Скрыть
5:1
5:2
5:6
5:7
5:17
5:19
5:20
5:22
5:23
5:24
5:26
5:28
5:30
5:32
5:34
5:35
5:36
5:40
5:41
5:46
5:47
5:48
ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καὶ καθίσαν­τος αὐτοῦ προ­σῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων
μακάριοι οἱ πτωχοὶ τῷ πνεύ­ματι ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
μακάριοι οἱ πενθοῦν­τες ὅτι αὐτοὶ παρα­κληθήσον­ται
μακάριοι οἱ πραεῖς ὅτι αὐτοὶ κληρο­νο­μήσουσιν τὴν γῆν
μακάριοι οἱ πεινῶν­τες καὶ διψῶν­τες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσον­ται
μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσον­ται
μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψον­ται
μακάριοι οἱ εἰρηνοποι­οί ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσον­ται
μακάριοι οἱ δεδιωγ­μέ­νοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾿ ὑμῶν ψευδο­́μενοι ἕνεκεν ἐμοῦ
χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς οὕτως γὰρ ἐδίωξαν τοὺς προ­φήτας τοὺς προ­̀ ὑμῶν
ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἁλισθή­σε­ται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω κατα­πατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων
ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη
οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾿ ἐπι­̀ τὴν λυχνίαν καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ
οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπρο­σθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
μὴ νομίσητε ὅτι ἦλθον κατα­λῦσαι τὸν νόμον ἢ τοὺς προ­φήτας οὐκ ἦλθον κατα­λῦσαι ἀλλὰ πλη­ρῶσαι
ἀμὴν γὰρ λέγω ὑμῖν ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπο­̀ τοῦ νόμου ἕως ἂν πάν­τα γένηται
ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐν­τολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθή­σε­ται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ οὗτος μέγας κληθή­σε­ται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισ­σεύ­σῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις οὐ φονεύ­σεις ὃς δ᾿ ἂν φονεύ­σῃ ἔνοχος ἔσται τῇ κρίσει
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζό­με­νος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά ἔνοχος ἔσται τῷ συν­εδρίῳ ὃς δ᾿ ἂν εἴπῃ μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός
ἐὰν οὖν προ­σφέρῃς τὸ δῶρόν σου ἐπι­̀ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατα­̀ σοῦ
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπρο­σθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον δια­λλάγηθι τῷ ἀδελφῷ σου καὶ τότε ἐλθὼν προ­́σφερε τὸ δῶρόν σου
ἴσθι εὐνοῶν τῷ ἀν­τιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ᾿ αὐτοῦ ἐν τῇ ὁδῷ μήποτέ σε παρα­δῷ ὁ ἀν­τίδικος τῷ κριτῇ καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσῃ
ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀπο­δῷς τὸν ἔσχατον κοδράν­την
ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύ­σεις
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα προ­̀ς τὸ ἐπι­θυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπο­̀ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπό­ληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν
καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπο­̀ σοῦ συμφέρει γάρ σοι ἵνα ἀπό­ληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ
ἐρρέθη δέ ὃς ἂν ἀπο­λύσῃ τὴν γυναῖκα αὐτοῦ δότω αὐτῇ ἀπο­στάσιον
ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπο­λύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι καὶ ὃς ἐὰν ἀπο­λελυμένην γαμήσῃ μοιχᾶται
πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις οὐκ ἐπι­ορκήσεις ἀπο­δώσεις δὲ τῷ κυρίῳ τοὺς ὅρκους σου
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ
μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ μήτε εἰς Ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγά­λου βασιλέως
μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί οὒ οὔ τὸ δὲ περισ­σὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν
ἠκούσατε ὅτι ἐρρέθη ὀφθαλμὸν ἀν­τὶ ὀφθαλμοῦ καὶ ὀδόν­τα ἀν­τὶ ὀδόν­τος
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀν­τιστῆναι τῷ πονηρῷ ἀλλ᾿ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου στρέψον αὐτῷ καὶ τὴν ἄλλην
καὶ τῷ θέλον­τί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον
καὶ ὅστις σε ἀγγαρεύ­σει μίλιον ἕν ὕπαγε μετ᾿ αὐτοῦ δύο
τῷ αἰτοῦν­τί σε δός καὶ τὸν θέλον­τα ἀπο­̀ σοῦ δανίσασθαι μὴ ἀπο­στραφῇς
ἠκούσατε ὅτι ἐρρέθη ἀγαπήσεις τὸν πλη­σίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου
ἐγὼ δὲ λέγω ὑμῖν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προ­σεύ­χεσθε ὑπὲρ τῶν διωκόν­των ὑμᾶς
ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπι­̀ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπι­̀ δικαίους καὶ ἀδίκους
ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶν­τας ὑμᾶς τίνα μισθὸν ἔχετε οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποι­οῦσιν
καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον τί περισ­σὸν ποιεῖτε οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποι­οῦσιν
ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible