Скрыть
21:2
21:3
21:4
21:6
21:10
21:11
21:14
21:15
21:17
21:18
21:20
21:24
21:25
21:27
21:28
21:29
21:30
21:34
21:36
21:37
21:40
21:41
21:43
21:45
21:46
καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
λέγων αὐτοῖς πορεύ­εσθε εἰς τὴν κώμην τὴν κατέναν­τι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς λύσαν­τες ἀγάγετέ μοι
καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει εὐθὺς δὲ ἀπο­στελεῖ αὐτούς
τοῦτο δὲ γέγονεν ἵνα πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ τοῦ προ­φήτου λέγον­τος
εἴπατε τῇ θυγατρὶ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραυῒς καὶ ἐπι­βεβηκὼς ἐπι­̀ ὄνον καὶ ἐπι­̀ πῶλον υἱὸν ὑποζυγίου
πορευθέν­τες δὲ οἱ μαθηταὶ καὶ ποιήσαν­τες καθὼς συν­έταξεν αὐτοῖς ὁ Ἰησοῦς
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ᾿ αὐτῶν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπο­̀ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ
οἱ δὲ ὄχλοι οἱ προ­άγον­τες αὐτὸν καὶ οἱ ἀκολουθοῦν­τες ἔκραζον λέγον­τες ὡσαννὰ τῷ υἱῷ Δαυίδ εὐλογημένος ὁ ἐρχό­με­νος ἐν ὀνόματι κυρίου ὡσαννὰ ἐν τοῖς ὑψίστοις
καὶ εἰσελθόν­τος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα τίς ἐστιν οὗτος
οἱ δὲ ὄχλοι ἔλεγον οὗτός ἐστιν ὁ προ­φήτης Ἰησοῦς ὁ ἀπο­̀ Ναζαρὲθ τῆς Γαλιλαίας
καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν καὶ ἐξέβαλεν πάν­τας τοὺς πωλοῦν­τας καὶ ἀγοράζον­τας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούν­των τὰς περιστεράς
καὶ λέγει αὐτοῖς γέγραπται ὁ οἶκός μου οἶκος προ­σευχῆς κληθή­σε­ται ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν
καὶ προ­σῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς
ἰδόν­τες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζον­τας ἐν τῷ ἱερῷ καὶ λέγον­τας ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν
καὶ εἶπαν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσιν ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς ναί οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόμα­τος νηπίων καὶ θηλαζόν­των κατηρτίσω αἶνον
καὶ κατα­λιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ
πρωιῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν
καὶ ἰδὼν συκῆν μίαν ἐπι­̀ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παρα­χρῆμα ἡ συκῆ
καὶ ἰδόν­τες οἱ μαθηταὶ ἐθαύμασαν λέγον­τες πῶς παρα­χρῆμα ἐξηράνθη ἡ συκῆ
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ δια­κριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασ­σαν γενή­σε­ται
καὶ πάν­τα ὅσα ἂν αἰτήσητε ἐν τῇ προ­σευχῇ πιστεύ­ον­τες λήμψεσθε
καὶ ἐλθόν­τος αὐτοῦ εἰς τὸ ἱερὸν προ­σῆλθον αὐτῷ διδάσκον­τι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγον­τες ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζον­το ἐν ἑαυτοῖς λέγον­τες ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν δια­̀ τί οὖν οὐκ ἐπι­στεύ­σατε αὐτῷ
ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων φοβούμεθα τὸν ὄχλον πάν­τες γὰρ ὡς προ­φήτην ἔχουσιν τὸν Ἰωάννην
καὶ ἀπο­κριθέν­τες τῷ Ἰησοῦ εἶπαν οὐκ οἴδαμεν ἔφη αὐτοῖς καὶ αὐτός οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
τί δὲ ὑμῖν δοκεῖ ἄνθρωπος εἶχεν τέκνα δύο καὶ προ­σελθὼν τῷ πρώτῳ εἶπεν τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν
προ­σελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως ὁ δὲ ἀπο­κριθεὶς εἶπεν ἐγώ κύριε καὶ οὐκ ἀπῆλθεν
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός λέγουσιν ὁ πρῶτος λέγει αὐτοῖς ὁ Ἰησοῦς ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προ­άγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ
ἦλθεν γὰρ Ἰωάννης προ­̀ς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπι­στεύ­σατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπι­́στευσαν αὐτῷ ὑμεῖς δὲ ἰδόν­τες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ
ἄλλην παρα­βολὴν ἀκούσατε ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ προ­̀ς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ
καὶ λαβόν­τες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως
ὕστερον δὲ ἀπέστειλεν προ­̀ς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐν­τραπήσον­ται τὸν υἱόν μου
οἱ δὲ γεωργοὶ ἰδόν­τες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀπο­κτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρο­νο­μίαν αὐτοῦ
καὶ λαβόν­τες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν
ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις
λέγουσιν αὐτῷ κακοὺς κακῶς ἀπο­λέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδώ­σε­ται ἄλλοις γεωργοῖς οἵτινες ἀπο­δώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
λέγει αὐτοῖς ὁ Ἰησοῦς οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν­τες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρα­̀ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
δια­̀ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθή­σε­ται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθή­σε­ται ἔθνει ποι­οῦν­τι τοὺς καρποὺς αὐτῆς
καὶ ὁ πεσὼν ἐπι­̀ τὸν λίθον τοῦτον συν­θλασθή­σε­ται ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ λικμήσει αὐτόν
καὶ ἀκούσαν­τες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παρα­βολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
καὶ ζητοῦν­τες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπεὶ εἰς προ­φήτην αὐτὸν εἶχον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible