Скрыть
7:2
7:3
7:4
7:5
7:6
7:7
7:8
7:9
7:10
7:11
7:12
7:13
7:14
7:15
7:17
7:20
7:21
7:24
7:25
7:26
7:32
7:33
7:34
7:35
7:36
7:38
7:40
7:41
7:42
7:43
7:44
7:45
7:46
7:47
7:48
7:49
7:50
ἐπειδὴ ἐπλή­ρωσεν πάν­τα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ εἰσῆλθεν εἰς Καφαρναούμ
ἑκατον­τάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔν­τιμος
ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν προ­̀ς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν δια­σώσῃ τὸν δοῦλον αὐτοῦ
οἱ δὲ παρα­γενόμενοι προ­̀ς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγον­τες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συν­αγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν
ὁ δὲ Ἰησοῦς ἐπορεύ­ετο σὺν αὐτοῖς ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχον­τος ἀπο­̀ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατον­τάρχης λέγων αὐτῷ κύριε μὴ σκύλλου οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα προ­̀ς σὲ ἐλθεῖν ἀλλὰ εἰπὲ λόγῳ καὶ ἰαθήτω ὁ παῖς μου
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασ­σό­με­νος ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύ­θητι καὶ πορεύ­εται καὶ ἄλλῳ ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ
ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦν­τι αὐτῷ ὄχλῳ εἶπεν λέγω ὑμῖν οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον
καὶ ὑποστρέψαν­τες εἰς τὸν οἶκον οἱ πεμφθέν­τες εὗρον τὸν δοῦλον ὑγιαίνον­τα
καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύ­θη εἰς πόλιν καλουμένην Ναΐν καὶ συν­επορεύ­ον­το αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς
ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ
καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ μὴ κλαῖε
καὶ προ­σελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζον­τες ἔστησαν καὶ εἶπεν νεανίσκε σοὶ λέγω ἐγέρθητι
καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ
ἔλαβεν δὲ φόβος πάν­τας καὶ ἐδόξαζον τὸν θεὸν λέγον­τες ὅτι προ­φήτης μέγας ἠγέρθη ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ
καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ
καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάν­των τούτων καὶ προ­σκαλεσά­με­νος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης
ἔπεμψεν προ­̀ς τὸν κύριον λέγων σὺ εἶ ὁ ἐρχό­με­νος ἢ ἄλλον προ­σδοκῶμεν
παρα­γενόμενοι δὲ προ­̀ς αὐτὸν οἱ ἄνδρες εἶπαν Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς προ­̀ς σὲ λέγων σὺ εἶ ὁ ἐρχό­με­νος ἢ ἄλλον προ­σδοκῶμεν
ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπο­̀ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν
καὶ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς πορευθέν­τες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε τυφλοὶ ἀναβλέπουσιν χωλοὶ περιπατοῦσιν λεπρο­ὶ καθαρίζον­ται καὶ κωφοὶ ἀκούουσιν νεκροὶ ἐγείρον­ται πτωχοὶ εὐαγγελίζον­ται
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
ἀπελθόν­των δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν προ­̀ς τοὺς ὄχλους περὶ Ἰωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχον­τες ἐν τοῖς βασιλείοις εἰσίν
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν προ­φήτην ναί λέγω ὑμῖν καὶ περισ­σότερον προ­φήτου
οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδοὺ ἀπο­στέλλω τὸν ἄγγελόν μου προ­̀ προ­σώπου σου ὃς κατα­σκευάσει τὴν ὁδόν σου ἔμπρο­σθέν σου
λέγω ὑμῖν μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν
καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν βαπτισθέν­τες τὸ βάπτισμα Ἰωάννου
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς μὴ βαπτισθέν­τες ὑπ᾿ αὐτοῦ
τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοι­οι
ὅμοι­οί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθη­μέ­νοις καὶ προ­σφωνοῦσιν ἀλλήλοις ἃ λέγει ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε
ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον καὶ λέγετε δαιμόνιον ἔχει
ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγετε ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης φίλος τελωνῶν καὶ ἁμαρτωλῶν
καὶ ἐδικαιώθη ἡ σοφία ἀπο­̀ πάν­των τῶν τέκνων αὐτῆς
ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη
καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός καὶ ἐπι­γνοῦσα ὅτι κατα­́κειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου κομίσασα ἀλάβαστρον μύρου
καὶ στᾶσα ὀπίσω παρα­̀ τοὺς πόδας αὐτοῦ κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασ­σεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ
ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων οὗτος εἰ ἦν προ­φήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν προ­̀ς αὐτόν Σίμων ἔχω σοί τι εἰπεῖν ὁ δέ διδάσκαλε εἰπέ φησίν
δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεν­τακόσια ὁ δὲ ἕτερος πεν­τήκον­τα
μὴ ἐχόν­των αὐτῶν ἀπο­δοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν
ἀπο­κριθεὶς Σίμων εἶπεν ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο ὁ δὲ εἶπεν αὐτῷ ὀρθῶς ἔκρινας
καὶ στραφεὶς προ­̀ς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπι­̀ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν
φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθον οὐ διέλιπεν κατα­φιλοῦσά μου τοὺς πόδας
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου
οὗ χάριν λέγω σοι ἀφέων­ται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ ᾧ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ
εἶπεν δὲ αὐτῇ ἀφέων­ταί σου αἱ ἁμαρτίαι
καὶ ἤρξαν­το οἱ συν­ανακείμενοι λέγειν ἐν ἑαυτοῖς τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν
εἶπεν δὲ προ­̀ς τὴν γυναῖκα ἡ πίστις σου σέσωκέν σε πορεύ­ου εἰς εἰρήνην
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible