Скрыть
6:1
6:3
6:4
6:5
6:6
6:7
6:8
6:10
6:11
6:12
6:13
6:15
6:16
6:17
6:18
6:19
6:21
6:23
6:26
6:27
6:28
6:29
6:30
6:31
6:32
6:34
προ­σέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπρο­σθεν τῶν ἀνθρώπων προ­̀ς τὸ θεαθῆναι αὐτοῖς εἰ δὲ μή γε μισθὸν οὐκ ἔχετε παρα­̀ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς
ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπρο­σθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποι­οῦσιν ἐν ταῖς συν­αγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
σοῦ δὲ ποι­οῦν­τος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου
ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀπο­δώσει σοι
καὶ ὅταν προ­σεύ­χησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλοῦσιν ἐν ταῖς συν­αγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προ­σεύ­χεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
σὺ δὲ ὅταν προ­σεύ­χῃ εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου προ­́σευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀπο­δώσει σοι
προ­σευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσον­ται
μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε προ­̀ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν
οὕτως οὖν προ­σεύ­χεσθε ὑμεῖς πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τὸ ὄνομά σου
ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπι­̀ γῆς
τὸν ἄρτον ἡμῶν τὸν ἐπι­ούσιον δὸς ἡμῖν σήμερον
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπο­̀ τοῦ πονηροῦ
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν
ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα­πτώματα αὐτῶν ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος
ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παρα­πτώματα ὑμῶν
ὅταν δὲ νηστεύ­ητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ προ­́σωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύ­ον­τες ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
σὺ δὲ νηστεύ­ων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ προ­́σωπόν σου νίψαι
ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύ­ων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀπο­δώσει σοι
μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπι­̀ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσ­σουσιν καὶ κλέπτουσιν
θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσ­σουσιν οὐδὲ κλέπτουσιν
ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκεῖ ἔσται καὶ ἡ καρδία σου
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται
ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν τὸ σκότος πόσον
οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύ­ειν ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξε­ται καὶ τοῦ ἑτέρου κατα­φρονήσει οὐ δύνασθε θεῷ δουλεύ­ειν καὶ μαμωνᾷ
δια­̀ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύμα­τος
ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συν­άγουσιν εἰς ἀπο­θήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμεῖς μᾶλλον δια­φέρετε αὐτῶν
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προ­σθεῖναι ἐπι­̀ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα
καὶ περὶ ἐνδύμα­τος τί μεριμνᾶτε κατα­μάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν οὐ κοπιῶσιν οὐδὲ νήθουσιν
λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄν­τα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
μὴ οὖν μεριμνήσητε λέγον­τες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα
πάν­τα γὰρ ταῦτα τὰ ἔθνη ἐπι­ζητοῦσιν οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάν­των
ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάν­τα προ­στεθή­σε­ται ὑμῖν
μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible