Скрыть
17:2
17:4
17:5
17:7
17:8
17:9
17:13
17:15
17:16
17:17
17:18
17:19
17:20
17:21
17:22
17:24
17:27
17:29
17:30
17:31
17:34
εἶπεν δὲ προ­̀ς τοὺς μαθητὰς αὐτοῦ ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν πλη­̀ν οὐαὶ δι᾿ οὗ ἔρχεται
λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασ­σαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα
προ­σέχετε ἑαυτοῖς ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπι­τίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ
καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπι­στρέψῃ προ­̀ς σὲ λέγων μετανοῶ ἀφήσεις αὐτῷ
καὶ εἶπαν οἱ ἀπό­στολοι τῷ κυρίῳ προ­́σθες ἡμῖν πίστιν
εἶπεν δὲ ὁ κύριος εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύ­θητι ἐν τῇ θαλάσ­σῃ καὶ ὑπήκουσεν ἂν ὑμῖν
τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶν­τα ἢ ποιμαίνον­τα ὃς εἰσελθόν­τι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ εὐθέως παρελθὼν ἀνάπεσε
ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ ἑτοίμασον τί δειπνήσω καὶ περιζωσά­με­νος δια­κόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ
μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ δια­ταχθέν­τα
οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάν­τα τὰ δια­ταχθέν­τα ὑμῖν λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
καὶ ἐγένετο ἐν τῷ πορεύ­εσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο δια­̀ μέσον Σαμαρείας καὶ Γαλιλαίας
καὶ εἰσερχο­μέ­νου αὐτοῦ εἴς τινα κώμην ἀπήν­τησαν αὐτῷ δέκα λεπρο­ὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν
καὶ αὐτοὶ ἦραν φωνὴν λέγον­τες Ἰησοῦ ἐπι­στάτα ἐλέησον ἡμᾶς
καὶ ἰδὼν εἶπεν αὐτοῖς πορευθέν­τες ἐπι­δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν
εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγά­λης δοξάζων τὸν θεόν
καὶ ἔπεσεν ἐπι­̀ προ­́σωπον παρα­̀ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ καὶ αὐτὸς ἦν Σαμαρίτης
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ
οὐχ εὑρέθησαν ὑποστρέψαν­τες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος
καὶ εἶπεν αὐτῷ ἀναστὰς πορεύ­ου ἡ πίστις σου σέσωκέν σε
ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρα­τηρήσεως
οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἤ ἐκεῖ ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐν­τὸς ὑμῶν ἐστιν
εἶπεν δὲ προ­̀ς τοὺς μαθητάς ἐλεύ­σον­ται ἡμέραι ὅτε ἐπι­θυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε
καὶ ἐροῦσιν ὑμῖν ἰδοὺ ἐκεῖ ἤ ἰδοὺ ὧδε μὴ ἀπέλθητε μηδὲ διώξητε
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ
πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀπο­δοκιμασθῆναι ἀπο­̀ τῆς γενεᾶς ταύτης
καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου
ἤσθιον ἔπινον ἐγάμουν ἐγαμίζον­το ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατα­κλυσμὸς καὶ ἀπώλεσεν πάν­τας
ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπο­̀ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν πάν­τας
κατα­̀ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀπο­καλύπτεται
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπι­̀ τοῦ δώμα­τος καὶ τὰ σκεύ­η αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ κατα­βάτω ἆραι αὐτά καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπι­στρεψάτω εἰς τὰ ὀπίσω
μνημονεύ­ετε τῆς γυναικὸς Λώτ
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπο­λέσει αὐτήν ὃς δ᾿ ἂν ἀπο­λέσῃ ζῳογονήσει αὐτήν
λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσον­ται δύο ἐπι­̀ κλίνης μιᾶς ὁ εἷς παρα­λημφθή­σε­ται καὶ ὁ ἕτερος ἀφεθή­σε­ται
ἔσον­ται δύο ἀλήθουσαι ἐπι­̀ τὸ αὐτό ἡ μία παρα­λημφθή­σε­ται ἡ δὲ ἑτέρα ἀφεθή­σε­ται
καὶ ἀπο­κριθέν­τες λέγουσιν αὐτῷ ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς ὅπου τὸ σῶμα ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπι­συν­αχθήσον­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible