Скрыть
23:1
23:2
23:3
23:7
23:10
23:11
23:15
23:16
23:17
23:18
23:20
23:22
23:24
23:25
23:26
23:28
23:29
23:30
23:31
23:32
23:36
τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
λέγων ἐπι­̀ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι
πάν­τα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε κατα­̀ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε λέγουσιν γὰρ καὶ οὐ ποι­οῦσιν
δεσμεύ­ουσιν δὲ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπι­τιθέασιν ἐπι­̀ τοὺς ὤμους τῶν ἀνθρώπων αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά
πάν­τα δὲ τὰ ἔργα αὐτῶν ποι­οῦσιν προ­̀ς τὸ θεαθῆναι τοῖς ἀνθρώποις πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα
φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συν­αγωγαῖς
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί
ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος πάν­τες δὲ ὑμεῖς ἀδελφοί ἐστε
καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπι­̀ τῆς γῆς εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος
μηδὲ κληθῆτε καθηγηταί ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ Χριστός
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν δια­́κονος
ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθή­σε­ται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθή­σε­ται
14οὐαὶ δὲ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπρο­σθεν τῶν ἀνθρώπων ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχο­μέ­νους ἀφίετε εἰσελθεῖν
13(οὐαὶ δὲ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προ­φάσει μακρὰ προ­σευχόμενοι δια­̀ τοῦτο λήψεσθε περισ­σότερον κρῖμα)
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασ­σαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προ­σήλυτον καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν
οὐαὶ ὑμῖν ὁδηγοὶ τυφλοὶ οἱ λέγον­τες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει
μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν
καί ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ οὐδέν ἐστιν ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει
τυφλοί τί γὰρ μεῖζον τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον
ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ
καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦν­τι αὐτόν
καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι ἀπο­δεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι
ὁδηγοὶ τυφλοί οἱ διϋλίζον­τες τὸν κώνωπα τὴν δὲ κάμηλον κατα­πίνον­τες
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐν­τὸς τοῦ ποτηρίου ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονια­μέ­νοις οἵτινες ἔξωθεν μὲν φαίνον­ται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας
οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας
οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προ­φητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
καὶ λέγετε εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προ­φητῶν
ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάν­των τοὺς προ­φήτας
καὶ ὑμεῖς πλη­ρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν
ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπο­̀ τῆς κρίσεως τῆς γεέννης
δια­̀ τοῦτο ἰδοὺ ἐγὼ ἀπο­στέλλω προ­̀ς ὑμᾶς προ­φήτας καὶ σοφοὺς καὶ γραμματεῖς ἐξ αὐτῶν ἀπο­κτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συν­αγωγαῖς ὑμῶν καὶ διώξετε ἀπο­̀ πόλεως εἰς πόλιν
ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπι­̀ τῆς γῆς ἀπο­̀ τοῦ αἵμα­τος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵμα­τος Ζαχαρίου υἱοῦ Βαραχίου ὃν ἐφονεύ­σατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου
ἀμὴν λέγω ὑμῖν ἥξει ταῦτα πάν­τα ἐπι­̀ τὴν γενεὰν ταύτην
Ἰερουσαλὴμ Ἰερουσαλήμ ἡ ἀπο­κτείνουσα τοὺς προ­φήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ­μέ­νους προ­̀ς αὐτήν ποσάκις ἠθέλησα ἐπι­συν­αγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπι­συν­άγει τὰ νοσ­σία αὐτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος
λέγω γὰρ ὑμῖν οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχό­με­νος ἐν ὀνόματι κυρίου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible