Скрыть
20:2
20:3
20:4
20:5
20:6
20:7
20:8
20:9
20:10
20:11
20:12
20:13
20:14
20:15
20:17
20:21
20:23
20:25
20:26
20:27
20:31
20:32
20:33
20:34
ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωιῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
καὶ ἐκείνοις εἶπεν ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν
οἱ δὲ ἀπῆλθον πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο λέγει αὐτοῖς ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπι­τρόπῳ αὐτοῦ κάλεσον τοὺς ἐργάτας καὶ ἀπό­δος αὐτοῖς τὸν μισθὸν ἀρξά­με­νος ἀπο­̀ τῶν ἐσχάτων ἕως τῶν πρώτων
καὶ ἐλθόν­τες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
καὶ ἐλθόν­τες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψον­ται καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί
λαβόν­τες δὲ ἐγόγγυζον κατα­̀ τοῦ οἰκοδεσπότου
λέγον­τες οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
ὁ δὲ ἀπο­κριθεὶς ἑνὶ αὐτῶν εἶπεν ἑταῖρε οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συν­εφώνησάς μοι
ἆρον τὸ σὸν καὶ ὕπαγε θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί
ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
οὕτως ἔσον­ται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι
καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾿ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς
ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δοθή­σε­ται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ κατα­κρινοῦσιν αὐτὸν θανάτῳ
καὶ παρα­δώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθή­σε­ται
τότε προ­σῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προ­σκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾿ αὐτοῦ
ὁ δὲ εἶπεν αὐτῇ τί θέλεις λέγει αὐτῷ εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτῷ δυνάμεθα
λέγει αὐτοῖς τὸ μὲν ποτήριόν μου πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου
καὶ ἀκούσαν­τες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
ὁ δὲ Ἰησοῦς προ­σκαλεσά­με­νος αὐτοὺς εἶπεν οἴδατε ὅτι οἱ ἄρχον­τες τῶν ἐθνῶν κατα­κυριεύ­ουσιν αὐτῶν καὶ οἱ μεγά­λοι κατεξουσιάζουσιν αὐτῶν
οὐχ οὕτως ἔσται ἐν ὑμῖν ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν δια­́κονος
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν δια­κονηθῆναι ἀλλὰ δια­κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀν­τὶ πολλῶν
καὶ ἐκπορευομένων αὐτῶν ἀπο­̀ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρα­̀ τὴν ὁδόν ἀκούσαν­τες ὅτι Ἰησοῦς παρα­́γει ἔκραξαν λέγον­τες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν οἱ δὲ μεῖζον ἔκραξαν λέγον­τες ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν τί θέλετε ποιήσω ὑμῖν
λέγουσιν αὐτῷ κύριε ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible