Источник

VII. Περι του τοπου τησ πολεωσ Ιερουσαλημ και την περιοχην αυτησ την γην τησ επαγγελιασ

Θεοτόκε, βοήθησόν μοι.

§ 1. Ἐπειδὴ κατὰ τὴν ἀγαθήν σου προαίρεσιν καὶ ζήτησιν καὶ ἀξίωσιν ἐπόθησας2029 ἱδεῖν περὶ τῆς ἁγίος πόλεως Ἱερουσαλὴμ καὶ τῆς Γῆς τῆς Ἐπαγγελίας, ὅπου ἐπριπάτησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἡ ὑπεραγία Θεοτόκος καὶ οἱ ἅγιοι ἀπόστολοι καὶ οἱ προφῆται καὶ οἱ λοιποὶ ἅγιοι, ἐγγράφως χαρίσω2030 σοι. ἵνα ἔχῃς2031 αὐτὰ πρὸς ψυχικὴν ὡφέλειαν καὶ ἄνεσιν σωματικήν.

§ 2. Καὶ ταῦτα μὲν ἴσθι, ἀγαπητὲ ἀδελφὲ, καὶ καθάρισον νοῦν2032 καὶ ἀκοὴν καὶ διάνοιαν. Περὶ τοῦ ἁγίου καὶ ζωοδόχου Τάφου ἀρξώμεθα2033 ἐντεῦθεν. Εἶναι γοῦν ὁ ναὸς τοῦ Ἁγίου Τάφου εἰς τὸ μέσον τῆς πόλεως Ἱερουσαλὴμ καὶ ἔχει τρούλλας2034 δύο. Ἡ μία τροῦλλα2035 εἶναι ἀσκέπαστη καὶ γύρωθεν2036 μετὰ μολύβδου σκεπασμένη· καὶ κάτωθεν αὐτοῦ, γύρωθεν τοῦ τείχους τῆς τρούλλας, εἶναι ζωγραφισμένοι2037 μετὰ μουσείου2038 ὅλοι οἱ προφῆται. Καὶ κάτω αὐτοῦ εἶναι τὰ Κατηχούμενα καὶ γύρωθεν κολῶνες μαρμάρινες ιβ´. Εἶναι καὶ εἰς τὸν τοῖχον2039 κεκολλημένα2040 μάρμαρα πορφυρᾶ, καὶ κάτω αὐτοῦ εἶναι ποδάρια ὀκτὼ καὶ τὸ ἔδαφος πλακωμένον μετὰ μαρμάρου· καὶ εἰς τὴν μέσην αὐτοῦ εἶναι ὁ Ζωοδόχος Τάφος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ γύρωθεν αὐτοῦ ὀρθομαρμάρωσις· κρέμονται2041 δὲ καὶ κανδῆλαι εἰς τὸν Ἅγιον Τάφον λ´ ἀκοίμητες, καὶ ἔμπροσθεν αὐτοῦ εἶναι ὁ Λίθος, ὅπου ἐκάθισεν2042 ὁ ἄγγελος, καθὼς λέγει· ‟Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος». Κρέμονται καὶ κανδῆλαι αὐτοῦ δ´, καὶ γύρωθεν τοῦ Ἁγίου Τάφου ἔξωθεν ἅπτουν κανδῆλαι η´.

§ 3. Καὶ γύρωθεν αὐτοῦ ὑποκάτω τὰ Κατηχούμενα ἔχουν οἱ αἱρετικοὶ τὰς ἐκκλησίας αὐτῶν· πρῶτον οἱ τρισκατάρατοι Ἀρμένιοι2043, οἱ Χατζιτζάνιοι καὶ οἱ Ἀρειανοί, Ἰακωβῖται καὶ οἱ Νεστόριοι καὶ οἱ Λατῖνοι2044 καὶ οἱ Μαρωνῖται.

§ 4. Οἱ δὲ ὀρθόδοξοι χριστιανοὶ ἔχομεν τὸν Καθολικὸν Ναὸν καὶ οἱ Ἴβεροι ἔχουν τὸν Γολγοθᾶ· εἶναι δὲ καὶ αὐτοὶ ὀρθόδοξοι χριστιανοί.

§ 5. Καταβαίνει δὲ καὶ τὸ Ἅγιον Φῶς τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ, ὥρᾳ τοῦ ἑσπερινοῦ, εἰς δόξαν τοῦ Χριστοῦ.

§ 6. Γύρωθεν τοῦ Ἁγίου Τάφου εἰσὶν κιόνια δέκα χρυσοκέφαλα. Εἰσὶν τοῦ Ἁγίου Τάφου μάρμαρα λευκὰ τρία καὶ ἕτερα εἰς τὸν τοῖχον, κολῶνες ιε´. Καὶ εἶναι εἰς τὸν Ἅγιον Τάφον κουβούκλιον μολυβδοσκέπαστον, κρατυνόμενον ὑπὸ στύλων σιδηρῶν ιβ´, καὶ ἔσωθεν ἐστὶν ἱστορισμένον μετὰ μουσείου: ἡ Ἀνάληψις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

§ 7. Ἔμπροσθεν τοῦ Ἁγίου Τάφου εἶναι μία στοὰ ἱστορισμένη μετὰ μουσείου, καὶ αὐτὸ2045 ἡ Ἀνάληψις.

§ 8. Ἔμπροσθεν αὐτοῦ ὀλίγον εἶναι ὁ ναός, ἤγουν ὁ σκεπαστὸς τῶν ὀρθοδόξων χριστιανῶν. Εἰς τὸ ἔδαφος αὐτοῦ ἐστὶν ὁ Ὀφαλὸς τῆς Γῆς, ἤγουν ἡ μέση τοῦ κόσμου, ὡς λέγει τὸ τροπάριον ‟Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός». Καὶ ὁ προφήτης· ‟Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς» (Ψαλμ. ογ´, 12). Τὸ δὲ ἔδαφος ἐστὶν μετὰ ψηφίδων. Ἀπῃώρηνται2046 κανδῆλαι δ´. Εἶναι καὶ ποδάρια τοῦ ναοῦ ἀλοτρὰ2047 δ´. Τὸ Βῆμα δὲ τοῦ ναοῦ ἐστιν ἱστορισμένον μετὰ μουσείου, ἡ Ἀνάστασις, καὶ γύρωθεν εἶναι γράμματα μετὰ μουσείου. Κάτωθεν εἶναι κολῶνες ιβ´ καὶ ὁ θρόνος τοῦ πατριάρχου. Ἅπτουν καὶ κανδῆλαι γύρωθεν αὐτοῦ ς´, καὶ ἅπτουν καὶ εἰς τὴν ἁγίαν τράπεζαν ἕτερες γ´.

§ 9. Ἀριστερᾷ τοῦ ναοῦ ἐστιν ἡ Φυλακὴ τοῦ Χριστοῦ καὶ ἅπτουν κανδῆλαι δ´.

§ 10. Καὶ παραυτοῦ ἐστιν οἱ κολῶνες2048, ὅπου ἔδεσαν τὸν δεσπότην Χριστὸν καὶ ἔδειραν καὶ ἐνέμπαιζον αὐτόν.

§ 11. Ἡ δὲ ὄπισθεν τοῦ Βήματος ἔστιν ὁ τόπος ὅπου διεμερίσαντο τὰ ἱμάτια τοῦ Δεσπότου, καθὼς λέγει ὁ προφήτης· ‟διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπί τὸν ἱματισμόν μου ἔβαλον κλήρους» (Ψαλμ. κα´, 19).

§ 12. Ἡ δεξιὰ τοῦ ναοῦ ἀναβαίνει βαθμίδας ιε´ καὶ ἐκεῖ ἐπάνω ἐστὶν ὁ Γολγοθᾶς, οὗ ἐσταυρώθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ εἶπεν ὁ λῃστὴς τὸ ‟Μνήσθητί μου» καὶ ἔλαβε τὸν παράδεισον. Ἐκεῖ ἐστιν καὶ τὸ σχίσμα τῆς πέτρας, ὅπου ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω· οὗ ἔῤῥευσεν τὸ ἄχραντον αἷμα τῆς ἁγίας πλευρᾶς αὐτοῦ καὶ ἐβαπτίσθη ἡ κάρα τοῦ Ἀδάμ. Ἐξέρχεται οὗν καὶ εὐωδία πάντερπνος. Κρέμονται καὶ κανδῆλαι εἰς τὸν Γολγοθᾶ ιδ´ ἀκοίμηται. Ἔστι δὲ ὁ ναῦς τοῦ ἁγίου Γολγοθᾶ ἱστορισμένος μετὰ μουσείου. Ἐπάνω εἰς τὴν ἁγίαν τράπεζαν τῶν Ἰβέρων ἔστιν ὁ Ἀβραάμ, ὁ συμποδίσας τὸν Ἰσαάκ, καὶ ὁ χριὸς δεδεμένος ἐν φυτῷ σαβέκ, ἡ Σταύρωσις, ἡ Ἀποκαθήλωσις καὶ ἕτεραι ἱστορίαι πάντερπνοι καὶ ὡραῖαι· καὶ τὸ ἔδαφος μετὰ ψηφίδων. Ἔχει γοῦν ὁ Γολγοθᾶς κανδήλας λ´.

§ 13. Κάτω δὲ εἰς τὸ Κρανίον ἐστὶν ναὸς εὐειδής. Ἔχει γοῦν εἰς τὴν ἁγίαν τράπεζαν κανδήλας η´ καὶ ἔξωθεν τοῦ βήματος ιβ´. Ἐκεῖ ἐστιν καὶ ὁ τάφος τοῦ Μελχισεδέκ. Ἔχουν δὲ καὶ αὐτὸν οἱ Ἴβεροι.

§ 14. Ἔμπροσθεν δὲ εἰς τὸ ἔδαφος αὐτοῦ ἔστιν ἡ Λαζάρωσις τοῦ Χριστοῦ, ὅπου τὸν ἐκήδευσεν ὁ Ἰωσὴφ καὶ Νικόδημος ἐν σινδόνι καθαρᾷ· ἀπῃώρηνται2049 καὶ κανδῆλαι η´.

§ 15. Ἀπὸ γοῦν τοῦ βήματος τοῦ Καθολικοῦ Ναοῦ καταβαίνουν βαθμίδες λ´. Ἐκεῖ εἶναι ναὸς τοῦ ἁγίου Κωνσταντίνου, τροῦλλα ὤν, στηριζόμενος ὑπὸ δ´ κολώνων· ἐξ αὐτῶν δὲ τῶν κολώνων ῥέει ὕδωρ χειμών τε καὶ καλοκαίρι. Εἶναι ὁ θρόνος τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου. Ἀπ’ αὐτοῦ δὲ καταβαίνεις βαθμίδες ιβ´. Ἐκεῖ εὑρέθη ὁ τίμιος καὶ ζωοποιὸς σταυρός. Ἔστι γοῦν σπήλαιον. Ἐκεῖσε ἀπῃώρηνται καὶ κανδῆλαι ς´ ἀκοίμητες· εἶναι ἡ τράπεζα ὅπου λειτουργοῦσιν· ἔστι δὲ καὶ τὸ Γάλα τῆς Παναγίας εἰς τὴν πέτραν.

§ 16. Ἔχει γοῦν ὁ ναὸς τοῦ Ἁγίου Τάφου πύλας γ´. Εἶναι ἡ μία δυτικά, οὗ ἧλθεν ἡ ὁσία Μαρία διὰ νὰ εἰσέβῃ εἰς τὸν ναὸν καὶ ἐκώλυσεν αὐτὴν ὁ ἄγγελος, καὶ αὐτοῦ ἐστιν ἡ Θεοτόκος ἱστορισμένη, ἡ ἀντιφωνηθεῖσα αὐτὴν καὶ εἰποῦσα· ‟Ἐὰν τὸν Ἰορδάνην περάσῃς, εὑρήσεις ἀνάπαυσιν». Οἱ ἕτερες δύο πύλες εἶναι δεξιᾷ τοῦ ναοῦ. Ἔχουν κολῶνες ιβ´. Οἱ2050 ἓξ εἶναι πορφυρὲς καὶ οἱ ἓξ μαρμάρινες. Εἶναι καὶ τὰ ἀλλόφιλα2051 μάρμαρα γλυπτά, δεσποτικὰς ἑορτάς.

§ 17. Ἐκεῖ ἐστιν καὶ ἡ Αὐλὴ τοῦ Χριστοῦ μαρμαρόστρωτος. Αὐτοῦ ἔστησαν τὸν σταυρὸν ἐπὶ τὸν νεκρὸν καὶ ἀνέστη.

§ 18. Δεξιᾷ γοῦν τοῦ Γολγοθᾶ καὶ πλησίον τὲς ἁγίες πύλες καὶ εἰς τὴν αὐλὴν ἔστιν κουβούκλιον τερπνότατον, ἱστορισμένον μετὰ μουσείου. Ἐκεῖ ἐκάθισεν ὁ βασιλεὺς καὶ ἔκρινε τὸν λαόν.

§ 19. Εἶναι καὶ τὸ Καμπαναρίον κολλημένον2052 μέσον τοῦ ναοῦ τοῦ Ἁγίου Τάφου. Εἶναι γοῦν ὡραιότατον, γλυπτὸν καὶ ὑψηλὸν καὶ (μετ’) ἐπιστήμης ἐπιμελούμενον. Ἔχει καὶ κολῶνες μικρὲς ρη´. Καὶ ἀποκάτω τοῦ Καμπαναριοῦ εἶναι ναὸς τῶν ἁγίων Τεσσαράκοντα Μαρτύρων. Εἰς τὸ ἀριστερὸν μέρος τούτου ἔστι ναὸς τῶν Μυροφόρων. δ(ς) λέγεται Ἀνάστασις. Αὐτοῦ εἶδεν ἡ Μαγδαληνὴ Μαρία τὸν Χριστὸν καὶ εἶπε· ‟Κύριε, ποῦ τὸ σῶμα τοῦ Ἰησοῦ μου τέθεικας2053«; Δεξιᾷ δὲ τούτου ἔστι ναὸς ἕτερος τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου, οὗ καὶ ἡ κάρα αὐτοῦ τέθαπται.– Ταῦτα εἰσὶν τοῦ Ἁγίου Τάφου τὰ μυστήρια.

§ 20. Κατὰ δὲ ἀνατολάς, μέσα εἰς τὴν Ἱερουσαλήμ, εἶναι τὰ Ἅγια τῶν Ἁγίων καὶ τὸ Ἱερόν, οὗ ἐδίδασκεν ὁ Χριστός. Τὰ δὲ Ἅγια τῶν Ἁγίων ἔστιν ὁ ναὸς μετὰ τρούλλας ὡραιότατος, ἔσωθεν καὶ ἔξωθεν ἱστορισμένος μετὰ μουσείου. Ἐκεῖ μέσα ἐσφάγη ὁ προφήτης Ζαχαρίας. Αὐτοῦ ἐδέχθη ὁ πρεσβύτης Συμεὼν τὸν δεσπότην Χριστὸν ἐν ταῖς ἀγκάλαις. Αὐτοῦ ἐτρέφετο καὶ ἡ Θεοτόκος ὑπὸ τοῦ ἄγγέλου. Ἐκεῖ ἐστιν ὁ λίθος ὁ θεόθεν ἀπῃωρημένος2054. Γύρωθεν δὲ τοῦ ναοῦ τούτου κατὰ ἀνατολὰς ἔχει πεδιάδα εὐρύχωρον ἕως τοῦ τείχους τῆς πόλεως. Ἐκεῖ ἐστιν ἡ τετράπυλη πύλη, ἡ βλέπουσα κατὰ ἀνατολάς. Δι’ αὐτῆς ἧλθε ὁ Χριστὸς μετὰ βαΐων καὶ κλάδων καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔκλεισεν αὐτὴν καὶ εἶπεν· ‟Οὐκ ἀνοιχθήσεται· οὐδὲν εἰσέλθῃ διὰ τῆς πύλης ταύτης». Καὶ ἵσταται ἕως τῆς σήμερον κεκλεισμένη. Ὑπῆγαν δὲ οἱ Σαρακηνοί, ἵνα ἀνοίξωσιν αὐτήν, καὶ οὐκ ἴσχυσαν. ἀλλ’ ἐξῆλθεν πῦρ ἀπ’ αὐτῆς καὶ ἔκαυσεν αὐτούς. Ἀπέχει ἀπὸ τὸν Ἅγιον Τάφον μίλιον α´.

§ 21. Παραυτοῦ ὀλίγον εἶναι ὁ Λάκκος, οὗ ἔῤῥιψαν τὸν προφήτην Ἰερεμίαν. Καί παραυτοῦ ἐστιν ὁ Οἷκος τοῦ Ἰωακεὶμ καὶ τῆς Ἅννης. Αὐτοῦ πλησίον ἐστὶν ἡ Προβατικὴ Κολυμβήθρα. Εἶναι καὶ ναὸς ἐκεῖ. Ἀπέχει ἀπὸ τὸν Ἅγιον Τάφον στάδια δ´.

§ 22. Ἀπ’ αὐτοῦ πλησίον, ἀριστερᾷ πρὸς τὸν Ἅγιον Τάφον, εἶναι τοῦ Πιλάτου ἡ Αὐλὴ καὶ ὁ Οἷκος τοῦ Καϊάφα καί τὸ Πραιτώριον2055. Ἀπέχει ἀπὸ τὸν Ἅγιον Τάφον στάδια γ´. Τὸ στάδιον ἐστὶν ὀργυιὰς ρ´ καὶ τὸ μίλιον ἐστὶν στάδια ζ´.

§ 23. Δυτικὰ δὲ τοῦ Ἁγίου Τάφου εἰς ἕνα στάδιον εἶναι τὸ μοναστήρι τῆς Ὁδηγητρίας, ὅπερ ἐκαθέζοντο οἱ Ῥωμαίισσες καλογραῖες. Ἀπ’ αὐτοῦ ἴστατο ἡ Θεοτόκος καὶ ἐθεώρει τὸν υἱὸν αὐτῆς ἐπὶ σταυροῦ κρεμάμενον καὶ ἐθρήνει πικρῶς.

§ 24. Εἶναι δὲ καὶ ἄλλα μοναστήρια ἔνδον τῆς πόλεως Ἱερουσαλήμ. Πρῶτον εἶναι ὁ Ἅγιος Ἰωάννης ὁ Πρόδρομος, ὁ Μέγας Γεώργιος καὶ ὁ Μέγας Δημήτριος, ὁ Μέγας Νικόλαος, ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος καὶ ὁ Μέγας Βασίλειος, ὁ Ἀρχιστράτηγος Μιχαὴλ καὶ ἡ Ἁγία Αἰκατερίνη, ὁ Ἅγιος Εὐθύμιος, ἡ Ἁγία πρωτομάρτυς Θέκλη. Ταῦτα τὰ μοναστήρια εἰσὶν τῶν ὀρθοδόξων ἐν τῇ πόλει Ἱερουσαλήμ· τῶν δὲ αἱρετικῶν τὰ μοναστήρια εἰσὶν ταῦτα. Ἔχουν πρῶτον οἱ τρισκατάρατοι Ἀρμένιοι τὸν Ἅγιον Ἰάκωβον, καὶ οἱ Λατῖνοι πλησίον τῆς Ἁγίας Σιών, καὶ οἱ Συριάνοι τῆς Θεοτόκου τῆς Ἐλεούσης, οἱ Μαρωνῖται τοῦ Μεγάλου Γεωργίου καὶ οἱ Χαμπέσιοι πλησίον τοῦ Γολγοθᾶ, ὃ λέγεται ἡ Θυσία τοῦ Ἀβραάμ Πλησίον αὐτῶν ἔχουσιν οἱ Ἰακωβῖται μοναστήριον τῆς Παναγίας. Ἧτον δὲ εἰς τὴν Ἱερουσαλὴμ ἐν τῷ καιρῷ τῶν Ῥωμαίων μοναστήρια καὶ ἐκκλησίαι τξε´, νῦν δὲ τὰ μὲν ἐχάλασαν, τὰ δὲ κυριεύουν οἱ Ἀγαρηνοί. Ταῦτα τὰ μοναστήρια καὶ τὰ θαύματα εὑρίσκονται εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὸν Ἅγιον Τάφον.

§ 25. Ἕξω δὲ τῆς Ἱερουσαλήμ, μεσημβρινά, πλησίον τοῦ τείχους τῆς Ἱερουσαλήμ, ἔστι καστέλλι2056, ἤγουν οἱ Οἷκοι τοῦ Δαβίδ, καὶ αὐτοῦ μέλλει καθίσαι2057 ὁ Χριστὸς κρῖναι ζῶντας καὶ νεκρούς, καθώς φησιν ὁ ποιητής· ‟Ἐπὶ οἷκον Δαβὶδ φόβος μέγας. Τὰ φοβερὰ τελεσιουργοῦνται· πῦρ γὰρ ἐκεῖ φλέγον ἅπαντα αἰσχρόνουν2058«. Εἰς αὐτὸ τὸ καστέλλι εἶναι μία πόρτα σιδηρᾶ καὶ οὐκ ἠμπορεῖ τινὰς νὰ τὴν ἀνοίξῃ, διότι ἀπ’ αὐτοῦ μέλλει νὰ ἐξέβουσιν2059 οἱ δώδεκα θρόνοι, νὰ καθίσουν οἱ δώδεκα ἀπόστολοι, νὰ κρίνουν τὰς ιβ´ φυλὰς τοῦ Ἰσραήλ. Ἀπ’ αὐτοῦ θέλει ἐξελθεῖν καὶ ὁ Πύρινος Ποταμὸς εἰς τὴν Κοιλάδα τοῦ Κλαυθμῶνος καὶ ῥεύσει ἔχει ἕως τὴν Νεκρὰν Θάλασσαν. Ἐκεῖ ἐστιν καὶ ἡ Κόλασις. Εἶναι δὲ καὶ εἰς τὸν Οἷκον τοῦ Δαβὶδ φρέαρ. Ἐκεῖ ἔγραψεν τὸ Ψαλτήριον. Ἀπέχει ἀπὸ τὸν Ἅγιον Τάφον στάδια γ´.

§ 26. Καὶ παραυτοῦ μεσημβρινά ἐστιν ἡ Ἁγία Σιών, ἡ μήτηρ τῶν Ἐκκλησιῶν * * Σολομών2060. Ἐκεῖ ἐκαθέζετο ὁ ἅγιος Ἰωάννης ὁ Θεολόγος. Ἐκεῖ ἔγινε2061 καὶ ὁ μυστικὸς δεῖπνος καὶ ὁ νιπτήρας. Ἐκεῖ ἧλθε καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐφώτισε τοὺς ἀποστόλους. Ἐκεῖ ἐκοιμήθη καὶ ἡ ὑπεραγία Θεοτόκος. Αὐτοῦ ἐστιν καὶ ὁ τάφος τοῦ Δαβὶδ καὶ τοῦ πρεσβύτου Συμεὼν καὶ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου. Εἰς διάστημα ὀλίγον εἶναι ὁ τόπος ὅπου ἐθρήνησεν ὁ ἅγιος Πέτρος μετὰ τὴν ἄρνησιν. Αὐτοῦ ἔδωχεν καὶ ὁ λεπρὸς τοῦ Χριστοῦ ῥάπισμα. Ταῦτα γεγόνασιν εἰς τὴν Ἁγίαν Σιών. Ἀπέχει ἀπὸ τὸν Ἅγιον Τάφον στάδια ς´.

§ 27. Ἀπ’ αὐτοῦ καὶ κάτω εἶναι ὁ Ἀγρὸς τοῦ Κεραμέως, εἰς ὃν ἐδέξατο τὰ τριάκοντα ἀργύρια εἰς ταφὴν τοῖς ξένοις, μίλιον α´.

§ 28. Ἀπ’ αὐτοῦ καὶ κάτω στάδια β´ εἶναι τὸ πηγάδι τοῦ Ἰώβ, καὶ κάθε χρόνον γεμίζει ἕως ἄνω καὶ χύνεται ὥσπερ ποτάμι, καὶ ὑπάγει ἕως τὴν Νέκραν Θάλασσαν ὅλον τὸν Μάρτιον καὶ πάλιν φυρᾷ ἕως κάτω.

§ 29. Παραπάνω δέ τήί Ἱερουσαλὴμ είναι τοῦ Σιλωάμ ἡ κολυμβήθρα, δπου έστειλεν ὁ Χριστὸς τὸν τυφλὸν καὶ ίάθη.

§ 30. Ἀπ’ αὐτοῦ δὲ ἀπάνω εἶναι ὁ τάφος τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου. Εἰς τὸν αὐτὸν τόπον ἔῤῥιψαν αὐτὸν καὶ ἀπέκτειναν. Αὐτοῦ εἶναι καὶ ὁ Οἷκος τοῦ Φαραώ. Ἀπ’ αὐτοῦ ἀπάνω ὀλίγον εἶναι ὁ τόπος ὅπου ἐφουρκίσθηκεν ὁ Ἰούδας.

§ 31. Ἐκεῖ πλησίον εἰς τὴν φάραγγαν εἶναι ἡ Γεθσημανῆ, οὗ ἔστιν ὁ ναὸς καί ὁ ἅγιος τάφος τῆς ὑπεραγίας Θεοτόκου. Κάτω εἶναι χωσμένος. Καταβαίνει βαθμίδες μ´. Εἰς τὴν μέσην τοῦ ναοῦ εἶναι κουβούκλιον πέτρινον καὶ μέσα αὐτοῦ εἶναι ὁ τάφος τῆς Παναγίας. Κρέμονται καὶ κανδῆλαι ις´ ἀκοίμητες. Εἶναι γοῦν καὶ μία πόρτα ἔνδον τοῦ ναοῦ κτισμένη.

§ 32. Καὶ ἀπ’ αὐτοῦ μίλιον α´ ἔστι τὸ σπήλαιον, οὗ ἐπροσεύχετο ὁ Κύριος μετὰ τῶν μαθητῶν αὐτοῦ· οὗ ἐλθὼν ὁ Ἰούδας μετὰ τοῦ συνεδρίου καὶ εἶπεν ‟Χαῖρε, ραββί» (Ματθ. κς´, 49), καὶ κατεφίλησεν αὐτόν, ἔλαβεν αὐτὸν καὶ ὑπήγαν αὐτὸν ἐν τῇ αὐλῇ τοῦ Πιλάτου. Ἐκεῖ ἔκοψεν ὁ Πέτρος τὸ ὠτίον τοῦ Μάλχου.

§ 33. Καὶ παραυτοῦ στάδιον ἓν ἔστιν ὁ τόπος ὅπου εἶπεν ὁ Χριστὸς γονυπετῶν· ‟Πάτερ, εἰ δυνατόν ἐστιν (παρελθέτω) τὸ ποτήριον ἀπ’ ἑμοῦ» (Ματθ. κς´, 39). Καὶ ἐτυπώθησαν τὰ γόνατα αὐτοῦ εἰς τὴν πέτραν ἕως τὴν σήμερον.

§ 34. Πλησίον δὲ τούτου ἐστὶν μείζων λίθος, οὗ ἐκάθισεν ὁ Χριστὸς ἐπάνω αὐτοῦ καὶ ἔκλαυσε τὴν Ἱερουσαλὴμ καὶ εἶπεν ‟Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους· ἰδού ἀφίεται ὁ οἷκος ὑμῶν ἔρημος» καὶ τὰ ἑςῆς (Ματθ. κγ´, 37, 38). Ἀπέχει δὲ ἡ Γεθσημανῆ ἀπὸ τὸν Ἅγιον Τάφον μίλιον ἕν.

§ 35. Ἀπ’ αὐτοῦ δὲ ἀναβαίνεις κατὰ ἀνατολὰς εἰς τὸ ὅρος τῶν Ἐλαιῶν. Ἀπάνω δὲ εἰς τὸ ὅρος ἐστὶν ὁ ναὸς ὁ στρογγυλοειδὴς καὶ ἔχει κολώνας ι´, καὶ εἰς τὴν μέσην τοῦ ναοῦ εἶναι κουβούκλιον λίθινον ὡραιότατον· μέσα δὲ αὐτοῦ εἶναι ὁ τόπος ὅπου ἐπάτησεν ὁ Χριστὸς καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Ἔμεινε δὲ τὸ πάτημα αὐτοῦ εἰς τὴν πέτραν.

§ 36. Αὐτοῦ δὲ ἀριστερᾷ καταβαίνει βαθμίδες κ´. Εἶναι καὶ ὁ τάφος τῆς ἁγίας Πελαγίας. Ἔστι δὲ ἐπάνω τοῦ τάφου αὐτοῦ λίθος ὑπὸ ἀγγέλου κομιζόμενος, καὶ εἴ τινες ἐξομολογοῦνται καθαρὰ οὗ δύνανται εἰσελθεῖν, διότι στενοῦνται ὑπὸ τῆς πέτρας.

§ 37. Αὐτοῦ δὲ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀριστερᾷ τοῦ ναοῦ εἰς δύο στάδια, εἶναι ὁ τόπος οὗ ἐποίησεν ὁ Χριστὸς τὸ ὕδωρ οἷνον, οὗ λέγεται Εἰς Κανᾶ τῆς Γαλιλαίας.

§ 38. Αὐτοῦ εἰς τὸ ὄρος ἐκάθητο ὁ Μελχισεδέκ, οὗ ἧλθεν ὁ Ἀβραάμ. Ἀπέχει δὲ τὸ ὄρος τῶν Ἐλαιῶν ἀπὸ τὸν Ἅγιον Τάφον μίλια β´.

§ 39. Ἀπ’ αὐτοῦ κατὰ ἀνατολὰς μίλιον ἕν. Ἐκεῖ ἐστιν ἡ Βηθανία, ὅπου ἀνέστησεν ὁ Χριστὸς τὸν Λάζαρον. Εἶναι καὶ ὁ ναὸς ἐκεῖ. Μέσον δὲ τούτου ἐστιν ὁ τάφος τοῦ ἁγίου Λαζάρου μαρμαρένιος. Ἅπτουν καὶ κανδῆλαι ς´.

§ 40. Παραυτοῦ ἐστιν ὁ λίθος, ὅπου ἐκάθισεν ὁ Χριστὸς ἐκ τῆς ὁδοιπορίας· οὗ ἧλθεν ἡ Μαρία καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ εἶπε· ‟Κύριε, εἰ ᾗς ὧδε, οὐκ ἃν ἀπέθανεν ὁ ἀδελφός μου» (Ἰωάν. ια´, 21). Ἐκεῖ ἔφεραν οἱ ἅγιοι ἀπόστολοι τὸν πῶλον καὶ ἐκάθισεν ὁ Χριστός. Ἀπ’ αὐτοῦ εὐλόγησεν τὴν ἁγίαν Σιὼν καὶ εἶπεν_ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _ _

* * *

2029

В этом и последующих примечаниях показаны исправления, сделанные переводчиком (см. Предисловие) и приведено первоначальное написание из Codex 740, s. XVI-XVII, monasterii Ἰβήρων. S. Lambros, Catalogue of the greek MSS on mount Athos, II, p. 216. Excripsit hieromonachus Iacobus Chius. Cod.: ὧ ἐπόθησας.

2030

sic codex; an χαράττω?

2031

Cod.: ἔχείς.

2032

Cod.: θύρα στενοῦν.

2035

Cod.: τρούλα.

2036

Cod.: ἀσκέπαστοι κ. γύροθεν.

2037

Cod.: ζωγραφισμένον.

2038

μουσίου ubique.

2039

Cod.: τεῖχον hic et infra.

2040

Cod.: κεκωλυμμένα.

2041

Cod.: κρέμωνται hiс et infra.

2042

Cod.: ἐκαθησεν ubique.

2043

Cod.: ἀριανοὶ.

2044

Cod.: λαττοὶ.

2045

Cod.: αὐτῷ.

2046

Cod.: ἀπηόρυται.

2047

sic codex; an χοντρὰ?

2048

Cod.: ᾑ κολώναις.

2049

Cod.: ἀπιώρηνται hic et infra.

2050

Cod.: ᾑ.

2051

Cod.: sic codex; an ἀνώφλεα? cf. p. 26, 13

2052

Cod.: καμπαναρεῖον κωλυμμένον.

2053

Cod.: τέθηκας.

2054

Cod.: ἀπηορισμένος.

2055

Cod.: πραιτόριον.

2056

Cod.: καστέλι hic et infra.

2057

Cod.: καθίσει.

2058

αἰσχρὸν νοῦν; cf. p. 28, 27, ubi pro ἐς χρόνον lege αἰσχρόνουν.

2059

Cod.: ἐξεύουσιν.

2060

Cod.: ἐκκλησιῶν σολομῶν.

2061

Cod.: ἔγεινε.


Источник: Пападопуло-Керамевс А.И. Восемь греческих описаний святых мест XIV, XV и XVI вв. (С русским переводом П.В. Безбородова) // Православный палестинский сборник. 1903. Том 19. Вып. 2 (56). I-XIII, 254 с.

Комментарии для сайта Cackle