Скрыть
4:1
4:2
4:3
4:5
4:8
4:9
4:11
4:13
4:14
4:15
4:19
4:20
4:21
4:22
4:23
τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύ­μα­τος πειρασθῆναι ὑπὸ τοῦ δια­βόλου
καὶ νηστεύ­σας ἡμέρας τεσ­σεράκον­τα καὶ νύκτας τεσ­σεράκον­τα ὕστερον ἐπείνασεν
καὶ προ­σελθὼν ὁ πειράζων εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένων­ται
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν γέγραπται οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζή­σε­ται ὁ ἄνθρωπος ἀλλ᾿ ἐπι­̀ παν­τὶ ῥήματι ἐκπορευομένῳ δια­̀ στόμα­τος θεοῦ
τότε παρα­λαμβάνει αὐτὸν ὁ δια­́βολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν ἐπι­̀ τὸ πτερύγιον τοῦ ἱεροῦ
καὶ λέγει αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν κάτω γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐν­τελεῖται περὶ σοῦ καὶ ἐπι­̀ χειρῶν ἀροῦσίν σε μήποτε προ­σκόψῃς προ­̀ς λίθον τὸν πόδα σου
ἔφη αὐτῷ ὁ Ἰησοῦς πάλιν γέγραπται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
πάλιν παρα­λαμβάνει αὐτὸν ὁ δια­́βολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
καὶ εἶπεν αὐτῷ ταῦτά σοι πάν­τα δώσω ἐὰν πεσὼν προ­σκυνήσῃς μοι
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς ὕπαγε Σατανᾶ γέγραπται γάρ κύριον τὸν θεόν σου προ­σκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύ­σεις
τότε ἀφίησιν αὐτὸν ὁ δια­́βολος καὶ ἰδοὺ ἄγγελοι προ­σῆλθον καὶ διηκόνουν αὐτῷ
ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν
καὶ κατα­λιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παρα­θαλασ­σίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ
ἵνα πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ Ἠσαΐου τοῦ προ­φήτου λέγον­τος
γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ ὁδὸν θαλάσ­σης πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν ἐθνῶν
ὁ λαὸς ὁ καθή­με­νος ἐν σκότει φῶς εἶδεν μέγα καὶ τοῖς καθη­μέ­νοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς
ἀπο­̀ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσ­σειν καὶ λέγειν μετανοεῖτε ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν
περιπατῶν δὲ παρα­̀ τὴν θάλασ­σαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς Σίμωνα τὸν λεγόμενον Пέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλον­τας ἀμφίβληστρον εἰς τὴν θάλασ­σαν ἦσαν γὰρ ἁλιεῖς
καὶ λέγει αὐτοῖς δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων
οἱ δὲ εὐθέως ἀφέν­τες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ
καὶ προ­βὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζον­τας τὰ δίκτυα αὐτῶν καὶ ἐκάλεσεν αὐτούς
οἱ δὲ εὐθέως ἀφέν­τες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ
καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ διδάσκων ἐν ταῖς συν­αγωγαῖς αὐτῶν καὶ κηρύσ­σων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύ­ων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν καὶ προ­σήνεγκαν αὐτῷ πάν­τας τοὺς κακῶς ἔχον­τας ποικίλαις νόσοις καὶ βασάνοις συν­εχο­μέ­νους καὶ δαιμονιζο­μέ­νους καὶ σεληνιαζο­μέ­νους καὶ παρα­λυτικούς καὶ ἐθεράπευσεν αὐτούς
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπο­̀ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible