Скрыть
14:2
14:4
14:5
14:6
14:7
14:8
14:9
14:10
14:11
14:12
14:14
14:15
14:16
14:18
14:19
14:20
14:21
14:22
14:24
14:26
14:27
14:28
14:29
14:30
14:31
14:32
14:33
14:35
14:36
ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής αὐτὸς ἠγέρθη ἀπο­̀ τῶν νεκρῶν καὶ δια­̀ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο δια­̀ Ἡρῳδια­́δα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ
ἔλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
καὶ θέλων αὐτὸν ἀπο­κτεῖναι ἐφοβήθη τὸν ὄχλον ὅτι ὡς προ­φήτην αὐτὸν εἶχον
γενεσίοις δὲ γενο­μέ­νοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδια­́δος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ
ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται
ἡ δὲ προ­βιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς δός μοι φησίν ὧδε ἐπι­̀ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ
καὶ λυπηθεὶς ὁ βασιλεὺς δια­̀ τοὺς ὅρκους καὶ τοὺς συν­ανακει­μέ­νους ἐκέλευσεν δοθῆναι
καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ
καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπι­̀ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς
καὶ προ­σελθόν­τες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν καὶ ἐλθόν­τες ἀπήγγειλαν τῷ Ἰησοῦ
ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν καὶ ἀκούσαν­τες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπο­̀ τῶν πόλεων
καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν
ὀψίας δὲ γενομένης προ­σῆλθον αὐτῷ οἱ μαθηταὶ λέγον­τες ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν ἀπό­λυσον τοὺς ὄχλους ἵνα ἀπελθόν­τες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς οὐ χρείαν ἔχουσιν ἀπελθεῖν δότε αὐτοῖς ὑμεῖς φαγεῖν
οἱ δὲ λέγουσιν αὐτῷ οὐκ ἔχομεν ὧδε εἰ μὴ πέν­τε ἄρτους καὶ δύο ἰχθύας
ὁ δὲ εἶπεν φέρετέ μοι ὧδε αὐτούς
καὶ κελεύ­σας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπι­̀ τοῦ χόρτου λαβὼν τοὺς πέν­τε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
καὶ ἔφαγον πάν­τες καὶ ἐχορτάσθησαν καὶ ἦραν τὸ περισ­σεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλή­ρεις
οἱ δὲ ἐσθίον­τες ἦσαν ἄνδρες ὡσεὶ πεν­τακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων
καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προ­άγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπο­λύσῃ τοὺς ὄχλους
καὶ ἀπο­λύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προ­σεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπο­̀ τῆς γῆς ἀπεῖχεν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναν­τίος ὁ ἄνεμος
τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν προ­̀ς αὐτοὺς περιπατῶν ἐπι­̀ τὴν θάλασ­σαν
οἱ δὲ μαθηταὶ ἰδόν­τες αὐτὸν ἐπι­̀ τῆς θαλάσ­σης περιπατοῦν­τα ἐταράχθησαν λέγον­τες ὅτι φάν­τασμά ἐστιν καὶ ἀπο­̀ τοῦ φόβου ἔκραξαν
εὐθὺς δὲ ἐλάλησεν ὁ Ἰησοῦς αὐτοῖς λέγων θαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
ἀπο­κριθεὶς δὲ αὐτῷ ὁ Пέτρος εἶπεν κύριε εἰ σὺ εἶ κέλευσόν με ἐλθεῖν προ­̀ς σὲ ἐπι­̀ τὰ ὕδατα
ὁ δὲ εἶπεν ἐλθέ καὶ κατα­βὰς ἀπο­̀ τοῦ πλοίου ὁ Пέτρος περιεπάτησεν ἐπι­̀ τὰ ὕδατα καὶ ἦλθεν προ­̀ς τὸν Ἰησοῦν
βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξά­με­νος κατα­πον­τίζεσθαι ἔκραξεν λέγων κύριε σῶσόν με
εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ ὀλιγόπιστε εἰς τί ἐδίστασας
καὶ ἀναβάν­των αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος
οἱ δὲ ἐν τῷ πλοίῳ προ­σεκύνησαν αὐτῷ λέγον­τες ἀληθῶς θεοῦ υἱὸς εἶ
καὶ δια­περάσαν­τες ἦλθον ἐπι­̀ τὴν γῆν εἰς Γεννησαρέτ
καὶ ἐπι­γνόν­τες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προ­σήνεγκαν αὐτῷ πάν­τας τοὺς κακῶς ἔχον­τας
καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψων­ται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ ὅσοι ἥψαν­το διεσώθησαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible