Скрыть
1:2
1:6
1:9
1:10
1:11
1:16
1:17
λόγος κυρίου ὃς ἐγενήθη προ­̀ς Σοφονιαν τὸν τοῦ Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα
ἐκλείψει ἐκλιπέτω πάν­τα ἀπο­̀ προ­σώπου τῆς γῆς λέγει κύριος
ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσ­σης καὶ ἐξαρῶ τοὺς ἀνθρώπους ἀπο­̀ προ­σώπου τῆς γῆς λέγει κύριος
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπι­̀ Ιουδαν καὶ ἐπι­̀ πάν­τας τοὺς κατοικοῦν­τας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων
καὶ τοὺς προ­σκυνοῦν­τας ἐπι­̀ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύον­τας κατα­̀ τοῦ κυρίου καὶ τοὺς ὀμνύον­τας κατα­̀ τοῦ βασιλέως αὐτῶν
καὶ τοὺς ἐκκλίνον­τας ἀπο­̀ τοῦ κυρίου καὶ τοὺς μὴ ζητήσαν­τας τὸν κύριον καὶ τοὺς μὴ ἀν­τεχο­μέ­νους τοῦ κυρίου
εὐλαβεῖσθε ἀπο­̀ προ­σώπου κυρίου τοῦ θεοῦ διότι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ὅτι ἡτοίμακεν κύριος τὴν θυσίαν αὐτοῦ ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ
καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας κυρίου καὶ ἐκδικήσω ἐπι­̀ τοὺς ἄρχον­τας καὶ ἐπι­̀ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπι­̀ πάν­τας τοὺς ἐνδεδυ­μέ­νους ἐνδύματα ἀλλότρια
καὶ ἐκδικήσω ἐπι­̀ πάν­τας ἐμφανῶς ἐπι­̀ τὰ προ­́πυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοὺς πλη­ροῦν­τας τὸν οἶκον κυρίου τοῦ θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος φωνὴ κραυγῆς ἀπο­̀ πύλης ἀπο­κεν­τούν­των καὶ ὀλολυγμὸς ἀπο­̀ τῆς δευτέρας καὶ συν­τριμμὸς μέγας ἀπο­̀ τῶν βουνῶν
θρηνήσατε οἱ κατοικοῦν­τες τὴν κατα­κεκομμένην ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανααν ἐξωλεθρεύ­θησαν πάν­τες οἱ ἐπηρ­μέ­νοι ἀργυρίῳ
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπι­̀ τοὺς ἄνδρας τοὺς κατα­φρονοῦν­τας ἐπι­̀ τὰ φυλάγματα αὐτῶν οἱ λέγον­τες ἐν ταῖς καρδίαις αὐτῶν οὐ μὴ ἀγαθοποιήσῃ κύριος οὐδ᾿ οὐ μὴ κακώσῃ
καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς δια­ρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ κατα­φυτεύ­σουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν
ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγά­λη ἐγγὺς καὶ ταχεῖα σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή
ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης
ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπι­̀ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπι­̀ τὰς γωνίας τὰς ὑψηλάς
καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύ­σον­ται ὡς τυφλοί ὅτι τῷ κυρίῳ ἐξήμαρτον καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα
καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτοῦ κατα­ναλωθή­σε­ται πᾶσα ἡ γῆ διότι συν­τέλειαν καὶ σπουδὴν ποιήσει ἐπι­̀ πάν­τας τοὺς κατοικοῦν­τας τὴν γῆν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible