Скрыть
6:1
6:2
6:3
6:6
6:7
6:8
6:9
6:10
6:11
6:12
6:15
6:16
6:18
6:20
6:21
6:22
6:23
6:24
6:25
6:26
6:28
6:30
6:32
6:33
6:34
6:36
6:37
6:40
6:41
6:43
6:44
6:47
6:48
6:50
6:51
6:52
6:54
6:55
6:56
6:57
6:58
6:59
6:60
6:61
6:66
6:67
6:68
6:71
μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσ­σης τῆς Γαλιλαίας τῆς Τιβεριάδος
ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπι­̀ τῶν ἀσθενούν­των
ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ
ἦν δὲ ἐγγὺς τὸ πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων
ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασά­με­νος ὅτι πολὺς ὄχλος ἔρχεται προ­̀ς αὐτὸν λέγει προ­̀ς Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι
τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν
ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος δια­κοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκασ­τος βραχύ τι λάβῃ
λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Пέτρου
ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέν­τε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους
εἶπεν ὁ Ἰησοῦς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεν­τακισχίλιοι
ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακει­μέ­νοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον
ὡς δὲ ἐνεπλή­σθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ συν­αγάγετε τὰ περισ­σεύ­σαν­τα κλάσματα ἵνα μή τι ἀπό­ληται
συν­ήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέν­τε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσ­σευσαν τοῖς βεβρωκόσιν
οἱ οὖν ἄνθρωποι ἰδόν­τες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προ­φήτης ὁ ἐρχό­με­νος εἰς τὸν κόσμον
Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος
ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπι­̀ τὴν θάλασ­σαν
καὶ ἐμβάν­τες εἰς πλοῖον ἤρχον­το πέραν τῆς θαλάσ­σης εἰς Καφαρναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει προ­̀ς αὐτοὺς ὁ Ἰησοῦς
ἥ τε θάλασ­σα ἀνέμου μεγά­λου πνέον­τος διεγείρετο
ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέν­τε ἢ τριάκον­τα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦν­τα ἐπι­̀ τῆς θαλάσ­σης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον καὶ ἐφοβήθησαν
ὁ δὲ λέγει αὐτοῖς ἐγώ εἰμι μὴ φοβεῖσθε
ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπι­̀ τῆς γῆς εἰς ἣν ὑπῆγον
τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσ­σης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν καὶ ὅτι οὐ συν­εισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον
ἄλλα ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαν­τος τοῦ κυρίου
ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦν­τες τὸν Ἰησοῦν
καὶ εὑρόν­τες αὐτὸν πέραν τῆς θαλάσ­σης εἶπον αὐτῷ ῥαββί πότε ὧδε γέγονας
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε
ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπο­λλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν ­μέ­νουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός
εἶπον οὖν προ­̀ς αὐτόν τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ
ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύ­ητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος
εἶπον οὖν αὐτῷ τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύ­σωμέν σοι τί ἐργάζῃ
οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ ἀλλ᾿ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν
ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ κατα­βαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ
εἶπον οὖν προ­̀ς αὐτόν κύριε πάν­τοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐρχό­με­νος προ­́ς ἐμὲ οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύ­ων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε
ἀλλ᾿ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύ­ετε
πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ προ­̀ς ἐμὲ ἥξει καὶ τὸν ἐρχόμενον προ­̀ς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω
ὅτι κατα­βέβηκα ἀπο­̀ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαν­τός με
τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαν­τός με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπο­λέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύ­ων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν ἐγώ εἰμι ὁ ἄρτος ὁ κατα­βὰς ἐκ τοῦ οὐρανοῦ
καὶ ἔλεγον οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα πῶς νῦν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ κατα­βέβηκα
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς μὴ γογγύζετε μετ᾿ ἀλλήλων
οὐδεὶς δύναται ἐλθεῖν προ­́ς με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
ἔστιν γεγραμμένον ἐν τοῖς προ­φήταις καὶ ἔσον­ται πάν­τες διδακτοὶ θεοῦ πᾶς ὁ ἀκούσας παρα­̀ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται προ­̀ς ἐμέ
οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρα­̀ τοῦ θεοῦ οὗτος ἑώρακεν τὸν πατέρα
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ πιστεύ­ων ἔχει ζωὴν αἰώνιον
ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς
οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα­βαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀπο­θάνῃ
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ κατα­βάς ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς
ἐμάχον­το οὖν προ­̀ς ἀλλήλους οἱ Ἰουδαῖοι λέγον­τες πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ
ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ
καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ δια­̀ τὸν πατέρα καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾿ ἐμέ
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ κατα­βάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα
ταῦτα εἶπεν ἐν συν­αγωγῇ διδάσκων ἐν Καφαρναούμ
πολλοὶ οὖν ἀκούσαν­τες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν σκληρός ἐστιν ὁ λόγος οὗτος τίς δύναται αὐτοῦ ἀκούειν
εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς τοῦτο ὑμᾶς σκανδαλίζει
ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνον­τα ὅπου ἦν τὸ προ­́τερον
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποι­οῦν ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν
ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύ­ουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύ­ον­τες καὶ τίς ἐστιν ὁ παρα­δώσων αὐτόν
καὶ ἔλεγεν δια­̀ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν προ­́ς με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός
ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾿ αὐτοῦ περιεπάτουν
εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν
ἀπεκρίθη αὐτῷ Σίμων Пέτρος κύριε προ­̀ς τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς αἰωνίου ἔχεις
καὶ ἡμεῖς πεπιστεύ­καμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμῶν εἷς δια­́βολός ἐστιν
ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου οὗτος γὰρ ἔμελλεν παρα­διδόναι αὐτόν εἷς ἐκ τῶν δώδεκα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible