Скрыть
9:2
9:4
9:5
9:6
9:7
9:8
9:9
9:10
9:12
9:14
9:16
9:17
9:18
9:19
9:20
9:22
9:23
9:25
9:26
9:27
9:28
9:29
9:30
9:31
9:32
9:33
9:34
9:35
9:36
9:37
9:38
9:39
9:40
9:41
9:42
9:43
ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου προ­σελθὼν τῷ ἀρχιερεῖ
ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπι­στολὰς εἰς Δαμασκὸν προ­̀ς τὰς συν­αγωγάς ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄν­τας ἄνδρας τε καὶ γυναῖκας δεδε­μέ­νους ἀγάγῃ εἰς Ἰερουσαλήμ
ἐν δὲ τῷ πορεύ­εσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ
καὶ πεσὼν ἐπι­̀ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ τί με διώκεις
εἶπεν δέ τίς εἶ κύριε ὁ δέ ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν καὶ λαληθή­σε­ταί σοι ὅ τί σε δεῖ ποιεῖν
οἱ δὲ ἄνδρες οἱ συν­οδεύ­ον­τες αὐτῷ εἱστήκεισαν ἐνεοί ἀκούον­τες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦν­τες
ἠγέρθη δὲ Σαῦλος ἀπο­̀ τῆς γῆς ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν χειραγωγοῦν­τες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας καὶ εἶπεν προ­̀ς αὐτὸν ἐν ὁράματι ὁ κύριος Ἁνανία ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ κύριε
ὁ δὲ κύριος προ­̀ς αὐτόν ἀναστὰς πορεύ­θητι ἐπι­̀ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα ἰδοὺ γὰρ προ­σεύ­χεται
καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόν­τα καὶ ἐπι­θέν­τα αὐτῷ τὰς χεῖρας ὅπως ἀναβλέψῃ
ἀπεκρίθη δὲ Ἁνανίας κύριε ἤκουσα ἀπο­̀ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ
καὶ ὧδε ἔχει ἐξουσίαν παρα­̀ τῶν ἀρχιερέων δῆσαι πάν­τας τοὺς ἐπι­καλου­μέ­νους τὸ ὄνομά σου
εἶπεν δὲ προ­̀ς αὐτὸν ὁ κύριος πορεύ­ου ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν
ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ ἐπι­θεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ ὁ κύριος ἀπέσταλκέν με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου ὅπως ἀναβλέψῃς καὶ πλη­σθῇς πνεύ­μα­τος ἁγίου
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπο­̀ τῶν ὀφθαλμῶν ὡς λεπίδες ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη
καὶ λαβὼν τροφὴν ἐνίσχυσεν ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς
καὶ εὐθέως ἐν ταῖς συν­αγωγαῖς ἐκήρυσ­σεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
ἐξίσταν­το δὲ πάν­τες οἱ ἀκούον­τες καὶ ἔλεγον οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἰερουσαλὴμ τοὺς ἐπι­καλου­μέ­νους τὸ ὄνομα τοῦτο καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδε­μέ­νους αὐτοὺς ἀγάγῃ ἐπι­̀ τοὺς ἀρχιερεῖς
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συν­έχυννεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦν­τας ἐν Δαμασκῷ συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός
ὡς δὲ ἐπλη­ροῦν­το ἡμέραι ἱκαναί συν­εβουλεύ­σαν­το οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπι­βουλὴ αὐτῶν παρετηροῦν­το δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν
λαβόν­τες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς δια­̀ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαν­τες ἐν σπυρίδι
παρα­γενό­με­νος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς καὶ πάν­τες ἐφοβοῦν­το αὐτόν μὴ πιστεύ­ον­τες ὅτι ἐστὶν μαθητής
Βαρναβᾶς δὲ ἐπι­λαβό­με­νος αὐτὸν ἤγαγεν προ­̀ς τοὺς ἀπο­στόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ
καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευό­με­νος καὶ ἐκπορευό­με­νος εἰς Ἰερουσαλήμ παρρησιαζό­με­νος ἐν τῷ ὀνόματι τοῦ κυρίου
ἐλάλει τε καὶ συν­εζήτει προ­̀ς τοὺς Ἑλληνιστάς οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν
ἐπι­γνόν­τες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν
ἡ μὲν οὖν ἐκκλησία καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρα­κλήσει τοῦ ἁγίου πνεύ­μα­τος ἐπλη­θύνετο
ἐγένετο δὲ Пέτρον διερχόμενον δια­̀ πάν­των κατελθεῖν καὶ προ­̀ς τοὺς ἁγίους τοὺς κατοικοῦν­τας Λύδδα
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατα­κείμενον ἐπι­̀ κραβάττου ὃς ἦν παρα­λελυμένος
καὶ εἶπεν αὐτῷ ὁ Пέτρος Αἰνέα ἰᾶταί σε Ἰησοῦς Χριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ καὶ εὐθέως ἀνέστη
καὶ εἶδαν αὐτὸν πάν­τες οἱ κατοικοῦν­τες Λύδδα καὶ τὸν Σαρῶνα οἵτινες ἐπέστρεψαν ἐπι­̀ τὸν κύριον
ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά ἣ διερμηνευομένη λέγεται Δορκάς αὕτη ἦν πλή­ρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυν­ῶν ὧν ἐποίει
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀπο­θανεῖν λούσαν­τες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαν­τες ὅτι Пέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας προ­̀ς αὐτὸν παρα­καλοῦν­τες μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν
ἀναστὰς δὲ Пέτρος συν­ῆλθεν αὐτοῖς ὃν παρα­γενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπι­δεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς
ἐκβαλὼν δὲ ἔξω πάν­τας ὁ Пέτρος καὶ θεὶς τὰ γόνατα προ­σηύξατο καὶ ἐπι­στρέψας προ­̀ς τὸ σῶμα εἶπεν Ταβιθά ἀνάστηθι ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Пέτρον ἀνεκάθισεν
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν
γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης καὶ ἐπι­́στευσαν πολλοὶ ἐπι­̀ τὸν κύριον
ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρα­́ τινι Σίμωνι βυρσεῖ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible