Скрыть
1:1
1:5
1:12
1:13
λῆμμα λόγου κυρίου ἐπι­̀ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπι­̀ τὰς καρδίας ὑμῶν
ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ
τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρο­νο­μίαν αὐτοῦ εἰς δόματα ἐρήμου
διότι ἐρεῖ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπι­στρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παν­τοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ κατα­στρέψω καὶ ἐπι­κληθή­σε­ται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ᾿ ὃν παρα­τέτακται κύριος ἕως αἰῶνος
καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψον­ται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ
υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παν­τοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζον­τες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου
προ­σάγον­τες προ­̀ς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγη­μέ­νους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπι­τιθέμενα βρώματα ἐξουδενωμένα
διότι ἐὰν προ­σαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προ­σαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προ­σάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προ­σδέξε­ται αὐτό εἰ λήμψ­σε­ται προ­́σωπόν σου λέγει κύριος παν­τοκράτωρ
καὶ νῦν ἐξιλάσκεσθε τὸ προ­́σωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν προ­́σωπα ὑμῶν λέγει κύριος παν­τοκράτωρ
διότι καὶ ἐν ὑμῖν συγκλεισθήσον­ται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παν­τοκράτωρ καὶ θυσίαν οὐ προ­σδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν
διότι ἀπ᾿ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παν­τὶ τόπῳ θυμίαμα προ­σάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παν­τοκράτωρ
ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπι­τιθέμενα ἐξουδένων­ται βρώματα αὐτοῦ
καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παν­τοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προ­σδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παν­τοκράτωρ
καὶ ἐπι­κατα­́ρα­τος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾿ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παν­τοκράτωρ καὶ τὸ ὄνομά μου ἐπι­φανὲς ἐν τοῖς ἔθνεσιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible