τοῖς νεκροῖς εἰς φθορὰν φυλακῇ ἐναπέκλεισεν, ἐν ταῖς ἐρήμοις ἐ[δ]ίωκεν, ἐν τοῖς βουνοῖς κατεκρήμνιζε,βόθροις κατέρριπτε καὶ τάφροις, πανταχοῦ θανατῶσαι σπουδάζων αὐτόν, εἰ μὴ ἔσωσεν ὁ πάντων δεσπότης.
22.9.1
[Ὑλ]ακτῶν ὁ φονεύς ὥσπερ κύων δεινῶς τοῦ δειλαίου τὸν φόνον ἐσκεύαζεν·ἀληθείᾳ ἀνθίστατο ὡς πονηρός· ὁ γὰρ δαίμων ἀεὶ ἐβουλεύετο
22.9.5ἐν τοῖς κρημνοῖς καταρρίπτειν ἢ πνῖξαι ἐν ὕδασιν,
ἢ περιπεῖραι ἐν ξίφεσιν, ἢ ἀποκτεῖναι ἐν ὄρεσιν,ἢ τῷ πυρὶ καταναλῶσαι·οὐκ ἠδύνατο δέ, ἐπειδήπερ αὐτὸν διεφύλαττεν ὁ πάντων δεσπότης. Ταῦτα ὁ δαιμονῶν ὑπομένων ποτὲ τῶν φρενῶν ἐγυμνοῦτο καὶ τοῦ λογισμοῦ,ἀπὸ τόπου εἰς τόπον πλανώμενος· τῷ Χριστῷ δὲ ἡνίκα συνήντησε
22.10.5καὶ βασιλέα κατεῖδε δυνάστην καὶ εὔσπλαγχνον, τὴν παρρησίαν ἐλάμβανε, τὸν λογισμὸν ἐπανήγαγε,τὴν ἀδικίαν ἐξαγγέλλει κράζων· «Ῥῦσαί με τοῦ ἀδικοῦντος ἐχθροῦ καὶ ἐλέησον, ὁ πάντων δεσπότης.»
22.11.1
Ὁ χορὸς εὐσπλαγχνίσθη τῶν Χριστοῦ μαθητῶν· προσελθὼν ὑπὲρ τούτου ἱκέτευε,"Βλέψον, λέγων, Χριστέ, καὶ ἐλέησον πῶς καθυβρίσθη ἡ φύσις ἣν ἔπλασας,
22.11.5πῶς ὁ ἐχθρὸς ἀτιμάζει εἰκόνα τῆς δόξης σου, πῶς τυραννεῖται ὁ ἄνθρωπος ὃν ταῖς χερσί σου ἐτίμησας,πῶς τιμωρεῖται διὰ φθόνον ἐξ ἀρχῆς τοῦ ἐχθροῦ· ἀλλὰ σῶσον αὐτόν, παντοδύναμε, ὁ πάντων δεσπότης.
22.12.1 Σῶσον, σῶσον, Χριστέ, τὸν ἱκέτην τὸν σὸν ἀδικούμενον ὑπὸ τοῦ δαίμονος καὶ ἰάτρευσον τοῦτον ὡς εὔσπλαγχνο#959;ς. Μὴ ἐγκαυχάσθω, σωτήρ, ὁ ἐχθρὸς ἡμῶν·
22.12.5ἐν τῇ ἰδίᾳ κακίᾳ, μὴ εἴπῃ· ‘Ἐνίσχυσα’. Οἴδαμεν ὡς ἀσθενής ἐστι σοῦ βουλομένου, φιλάνθρωπε·μόνον ἂν νεύσῃς, ἀπολεῖται·σῷ γὰρ νεύματι πάντα συνέστη, ἀεὶ δὲ συνίσταται, ὁ πάντων δεσπότης."
22.13.1
Ἐπακούων Χριστὸς τῶν αὐτοῦ μαθητῶν, ἐπευφραίν[ετο τού]των τοῖς ῥήμασι καὶ εὐθύς πρὸς αὐτούς ἀπεκρίν[ατο]· "Ἀποδέχομαι τὴν προθυμίαν ὑμῶν,
22.13.5ἐπειδὴ θέλω ὑμᾶς ἐλεήμονας γίνεσθαι· πρὶν δὲ ὑμεῖς δεηθῆτέ μου, το[ύτῳ] παρέσχον τὰ σπλάγχνα μου,καὶ δι᾿ αὐτὸν παρεγενόμ[ην]ἐκ θαλάττης νυνί, ὁ πρὶν ἢ γεννηθῇ προειδὼς αὐτόν, ὁ [πάντων δεσπότης.]
22.14.1 Σῶσαι πάντας ἐγὼ ἦλθον ἐξ οὐρανῶν ἡ αὐτόκλητος πάν[των] βοήθεια·διὰ τοῦτο καὶ ἄνθρωπος γέγονα,
ἵνα τὸ γένος κατ[ά]ρας λυτρώσωμαι
22.14.5τὸ συγγενὲς τῆς σαρκός μου, διὸ καὶ ς[ε]σάρκωμαι ἔμψυχον σάρκα ὁ εὔσπλαγχνος· θέλω γὰρ σῶ[σαι] τὸν ἄνθρωπον,ὃν ἐλεήσας ἦλθον θέλων ἐν παρθένῳ γαστρί, μὴ λιπὼν οὐρανούς ὡς ἀχώριστος, ὁ πάντων δεσπότης."
22.15.1 Τούς αὐτοῦ μαθητὰς ἐκδιδάσκει Χριστός· ὁ δὲ δαίμων πρ[ὸς] ταῦτα ἐκώφευε καὶ ἐκτρέπεται πρὸς λοιδορίαν αὐτοῦ· τὸν κριτὴν ὁ κατάκριτος μέμφεται,
22.15.5τὸν δικαστὴν τὸν χρηστὸν αἰτιᾶται ὁ ἄδικος· "Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; φησίν· ἄνθρωπος εἶ τὸ φαινόμενον,οὐχ ὑποκείμεθα ἀνθρώπῳ·εἰ δὲ σύ εἶ Θεός, δυσωπ[ῶ] ἵνα μὴ βασανίσῃς με, ὁ πάντων δεσπότης.
22.16.1
Ἵνα τί πρὸ καιροῦ βασανίσαι ἡμᾶς παρεγένου, ἰσχύειν οἰόμενος ὅπερ δύναται μόνος ποιεῖν ὁ Θεός;
Ὅτι γὰρ τῷ κριτῇ ὑποκείμεθα
22.16.5τῷ οὐρανίῳ, καὶ κρίσις φρικτὴ προτεθήσεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, τοῦτο σαφῶς ἐπιστάμεθα·σύ δὲ τὸν χρόνον προλαμβάνεις καθ᾿ ἡμῶν ὡς Θεὸς καὶ ὡς ἔχων τὸ κράτος ἀήττητον, ὁ πάντων δεσπότης.
22.17.1 Νῦν γὰρ οἶδα κἀγὼ σὲ Μαρίας υἱόν, τὸν πατρίδα κτησάμενον τὴν Ναζαρέτ,καὶ ὡς ἐξ οὐρανῶν ἐπιτάττεις ἡμῖν. Φορτικὸς ἡμῖν ἦλθες πολέμιος,
22.17.5τῶν ἡμετέρων δεινὸς θηρευτὴς ἀποδέδειξαι· πάσης τῆς γῆς ἐδεσπόζομεν, πάντα αἰχμάλωτα εἴχομεν·σύ δὲ ὡς μέγας αὐτοκράτωρ ἐπελθὼν αὐθεντεῖς, ἀπελαύνων ἡμᾶς ὧν κεκτήμεθα ὡς πάντων δεσπότης.
22.18.1
Ῥᾳδίως τούς ἡμῶν μάγους μέμνημαι πῶς γεννηθεὶς ἐ[κ Περ]σίδος ἀπέσπασας· σωφρονεῖν δὲ τὰς πόρνας μετέ[πει]σας· πλεονέκτας τελώνας ἐζώγρησας·
22.18.5τούς δὲ νε[κρού]ς ὑφ᾿ ἡμῶν κρατουμένους ἐσύλησας, τούς δαιμονῶν[τας] ἀπέλυσας, πάντων ἡμᾶς ἀπεστέρησας,ἅπερ οὐ[δεὶ]ς ἐξ Ἀδὰμ πρᾶξαι ἠδυνήθη ποτέ· ἀλλά, δέομαι, μὴ μαστιγώσῃς με ὡς πάντων δεσπότης."
22.19.1
Ὡς δεινὸς ὀλετὴρ οὐκ ἐπέγνω σαφῶς τὸν Χριστὸν ὡς αὐτός ἐστιν ὁ ποιητής,διὰ τοῦ φαινομένου πλανώμενος. Εἰ γὰρ ἠπίστατο εἶναι δεσπότην αὐτόν,
22.19.5οὐκ ἂν ἐτόλμησε λέγειν αὐτῷ· «Τί σοὶ καὶ ἡμῖν;» Ταῦτα οὐκ ἔστι γινώσκοντος, ὥσπερ καὶ πρώην ἐπείραζεν [εἰς] τὸ πτερύγιον κραυγάζων·»Εἰ υἱὸς εἶ Θεοῦ"· καὶ ἐκεῖ γὰρ ἀμφέβαλεν ὅτι ἔστιν ὁ πάντων δεσπότης. Μὴ θαυμάσωμεν δὲ εἰ υἱὸν τοῦ Θεοῦ ὀνομάζων ἠγνόει τὸν Κύριον·ὑϊοὶ γὰρ Θεοῦ ἐκαλοῦντό ποτε οἱ ἀγαπῶντες Θεὸν παντοκράτορα·
22.20.5[υἱ]ὸς πρωτότοκος ὁ Ἰσραὴλ ἐπεκέκλητο, καὶ ἐν τῇ Κτίσει εὑρίσκο[μεν] ὅτι υἱούς ἀπεκάλεσε τούς γυναιξὶν ἐπιφυρέντας·καὶ το[ι]οῦτον ἐνόμιζεν εἶναι καὶ νῦν τὸν φαινόμενον [τὸν πάντων δεσπότην].
22.21.1 Αὐτὸς οὖν Ἰησοῦς, ὡς καὶ [Θεὸ]ς ἰσχυρός, ἀφανῶς τιμωρεῖται τὸν δαίμονα καταλύσας αὐτοῦ τὴν θρασύτητα, καί φησι πρὸς αὐτόν· «Τί τὸ ὄνομά σοι;»
22.21.5Ὡς δικαστὴς φοβερὸς ἐρωτᾷ τὸν κατάρατον· οὐκ ἀγνοῶν δὲ ἐρώτησεν, ἀλλ᾿ ἵνα γνῶμεν τὸν ἄνθρωπον δαίμοσι πόσοις ἐπειράσθη·«Λεγεὼν γάρ, φησίν, ἔστι τ[ὸ ὄ]νομά μοι, ὡς ἐπίστασαι, ὁ πάντων δεσπότης.»
22.22.1 Νῦν δὲ ὡς κελευσθεὶς ἐξελθεῖν τοῦ ἀνδρός, ἐστασίαζε καὶ καθικέτευε·ἡ θρασύτης δὲ πρὸς τὸ φαινόμενον, ἀλλ᾿ ἡ παράκλησις πρὸς τὸ ἀπόρρητον·
22.22.5ἡ τῶν μαστίγων ἀνάγκη ἐκίνει τὴν δέησιν. Χοίρων ἀγέλη ὑπῆρχε δὲ καὶ πρὸς τὸ ὄρος ἐβόσκετο· εἶδεν ὁ δαίμων τὴν ἀνάγκην καὶ βοᾷ τῷ Χριστῷ· "Εἰ ἐκβάλλεις με, δὸς τὸ αἰτούμενον ὡς πάντων δεσπότης.
22.23.1
Ὁ Χριστὸς Ἰησοῦς, εἰ ἐκβάλλεις ἐμέ, κἂν τὴν αἴτησιν πλήρωσον ἥνπερ αἰτῶ,εἰσελθεῖν εἰς τούς χοίρους ἐπίτρεψόν μοι.» Τῇ προστάξει οὖν τῇ τοῦ δεσπότου Χριστοῦ,
22.23.5τοῦ μὲν ἀνθρώπου ἐξῆλθον εὐθύς τὰ δαιμόνια, εἰς δὲ τούς χοίρους εἰσέρχονται καὶ εἰς κρημνούς ἀποπνίγουσιν.Ὄντως μεγάλα σου τὰ ἔργα,ὁ ἁρπάσας ἡμᾶς ἐκ χειρὸς τοῦ ἐχθροῦ, ὁ Θεὸς ἡμῶν, [ὁ πάντων δεσπότης.]
22.24.1
[Ὑὸς] γὰρ οὔτε τινὸς ζῴου ἢ πετεινοῦ οἱ δαίμονές εἰ[σι δυ]νατώτεροι,ἐὰν μὴ ὁ Θεὸς συγχωρήσῃ αὐτοῖς. Καὶ βλέπ[ε] πῶς οὐκ ἐτόλμησαν οἱ τολμηροὶ
22.24.5οὐδὲ τοῖς χοίροις αὐτ[οῖς] ἀκελεύστως ἐφίστασθαι·
ὅτε δὲ ἔλαβον ἄδειαν, οὐδὲ [τῶν] χοίρων ἐφείσαντο·οὕτως ἠβούλοντο τὰ πάντα δια[θεῖναι], εἰ μὴ τῇ ἰσχύϊ αὐτοῦ διεφύλαττεν ὁ πάντων δεσπότης.
22.25.1
Ὑπηρέται Χριστοῦ, οἱ φιλοῦντες ἀεὶ παραμένειν καὶ ψάλλειν εἰ[ς] δόξαν αὐτοῦ,οἱ πομπεύσαντες νῦν τὸν διάβολον, π[αρα]καλέσωμεν τὸν κυβερνήτην ἡμῶν
22.25.5ἵνα καλῶς τὸν τοῦ [βίου] παρέλθωμεν κλύδωνα· οἴδαμεν δὲ ὡς ἀκοίμητον ἔχ[ει] τὸ ὄμμα φρουροῦν ἡμᾶς,καὶ ταῖς εὐχαῖς τῆς Θεοτόκου διασῴζει ἡμᾶς εἰς λιμένα τὸν εὔδιον καὶ ἀγαθὸν ὁ πάντων δεσπότης.
23 (XII). Исцеление кровоточивой
23.t.1
Τῇ δʹ τῆς ἕκτης ἑβδομάδος, κοντάκιον εἰς τὴν αἱμόρρουν, φέρον ἀκροστιχίδα
τήνδε·[ ψαλμὸς τοῦ κυροῦ Ῥωμανοῦ]
ἦ χος πλ. δʹ, πρός· Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες
Προοίμιον
Ὡς ἡ αἱμόρρους προσπίπτω σοι, Κύριε,ὅπως τοῦ ἄλγους με ῥύσῃ, φιλάνθρωπε,καὶ πταισμάτων μοι παράσχῃς συγχώρησιν,ἵνα ἐν κατανύξει καρδίας κραυγάζω σοι·
23.pro.5 Σῶτερ σῶσόν με.
23.1.1 Ψάλλω σοι ἐν ᾠδαῖς, ἄναξ ὕψιστε, ὅτιπερ οὐ στερεῖς με τῆς δόξης σου·παρορᾷς μου γὰρ τὰ ἁμαρτήματα, θέλων μετανοοῦντα εὑρεῖν ἐμέ, ὑπάρχων φύσει ἀναμάρτητος· ὅθεν λίττομαί σου ἐμοὶ γενέσθαι τὴν σὴν μακροθυμίαν εἰς ἐπιστροφὴν
23.1.5 καὶ μὴ εἰς καταφρόνησιν, ὅτι βοῶ· Σῶτερ σῶσόν με.
23.2.1 Ἀφθαρσίας ποσὶν γῆς ἐπέβης νῦν πᾶσι καταμερίζων ἰάματα·πηροῖς γὰρ ἐδωρήσω ἀνάβλεψιν, παρειμένοις δὲ ἔδωκας [σύ]σφιγξιν χειρὶ καὶ λόγῳ καὶ θελήματι· οὕτως οὖν ἐπακούσασα ἡ αἱμόρρους σοὶ προσῆλθε σωθῆναι, σιγῶσα φωνῇ,
23.2.5 τῇ παλάμη δὲ κράζουσά σοι ἐκτενῶς· [Σῶτερ σῶσόν με.]
23.3.1 Λανθανόντως, σωτήρ, σοὶ προσήρχετο, καὶ γὰρ ἄνθρωπον μόνον ἐνόμιζεν·ἰωμένη δὲ ἐξεπαιδεύετο ὅτι σύ Θεὸς ἅμα καὶ ἄνθρωπος. Λαθραίως ψαύει τοῦ κρασπέδου σου, τῇ παλάμῃ κρατοῦσα, ψυχῇ δει[λιῶ]σα·σὲ ἐνόμιζεν ἀποσυλᾶν τῇ χειρί,
23.3.5 ὑπὸ σοῦ ἐσυλήθη δὲ κράζουσά σοι· Σῶτερ σῶσόν με.
23.4.1 Μαθεῖν θέλεις σαφῶς πῶς σεσύληται ὁ σωτὴρ καὶ ἐσύλησεν, ἀκροατά;Ὅπερ εἶχε ποιῆσαι ἠπίστατο ἡ γυνή, καὶ σιγᾷ κλοπῆς ἕνεκα· εἰ γὰρ ἐγνώρισεν, ἐμάνθανεν ὁ ἐχθρὸς τὴν τῆς κόρης σωτηρίαν κα[ὶ ε]ἰς ἀπόγνωσιν ταύτην ἐνέ[βαλ]λε·
23.4.5 διὰ τοῦτο σιγῇ ὑπακούει αὐτῆς· Σῶτερ σῶσόν με.
23.5.1 Οὐ γὰρ μόνον εἰκὸς ἐλογίζετο ἡ αἱμόρρους καὶ ἔλεγε καθ᾿ ἑαυτήν·"Πῶς ὀφθήσομαι τῷ παντεπόπτῃ μου, φέρ[ουσα] τὴν αἰσχύνην πταισμάτων ἐμῶν; Αἱμάτων ῥύσιν ὁ ἀ[μώ]μητος ἐὰν ἴδῃ, χωρεῖ μου ὡς ἀκαθάρτου,καὶ δεινότερον [ἔς]ται μοι τοῦτο πληγῆς,
23.5.5 ἐὰν ἀποστραφῇ με βοῶσαν αὐτῷ· [Σῶτερ σῶσόν με.] Συνωθοῦσί με πάντες ὁρῶντές με, ‘Ποῦ νυνὶ σύ προσέρ[χει;] βοῶντές μοι.Κατανόησον, γύναι, τὸ αἶσχός σου, γνῶθι [τίς] τίνι θέλεις ἐγγίσαι νυνί· τῷ ἀμωμήτῳ ἡ ἀκάθαρτος. Ἄ[πι]θι καὶ καθάρθητι ἀπὸ ῥύπου,καὶ τὸν σπίλον τὸν σὸν ἀπ[οσμή]ξασα,
23.6.5 τότε τούτῳ προσέρχει βοῶσα φωνῇ· Σῶτερ σῶσόν με.’
23.7.1 – Τοῦ ἐμοῦ πάθους τάχα βουλεύεσθε χαλεπώτεροι, ἄνδρ[ες,] γενέσθαι μοι·μὴ γὰρ νῦν τῇ ἀγνοίᾳ κεκράτημαι; Οἶδα ὅτι αὐτὸς καθαρός ἐστιν,
ὅθεν αὐτῷ καὶ προσελεύσομ[αι] τῶν ὀνειδισμῶν ῥυσθῆναι καὶ τῶν κηλίδων·μὴ κωλύσητε οὖν ῥῶσιν δρέψασθαί με·
23.7.5 διό, λίττομαι, ἄφετε κρά[ξαι ἐμέ·] [Σῶτερ σῶσόν με.]
23.8.1 – Οὐ νοεῖς τί αἰτεῖς, γύναι· ἄπιθι, μὴ ἡμεῖς ὑπὸ μέμψιν γενώμεθα.Ἂν ἐάσωμέν σε, πάντες αἴτιοι τῆς αὐτοῦ ἀτιμίας δεικνύμεθα· ἐὰν δὲ πάλιν σε θεάσωνται οἱ φοιτῶντες αὐτῷ νῦν προσιοῦσαν,ὥσπερ καταφρονοῦντα[ς] μέμψονται ἡμᾶς
23.8.5 καὶ ὡς ἄφρονας κρινοῦσιν, ὅτι βοᾷς· Σῶτερ σῶσόν με.
23.9.1
– Ὑμεῖς, δύσμοροι, φθόνῳ κεκράτησθε, ὅθεν ἐμὲ σωθῆναι οὐ βούλεσθε·ἡ πηγὴ πᾶσι βλύζει τὰ νάματα· χάριν τίνος αὐτὴν ἀποφράττετε;
Ἰδού προσέρχομαι τῷ πλάστῃ μου, κα[ὶ ἐ]ὰν θυμωθῇ, οὐκ ἔστιν ὑπὸ μέμψιν·ἐὰν δὲ σώσῃ με τῆς πληγῆς τῆς ἐμῆς,
23.9.5 τὴν αἰσχύνην κομίσησθε ὅτι βοῶ· Σῶτερ [σῶσόν με.] 23.10.1 Καθορᾶτε αὐτοῦ τὰ ἰάματα, καὶ τί τούς προσιόντας κωλύετε;Καθ᾿ ἑκάστην βοᾷ καὶ προτρέπεται· ‘Δεῦτε πρός με νῦν, οἱ κοπιῶντες κακοῖς· ἐγὼ γὰρ ὑμᾶς ἀναπαύσοιμι.’ Χαίρει δῶρον διδούς πᾶσι τὴν ὑγείαν,καὶ ὑμεῖς τί κεντᾶσθε [κωλύ]οντές με,
23.10.5 ὡς προφάσει τιμῆς, μὴ βοῆσαι αὐτῷ· Σῶτερ σῶσόν με;
23.11.1
[Ὑμ]ῶν ὄμμασι τί ἐνεφάνησα; Ῥῶσιν γὰρ ὡς οὐκ οἴδατε [λήψ]ομαι·μὴ γὰρ μύσται ὑπάρχετε τοῦ Χριστοῦ; Τί δὲ ἀκολουθεῖτε [στυγνοῦν]τες αὐτῷ;
Ὑμεῖς πτερνίζετε τὸν ἄχραντον· ὅθεν ἀπόστη[τε], καὶ μόνος οὐκ ἔνι·φθόνου, φόνου δυσοσμίαν πνέετε·
23.11.5 διὰ [τοῦτ]ο κωλύετέ με τοῦ βοᾶν· Σῶτερ σῶσόν με."
[Ῥή]σεις ταύτας αἱμόρρους ἐλάλησε τάχα πρὸς τούς σοβεῖν [αὐ]τὴν θέλοντας,καὶ λαθραίως κρασπέδου προσήψατο· ὥς[περ] ἄνθρωπον γὰρ ἐπειρᾶτο συλᾶν τὸν τῇ θεότητι ἀκοίμητον· ὅ[μω]ς Χριστὸς ἠνέσχετο τοῦ κλαπῆναι πρὶν ὁ κλέψας πλευρὰν ἐν Ἐ[δὲμ] τοῦ Ἀδὰμ
23.12.5 καὶ μορφώσας τὴν κράξασαν νῦν ἐν κλοπῇ· Σῶτερ σῶσόν [με.]
23.13.1
[Ὁ τ]ὰ πάντα εἰδὼς πρὶν γενέσεως, ὅστις πρὶν οὐκ ἠγνόει [τί] πέπονθε,στραφεὶς εἶπε πρὸς τούς μαθητὰς αὐτοῦ· "[Τίς] [δὴ] ἥψατο νῦν τοῦ κρασπέδου μου καὶ ἔλαβεν ὅπερ ἠθέλησε; [Πῶ]ς φυλάττετε οὖν τὸν θησαυρόν μου;Γρηγορούντων ὑμῶν [τῶ]ν ἐμῶν μαθητῶν
23.13.5 μὴ κλαπεὶς ἐσυλήθην βοώσῃ χειρί· Σῶτερ σῶσόν με;
23.14.1
[Ὑπ]ὸ τίνος αὐτὸ τοῦτο γέγονεν, ὑμεῖς γνῶναι ὀφείλετε, φίλοι μου·[νῦν] ἐγνώρισα τὸ δραματούργημα, νῦν ὑμῖν ἐκκαλύπτω τὸν [κλ]έψαντα δυνάμεις τρόπῳ πῶς ἐχρήσατο· ἀφωνίᾳ προ[ς]ῆλθεν ἐμοὶ βοῶσα καὶ κρατοῦσα στολὴν ὥσπερ ἐπιστολήν,
23.14.5 θεραπείαν ἐδρέψατο κράζουσά μοι· Σῶτερ σῶσόν με.
23.15.1
[Ῥῶ]σιν ἔλαβεν ἡ προσελθοῦσά μοι, δύναμιν ἐξ ἐμοῦ γὰρ ἐλῄστευ[ς]ε·τί μοι φθέγγει, ὦ Σίμων Βαριωνά, ὅτι ὄχλοι πολλοί με συνέχουσι; Οὐ ψαύουσί μου τῆς θεότητος· αὕτη, ψαύσασα δὲ στολῆς ὁρωμένης,θείας φύσεως σαφῶς ἐδράξατο
23.15.5 καὶ ὑγείαν [ἐκ]τήσατο κράξασά μοι· Σῶτερ σῶσόν με."
23.16.1
[Ὡς] κατεῖδεν δὲ ὅτι οὐκ ἔλαθεν, ἡ γυνὴ ταῦτα συνελογίζετο·φησὶν ὅτι "Ὀφθῶ τῷ σωτῆρί μου Ἰησοῦ, καθαρθεῖσα τούς σπίλους [μου]· οὐκέτι φόβος γὰρ οὐκ ἔστι μοι· τῇ βουλῇ γὰρ αὐτοῦ ἐξετέ[λουν] τοῦτο·ὃ ἠθέλησε, τοῦτο καὶ ἔδρασα·
23.16.5 ἐν γὰρ πίστει προσῆλθον βοῶσα αὐτῷ· Σῶτερ σῶσόν με.
23.17.1 Μὴ οὐκ ᾔδει ὁ πλάστης ὃ ἔπραττον, ἀλλ᾿ ἠνέσχετό μου ὡς καὶ εὔσπλαγχνος·μόνον ψαύσασα, ῥῶσιν ἐτρύγησα, ἐπειδήπερ ἡδέως σεσύλητο. Διὸ οὐ δέδοικα ὀ[φθῆ]ναι νῦν τῷ Θεῷ μου κηρύττουσα ὅτι ἔστιν ἰατρὸς ἀσθενῶν καὶ σωτὴρ τῶν ψυχῶν
23.17.5 καὶ δεσπότης τῆς φύσεως, ᾧπερ βοῶ· Σῶτερ σῶσόν με. Ἀγαθῷ ἰατρῷ σοι προσέφυγον, ἀπορρίψασά μου νῦν τὸ ὄνειδος.Κατ᾿ ἐμοῦ τὸν θυμὸν μὴ ἐγείρῃς σου, μηδὲ [τῇ] θεραπαίνῃ τῇ σῇ ὀργισθῇς·
ὃ γὰρ ἠθέλησας ἐτέ[λεσα]· πρὶν λογίσωμαι γὰρ ποιῆσαι τὸ δρᾶμα,σύ ὑπῆρχες ς[υμ]βιβάζων με πρὸς αὐτό·
23.18.5 τὴν καρδίαν μου ᾔδεις κραυγ[άζου]σάν σοι· Σῶτερ σῶσόν με.
23.19.1 – Νῦν νευρώθητι, γύναι, τῇ πίστει σου θέλοντά με συλής[ασα]· θάρσει λοιπόν·οὐ γὰρ ἕνεκεν τοῦ ἐλεγχθῆναί σε τού[των] πάντων εἰς μέσον παρήγαγόν σε, ἀλλ᾿ ἵνα τούτους νῦν [πι]στώσωμαι ὡς συλούμενος χαίρω, οὐκ ἀπελέγχω·ὅ[θεν] ἔσο λοιπὸν ὑγιαίνουσα,
23.19.5 μέχρι τέλους τῆς νόσου σου κράζουσά [μοι]· &nnbsp;[Σῶτερ σῶσόν με].
23.20.1 Οὐ χειρὸς τῆς ἐμῆς τοῦτο ἔργον νῦν, ἀλλὰ πίστεως τ[ῆς] σῆς τὸ κάτεργον·πολλοὶ ἥψαντο γὰρ τοῦ κρασπέδου μου, τῆς δυνάμεως δὲ οὐκ ἐπέτυχον, ἐπειδὴ πίστιν οὐ προ[σή]γαγον· σύ δὲ πίστει πολλῇ ἐμοῦ ἁψαμένη τὴν ὑγείαν ἐδ[ρέ]ψω, ὅθεν σε νῦν
23.20.5 ἐπὶ πάντων προήγαγον, ἵνα βοᾷς· [Σῶτερ σῶσόν με.]"
23.21.1
Ὑϊὲ τοῦ Θεοῦ ἀκατάληπτε δι᾿ ἡμᾶς σαρκωθεὶς ὡς φιλάνθρωπος,ὡς ἐκείνην αἱμάτων τὸ πρότερον, οὕτως ἁμαρτημάτων με λύτρωσαι, ὑπάρχων μόνος ἀναμάρτητος· ταῖς εὐχαῖς καὶ πρεσβείαις τῶν ἁγίων,κλῖν[όν] μου τὴν καρδίαν, μόνε δυνατέ,
23.21.5 ἐπὶ τὸ μελετᾶν σου τούς λόγους ἀεί, ἵνα σώσῃς με.
XXXVIII. Усекновение главы Иоанна Предтечи
38.t.1.1
ΤΟY ΤΑΠΕΙΝΟY ΡΩΜΑΝΟY
38.pro 1.t.1
Ἰ διόμελον
38.pro 1.1.1 Πρέπει σοι, Πρόδρομε, ἔπαινος ἄξιος,ὅτι τῆς αἰωνίας ζωῆς ὕπερ ἀπέθανες ὡς μισήσας τὴν πρόσκαιρον.
38.pro 2.t.1
Ἰ διόμελον
38.pro 2.1.1
Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομὴ οἰκονομία γέγονέ τις θεϊκή,ἵνα καὶ τοῖς ἐν Ἅιδῃ τοῦ σωτῆρος κηρύξῃ τὴν ἔλευσιν· θρηνείτω οὖν Ἡρωδιὰς ἄνομον φόνον αἰτήσασα·οὐμενοῦν γὰρ τὸν τοῦ θεοῦ ζῶντα αἰῶνα ἠγάπησεν,
38.pro 2.1.5
❘:ἀλλ᾿ ἐπίπλαστον, πρόσκαιρον.: ❘
38.strop.t.1
Ἰ διόμελον (App. Metr. xxix)
38.strop.1.1 Τὰ γενέσια τὰ τοῦ Ἡρώδου πᾶσιν ἐφάνησαν ἀνόσια,ὅτε ἐν μέσῳ τῶν τρυφώντων ἡ κεφαλὴ [ἡ] τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα· τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός,
38.strop.1.5
ὅτι τὴν κάραν τοῦ βαπτιστοῦ πίναξ φέρων ἐπὶ τῶν πάντων εἰσῆλθεν, ὡς εἶπεν ἡ παῖς· καὶ διὰ στρῆνον θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σύν τῷ βασιλεῖ· οὐ γὰρ ἔτερψεν ἐκείνους οὔτε Ἡρώδην αὐτόν·
38.strop.1.10φησὶ γὰρ ἐλυπήθη λύπην οὐκ ἀληθινήν,
❘:ἀλλ᾿ ἐπίπλαστον, πρόσκαιρον.: ❘
38.strop.2.1 Οὐκ ἀνέμεινε γὰρ ὁ Ἡρώδης οὔτε ἐχρόνισε λυπούμενος·ἀλλ᾿ ὥσπερ ἤδη μελετήσας τὸ ἀσεβὲς εὐθύς ἐποίησεν,ἵνα τέρψῃ ἣν ἐμοίχευσεν· ἡ μοιχὰς γάρ, οὐχ ἡ κόρη ἀποκόψαι τὸν τῆς στείρας ἐζήτει καρπόν·
38.strop.2.5
ἥτις καὶ τάχα πρὸ τῆς τομῆς τὴν ἰδίαν γνώμην ἐδήλου τῇ κόρῃ βοῶσα αὐτῇ·
38.strop.2.7 “Δεῦρο μοι, τέκνον, συναίνεσον τῇ μητρί σου·λόγον γὰρ κρύφιον ἔχω γυμνῶσαι πρὸς σέ· φανερῶ σοι τὴν βουλήν μου· ἐπιθυμῶ ἀνελεῖν
38.strop.2.10τὸν υἱὸν Ζαχαρίου· ἔδωκε γάρ μοι πληγὴν
❘:αἰωνίαν, οὐ πρόσκαιρον.”: ❘
38.strop.3.1
Ὑπακούσασα δὲ ἡ παιδίσκη τοῦ παρανόμου μελετήματος ἔφριξεν, ἔκραξεν· “Ὦ μῆτερ, ὢ τί δεινόν ἐστι τὸ πάθος σου·ἄφες τοῦτο ἀνιάτρευτον·
ἂν γὰρ θέλῃς θεραπεῦσαι χαλεπώτερον τὸ τραῦμα ποιεῖς σεαυτῇ·
38.strop.3.5 κοίμησον ἔνδον τῶν λογισμῶν σου τὸ ῥῆμα,μήποτε γένηται πτῶμα τῷ γένει ἡμῶν· οὔτε γὰρ μόνη τὸν ἐξ αὐτοῦ μόρον δέχῃ,ἀλλὰ κἀγὼ καὶ Ἡρώδης καὶ οἱ ἐξ ἡμῶν· ἐὰν θάνῃ Ἰωάννης, γέγονε πάντα νεκρά,
38.strop.3.10καὶ ἐτάφημεν ζῶντες μνήμην λείψαντες κακήν,
❘:αἰωνίαν, οὐ πρόσκαιρον.”: ❘
38.strop.4.1 “Τί ἐγένετο σοί, ὦ παιδίσκη; τί σοι συμβέβηκεν αἰφνίδιον;πόθεν ἐφείσω Ἰωάννου καὶ τῆς μητρὸς ὑπερηγάπησας τὸν μισοῦντα τὴν ζωὴν ἡμῶν; ἀγνοεῖς πολλάκις, τέκνον, ἃ ὑπέθετο Ἡρώδῃ ἕνεκεν ἐμοῦ,
38.strop.4.5 ’οὐκ ἔξεστί σοι’, [λέγων], ‘ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ἀπόθου αὐτήν’· θέλω οὖν ἤδη τὴν ἄκαιρον παρρησίαν τοῦ τολμηροῦ ἀποκόψαι, ἂν εὕρω καιρόν· ἀφελῶ αὐτοῦ τὴν γλῶτταν, μᾶλλον δὲ τὴν κεφαλήν,
38.strop.4.10καὶ λοιπὸν οὐ λυποῦμαι ἔχουσα ἐν ἀσφαλεῖ
❘:τὴν ζωήν μου τὴν πρόσκαιρον.”: ❘
38.strop.5.1 “Ἀσεβοῦμεν, μῆτερ, οὐκ εἰς ἄλλους, ἀλλ᾿ εἰς ἡμᾶς καὶ τὴν ζωὴν ἡμῶν,ὥσπερ [Ἰε]ζάβελ τὸν Ἠλίαν ὀλέσαι θέλουσα τὸν δίκαιον ἑαυτὴν μᾶλλον ἀπώλεσεν·
38.strop.5.4
Ὁ Ἠλίας μὲν ἐντόνως, Ἰωάννης δὲ ἐννόμως ἤλεγξεν ἡμᾶς·
38.strop.5.5 ὁ ἐρημίτης σύν αὐστηρότητι εἶπεν ὡς παραινῶν τῷ Ἡρώδῃ· ‘οὐκ ἔξεστι σοί’· ὁ δὲ Θεσβίτης μετὰ πραΰτητος εἶρξε τοῦ Ἀχαὰβ τὰς νεφέλας· οὐκ ἔβρεξε γάρ· διὰ τοῦτο, δέσποινά μου, θάψον τὸ σκέμμα σου νῦν
38.strop.5.10καὶ τὸ σκάμμα νεκρώσῃς, μὴ ποιήσῃς ὡς ἀεὶ
❘:τὴν αἰσχύνην τὴν πρόσκαιρον.”: ❘
38.strop.6.1 “Παρ᾿ ἐμοῦ διδάσκου, ἀνοσία, μὴ ἐπιχείρου νουθετῆσαι με·ὅταν γὰρ πάντα μάθῃς †πλήρις τὰ νῦν ἐπιλανθάνει σε†·οὐ νοεῖς· οὐδὲ γὰρ δύνασαι·
ἂν γὰρ οὗτος ὁ βαπτίζων ἐπιμείνῃ με ὑβρίζων καὶ φαίνηται ζῶν,
38.strop.6.5
ἕκαστος αἴρει τὴν πρὸς ἐμὲ παρρησίαν,καί, ἅπερ θέλει, ὡς θέλει λέγει κατ᾿ ἐμοῦ
ὡς τῆς τυχούσης, οὐχὶ δὲ βασιλευούσης,ὡς γυναικὸς ἰδιώτου καὶ οὐ σεβαστοῦ· ἀλλ᾿ ἡσύχασον, παιδίσκη· πλέον γὰρ σοῦ καὶ πολλῶν
38.strop.6.10τὸ συμφέρον γινώσκω· οἶδα κτήσασθαι τιμὴν
❘:αἰωνίαν, οὐ πρόσκαιρον.”: ❘
38.strop.7.1
“Ἐρωτῶ σε, μῆτερ, τὸ τοιοῦτον πότε βουλεύει τελεσθῆναι σοι;ἐν τῷ φωτὶ ἢ ἐν τῷ σκότει; τὸ ἀσεβὲς γάρ σου ἐνθύμημα τῆς νυκτός ἐστιν ἐπάξιον· διὰ τίνος οὖν τελεῖται; τίς μὴ ναρκήσει φονεῦσαι προφήτην Χριστοῦ;”
38.strop.7.5 “Σύ ὡς θυγάτηρ συνέρχου τῇ σε τεκούσῃτοῦ ἀνελεῖν τὸν ἐχθρόν μου καὶ γένῃ μοι χείρ”· “Δέομαι, μῆτερ, μὴ δι᾿ ἐμοῦ τῆς ἀθλίας δέξεται ⟦ἡ⟧ γῆ τὸ ἀθῷον αἷμα τοῦ σοφοῦ·
ὡς ἐσφάγη Ζαχαρίας, νῦν Ἰωάννης τμηθῇ·
38.strop.7.10κἀγὼ μὴ ὑπουργήσω, μήπως λήψωμαι πληγὴν
❘:αἰωνίαν, οὐ πρόσκαιρον.”: ❘
38.strop.8.1
“Ἰωάννης σοι προετιμήθη, ὦ παναθλία καὶ ταλαίπωρε,τῆς βαστασάσης σε κοιλίας; ὁ βαπτιστὴς ἀναγκαιότερος κατεφάνη τῇ ἀνοίᾳ σου; οὐκ αἰδεῖσαι τούς μαστούς μου, οἳ ἐποίησαν τροφήν σου; ὡς εἴθοις γε μή·
38.strop.8.5 τί γὰρ ἐζήτουν κατ᾿ ἐμαυτῆς ἀναθρέψαι τὴν διὰ τῆς ἀπειθείας ἐχθραίνουσαν μέ; τί δὲ ἠπείχθην τῷ βασιλεῖ συναφθῆναι διὰ τὸ περισωθῆναι τὴν θλίβουσαν μέ; διὰ τί δὲ προλυποῦμαι; γένηται ῥῆμα ἐμόν·
38.strop.8.10καὶ ὃ θέλω τελεῖται· καὶ μὴ θέλουσα ποιεῖς
❘:τὴν βουλήν μου τὴν πρόσκαιρον.: ❘
38.strop.9.1 Νῦν οὖν ἡσυχάσω καὶ μὴ δείξω τῇ παγκακούργῳ ἃ βουλεύομαι·μήποτε σκέψηται καὶ εὕρῃ τοῦ ἐνθυμίου μου ἀναίρεσιν ἡ τεχθεῖσα μου εἰς κόλασιν.” τῶν τοιούτων ἐσκεμμένων καὶ πολλάκις εἰρημένων ὑπὸ τῆς μητρὸς
38.strop.9.5 ἡ μὲν θυγάτηρ ἐν ἡσυχίᾳ διῆγεν,ἡ δὲ τεκοῦσα ἐνήχει τότε τῷ ἀνδρὶ λέγουσα· “Ἄνερ, τῶν γενεσίων σου ὥρα·ποίησον ἥμιν ἡμέραν φαιδρᾶς ἑορτῆς· εὐφρανθῶμεν ἐν τῷ γήρει· τὴν γὰρ νεότητα μοῦ
38.strop.9.10λαβὼν ὁ ἀδελφός σου περιέσυρε κακῶς
❘:εἰς τὸν βίον τὸν πρόσκαιρον.”: ❘
38.strop.10.1
Ὁ Ἡρώδης οὖν ὑπὸ τῶν λόγων τῆς ἐπιβούλου βουκολούμενος μέγα ἐκραύγασε βοήσας καὶ ὡς ἀσύνετος ἐν γέλωτι τὴν φωνὴν αὐτοῦ ἀνύψωσε· “Κοινωνέ μου”, λέγων, “γύναι, καὶ ἐν τούτῳ χάριν ἔχω τῷ φίλτρῳ τῷ σῷ·
38.strop.10.5
ἂν οὖν τελέσω τῶν γενεσίων τὴν ὥραν,σύ τί προσάγεις μοι δῶρον ἄξιον ἐμοῦ;” “Τί σοι προσάξω; δούλην ἐμαυτήν, καὶ πάλιν τὴν ἐξ ἐμοῦ παραστήσω ὀρχήστριαν σοί,
38.strop.10.9 τὴν εὐφραίνουσάν σε πάνυ, καὶ φαιδρυνῶ ἀληθῶς
38.strop.10.10τὴν τῆς γενέσεως ἡμέραν, ἣν ποιήσεις, βασιλεῦ,
❘:διὰ τέρψιν τὴν πρόσκαιρον.”: ❘
38.strop.11.1
Ὑπεκλίθη οὖν τῷ παρανόμῳ τῆς πονηρᾶς αὐτοῦ γενέσεως ἡ τρισκατάρατος ἡμέρα, ἣν καὶ αὐτὸς κατηράσατο ὁ Ἰὼβ οὕτω φθεγξάμενος,
ἢ ὡς εἶπε Ζαχαρίας· “Ἡ ἡμέρα ἔσται ἐκείνη σκότος καὶ οὐ φῶς”·
38.strop.11.5 κἂν γὰρ ἐρρέθη τοῦτο περὶ τῆς ἡμέρας,ὅτε τὸ φῶς τῶν ἐν σκότει ἦν ἐν τῷ σταυρῷ,
ὅμως ἁρμόττει τῇ τοῦ Ἡρώδου ἡμέρᾳ,ὅτι ἐν ταύτῃ ἐκτάνθη φίλος τοῦ φωτός· καὶ ὁ κτείνας μὲν οὐκ ἔστιν, ὁ δὲ κτανθεὶς καὶ ἐστὶ
38.strop.11.10καὶ λαλεῖ μετὰ θνῆσιν ἕλκων πάντας πρὸς ζωὴν
❘:τὴν ἀεὶ καὶ οὐ πρόσκαιρον.: ❘
38.strop.12.1
Ῥίψας ταῦτα πάντα ὁ Ἡρώδης τῶν ἑαυτοῦ λοιπὸν ἐγένετο,καὶ τῆς ἡμέρας συμφθασάσης τῶν γενεσίων, καθὼς γέγραπται,ἐν αὐτῇ δεῖπνον ἐποίησε μεγιστᾶσι καὶ τοῖς φίλοις, χιλιάρχοις καὶ συμβούλοις πᾶσιν ὁμαδόν·
38.strop.12.5 τοῦ δὲ ἀρίστου μετὰ χαρᾶς τελουμένου καὶ ἐσθιόντων ἡδέως τῶν ἀριστητῶν, ἄφνω ἐτράπη ἡ τράπεζα εἰς παγίδα,καὶ ἐγενήθη τὸ βρῶμα σκάνδαλον αὐτοῖς, ἐπειδὴ τὴν κεκρυμμένην παγίδα τοῦ βαπτιστοῦ
38.strop.12.10οὐ συνέτριψαν γνόντες, ἀλλ᾿ ἠνέσχοντο ὁρᾶν
❘:διὰ τέρψιν τὴν πρόσκαιρον.: ❘
38.strop.13.1
Ὡς οὖν εἶδε πάντας μεθυσθέντας Ἡρωδιὰς ἡ πολυμήχανος,ἥνπερ ἐζήτει εὐκαιρίαν εὑροῦσα, εἶπεν ἐν ψυχῇ αὑτῆς·“Ἴδε, ὥρα ἣν ἐθήρευον· νῦν τελεῖται ὅπερ ἤθελον, καὶ φονεύεται ὁ λέγων μοιχάδα ἐμέ·
38.strop.13.5 δεῦρο οὖν, τέκνον, προσάξω σὲ τῇ ἡμέρᾳ
38.strop.13.6δῶρον καλὸν ὑποτάσσον Ἡρώδην ἡμῖν· εἴσελθε, τέκνον, χαρίτωσον τῷ ποδί σου τὸν βασιλέα καὶ πάντας τούς φίλους αὐτοῦ· μεταστρέφῃς τὴν καρδίαν τοῦ σεβαστοῦ πρὸς ἡμᾶς
38.strop.13.10†ὡς στρεβλὸν τόξον ἄρτι· κερδανοῦμεν τιμὴν†
❘:αἰωνίαν, οὐ πρόσκαιρον.”: ❘
38.strop.14.1 Μετεποίησεν ἡ ἀνοσία τοῖς λόγοις τούτοις τὸ κοράσιον,καὶ κοσμηθὲν ἐπὶ τὸ πρᾶγμα τὸ ἀναιδὲς περιεβάλλετο ἀτιμίαν ὡς ἱμάτιον· οἱ δὲ φίλοι τοῦ Ἡρώδου τὸ μὲν κάλλος τῆς παιδίσκης ᾔνεσαν πολύ,
38.strop.14.5 τῆς δὲ τεκούσης τὴν ἀδιάτρεπτον γνώμην καὶ τὸν σκοπὸν ἐννοοῦντες εἶπαν ἐν κρυφῇ· “Βλέπετε γνώμην Ἡρωδιάδος τῆς πόρνης,πῶς καὶ ἣν ἔτεκε θέλει δεῖξαι κατ᾿ αὐτήν; οὐκ ἠρκέσθη τῇ ἰδίᾳ ἀναισχυντίᾳ αὐτῆς,
38.strop.14.10ἀλλὰ καὶ τὴν ἐκ σπλάγχνων ἔχρανεν ἐπὶ ἡμῶν
❘:διὰ τέρψιν τὴν πρόσκαιρον.: ❘
38.strop.15.1 Ἀψευδὴς ὁ λόγος τῆς σοφίας· ‘τέκνα μοιχῶν ἔσται ἀτέλεστα,καὶ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται εἰς τέλεον’·ὥσπερ τοῦτο τὸ κοράσιον,
ὃ πρὸς ὥραν μὲν ᾐσχύνθη, μετ᾿ ὀλίγον δὲ πολλάκις χεῖρον τι ποιεῖ”·
38.strop.15.5 τούτων δὲ πάντων οὐ φανερῶς λεγομένων,ἦλθε κατόπιν τῶν λόγων ἔργα πονηρά· ἡ γὰρ παιδίσκη ὀρχησαμένη ἐν μέσῳτῶν ἀριστώντων τὸ στόμα ἔπλησε κραυγῶν· “Βασιλεῦ”, φησίν, “Ἡρώδη, ὡς ἐκ μελέτης ἐστὶν
38.strop.15.10ἡ ὀρχήστρια αὕτη· πάνυ ἔχει ἐν ψυχῇ
❘:τὴν πορείαν τὴν πρόσκαιρον.”: ❘
38.strop.16.1 Νικηθεὶς ὁ ἄναξ τοῖς ἐπαίνοις τῶν εὐφημούντων τὸ κοράσιον
38.strop.16.2ὤμοσε τότε ἐπὶ πάντων· “Ὃ ἂν αἰτήσῃ με, παρέχω σοι ὑπὲρ ταύτης τῆς ὀρχήσεως”· ἡ δὲ παῖς ἐξῆλθε καὶ φησὶ πρὸς τὴν τεκοῦσαν· “Αἰτήσομαι τί;”
38.strop.16.5 “Αἴτησον, τέκνον, τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὅτι ταύτης μόνης ὑστερῶ”· “Οἴμοι, τεκοῦσα, εἴθε ἐτμήθην τούς πόδας καὶ μὴ ἐξέδραμον πρός σε μαθεῖν παρὰ σοῦ· εἴθε πάλιν ἐφιμώθην καὶ μὴ ἠρώτησά σε
38.strop.16.10ἃ οὐκ ἔδει· εἴθε ἤσκησα σιγὴν
❘:αἰωνίαν οὐ πρόσκαιρον.”: ❘
38.strop.17.1 Οὕτως ἔδει λέξαι τὴν παιδίσκην· ὅμως οὐδὲν τούτων ἐφθέγξατο·ἦν γὰρ ἐκ γῆς ἀκανθηφόρου, ῥίζης κακῆς πικρὸν ζιζάνιον,νόσον ἔχουσα θανάσιμον·
ἧς γευσάμενος Ἡρώδης οὐκ ἀπέπτυσεν, ἀλλ᾿ ἔσχεν ἔνδον ἑαυτοῦ· 38.strop.17.5
ὅθεν μὴ πέμψας τοῦτο ἠρεύξατο φόνον καὶ τὴν τοῦ θείου προδρόμου ἤμεσε τομὴν πόνον γεννῶσαν τῷ ἐκτελέσαντι φόνον καὶ τὴν τομὴν τοῖς τιμῶσι νέμουσαν τιμήν·
ἠφανίσθη γὰρ ὁ κτείνας, οἱ δὲ τιμῶντες πιστοὶ
38.strop.17.10εἰσὶν ἔτι καὶ ζῶσι ποριζόμενοι ζωὴν
❘:αἰωνίαν, οὐ πρόσκαιρον.: ❘
38.strop.18.1
Ὑϊὲ τοῦ ὄντως ἱερέως, τέκνον τῆς στείρας καὶ προφήτιδος,θρέμμα ἐρήμου, Ἰωάννη, ὅτι νηστείας σου ἐμνήσθημεν,δὸς ἰσχύν ἱνὰ νηστεύσωμεν· γενηθῶμεν μιμηταί σου, κἂν εἰς τοῦτο ὃ ἰσχύει ἕκαστος ἡμῶν·
38.strop.18.5 οὐ γὰρ δεσπόζει τινὸς [ἡμῶν] ἡ κοιλία,ἀλλὰ ἡμεῖς τῆς κοιλίας κρατοῦμεν ἀεὶ κατὰ τὸν Παῦλον· “Τὰ βρώματα τῇ κοιλίᾳκαὶ ἡ κοιλία τοῖς βρώμασιν”· ἡμεῖς δὲ Χριστοῦ τοῦ νηστεύσαντος βουλήσει καὶ ἀφελόντος ἡμῶν
38.strop.18.10τὴν πεῖναν τὴν ἀρχαίαν, ἣν ἐπείνασεν Ἀδὰμ
❘:διὰ τέρψιν τὴν πρόσκαιρον.: ❘
24 (XIII). Насыщение 5000 человек 5 хлебами
24.t.1
Τῇ δʹ τῆς ζʹ ἑβδομάδος, κοντάκιον εἰς τούς πέντε ἄρτους, φέρον ἀκροστιχίδα
τήνδε·&llt; ποίημα Ῥωμανοῦ τοῦ ταπεινοῦ]
ἦ χος πλ. δʹ ... πρός· Τίς ἐφύλαξε τὴν τοῦ μαθητοῦ.
Προοίμιον
24.pro.1 Τούς ἐκ τῆς σῆς τρεφομένους σαρκός, ἐλεῆμον, ἀπὸ λιμοῦ καὶ ἀνάγκης ῥυόμενος πάσης, Χριστὲ ὁ Θεὸς ἡμῶν,τῶν αἰωνίων ἀγαθῶν σου τῇ ἱκεσίᾳ τῆς Θεοτόκου ἀξίωσον ἡμᾶς, ὅτι ὑπάρχεις, σωτήρ, ἄρτος ἀφθαρσίας ἐπουράνιος. Πάντες ἄγγελοι οἱ ἐν οὐρανοῖς θαυμάζουσι τὰ ἐπ[ίγεια], ὅτι ἄνθρωποι γηγενεῖς τὰ κάτω κατοικοῦντες ὑψ[οῦνται] τῇ διανοίᾳ καὶ φθάνουσι πρὸς τὰ ἄνω, μέτοχοι Χ[ριστοῦ ὄν]τες τοῦ ἐσταυρωμένου.
24.1.5 Τὸ σῶμα γὰρ αὐτοῦ πάντε[ς] ἅμα ἐσθίουσι τῷ ἄρτῳ τῆς ζωῆς πρόθυμοι προ[σκυνοῦντες], ἀθάνατον ἐλπίζουσιν ἐντεῦθεν σωτηρίαν· κἂν αἰ[σθη]τῶς γὰρ ἄρτος ὁρᾶται, νοητῶς ἁγιάζει αὐτούς ὡς ὑ[πάρχων]
24.1.10 [ἄρτος ἀφθαρσίας ἐπουράνιος.]
24.2.1
Ὅτι σάρξ ἐστι τοῦ Ἐμμανουὴλ ὁ ἄρτος ὅνπερ λαμβάν[ο]μεν, αὐτὸς πρῶτος πάντας [ἡμᾶς] διδάσκει ὁ δεσπότης·[ἡ]νίκα γὰρ πρὸς τὸ πάθος ἐλήλυθεν ἑκουσίως, ἔκλα[σε] Χριστὸς ἄρτον τὸν τῆς σωτηρίας
24.2.5 καὶ λέγει τοῖς αὐτοῦ ἀποστόλοις, ὡς γέγραπται· "Προσέλθετε νυνί, φάγετε ἀπὸ τούτου [καὶ] τεύξεσθε ἐσθίοντες ζωῆς τῆς αἰωνίου· ἔστι γὰρ σάρξ [μου] αὕτη ἡ βρῶσις, ἐπειδήπερ ἐγὼ ὃν ὁρᾶτε ὑπάρχω
24.2.10 [ἄρτος ἀφθαρσίας ἐπουράνιος.]"
24.3.1
Ἴσμεν ἅπαντες, ὅσοι ἐν Χριστῷ τὴν πίστιν πᾶσαν κεκτήμ[ε]θα, ὡς τῷ ἄρτῳ τῷ μυστικῷ προθύμως προσιόντ[ες],λαμβάνοντες δὲ πρὸς τούτοις ποτήριον σωτηρίου, γνώμ[ης] καθαρᾶς ὄντες καὶ ἀνυποκρίτου,
24.3.5 τοῦ σώματος Χριστοῦ ἅ[μα] τε καὶ τοῦ αἵματος ἐν πίστει τῇ αὐτοῦ ἅπαντες μ[ε]τασχόντες, ἰσάγγελον ἐλπίζομεν ἐκ τούτων πολιτείαν· [ἔ]στι γὰρ ὄντως τοῦ πεπονθότος Ἰησοῦ τοῦ Χριστοῦ τὸ πανάγιον σῶμα
24.3.10 [ἄρτος ἀφθαρσίας ἐπουράνιος.] Ἤλθομεν ἅπαντες ἀκοῦσαι καὶ νῦν πῶς κράζει τὰ εὐαγγέλ[ια] καὶ θαυμάζειν τὸν Ἰησοῦν· αὐτὸς γὰρ ἀπορρήτως διέθρεψεν ἐν ἐρήμῳ τὰς πέντε πρὶν χιλιάδας· θαῦμα φοβερόν, πάς[ης] ἐκπλήξεως γέμον.
24.4.5 Λαβὼν γὰρ ὁ σωτὴρ πέντε ἄρτους, ὡς γέγραπται, ἐκτρέφει ἐξ αὐτῶν ταύτας τὰς χιλιάδας, καὶ π[άν]τες ἐκορέσθησαν σοφίᾳ τῇ ἀφράστῳ· οὐδὲ γὰρ πλήθους ἔχ[ρῃ]ζον ἄρτων, ἐπειδήπερ παρῆν ὁ Χριστὸς ὁ ὑπάρχων
24.4.10 ἄρτος ἀφθαρ[σίας ἐπουράνιος].
24.5.1 Μνήμην βούλομαι ποιήσασθαι νῦν τὸ πλῆθος πῶς διετρέφετο· γεωργοῦ [τε] καὶ ἰατροῦ παρόντος ἐν ἐρήμῳ,ἡ χώρα ἡ ἀσθενοῦσα καὶ ἔχουσα τὰς ἀκάνθας ἔσπευσεν εὐθύς φθάσαι τὸν εὐεργετοῦντα.
24.5.5
Ἑώρα δὲ Χριστὸς πάντας καὶ ἐσπλαγχνίζετο, καὶ πρῶτον ὁ σοφὸς δίδωσι θεραπείαν καὶ δύναμιν χαρίζεται τῇ τούτων ἀσθενείᾳ· οὗτοι δὲ τότε τῆς ἰατρείας ἀπολαύσαντες ἔγνωσαν ὅτι ὑπάρχει
24.5.10 ἄρτος ἀφθαρσίας [ἐπουράνιος]. 24.6.1
Ἁπαξάπαντας ὁ πάντων Θεὸς ἰάτρευε τούς ἐν θλίψεσι, θεραπεύων καὶ τῶν ψυχῶν τὰ πάθη ὡς δυνάστης,λαμβάνων συγκληρονόμους ὁ πλούσιος κληρονόμος πάντας τούς πτωχούς, μόνον ἐὰν βουληθῶσιν.
24.6.5
Ἐν ὅσῳ δὲ αὐτοῖς ταῦτα εὐηγγελίζετο, τὸ μέτρον πρὸς δυσμὰς ᾤχετο τῆς ἡμέρας καὶ ὅλον τὸ συνάθροισμα ὑπῆρχεν ἐν νηστείᾳ κεκορεσμένον διδασκαλίαις καὶ εἰδὸς ὡς ὑπάρχει Χριστὸς τοῖς ἀνθρώποις
24.6.10 ἄρτος ἀφθαρσίας [ἐπουράνιος].
Ῥᾴως μάθωμεν τί μὲν τῷ Χριστῷ ἐφθέγγοντο οἱ ἀπόστολοι, τί δὲ ὁ σωτὴρ πρὸς αὐτούς εὐθέως ἀπεκρίθη.Αὐτὸς μὲν γὰρ ὡς προγνώστης τὰ μέλλοντα προεώρα, οὗτοι δὲ οὐδὲν τούτων ἠδύναντο γνῶναι·
24.7.5 αὐτὸς μὲν γὰρ Θεὸς κτίστης τε τοῦ παντός ἐστιν, αὐτοὶ δὲ ἀσθενεῖς ἦσαν ὡς ὄντες κτίσμα· αὐτὸς μὲν δυνατός ἐστιν, ἀδύνατοι δὲ οὗτοι· ἀλλὰ παρέσχε δύναμιν τούτοις, διαθρέψας αὐτούς θεϊκῶς ὡς ὑπάρχων
24.7.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.8.1
Ὡς γὰρ εἴδοσαν οἱ τοῦ λυτρωτοῦ ἀπόστολοι ὡς ἐξέδραμεν ἡ ἡμέρα πρὸς τὰς δυσμάς, σπουδαίως προσελθόντες·"Διδάσκαλε, ἀνεβόων, ἀπέκλινεν ἡ ἡμέρα· πᾶς δὲ ὁ λαὸς οὗτος νηστείαις ἐτάκη·
24.8.5 ὁ τόπος δέ ἐστιν ἔρημος, ὡς ἐπίστασαι· ἀπόλυσον αὐτούς πρὶν γενέσθαι ἑσπέραν, ἵν᾿ ἄρτους ἀγοράσωσιν ἐλθόντες εἰς τὰς κώμας· οὐ γὰρ ἀρκοῦσιν οὗτοι νηστεύειν ὡς ἡμεῖς, οἷς παρέσχες ἰσχύν ὡς ὑπάρχων
24.8.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.9.1 Μέγας πέφυκας τοῦ κόσμου σωτὴρ καὶ γνῶσιν πάντας ἐδίδαξας· διαθρέψας δὲ τὸν λαὸν ἐν λόγοις ἀληθείας,ὡδήγησας τούς ἀνθρώπους πρὸς τρίβον τῆς σωτηρίας, δεδωκὼς αὐτοῖς γνῶναι τὴν δικαιοσύνην·
24.9.5 αὐτοὶ μὲν τὰς ψυχὰς νοητῶς ἀπετράφησαν, τὸ σῶμα δὲ λοιπὸν χρῄζουσι θεραπεῦσαι, καὶ μάλιστα τὰ νήπια καὶ τούτων αἱ μητέρες·
ὃ μεριμνῶντες παρακαλοῦμεν ἵνα θρέψῃς αὐτούς, λυτρωτά, ὡς ὑπάρχων
24.9.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος. Ἀλλά, Κύριε, ὁρῶμεν νυνὶ πῶς στέργουσί σε οἱ ἄνθρωποι, ἀντὶ πάσης οὗτοι τρυφῆς τούς λόγους ἀγαπῶντες·ἂν γένηται δὲ ἑσπέρα, καὶ μέλλουσιν ὑποστρέφειν· πόρος μὲν οὐδεὶς ἄρτων ἐστὶν ἐν ἐρήμῳ,
24.10.5 καὶ πίπτουσιν εἰκὸς ἀσιτίαν οὐ φέροντες. Ἀπόλυσον αὐτούς· σφόδρα γὰρ μεριμνῶμεν· ἀπέλθωσιν, ὠνήσωνται τροφὰς πρὸ τῆς ἑσπέρας· τούς μαθητάς σου καὶ ἀποστόλους συμπαθεῖν ἐξεδίδαξας πᾶσιν, ὑπάρχων
24.10.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος."
24.11.1 Νῦν ὁ Κύριος πρὸς τούς μαθητὰς τί ἔφησεν ἐπακούσωμ[εν]· "Μεριμνῶντες δότε τροφὴν καὶ ἄρτους τοῖς πεινῶσιν·οὐ χρῄζουσιν ἐξ ἑτέρων χορτάσματα ἀγοράζειν· θρέψατε αὐτούς πάντας ἐνταῦθα προθύμως."
24.11.5 Εὐθύς δ[ὲ] πρὸς αὐτὸν ἀντεφθέγξαντο λέγοντες· "Ἀμέτρητός ἐστιν ὄχλος ὁ συνηγμένος, καὶ ἄρτους ἂν θελήσωμεν ὠνήσασθαι, οἰκτίρμον, διακοσίων οὐκ ἐξαρκέσει δηναρίων αὐτοῖς· σύ δὲ πέφ`#965;κας μόνος
24.11.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.12.1
Ὅπως ἐμάθομεν – καὶ τὸ ἀληθὲς οὐ κρύπτομέν σοι, διδάσκαλε – , εἰ μὴ πέντε ἄρτους ἡμῖν κριθίνους οὐχ εὑρήσεις·οὐδεὶς ἡμῶν οὐδὲ τούτους ἐκόμισεν ἐν ἐρήμῳ· παῖς γὰρ συμπαρὼν τούτους βαστάσας ἐπέστη·
24.12.5 οὐκ ἔστιν [δὲ] ἡμῖν τρόπος ἄλλος, φιλάνθρωπε· πρὸς πλῆθος δὲ πολύ, ἄπειρον, π[αν]οικτίρμον, ἀρκέσαι πῶς δυνήσονται οἱ πέντε ἄρτοι οὗ[τοι;]
Ἔχει πρὸς τούτοις δύο ἰχθύας, ἀλλὰ σπεῦσον καὶ θρέψον [αὐ]τούς ὡς ὑπάρχων
24.12.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.» 24.13.1
Ὑπὸ τῶν αὐτοῦ μαθητῶν ὁ Χριστὸς τούς λόγους τούτους ὡς ἤκουσεν, ἀπεκρίθη οὕτως αὐτοῖς· "Πλανᾶσθε οὐκ εἰδότες ὡς κόσμου ὑπάρχω κτίστης· τοῦ κόσμου δὲ προνοοῦμαι· οἶδα δὲ σαφῶς ἄρτι ὧν χρῄζουσιν οὗτοι·
24.13.5 τὴν ἔρημον ὁρῶ καὶ τὸν ἥλιον δύναντα, τὸν δρόμον δὲ ἐγὼ ἔταξα τῷ ἡλίῳ· τὸν κάματον ἐπίσταμαι τοῦ πλήθους τοῦ παρόντος· οἶδα τί μέλλω πράττειν εἰς τούτους· θεραπεύσω τὴν πεῖναν αὐτὸς ὡς ὑπάρχων
24.13.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.14.1 Τοῦτο οἴεσθε ἔσθ᾿ ὅτε ὑμεῖς ἀνθρώπινά με λογίζεσθαι, οὐκ εἰδότες ὅτι ἐγὼ τὰ πάντα πρὶν γενέσθαι ἐπίστα[μαι] ὡς δυνάστης· τὰ κρύφια προγινώσκων, οἶδα πρὸ [ὑμ]ῶν ὅτι οὐκ ἔχετε ἄρτους·
24.14.5 βουλῇ δὲ τῇ ὑμῶν ἡρμοσάμην [εἰπ]ὼν ὑμῖν· ’Παράσχετε τροφὴν πᾶσι τοῖς συμπαροῦσι.’ [Φρο]νεῖτε γὰρ ἀνθρώπινα ἀτόπως μεριμνῶντες· τί με[ριμ]νᾶτε, ὦ μαθηταί μου, οὐκ εἰδότες ὡς πρόκειμαι ἄφθονος πᾶσιν
24.14.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος; 24.15.1 [Οὐδ]ὲ μέμνησθε ὅπως ἡ ἐμὴ παρθένος μήτηρ μ[ε ᾐ]τήσατο [ἐν] τοῖς γάμοις τοῖς ἐν Κανὰ εἰποῦσα· ‘Ὑϊέ μου,οὐκ ἔχουσιν [οἶνον] ὧδε οἱ τρέφοντες ἐν τοῖς γάμοις’; Ὅπως δὲ ἐγὼ ταύ[τῃ] πεισθεὶς ὡς μητρί μου
24.15.5 τὴν φύσιν ὡς Θεὸς τῶν ὑδάτων με[τέβ]αλον, ἀμπέλου δὲ χωρὶς οἶνον ἐδωρησάμην; Διόπερ [δυ]νατός εἰμι καὶ ἄρτι διαθρέψαι νεύματι μόνῳ ἅπαν τὸ πλῆθος· καὶ γὰρ ἄμπελος πέφυκα καὶ τοῖς πεινῶσιν
24.15.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.16.1
[Ὑ]μεῖς οὐ δύνασθε φροντίζοντες νῦν τροφὴν παρέχειν ὡς ἄνθρωποι· ἢ γὰρ θρέψατε τὸν λαὸν οἱ οὕτως μεριμνῶντες,ἢ θρέψαι αὐτούς μηδ᾿ ὅλως ἰσχύοντες σιωπᾶτε· μόνος γὰρ ἐγὼ πάντων φροντίζω ὡς κτίστης
24.16.5 ὑπάρχων ἀγαθὸς ὡς Θεὸς προαιώνιος, καὶ πάσῃ δὲ σαρκὶ πᾶσαν τροφὴν παρέχω· ὑμεῖς δὲ θεωρήσαντες τὸ πλῆθος μεριμνᾶτε καὶ οὐ νοεῖτε τὸν χορηγοῦντα, ὅτι ἄνωθεν πρόκειμαι πᾶσι παρέχων
24.16.10 ἄρτον ἀφθαρσίας ἐπουράνιον.
24.17.1 [Τί] λογίζεσθε καὶ λέγετε νῦν καθ᾿ ἑαυτούς προεπίσταμαι, ὡς [ὁ]ρῶντες νῦν τὸν λαόν, τὸν τόπον καὶ τὴν ὥραν,’Τίς θρέψει τὸ πλῆθος ἅπαν, λογίζεσθε, ἐν ἐρήμῳ;’ Ὅθεν φανερῶς γνῶτε τίς πέφυκα, φίλοι·
24.17.5 ἐγὼ τὸν Ἰσραὴλ ἐν ἐρήμῳ διέθρεψα καὶ ἄρτον οὐρανοῦ τούτοις ἐδωρησάμην· ἐκ πέτρας δὲ ἐξήγαγον τὸ ὕδωρ ἐν ἀνύδρῳ, πρὸς ἐπὶ τούτοις ὀρτυγομήτραν παρεσχόμην ἀφθόνως αὐτοῖς ὡς ὑπάρχων
24.17.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.18.1
[Ἅμα] δύναται καὶ λόγος ἐμὸς καὶ νεῦμα σῶσαι τὰ σύμπαντα· [ἵν]α γνῶτε δὲ τὴν ἐμὴν καὶ ἄρτι δυναστείαν,ποιήσατε κατὰ τάξιν τὰ νήπια καὶ τούς ἄνδρας ἅμα γυναιξὶ πάσαι[ς] νῦν ἀνακλιθῆναι,
24.18.5 καὶ δείξω ὡς Θεὸς καρποφόρον τὴν ἔρημον· ἐμοῦ μὲν τούς καρπούς νεύματι γεωργοῦντ[ος], ἐργάται δὲ δειχθήσεσθε ὑμεῖς καὶ ὑπηρέται, καὶ διαθρέψω ὅλον τὸ πλῆθος ὅτι μόνος ὑπάρχω προκείμενος πᾶσιν
24.18.10 [ἄρτος ἀφθαρσίας ἐπουράνιος]."
24.19.1 Πρὸς ἃ ἤκουσαν παρὰ τοῦ Χριστοῦ, καὶ ἔσπευσαν οἱ ἀπόστολοι· τῇ προστάξει γὰρ τῇ αὐτοῦ τὸ πλῆθος κατὰ τάξιν εὐθέως ἀνακλιθῆναι ἐποίησαν προσηκόντως· χόρτος [ἦν] αὐτοῖς στρωμναὶ καὶ τράπεζαι ἅμα.
24.19.5 Τούς πέντε δὲ Χ[ριστὸς] τότε ἄρτους κομίζεται καὶ λέγει παρευθύς, βλέψας πρὸς τὸν πατέρα· "Τὰ ἔργα σου ἐργάζομαι· ὑπάρχω γὰρ υἱός σου, [καὶ] γὰρ τὸν κόσμον ὅλον ἐν πρώτοις μετὰ σοῦ καὶ τοῦ πνεύματος ἔκτισα ὥ[σπερ]
24.19.10 ἄρτος ἀφθαρσίας [ἐπουράνιος.]"
24.20.1
Ἰδού ὡς κύριοι οἱ δοῦλοι Χριστοῦ ἀνέμενον ἀνακείμενοι ὑπ[ηρέ]την τὸν Ἰησοῦν καὶ εὗρον παραυτίκα·τούς πέντε γὰρ τού[τους] ἄρτους εὐλόγησεν ὁ δεσπότης, λέγων πρὸς αὐτούς οὕτω φωνῇ ἀοράτῳ·
24.20.5 "Αὐξάνεσθε ὑμεῖς αἰσθητῶς καὶ πληθύνεσθε, καὶ θρέψατε νυνὶ πάντας τούς συμπαρόντας.» Εὐθέως δὲ ὑπήκουσαν οἱ ἄρτοι τῷ Κυρίῳ· ἔτικτον οὗτοι ἀορασίᾳ, ὥσπερ εἶπεν αὐτοῖς ὁ Χριστὸς ὡς ὑπάρχων
24.20.10 ἄρτος ἀφθαρσίας [ἐπουράνιος].
24.21.1 Νοῦς οὐ δύναται ἀνθρώπων οὐδεὶς τὸ θαῦμα ὅλως λογίσασθαι, πῶς οἱ ἄρτοι οἱ ὁρατοὶ ἐπέρρ[εο]ν ἀοράτως·ἡ αὔξησις δὲ ἡ τούτων ἡ ἄφραστος ποῦ ἐνήργει, ἐν τοῖς μαθηταῖς ἆρα ἢ ἐν ταῖς τραπέζαις;
24.21.5 Τὸν τρόπον οὐκ εἰδὼς τοῦ ἀρρήτου θεάματος τὸ θαῦμα σιωπῶ, πίστει δὲ διορθοῦμαι τὸν νοῦν μὴ ἐφικνούμενος πρὸς βάθος μυστηρίου, δώδεκα βλέπων ἄρτι κοφίνους πληρωθέντας κλασμάτων, ὡς οἶδεν ὁ μόνος
24.21.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.22.1 Οὕτως πλήθυνον καὶ πᾶσιν ἡμῖν τὸ πλῆθος τῆς εὐσπλαγχνίας σου, καὶ καθάπερ τότε, σωτήρ, τὸ πλῆθος ἐν ἐρήμῳἐχόρτασας ἐν σοφίᾳ καὶ ἔθρεψας ἐν δυνάμει, χόρτασον ἡμᾶς πάντας τὴν δικαιοσύνην,
24.22.5 περι[σφίγγ]ων ἡμᾶς ἐν τῇ πίστει σου, Κύριε· διάθρεψον ἡμᾶς πάντας, [ὡς] ἐλεήμων, καὶ δὸς ἡμῖν τὴν χάριν σου καὶ ἄφεσιν πταισμάτων ταῖς ἱκεσίαις τῆς Θεοτόκου, ὅτι μόνος Χριστὸς καὶ οἰκτίρμων ὑπάρχεις,
24.22.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
24.23.1
[Ὕ]μνον ἅπαντες ὀφείλομέν σοι, Χριστέ, σωτὴρ ἀναμάρτητε, καὶ πιστεύομεν ὅτι σύ Θεὸς ὢν πρὸ αἰώνων ὁ τεχθεὶς ἐκ τῆς παρθένου καὶ ἔμεινας ὃ ὑπῆρχες· μόνος δὲ αὐτὸς οἶδας τοῦ τόκου τὸ [θ]αῦμα·
24.23.5 τούς ἄρτους γὰρ ἡμεῖς οὐκ εἰδότες πῶς ἔτικτον, τὸν τόκον σου, σωτήρ, τὸν ἐξ ἀπειρογάμου χωρῆσαι πῶς δυνάμεθα καρδίαις ἀνθρωπίναις;
Ὅθεν σε πάντες δοξολογοῦμεν ὅτι σύ εἶ Θεὸς τοῦ παντὸς καὶ ὑπάρχεις
24.23.10 ἄρτος ἀφθαρσίας ἐπουράνιος.
25 (LXXXVIII). Исцеление слепого от рождения
25.t.1
Κυριακῇ εʹ, κοντάκιον εἰς τὸν ἐκ γενετῆς τυφλόν, ἦχος δʹ, πρός· Ἐπεφάνης ...
Τῇ Γαλιλαίᾳ.
Προοίμιον
25.pro.1 Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος,σοί, Χριστέ, προσέρχομαι ὡς ὁ τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι·"Σύ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον."
25.1.1
Ῥεῖθρόν μοι δώρησαι, Σωτήρ, σοφίας τῆς ἀρρήτου καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει καὶ πλανωμένων ὁδηγέ, ἵνα ἐξισχύσω τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι,
25.1.5
ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ εὐαγγελίου τῆς εἰρήνης, παραθεῖσα τὴν τοῦ τυφλοῦ θαυματοποιΐαν,
ὅτι ἐκ γενετῆς πηρὸς ἐνυπάρχων ὀφθαλμούς μὲν αἰσθητούς ἀπολαμβάνει καὶ τούς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων·
25.1.10 "Σύ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον."
25.2.1
Ὡς συναΐδιος Πατρὶ Yἱὸς γεγεννημένος, ὁ καὶ συμβασιλεύων τῷ Πνεύματι τῷ θείῳ, τῷ παντουργῷ καὶ θεϊκῷ,τὴν τῶν Ἰουδαίων σκαιωρίαν καὶ βουλὴν τὴν ἄδικον ἐλέγχοντα,
25.2.5 ἐν σαββάτῳ ὀφθαλμούς ἠνέῳξε τοῦ ἐκ γενετῆς μὲν τυφλοῦ ὄντος, ὕστερον δὲ νιψαμένου προστάξει τοῦ πλάστου· πηλῷ γὰρ τούς ὀφθαλμούς χρίσας, τὸ λεῖπον ἀν[ε]πλήρου ὡς Θεός, ὁ τὸν Ἀδὰμ μὲν πάλαι ἐκ χοὸς ποιήσας ἄνθρωπον λόγῳ
25.2.10 καὶ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.
25.3.1 Μανθάνει δῆμος μαθητῶν τὴν θείαν δεσποτείαν Χριστοῦ τοῦ διδασκάλου. Φησὶ γάρ· «Ἐπηρώτων· ‘Καρδιογνῶστα καὶ Θεέ,τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γενήσεται;’»
25.3.5
Ὅθεν τὸν νοῦν τούτων διορθούμενος ὅτι ὑπὲρ δόξης [καὶ] σοφίας τῆς ἀρρήτου καθίστατο ἡ πήρωσις τούτου, κελεύει οὖν εὐθύς αὐτὸν πορευθῆναι, καὶ νιψάμενος τρανῶς ἀπολαμβάνει φῶς τῶν ὀφθαλμῶν, χαρᾷ βοῶντα [ἀ]λήκτῳ·
25.3.10 "Σύ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.»
26 (XIV). Воскрешение Лазаря (1-ый кондак)
26.t.1
Τῷ σαββάτῳ τῆς ϛʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον ᾀδόμενον εἰς τὸν
δίκαιον καὶ τετραήμερον Λάζαρον, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
[ἦ χος] πλ. βʹ
Προοίμιον
26.pro.1
Ἐπέστης ἐν τῷ τάφῳ τοῦ Λαζάρου, Κύριε,καὶ τοῦτον τετραήμερον ἐκ νεκρῶν ἀνέστησας,δεσμεύσας τὸν Ἅιδην, δυνατέ· Μαρίας δὲ καὶ Μάρθας οἰκτείρας τὰ δάκρυα,
26.pro.5ἐβόας πρὸς αὐτάς· «Ἀναστήσεται,στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις.»
26.1.1 Τὴν ταφὴν βλέποντες καὶ τούς ἐν τῇ ταφῇ κλαίομεν, ἀλλ᾿ οὐκ ὀφείλομεν· καὶ γὰρ οἴδαμεν πόθεν ἐξῆλθον καὶ ποῦ πέλουσι νῦν καὶ τίς ἔχει αὐτούς.
Ἐξῆλθον μὲν τῆς προσκαίρου ζωῆς, ἀπαλλαγέντες τῶν πόνων αὐτῆς·
26.1.5 πέλουσι δὲ ἐν ἀναπαύσει, προσδοκῶντες τὴν θείαν φαῦσιν·ἔχει τούτους ὁ φιλάνθρωπος ἀποδύσας τὸ πρόσκαιρον ἔνδυμα, ἵν᾿ ἐνδύσῃ αἰώνιον σῶμα. Τί οὖν μάτην ὀδυρόμεθα; Τί ἀπιστοῦμεν τῷ βοῶντι Χριστῷ·
26.1.10'Ὁ πιστεύων μοι οὐκ ἀπόλλυται· κἂν γὰρ ἴδῃ φθοράν, ἀλλὰ μετὰ φθορὰν ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις»;
26.2.1
Ὁ πιστὸς πάντοτε ὅ τι ἂν βούλεται δύναται, ἐπειδὴ κέκτηται τὴν τὰ πάντα ἰσχύουσαν πίστιν δι᾿ ἧς παρὰ Χριστοῦ ἰσχύει ὃ ζητεῖ.
[Ἡ] πίστις [γὰρ] μέγα κτῆμά ἐστιν, ἣν ἔχων ἄνθρωπος πάντων κρατεῖ·
26.2.5 εἶχον αὐτὴν καὶ ἐκαυχῶντο Μαρία ὁμοῦ καὶ Μάρθα,καὶ ὡς εἶδον ἀσθενήσαντα τὸν πιστὸν ἀδελφὸν αὐτῶν Λάζαρον, πρὸς τὸν πλάστην ἀπέστειλαν ταύτην, "Σπεῦσον, λέγουσαι, δέσποτα· ἴδε οὗτος ὃν φιλεῖς ἀσθενεῖ·
26.2.10ἀλλὰ πρόφθασον καὶ σωθήσεται· ἐὰν γὰρ ἐπιφάνῃς τὸ πρόσωπόν σου, ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ [καὶ ἀνάστασις.]"
26.3.1
Ὑπὸ τῆς πίστεως τῶν γυναίων κληθείς, ἔρχεται ὁ αὐτεπάγγελτος ἰατρὸς τῶν ψυχῶν καὶ σωμάτων βοήσας παραυτὰ πρὸς τούς φίλους αὐτοῦ·
"Ἐγέρθητε, πορευθῶμεν ἡμεῖς ἐν Ἰουδαίᾳ οὗ ἦμέν ποτε·
26.3.5 ἐπιστολὴν γὰρ ἐδεξάμην ἣν ἡδέως ἀναγινώσκω·καὶ γὰρ πίστις ὑπηγόρευσε, καὶ ἐλπὶς ἀδιάπτωτος ἔγραψε, καὶ ἀγάπη ἐσφράγισε ταύτην. Τί δὲ κρύπτω τὰ φαινόμενα; Μάρθα [-⏑] καὶ Μαρία πιστῶς
26.3.10ἐδεήθη μου διὰ Λάζαρον ὅτι νῦν ἀρρωστεῖ· ἐὰν οὖν ἐπιστῶ, ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις."
26.4.1 Ταῦτα φθεγξάμενος ὁ ἐπιστάμενος ἅπαντα τὰ ἐνθυμήματα τότε ἔμεινε δύο ἡμέρας ἐν τῷ τόπῳ οὗ ἦν, ὡς λέγει ἡ γραφή. Παρέμεινεν ἵνα φανερωθῇ ἡ γνώμη τῶν ἀγαπώντων αὐτόν·
26.4.5 καὶ γὰρ ἠγάπων τὸν δεσπότην Μάρθα, Λάζαρος καὶ Μαρία,οὐ ποτὲ μὲν καὶ οὐκ ἄλλοτε, ἀλλὰ πάντοτε, [πάντες] προσμένοντες ἐν ἀνέσεσι καὶ ἐν ἀνάγκαις.
Ὅθεν οὕτως τὴν διάθεσιν πλέον αὔξουσαν θεωρῶν ὁ Χριστὸς
26.4.10τὴν μὲν ἔσωσε, τὴν δὲ ἔστεψε· περὶ γὰρ τοῦ Λαζάρου εἰρήκει αὐταῖς· «Ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις.»
26.5.1 Ἀλλ᾿ εἰκὸς λέγετε· "Ποίαν μὲν ἔστεψε δήλωσον, ποίαν δὲ ἔσωσε· τὸν γὰρ Λάζαρον οἴδαμεν ὅτι τῆς τοῦ Ἅιδου χειρὸς ἐξήρπασε Χριστός.» Μαρία ἦν, ὡς φησὶν ἡ γραφή, ἣν ἔσωσεν ἐκ δαιμόνων ἑπτά,
26.5.5 ἥτις καὶ ἤλειψε τῷ μύρῳ τὸν δοτῆρα τῶν ἀρωμάτων,καὶ ἐξέμαξε θριξὶ πόδας τ#964;ούς καθάραντας ὅλον τὸν ἄνθρωπον ἀπὸ τῆς τοῦ δολίου κηλῖδος. Μάρθαν τότε ἐστεφάνωσεν ὅτε πόθῳ διηκόνει αὐτοῖς,
26.5.10ἣν καὶ κλαίουσαν παρεθάρρυνε περὶ τοῦ ἀδελφοῦ αὐτῆς, λέξας αὐτῇ· "Ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ [καὶ ἀνάστασις].»
26.6.1 Πάλιν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· "Ἴδε νῦν Λάζαρος ὁ φίλος ἡμῶν ἐκοιμήθη, καὶ θέλω ἀπελθεῖν ἀφυπνίσαι αὐτόν."
Ἠγνόουν δὲ ὅτι ὁ λυτρωτὴς κοίμησιν εἶπε τὴν θνῆσίν ποτε·
26.6.5 εἴπερ οὖν ἦν ἐκεῖ ὁ Παῦλος, τὸν τοῦ Λόγου ἐνόει λόγον·παρ᾿ αὐτοῦ γὰρ διδασκόμενος, ταῖς αὐτοῦ ἐκκλησίαις ἐπέστελλε τούς νεκρούς λέγων κεκοιμημένους. Τίς γὰρ θνῄσκει τὸν Χριστὸν στέργων; Πῶς δὲ πίπτει ὁ ἐσθίων αὐτόν;
26.6.10Τὸ μυστήριον φυλακτήριον ἔχει ἐν τῇ ψυχῇ· ἐὰν οὖν καὶ φθαρῇ, ἀναστήσεται, στήσεται λέγων· «Σύ εἶ ζωὴ [καὶ ἀνάστασις.]»
26.7.1
Ἐπεὶ οὖν ἔγνωσαν ὅτι ὁ Κύριος κοίμησιν εἶπε τὸν θάνατον – καὶ γὰρ εἶπεν αὐτοῖς παρρησίᾳ· "Ὑπάγω τὸ λοιπὸν ἀναστῆσαι αὐτόν» – , διένευον πρὸς ἀλλήλους εἰκὸς χειρὶ λαλοῦντες καὶ τῇ κορυφῇ· 26.7.5 "Θαῦμα πρὸ θαύματος ὁρῶμεν, διὰ τοῦτο καὶ δειλιῶμεν·οὐ γὰρ ἔμαθεν ἃ ἔφησεν, ὅτι Λάζαρος τέθνηκεν, ἀλλ᾿ ἀσθενεῖ, καὶ προλέγει ἃ μέλλομεν βλέπειν.» φόβος, θάμβος καὶ κατάπληξις. Τινὲς εἶπον τοῦτον ἄνδρα ψιλόν,
26.7.10κα[ὶ ο]ὐκ ᾐσχύνθησαν τὴν ἰσχύν αὐτοῦ, ὅτι λόγον ἐρεῖ, καὶ εὐθύς ὁ φθαρεὶς ἀναστήσεται, στήσεται λέγων· «Σύ εἶ [ζωὴ καὶ ἀνάστασις].»
26.8.1
Ἰησοῦς ἔρχεται εἰς Ἰουδαίαν νῦν σώματι· τῇ γὰρ θεότητι περιέπει ἀεὶ καὶ κατέχει τὴν γῆν καὶ τούς ἐκ γῆς ὡς ἀκρίδας οἰκτράς.
Ἐλήλυθεν οὖν ὁ πάντα πληρῶν ἐν Βηθανίᾳ τὰ θεῖα τελῶν·
26.8.5 τῶν δὲ ποδῶν αὐτοῦ τὸν κτύπον ὡς ἀκούσας ὁ Ἅιδης τότε,τῷ Θανάτῳ ἐψιθύριζε· "Τίνες οὗτοι οἱ πόδες, ὦ Θάνατε, οἱ πατήσαντες τὴν κεφαλήν μου; Οἴμοι, τάχα Ἰησοῦς πέλει, πάλιν ἦλθεν ἀναπράξας ἡμᾶς·
26.8.10ἀποφεύγει οὖν, ὡς τὸ πρότερον ὁ τῆς χήρας υἱός, καὶ ὁ Λάζαρος νῦν· ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις.
26.9.1 Νικητὰ Θάνατε, ἀκαταγώνιστε, ἄκουσον Ἅιδου τοῦ φίλου σου, καὶ ἀνέθητι τούτων τῶν κόπων· μὴ φέρε μοι τροφήν, οὐ πέπτω γὰρ αὐτήν· προσάγεις μοι δεδεμένους νεκρούς, καὶ καταπίνων εὐθέως ἐμῶ·
26.9.5 χαίρω καὶ αἴρω θαπτομένους, οὐ κατέχω δὲ φθειρομένους·τούς ἐντός μου ἀναπράττομαι καὶ οὓς ἡτοιμάσω μοι ἁρπάζομαι· διὰ τί οὖν [σύ] μάτην ταράττῃ; Παῦσαι, στεῖλον, ὦ Θάνατε· κτῆσαι φίλον τὸν ἐκ τῆς Ναζαρέτ·
26.9.10ὑποτάγηθι ἐνθυμούμενος ὅτι ὁ τετραήμερος μετὰ μικρὸν ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις."
26.10.1
Ὅτε δὲ ἤκουσε τούτων, ὁ Θάνατος ἔβρυξεν, ὅθεν ἐκραύγασε καὶ θυμούμενος ἔφη τῷ Ἅιδῃ· "Ὡς ἄμοιρος κακῶν καλῶς μοι παραινεῖς· νουθέτησον τὴν γαστέρα τὴν σὴν ἣν οὐκ ἐχόρτασας ἕως τοῦ νῦν·
26.10.5 καὶ γὰρ ἀπέκαμόν σοι φέρων, καὶ οὐκ εἶπας λοιπόν· ‘Ἀρκεῖ μοι,’ἀλλ᾿ ἡπλώθης ὡς ἡ θάλασσα, ποταμούς τελευτώντων δεχόμενος καὶ μηδέποτε κόρον λαμβάνων. Τί οὖν ταῦτα πρὸς ἐμὲ φθέγγει; Πρῶτον μάθε ἃ διδάσκεις ἐμὲ
26.10.10καὶ ἡσύχασον καὶ εὐτάκτησον· ὃν γὰρ ἔχεις ἐντὸς μετὰ μίαν ῥοπὴν ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ [ζωὴ καὶ ἀνάστασις.]
26.11.1
Ὕδωρ σοι ἔδοξεν ἡ ζωὴ τῶν βροτῶν πάντοτε, ὅθεν ἐπλάτυνας κα[ὶ ο]ὐκ ἐπαύσω ἀεὶ καταπίνων· ἀρκέσθητι οὐκοῦν, μὴ πληθύνῃς σαυτῷ. Οἱ πόδες γὰρ ὧν ἀκούεις φωνήν, [ὡς] ἀφορῶ, ἀπειλοῦντός εἰσι,
26.11.5 βήματα μὲν ἐμβριμωμένου, κατὰ σοῦ δὲ ὀργιζομένου,τῷ μὲν τάφῳ προσεγγίζοντος, τὰς δὲ πύλας σου διαλακτίζοντος καὶ τὴν σὴν κοιλιὰν ἐρευνῶντος. Μᾶλλον ἦλθεν ὁ καθαίρων σε· χρῄζεις τούτου, ἐξωγκώθης γὰρ σύ·
26.11.10ἐλαφρύνει οὖν, ἐὰν Λάζαρος, ἀπὸ τῶν ἐντοσθίων σου ἐκκενωθείς, ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ [καὶ ἀνάστασις.]
26.12.1
– Ῥυπαρὰ ῥήματα καὶ αἰσχύνης μεστὰ φθέγγῃ μοι Ἅιδῃ τῷ φίλῳ σου, καὶ ὁρῶν τὰ κακὰ ἐπιχαίρεις· ἐγὼ δὲ δι᾿ αὐτὰ δακρύω ἐμαυτόν· τὰ μέλη γὰρ τοῦ Λαζάρου ὁρῶ ἅπερ διέλυσε πρὶν ἡ φθορὰ
26.12.5 ὡς προσδοκῶντα ἀναστῆναι· μελετᾷ γὰρ συναθροισθῆναι,ὅτι ἕρπουσιν ὡς μύρμηκες, ἐπειδὴ ἀνεχώρησαν σκώληκες καὶ ἀφῆκεν αὐτὰ δυσοσμία. Οἴμοι, ὄντως Ἰησοῦς ἦλθεν· οὗτος, πέμψας τὴν ὀσμὴν πρὸς ἡμᾶς,
26.12.10τὸν ὀζέσαντα εὐωδίασε· καὶ λοιπὸν ὁ φθαρεὶς ἅμα καὶ τεφρωθεὶς ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις."
26.13.1
Ὡς οὖν ἀκήκοε τούτων ὁ Θάνατος, ἔκραξεν, εἶτα καὶ ἔδραμεν, τῇ παλάμῃ τὸν Ἅιδην κατέχων· καὶ βλέπουσιν ὁμοῦ τεράστια, φρικτά· τὴν ὄσφρησιν τοῦ υἱοῦ τοῦ Θεοῦ ἐνειραμένην τῷ φίλῳ αὐτοῦ,
26.13.5 ἐξευτρεπίζουσαν τὸ σῶμα πρὸς τὴν κλῆσιν τοῦ ζωοδότου,τὰς μὲν τρίχας εὐθετίζουσαν, τούς ὑμένας δὲ τούτῳ, ὑφαίνουσαν καὶ τὰ σπλάγχνα αὐτῷ συνιστῶσαν, φλέβας πάσας διατείνουσαν, αἷμα πάλιν ἐπαφοῦσαν αὐταῖς,
26.13.10ἀρτηρίας δὲ καταρτίζουσαν, ἵνα ἕτοιμος Λάζαρος, ὅταν κληθῇ, ἀναστήσεται, στήσεται λέγων· «Σύ εἶ ζωὴ καὶ ἀνάστασις.»
26.14.1 Μόνον οὖν ἴδοσαν Ἅιδης καὶ Θάνατος ἅπαντα ταῦτα γινόμενα, ὀδυνώμενοι εἶπον ἀλλήλοις· "Οὐκέτι τὰ ἡμῶν φανεῖται ἢ κρατεῖ· ἐγένετο ἡ ταφὴ ὡς βαφὴ μεταποιοῦσα φθορὰν εἰς ζωήν·
26.14.5 νῆμα λελόγισται τὸ μνῆμα καὶ ὁ θέλων ἀκόπως τέμνει,καὶ κομίζεται ὃν βούλεται, ἀδελφόν, ὑϊὸν [ἢ] θυγάτριον, καὶ γελῶσιν ἡμᾶς οἱ γεώδεις. Δοῦλος ἅμα καὶ ἐλεύθερος, εἴ τις θέλει, διαρπάζει ἡμᾶς·
26.14.10κἂν οὐράνιος, κἂν ἐπίγειος, ῥῆμα μόνον ἐρεῖ, καὶ εὐθύς ὁ φθαρεὶς ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις.
26.15.1 Ἀπὸ γῆς γέγονεν ὁ Ἠλίας ποτὲ ἄνθρωπος, καὶ ὡς ἠθέλησε τὸν υἱὸν ἀναστῆσαι τῆς χήρας, παρέσχε δι᾿ ἡμῶν ὧν ἔφαγε μισθόν. Ἀνάλωσε τῆς πτωχῆς τὴν τροφήν, δεδώκαμεν δὲ ἡμεῖς τὴν τιμήν·
26.15.5 ὁ μὲν προφήτης διετράφη, ὁ δὲ Θάνατος διεστράφη σύν τῷ Ἅιδῃ ἀπαιτούμενος τὸ παιδάριον ὃ ἐθανάτωσαν οἱ κλαυθμοὶ καὶ εὐχαὶ τῶν πεινώντων. Γῆ γὰρ πᾶσα διεφθείρετο πείνῃ, δίψῃ, οὐ γὰρ ἦν ὑετός·
26.15.10ὁ παρθένος δὲ εὐφραινόμενος πρὸς τὴν χήραν φησίν· ‘Τὸν υἱόν σου ζητεῖς; Ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις.’
26.16.1 Νεαρὸν ἥττημα τοῦ ἀρχαίου ἡμῖν πτώματος λήθην ἐποίησε, καὶ λοιπὸν ὡς οὐδὲν ὁ Ἠλίας σύν τῷ Ἐλισσαιὲ παρῆλθεν ἀφ᾿ ἡμῶν· εὑρίσκονται δὲ ἀκμὴν ἐν ἡμῖν οἱ μώλωπες τῶν τραυμάτων αὐτῶν,
26.16.5 μάλιστα δὲ τοῦ Ἐλισσαίου τοῦ ποιήσαντος μεγαλεῖα·ζῶν γὰρ νέκυν ἐξανέστησε, καὶ θανὼν τοῦ θανάτου ἀφήρπασε τὸν νεκρὸν τὸν αὐτῷ προσριφέντα. Τοῦτο πάντας ἐπιστώσατο ὅτι θνῄσκει τῶν πιστῶν οὐδὲ εἷς,
26.16.10ἀλλὰ ζήσεται, ὅταν μάλιστα τῶν ἁγίων τοῖς σώμασι προσκολληθῇ, ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις."
26.17.1 Οἱ μὲν οὖν ἅπαντα ταῦτα ἐλάλησαν, στένοντες καὶ ὀδυνώμενοι ἐπὶ τῇ τοῦ θανέντος ἐγέρσει, θρηνοῦντες ἑαυτούς καὶ πάντα τὰ αὐτῶν.
Ὁ πλάστης δὲ δι᾿ ὃν καὶ παρῆν κατέλαβε τοῦ νεκροῦ τὴν ταφήν,
26.17.5 μετὰ τὸ δῆθεν ἐρωτῆσαι ποῦ ὁ Λάζαρος κατετέθη· εἰρωνείᾳ γὰρ ἠρώτησεν ὁ παλάμῃ ποιήσας τὸν ἄνθρωπον, "Ποῦ κατάκειται Λάζαρος;» λέγων· θέλει γνῶναι ἃ ἐπίσταται· ὥσπερ εἶπεν πρώην· «Ποῦ εἶ, Ἀδάμ;»
26.17.10οὕτως ἔλεγεν· «Ποῦ ὁ Λάζαρος;» ὁ τῇ Μάρθᾳ [⏑-⏑] εἰπὼν πρὸ μικροῦ· »Ἀναστήσεται, στήσεται λέγων· Σύ εἶ ζωὴ καὶ ἀνάστασις."
26.18.1
Ὑψηλὲ Κύριε, ταπεινῶν δὲ πατὴρ εὔσπλαγχνε, ὁ ἐκ τοῦ μνήματος ὡς ἐκ βήματος ἐξαναστήσας τὸν Λάζαρόν ποτε ζωώσας τῇ φωνῇ, παράσχου τοῖς προλαβοῦσιν ἡμᾶς τὸ πρόσωπόν σου ἰδεῖν ἱλαρόν·
26.18.5 δὸς καὶ ἡμῖν ἐν ἡσυχίᾳ τὸν παρόντα καιρὸν βιῶσαι καὶ τὸ τέλος τὸ ἀρέσκον σοι, ἵνα ζῶντες ὁμοῦ τε καὶ θνῄσκοντες τῇ βουλήσει σου κυβερνηθῶμεν. Νεῦσον, κέλευσον, δέσποτα, λέξον, θέλησον σῶσαι ἡμᾶς·
26.18.10οὐκ ἀπόλλεις γὰρ τὸν ποθοῦντά σε, ἀλλὰ ζῶντα κρατεῖς καὶ θανόντα καλεῖς, κα[ὶ ἀ]ναστήσεται, στήσεται λέγων· "Σύ εἶ ζωὴ καὶ ἀνάστασις.»
27 (XV). Воскрешение Лазаря (2-й кондак)
27.t.1
Ἕ τερον κοντάκιον εἰς τὸν ὅσιον καὶ δίκαιον Λάζαρον τὸν τετραήμερον,
φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος βʹ, πρός· Τὰ ἄνω ζητῶν.
Προοίμιον
27.pro.1
Ὁ πάντων, Χριστέ, τὴν γνῶσιν ἐπιστάμενος, τὸν τάφον μαθεῖν ἠρώτας τοῦ Λαζάρου, καὶ ἐλθὼν αὐτὸν ἤγειρας τεταρταῖον ὄντα, παντοδύναμε, κατοικτειρήσας ὡς εὔσπλαγχνος
27.pro.5 Μαρίας καὶ Μάρθας τὰ δάκρυα.
27.1.1 Τὸν ὀδυρμὸν Μαρίας καὶ Μάρθας ἐπιστὰς ὁ δεσπότης, μεταβάλλει εὐθύς ἐγείρας αὐτῶν τὸν σύγγονον·ἦν οὖν ἰδέσθαι θαῦμα θαυμάτων,
27.1.5 πῶς ὁ ἄπνους ἐξαίφνης ἔμπνους ὡρᾶτο. Τῆς γὰρ φωνῆς κατελθούσης, τοῦ ᾅδου συνέσεισε τὰ κλεῖθρα πύλας τε ἅμα καὶ μοχλούς τοῦ θανάτου συνέτριψε, νεκρὸν δὲ αὖθις ἀνέστησε τεταρταῖον, οἰκτείρας ὡς εὔσπλαγχνος
Μαρίας καὶ Μάρθας τὰ δάκρυα.
27.2.1
Ὅλοι συνδράμωμεν μετὰ πόθου ἕως τῆς Βηθανίας τοῦ ἰδέσθαι ἐκεῖ Χριστὸν τὸν φίλον δακρύοντα·θέλων γὰρ πάντα νομοθετῆσαι,
27.2.5 πάντα πράττει τῇ φύσει διπλοῦς ὑπάρχων· πάσχει μὲν οὖν ὡς υἱὸς τοῦ Δαυίδ, ὡς υἱὸς δὲ Θεοῦ τὸν κόσμον πάντα λυτροῦται ἀπὸ πάσης κακίας τοῦ ὄφεως, καὶ τεταρταῖον τὸν Λάζαρον ἀνιστᾷ, οἰκτειρήσας ὡς εὔσπλαγχνος Μαρ[ίας καὶ Μάρθας τὰ δάκρυα].
27.3.1
Ὑπὸ τῆς πίστεως αἱ γυναῖκες συνεχόμεναι ἅμα τῷ Χριστῷ καὶ Θεῷ προκαταγγέλλουσι θάνατον τὸν τοῦ συγγόνου, λέγουσαι οὕτως·
27.3.5 "Σπεῦσον, φθάσον, ὁ ἀεὶ παρὼν ἐν πᾶσι· Λάζαρος γάρ, ὃν φιλεῖς, ἀσθενεῖ· ἐὰν οὖν ἐπιστῇς,ὁ θάνατος δραπετεύσει καὶ ὁ φίλος φθορᾶς λυτρωθήσεται· οἱ δὲ Ἑβραῖοι θεάσονται ὅτι σύ κατοικτείρεις ὡς εὔσπλαγχνος
Μαρίας καὶ Μάρθας [τὰ δάκρυα].» 27.4.1 Τοῖς μαθηταῖς ὁ κτίστης τῶν ὅλων προηγόρευσε λέγων· "Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται»,μυστικῶς τούτους προεκδιδάσκων
27.4.5 ὅτι πάντα γινώσκει ὡς κτίστης πάντων.
"Ἄγωμεν οὖν, πορευθῶμεν καὶ ἴδωμεν ξένην ταφὴν,καὶ θρῆνον τὸν τῆς Μαρίας καὶ τῆς Μάρθας ταχύ ἀπαλείψωμεν· τὸν Λάζαρον γὰρ ἐκ τῶν νεκρῶν ἀναστήσας, οἰκτείρω ὡς εὔσπλαγχνος [Μαρίας καὶ Μάρθας τὰ δάκρυα]."
27.5.1
Ἅμα δὲ ἤκουσαν τῶν ῥημάτων, οἱ ἀπόστολοι πάντες ὡς ἐκ μίας φωνῆς ἐβόησαν πρὸς τὸν Κύριον·"Ὕπνος ἀνθρώποις πρὸς σωτηρίαν,
27.5.5 οὐχὶ δὲ πρὸς ἀπώλ[εια]ν πάντως ὑπάρχει."
Ὅθεν αὐτὸς παρρησίᾳ ἐβόα· "Ἀπέθανεν·ἀπὼν γὰρ ὡς βροτὸς πέλω, ὡς Θεὸς δὲ τὰ πάντα ἐπίσταμαι. Ἐὰν οὖν ὄντως προφθάσωμεν, τὸν νεκρὸν ἀναστήσω καὶ παύσω νῦν Μαρίας καὶ Μάρθας τὰ δάκρυα.» 27.6.1 Πάντες ὁμοῦ ἐπέστησαν τότε, προϋπήντων δὲ τούτοις καὶ ἐβόων πικρῶς Μαρία τε καὶ ἡ σύγγονος·"Κύριε, ποῦ ἦς; Ὅτι παρῆλθεν
27.6.5 ὃν ἐπόθεις, καὶ ἤδη παρὼν οὐκ ἔστι.» Ταῦτα αὐτῶν ἐκβοώντων, αὐτὸς ὑπεδάκρυσεν·ἠρώτα δέ· "Ποῦ ὁ τάφος τοῦ ἐμοῦ προσφιλοῦς, ὅνπερ μέλλω νῦν δεσμῶν τοῦ ᾅδου λυτρώσασθαι, κατοικτείρας ὡς μόνος φιλάνθρωπος Μαρίας καὶ [Μάρθας τὰ δάκρυα];"
27.7.1
Ἐπιστὰς οὖν ἐπὶ τὸ μνημεῖον, ὁ ἐν κόλποις ὑπάρχων τοῦ ἰδίου Πατρὸς ὡς γόνος τούτου ἐβόησε·"Σύ με ἀπέστειλας εἰς τὸν κόσμον
27.7.5 ὅπως τούς νεκρωθέντας ζωοποιήσω.
Ἤλυθα οὖν καὶ ἐνταῦθα ἐγεῖραι τὸν Λάζαρον καὶ δεῖξαι τοῖς Ἰουδαίοις ὅτι μέλλω ἐκ τάφου ἀνίστασ#952;αι τριήμερος, ὁ τὸν φίλον μου τεταρταῖον ζωώσας, οἰκτείρας νῦν Μαρίας καὶ Μάρθας [τὰ δάκρυα]."
27.8.1
Ἵνα δὲ παύσῃ Μάρθας τὸν θρῆνον, ὁ σωτὴρ τῶν ἁπάντων προσφωνήσας αὐτῇ θεϊκῶς τότε ἐφθέγξατο·"Ἐγὼ ὑπάρχω τὸ φῶς τοῦ κόσμου
27.8.5 καὶ ἀνάστασις πάντων τῶν νεκρωθέντων· ὁ εἰς ἐμὲ πεποιθὼς εἰς αἰῶνας οὐ θνήξεται·εἰς τοῦτο γὰρ ἐπεφάνην τὸν Ἀδὰμ ἀναστῆσαι καὶ τούς Ἀδάμ, καὶ τεταρταῖον τὸν Λάζαρον ἐξεγεῖραι, οἰκτείρας ὡς εὔσπλαγχνος Μαρίας [καὶ Μάρθας τὰ δάκρυα]."
27.9.1 Νεύματι οὖν ἰδίῳ κελεύσας, ἐσαλεύθη ὁ ᾅδης καὶ θανάτου ἰσχύς καὶ διαβόλου τὸ φρύαγμα,ὅτε ἐφώνει τὸν τεταρταῖον
27.9.5 ἐκ τῶν καταχθονίων τοῦτον ἐγείρας·
ὅνπερ ἰδὼν Ἀβραάμ τε καὶ πάντες οἱ δίκαιοι ἐβόων· "Νυνὶ θαρσεῖτε, ὅτι ἥκει ἡ πάντων ἀνάστασις δεσμῶν θανάτου λυτρώσασθαι ὃν φιλεῖ, κατοικτείρας ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας [τὰ δάκρυα]."
27.10.1
Ὃν πρὸς ὀλίγον ἔσχε δεσμώτην κάτω Λάζαρον Ἅιδης, ὡς αἰχμάλωτος νῦν ὁρᾶται τοῦτον στερούμενος·τοῦ βασιλέως γὰρ τῶν ἀγγέλων
27.10.5 ἐπελθόντος, δαιμόνων ἰσχύς ἐλύθη, καὶ ὁ πρὸς γῆς τῇ κοιλίᾳ συρόμενος ὄφις νῦν ξυλίνῃ λόγχῃ τὰ στέρνα κεντηθείς, ὡς νεκρὸς ἀποδείκνυται· Ἀδὰμ δὲ χαίρει, θεώμενος τὸν Χριστὸν κατοικτείροντα ὡς ἀγαθὸν Μαρίας [καὶ Μάρθας τὰ δάκρυα].
27.11.1
Ὑπεξελθὼν τοῦ τάφου ὁ φίλος σουδαρίῳ τὰς ὄψεις καὶ τὰς χεῖρας αὐτοῦ συνδεδεμένος ἐδείκνυτο·λύουσι τοῦτον οἱ δεσμευθέντες
27.11.5 τὰς καρδίας τῷ φθόνῳ τῆς βασκανίας καὶ τοῖς ὠσὶν ὡς ἀσπίδες βυοῦντες καὶ πρὸς σφαγὴν ἀδικωτάτην τὰς χεῖρας ἑτοιμάζοντες, ὅπως ἐκχέωσιν ἀθῷον αἷμα καὶ δίκαιον τοῦ νεκρούς ἀνιστῶντος καὶ παύσαντος Μαρίας [καὶ Μάρθας τὰ δάκρυα].
27.12.1
Ῥήματα παίδων ἀκηκοότες καθαρᾶς ἐκ καρδίας καὶ χειλέων ἁγνῶν, θορύβου πάντες ἐπλήσθησαν λέγοντες ἅμα· «Τίς ἐστιν οὗτος;»
27.12.5 Ὢ μανίας καὶ πάσης ἀσυνεσίας. Οἱ πρὸ μικροῦ ἀνιστάμενον βλέποντες τὸν ἐν νεκροῖς ὑπάρχοντα ὀδωδότα, ἀγνοοῦσι τίς ἤγειρε καὶ ἔλυσε φωνῇ τοῦ Ἅιδου τὴν δύναμιν καὶ κατέπαυσε φύσει ὡς εὔσπλαγχνος [Μαρίας καὶ Μάρθας τὰ δάκρυα].
27.13.1
Ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας, Ἰησοῦ πανοικτίρμον· ὁ δ[ι᾿ ἐ]μὲ κατ᾿ ἐμὲ γενόμενος, ὡς ηὐδόκησας,πῶς ἐπὶ πώλου μετριάζεις
27.13.5 καὶ εἰς πόλιν προφθάνεις τῶν θεοκτόνων,
ὧν τὴν δεινὴν ἀπιστίαν προβλέπων, ἐκέλευσας χερσὶν ἰδίαις Λαζάρου τὰ δεσμὰ διαλῦσαι, ἵν᾿ ἰδῶσι ὃν μετ᾿ ὀλίγον βουλεύονται ἀποκτεῖναι, μηδ᾿ ὅλως οἰκτείροντες Μαρίας καὶ Μάρθας [τὰ δάκρυα].
27.14.1 Μετὰ βαΐων πάντες ἐξῆλθον εἰς ἀπάντησιν, σῶτερ, τῆς ἐλεύσεώς σου, τὸ ὡσαννά σοι κραυγάζοντες.Νῦν δὲ ἡμεῖς τὸν ὕμνον οἱ πάντες
27.14.5 ἐκ στομάτων οἰκτρῶν προσφέρομέν σοι, τούς τῆς ψυχῆς ἐπισείοντες κλάδους, καὶ κράζομεν·"Ὁ ὢν ἐν τοῖς ὑψίστοις σῶσον κόσμον ὃν ἔπλασας, Κύριε, καὶ ἁμαρτίας ἐξάλειψον τὰς ἡμῶν, ὥσπερ πρώην ἐξήλειψας Μαρίας καὶ Μάρθας [τὰ δάκρυα]."
27.15.1
Ἄγει πανήγυριν ἐτησίαν ἡ σεπτὴ Ἐκκλησία συγκαλοῦσα πιστῶς τὰ τέκνα ταύτης, φιλάνθρωπε,μετὰ βαΐων προσυπαντῶσα
27.15.5 καὶ χιτῶνας στρωννύουσα εὐφροσύνης,
ὅπως αὐτὸς μετὰ τῶν μαθητῶν σου καὶ φίλων σου τούς πόδας ἐπιβιβάσῃς καὶ εἰρήνην βαθεῖαν τοῖς δούλοις σου ἐπιβραβεύσῃς καὶ θλίψεως ἀπαλλάξῃς, ὡς πρώην ἀπήλειψας Μαρίας καὶ Μάρθας τὰ δάκρυα. 27.16.1 Νεῦσον τὸ οὖς σου, Θεὲ τῶν ὅλων, καὶ ἡμῶν δεομένων ἄκουσον, καὶ δεσμῶν τῶν τοῦ θανάτου ἐξάρπασον·οἱ γὰρ ἐχθροὶ ἡμῶν ἀεὶ κυκλοῦντες
27.16.5 ὁρατῶς καὶ ἀοράτως ἐπαπειλοῦσι τοῦ θανατῶσαι ἡμᾶς καὶ τὴν πίστιν ἁρπάσαι λοιπόν·ἀνάστα, καὶ διὰ τάχους ἀπολέσθωσαν πάντες καὶ γνώτωσαν ὅτι σύ εἶ ὁ Θεὸς ἡμῶν καὶ οἰκτείρεις ἡμᾶς, ὥσπερ ᾤκτειρας Μαρίας καὶ Μάρθας [τὰ δάκρυα].
27.17.1 Οἱ νεκρωθέντες ταῖς ἁμαρτίαις καὶ ἐν τάφῳ οἰκοῦντες ἀπὸ γνώσεως κακῶν, τὰς ἀδελφὰς μιμησώμεθα τοῦ πιστοῦ Λαζάρου, Χριστῷ βοῶντες
27.17.5 ἐν κλαυθμῷ καὶ ἐν πίστει καὶ τῇ ἀγάπῃ· "Σῶσον ἡμᾶς, ὁ βουλήσει γενόμενος ἄνθρωπος,καὶ τάφου ἁμαρτημάτων ἐξανάστησον, μόνε ἀθάνατε, λιταῖς Λαζάρου τοῦ φίλου σου, ὃν ἐγείρας ἀπήλειψας, Κύριε, Μαρίας καὶ Μάρθας [τὰ δάκρυα].»
27.18.1
Ὕλην ῥευστὴν μισήσωμεν πάντες καὶ Χριστῷ τῷ σωτῆρι ὑπαντήσωμεν νῦν ἐν Βηθανίᾳ σπεύδοντι,ὅπως αὐτῷ συνεστιαθῶμεν
27.18.5 σύν τῷ φίλῳ Λαζάρῳ καὶ ἀποστόλοις, καὶ ταῖς αὐτῶν ἱκεσίαις ῥυσθῶμεν τῶν πρώην κακῶν·τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα καθαρθέντες, ἀμέμπτως ὀψόμεθα αὐτοῦ τὴν θείαν ἀνάστασιν ἣν παρέσχεν ἡμῖν, ἀφελόμενος Ἀδάμ τε καὶ Εὔας τὰ δάκρυα.
27а. Воскрешение Лазаря (приложение)
Προοίμιον
27app.pro.1
Ἡ πάντων χαρά, Χριστός, ἡ ἀλήθεια, τὸ φῶς, ἡ ζωή, τοῦ κόσμου ἡ ἀνάκλησις τοῖς ἐν γῇ πεφανέρωται τῇ αὐτοῦ ἀγαθότητι, γέγονε τύπος τῆς ἀναστάσεως,
27app.pro.5 τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.
27app.1.1
Ὁ οὐρανὸν καὶ γῆν στερεώσας, ἥλιον καὶ σελήνην καὶ ἀστέρων πληθύν μετὰ βροτῶν συναυλίζεται· πάντας διδάσκων καταφωτίζει
27app.1.5 καὶ παράδοξα τούτοις θαυματουργῶν τε.
Ἦλθε καὶ νῦν Βηθανίᾳ τῇ κώμῃ τοῦ σῶσαι αὐτούς, καὶ δεῖξαι τέρατα θεῖα, καὶ ἐγεῖραι τὸν φίλον τὸν Λάζαρον, τὰ πάντα θέλων καὶ πράττων αὐτὸς τῇ βουλῇ καὶ ἀχράντῳ δυνάμει αὐτοῦ, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.
27app.2.1
Ἐπὶ τὴν πόλιν σπεύδων ἐλθῆναι, ἐξαπέστειλε τούτου μαθητὰς ὁ σωτὴρ τοῦ πορευθέντας κομίσασθαι πῶλον υἱόν τε ὑποζυγίου,
27app.2.5 ἐν αὐτῷ ἐπιβῆναι nbsp; καταξιώσας ὁ οὐρανὸν θρόνον ἔχων καὶ γῆν ὑποπόδιον·καὶ ἦλθεν φέρων εἰρήνην, ἱλασμὸν καὶ χαρὰν τοῖς αὐτὸν ἐκ ψυχῆς προσδεξαμένοις καὶ ψάλλουσιν ἐκ καρδίας σύν πόθῳ· "Ἐπέστη Χριστὸς, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν."
27app.3.1
Ἥπλωσαν οὖν χιτῶνας οἱ ὄχλοι, κλάδους τε καὶ βαΐα ταῖς χερσὶν ταῖς αὐτῶν κατέχοντες προϋπήντησαν τὸν ἐν ἐρήμῳ τὸ πρῶτον τούτοις
27app.3.5 τεσσαράκοντα ἔτη μάννα δοτοῦντα, καὶ ταῖς φωναῖς ἀνυμνοῦντες ἐκραύγαζον τὸ "ὡσαννὰ υἱῷ Θεοῦ τοῦ ὑψίστου καὶ Δαυίδ»; ἀναμέλποντες ἔλεγον· "Χαρὰ γὰρ γέγονεν πᾶσιν ἡμῖν ἡ καλὴ παρουσία καὶ ἔλευσις, ὁ πᾶσι παρέχων θείαν ἄφεσιν."
27app.4.1 Δέσποτα, Κύριε ὅταν μέλλῃς κρῖναι πάντα τὸν κόσμον κα[ὶ ἀ]ποδοῦναι αὐτοῖς καθάπερ ἕκαστος ἔπραξεν,στῆσον τὴν πίστιν [τὴν] τοῦ λαοῦ σου·
27app.4.5 κατακόσμησον νίκαις τὸν βασιλέα· δὸς καὶ ἡμῖν ἱλασμὸν τῶν πταισμάτων καὶ λύσιν παθῶν ἀμέτρων, ἀκαταισχύντους παραστῆναι τῷ βήματι τῷ φρικτῷ· ἐν μετανοίᾳ περαίωσον ἡμᾶς ταῖς εὐχαῖς τῆς ἀχράντου μητρός σου, σωτήρ, ὁ πᾶσι παρέχων θείαν ἄφεσιν.