Скрыть
10:2
10:3
10:4
10:5
10:8
10:11
10:13
10:15
10:17
10:18
10:20
10:21
10:22
10:23
10:27
10:30
10:31
10:35
10:41
καὶ προ­σκαλεσά­με­νος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύ­ειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
τῶν δὲ δώδεκα ἀπο­στόλων τὰ ὀνόματά ἐστιν ταῦτα πρῶτος Σίμων ὁ λεγό­με­νος Пέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ
Φίλιππος καὶ Βαρθολομαῖος θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος
Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παρα­δοὺς αὐτόν
τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παρα­γγείλας αὐτοῖς λέγων εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε
πορεύ­εσθε δὲ μᾶλλον προ­̀ς τὰ προ­́βατα τὰ ἀπο­λωλότα οἴκου Ἰσραήλ
πορευόμενοι δὲ κηρύσ­σετε λέγον­τες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν
ἀσθενοῦν­τας θεραπεύ­ετε νεκροὺς ἐγείρετε λεπρο­ὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε
μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν
μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ
εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν ἐὰν δὲ μὴ ᾖ ἀξία ἡ εἰρήνη ὑμῶν προ­̀ς ὑμᾶς ἐπι­στραφήτω
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν
ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ
ἰδοὺ ἐγὼ ἀπο­στέλλω ὑμᾶς ὡς προ­́βατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί
προ­σέχετε δὲ ἀπο­̀ τῶν ἀνθρώπων παρα­δώσουσιν γὰρ ὑμᾶς εἰς συν­έδρια καὶ ἐν ταῖς συν­αγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς
καὶ ἐπι­̀ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν
ὅταν δὲ παρα­δῶσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε δοθή­σε­ται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦν­τες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν
παρα­δώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσον­ται τέκνα ἐπι­̀ γονεῖς καὶ θανατώσουσιν αὐτούς
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν­των δια­̀ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθή­σε­ται
ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ φεύ­γετε εἰς τὴν ἑτέραν ἀμὴν γὰρ λέγω ὑμῖν οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ
μὴ οὖν φοβηθῆτε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀπο­καλυφθή­σε­ται καὶ κρυπτὸν ὃ οὐ γνωσθή­σε­ται
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί καὶ ὃ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπι­̀ τῶν δωμάτων
καὶ μὴ φοβεῖσθε ἀπο­̀ τῶν ἀπο­κτεννόν­των τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπο­κτεῖναι φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπο­λέσαι ἐν γεέννῃ
οὐχὶ δύο στρουθία ἀσ­σαρίου πωλεῖται καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπι­̀ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν
μὴ οὖν φοβεῖσθε πολλῶν στρουθίων δια­φέρετε ὑμεῖς
πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπρο­σθεν τῶν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπρο­σθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπρο­σθεν τῶν ἀνθρώπων ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπρο­σθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπι­̀ τὴν γῆν οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν
ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατα­̀ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατα­̀ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατα­̀ τῆς πενθερᾶς αὐτῆς
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ
ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπο­λέσει αὐτήν καὶ ὁ ἀπο­λέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
ὁ δεχό­με­νος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχό­με­νος δέχεται τὸν ἀπο­στείλαν­τά με
ὁ δεχό­με­νος προ­φήτην εἰς ὄνομα προ­φήτου μισθὸν προ­φήτου λήμψ­σε­ται καὶ ὁ δεχό­με­νος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψ­σε­ται
καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπο­λέσῃ τὸν μισθὸν αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible