Скрыть
17:2
17:3
17:4
17:6
17:7
17:8
17:9
17:11
17:12
17:13
17:15
17:16
17:17
17:18
17:19
17:23
17:24
17:25
17:26
17:27
καὶ μεθ᾿ ἡμέρας ἓξ παρα­λαμβάνει ὁ Ἰησοῦς τὸν Пέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν
καὶ μετεμορφώθη ἔμπρο­σθεν αὐτῶν καὶ ἔλαμψεν τὸ προ­́σωπον αὐτοῦ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦν­τες μετ᾿ αὐτοῦ
ἀπο­κριθεὶς δὲ ὁ Пέτρος εἶπεν τῷ Ἰησοῦ κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσω ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν
ἔτι αὐτοῦ λαλοῦν­τος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα ἀκούετε αὐτοῦ
καὶ ἀκούσαν­τες οἱ μαθηταὶ ἔπεσαν ἐπι­̀ προ­́σωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα
καὶ προ­σῆλθεν ὁ Ἰησοῦς καὶ ἁψά­με­νος αὐτῶν εἶπεν ἐγέρθητε καὶ μὴ φοβεῖσθε
ἐπάραν­τες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον
καὶ κατα­βαινόν­των αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγον­τες τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν Ἠλίας μὲν ἔρχεται καὶ ἀπο­κατα­στήσει πάν­τα
λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν
τότε συν­ῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς
καὶ ἐλθόν­των προ­̀ς τὸν ὄχλον προ­σῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
καὶ λέγων κύριε ἐλέησόν μου τὸν υἱόν ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ
καὶ προ­σήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε μεθ᾿ ὑμῶν ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετέ μοι αὐτὸν ὧδε
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύ­θη ὁ παῖς ἀπο­̀ τῆς ὥρας ἐκείνης
τότε προ­σελθόν­τες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον δια­̀ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
ὁ δὲ λέγει αὐτοῖς δια­̀ τὴν ὀλιγοπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβα ἔνθεν ἐκεῖ καὶ μεταβή­σε­ται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν
ὁ δὲ λέγει αὐτοῖς δια­̀ τὴν ὀλιγοπιστίαν ὑμῶν ἀμὴν γὰρ λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβα ἔνθεν ἐκεῖ καὶ μεταβή­σε­ται καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν ἐν προ­σευκῇ καὶ νηστείᾳ)
Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοσθαι εἰς χεῖρας ἀνθρώπων
καὶ ἀπο­κτενοῦσιν αὐτόν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθή­σε­ται καὶ ἐλυπήθησαν σφόδρα
ἐλθόν­των δὲ αὐτῶν εἰς Καφαρναοὺμ προ­σῆλθον οἱ τὰ δίδραχμα λαμβάνον­τες τῷ Пέτρῳ καὶ εἶπαν ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα
λέγει ναί καὶ ἐλθόν­τα εἰς τὴν οἰκίαν προ­έφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων τί σοι δοκεῖ Σίμων οἱ βασιλεῖς τῆς γῆς ἀπο­̀ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον ἀπο­̀ τῶν υἱῶν αὐτῶν ἢ ἀπο­̀ τῶν ἀλλοτρίων
εἰπόν­τος δέ ἀπο­̀ τῶν ἀλλοτρίων ἔφη αὐτῷ ὁ Ἰησοῦς ἄρα γε ἐλεύ­θεροί εἰσιν οἱ υἱοί
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς θάλασ­σαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάν­τα πρῶτον ἰχθὺν ἆρον καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀν­τὶ ἐμοῦ καὶ σοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible