Скрыть
1:7
1:12
λόγοι Αμως οἳ ἐγένον­το ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ προ­̀ δύο ἐτῶν τοῦ σεισμοῦ
καὶ εἶπεν κύριος ἐκ Σιων ἐφθέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν φωνὴν αὐτοῦ καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου
καὶ εἶπεν κύριος ἐπι­̀ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπι­̀ ταῖς τέσ­σαρσιν οὐκ ἀπο­στραφήσομαι αὐτόν ἀνθ᾿ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ
καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Αζαηλ καὶ κατα­φάγεται θεμέλια υἱοῦ Αδερ
καὶ συν­τρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεθρεύ­σω κατοικοῦν­τας ἐκ πεδίου Ων καὶ κατα­κόψω φυλὴν ἐξ ἀνδρῶν Χαρραν καὶ αἰχμαλωτευθή­σε­ται λαὸς Συρίας ἐπι­́κλητος λέγει κύριος
τάδε λέγει κύριος ἐπι­̀ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπι­̀ ταῖς τέσ­σαρσιν οὐκ ἀπο­στραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν
καὶ ἐξαποστελῶ πῦρ ἐπι­̀ τὰ τείχη Γάζης καὶ κατα­φάγεται θεμέλια αὐτῆς
καὶ ἐξολεθρεύ­σω κατοικοῦν­τας ἐξ ᾿Αζώτου καὶ ἐξαρθή­σε­ται φυλὴ ἐξ ᾿Ασκαλῶνος καὶ ἐπάξω τὴν χεῖρά μου ἐπι­̀ Ακκαρων καὶ ἀπο­λοῦν­ται οἱ κατα­́λοιποι τῶν ἀλλοφύλων λέγει κύριος
τάδε λέγει κύριος ἐπι­̀ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπι­̀ ταῖς τέσ­σαρσιν οὐκ ἀπο­στραφήσομαι αὐτήν ἀνθ᾿ ὧν συν­έκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν δια­θήκης ἀδελφῶν
καὶ ἐξαποστελῶ πῦρ ἐπι­̀ τὰ τείχη Τύρου καὶ κατα­φάγεται θεμέλια αὐτῆς
τάδε λέγει κύριος ἐπι­̀ ταῖς τρισὶν ἀσεβείαις τῆς Ιδουμαίας καὶ ἐπι­̀ ταῖς τέσ­σαρσιν οὐκ ἀπο­στραφήσομαι αὐτούς ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπι­̀ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νεῖκος
καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμαν καὶ κατα­φάγεται θεμέλια τειχέων αὐτῆς
τάδε λέγει κύριος ἐπι­̀ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Αμμων καὶ ἐπι­̀ ταῖς τέσ­σαρσιν οὐκ ἀπο­στραφήσομαι αὐτόν ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν
καὶ ἀνάψω πῦρ ἐπι­̀ τὰ τείχη Рαββα καὶ κατα­φάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου καὶ σεισθή­σε­ται ἐν ἡμέρᾳ συν­τελείας αὐτῆς
καὶ πορεύ­σον­ται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχον­τες αὐτῶν ἐπι­̀ τὸ αὐτό λέγει κύριος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible