Скрыть
26:1
26:5
26:7
26:8
26:9
26:10
26:12
26:13
26:16
26:18
26:19
26:22
26:23
26:25
26:27
26:29
26:30
26:33
26:35
26:38
26:40
26:41
26:42
26:43
26:44
26:45
26:46
26:48
26:49
26:50
26:51
26:55
26:56
26:58
26:60
26:62
26:65
26:66
26:68
26:69
26:71
26:72
26:73
26:75
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάν­τας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοται εἰς τὸ σταυρωθῆναι
τότε συν­ήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγο­μέ­νου καϊάφα
καὶ συν­εβουλεύ­σαν­το ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀπο­κτείνωσιν
ἔλεγον δέ μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
τοῦ δὲ Ἰησοῦ γενο­μέ­νου ἐν βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπρο­ῦ
προ­σῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ ἀνακει­μέ­νου
ἰδόν­τες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγον­τες εἰς τί ἡ ἀπώλεια αὕτη
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ
πάν­τοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν ἐμὲ δὲ οὐ πάν­τοτε ἔχετε
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπι­̀ τοῦ σώματός μου προ­̀ς τὸ ἐν­ταφιάσαι με ἐποίησεν
ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθή­σε­ται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυν­ον αὐτῆς
τότε πορευθεὶς εἷς τῶν δώδεκα ὁ λεγό­με­νος Ἰούδας ἰσκαριώτης προ­̀ς τοὺς ἀρχιερεῖς
εἶπεν τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παρα­δώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτῷ τριάκον­τα ἀργύρια
καὶ ἀπο­̀ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παρα­δῷ
τῇ δὲ πρώτῃ τῶν ἀζύμων προ­σῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγον­τες ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα
ὁ δὲ εἶπεν ὑπάγετε εἰς τὴν πόλιν προ­̀ς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν προ­̀ς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συν­έταξεν αὐτοῖς ὁ Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα
ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα
καὶ ἐσθιόν­των αὐτῶν εἶπεν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα­δώσει με
καὶ λυπούμενοι σφόδρα ἤρξαν­το λέγειν αὐτῷ εἷς ἕκασ­τος μήτι ἐγώ εἰμι κύριε
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν ὁ ἐμβάψας μετ᾿ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παρα­δώσει
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος
ἀπο­κριθεὶς δὲ Ἰούδας ὁ παρα­διδοὺς αὐτὸν εἶπεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ σὺ εἶπας
ἐσθιόν­των δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου
καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων πίετε ἐξ αὐτοῦ πάν­τες
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς δια­θήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν
λέγω δὲ ὑμῖν οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήμα­τος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου
καὶ ὑμνήσαν­τες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν
τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς πάν­τες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γάρ πατάξω τὸν ποιμένα καὶ δια­σκορπισθήσον­ται τὰ προ­́βατα τῆς ποίμνης
μετὰ δὲ τὸ ἐγερθῆναί με προ­άξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν
ἀπο­κριθεὶς δὲ ὁ Пέτρος εἶπεν αὐτῷ εἰ πάν­τες σκανδαλισθήσον­ται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
ἔφη αὐτῷ ὁ Ἰησοῦς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με
λέγει αὐτῷ ὁ Пέτρος κἂν δέῃ με σὺν σοὶ ἀπο­θανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάν­τες οἱ μαθηταὶ εἶπαν
τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί καὶ λέγει τοῖς μαθηταῖς καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προ­σεύξωμαι
καὶ παρα­λαβὼν τὸν Пέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν
τότε λέγει αὐτοῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ
καὶ προ­ελθὼν μικρὸν ἔπεσεν ἐπι­̀ προ­́σωπον αὐτοῦ προ­σευχό­με­νος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθάτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο πλη­̀ν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾿ ὡς σύ
καὶ ἔρχεται προ­̀ς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύ­δον­τας καὶ λέγει τῷ Пέτρῳ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ
γρηγορεῖτε καὶ προ­σεύ­χεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα προ­́θυμον ἡ δὲ σὰρξ ἀσθενής
πάλιν ἐκ δευτέρου ἀπελθὼν προ­σηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου
καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύ­δον­τας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρη­μέ­νοι
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προ­σηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν
τότε ἔρχεται προ­̀ς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς καθεύ­δετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοται εἰς χεῖρας ἁμαρτωλῶν
ἐγείρεσθε ἄγωμεν ἰδοὺ ἤγγικεν ὁ παρα­διδούς με
καὶ ἔτι αὐτοῦ λαλοῦν­τος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπο­̀ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ
ὁ δὲ παρα­διδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
καὶ εὐθέως προ­σελθὼν τῷ Ἰησοῦ εἶπεν χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ ἑταῖρε ἐφ᾿ ὃ πάρει τότε προ­σελθόν­τες ἐπέβαλον τὰς χεῖρας ἐπι­̀ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς ἀπό­στρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς πάν­τες γὰρ οἱ λαβόν­τες μάχαιραν ἐν μαχαίρῃ ἀπο­λοῦν­ται
ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρα­καλέσαι τὸν πατέρα μου καὶ παρα­στήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων
πῶς οὖν πλη­ρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι
ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις ὡς ἐπι­̀ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πλη­ρωθῶσιν αἱ γραφαὶ τῶν προ­φητῶν τότε οἱ μαθηταὶ πάν­τες ἀφέν­τες αὐτὸν ἔφυγον
οἱ δὲ κρατήσαν­τες τὸν Ἰησοῦν ἀπήγαγον προ­̀ς καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συν­ήχθησαν
ὁ δὲ Пέτρος ἠκολούθει αὐτῷ ἀπο­̀ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος
οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συν­έδριον ὅλον ἐζήτουν ψευδο­μαρτυρίαν κατα­̀ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν
καὶ οὐχ εὗρον πολλῶν προ­σελθόν­των ψευδο­μαρτύρων ὕστερον δὲ προ­σελθόν­τες δύο
εἶπαν οὗτος ἔφη δύναμαι κατα­λῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ δια­̀ τριῶν ἡμερῶν οἰκοδομῆσαι
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ οὐδὲν ἀπο­κρίνῃ τί οὗτοί σου κατα­μαρτυροῦσιν
ὁ δὲ Ἰησοῦς ἐσιώπα καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ ἐξορκίζω σε κατα­̀ τοῦ θεοῦ τοῦ ζῶν­τος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
λέγει αὐτῷ ὁ Ἰησοῦς σὺ εἶπας πλη­̀ν λέγω ὑμῖν ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπι­̀ τῶν νεφελῶν τοῦ οὐρανοῦ
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν
τί ὑμῖν δοκεῖ οἱ δὲ ἀπο­κριθέν­τες εἶπαν ἔνοχος θανάτου ἐστίν
τότε ἐνέπτυσαν εἰς τὸ προ­́σωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐράπισαν
λέγον­τες προ­φήτευσον ἡμῖν χριστέ τίς ἐστιν ὁ παίσας σε
ὁ δὲ Пέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ καὶ προ­σῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου
ὁ δὲ ἠρνήσατο ἔμπρο­σθεν πάν­των λέγων οὐκ οἶδα τί λέγεις
ἐξελθόν­τα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον
μετὰ μικρὸν δὲ προ­σελθόν­τες οἱ ἑστῶτες εἶπον τῷ Пέτρῳ ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ
τότε ἤρξατο κατα­θεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
καὶ ἐμνήσθη ὁ Пέτρος τοῦ ῥήμα­τος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible