Скрыть
15:2
15:3
15:5
15:6
15:7
15:11
15:12
15:15
15:16
15:17
15:20
15:22
15:23
15:25
15:26
15:27
15:28
15:29
15:31
15:33
15:34
15:35
15:36
15:37
15:38
15:39
τότε προ­σέρχον­ται τῷ Ἰησοῦ ἀπο­̀ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγον­τες
δια­̀ τί οἱ μαθηταί σου παρα­βαίνουσιν τὴν παρα­́δοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτον­ται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς δια­̀ τί καὶ ὑμεῖς παρα­βαίνετε τὴν ἐν­τολὴν τοῦ θεοῦ δια­̀ τὴν παρα­́δοσιν ὑμῶν
ὁ γὰρ θεὸς εἶπεν τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω
ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ δια­̀ τὴν παρα­́δοσιν ὑμῶν
ὑποκριταί καλῶς ἐπρο­φήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων
ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ
μάτην δὲ σέβον­ταί με διδάσκον­τες διδασκαλίας ἐν­τάλματα ἀνθρώπων
καὶ προ­σκαλεσά­με­νος τὸν ὄχλον εἶπεν αὐτοῖς ἀκούετε καὶ συνίετε
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόμα­τος τοῦτο κοινοῖ τὸν ἄνθρωπον
τότε προ­σελθόν­τες οἱ μαθηταὶ λέγουσιν αὐτῷ οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαν­τες τὸν λόγον ἐσκανδαλίσθησαν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθή­σε­ται
ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦν­ται
ἀπο­κριθεὶς δὲ ὁ Пέτρος εἶπεν αὐτῷ φράσον ἡμῖν τὴν παρα­βολήν ταύτην
ὁ δὲ εἶπεν ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόμα­τος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον
ἐκ γὰρ τῆς καρδίας ἐξέρχον­ται δια­λογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδο­μαρτυρίαι βλασφημίαι
ταῦτά ἐστιν τὰ κοινοῦν­τα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον
καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπο­̀ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα ἐλέησόν με κύριε υἱὸς Δαυίδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον καὶ προ­σελθόν­τες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγον­τες ἀπό­λυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμῶν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ προ­́βατα τὰ ἀπο­λωλότα οἴκου Ἰσραήλ
ἡ δὲ ἐλθοῦσα προ­σεκύνει αὐτῷ λέγουσα κύριε βοήθει μοι
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
ἡ δὲ εἶπεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπο­̀ τῶν ψιχίων τῶν πιπτόν­των ἀπο­̀ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
τότε ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ ὦ γύναι μεγά­λη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπο­̀ τῆς ὥρας ἐκείνης
καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρα­̀ τὴν θάλασ­σαν τῆς Γαλιλαίας καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ
καὶ προ­σῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχον­τες μεθ᾿ ἑαυτῶν χωλούς τυφλούς κυλλούς κωφούς καὶ ἑτέρους πολλούς καὶ ἔρριψαν αὐτοὺς παρα­̀ τοὺς πόδας αὐτοῦ καὶ ἐθεράπευσεν αὐτούς
ὥστε τὸν ὄχλον θαυμάσαι βλέπον­τας κωφοὺς λαλοῦν­τας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦν­τας καὶ τυφλοὺς βλέπον­τας καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ
ὁ δὲ Ἰησοῦς προ­σκαλεσά­με­νος τοὺς μαθητὰς αὐτοῦ εἶπεν σπλαγχνίζομαι ἐπι­̀ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προ­σ­μέ­νουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπο­λῦσαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ
καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον
καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς πόσους ἄρτους ἔχετε οἱ δὲ εἶπαν ἑπτά καὶ ὀλίγα ἰχθύδια­
καὶ παρα­γγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπι­̀ τὴν γῆν
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις
καὶ ἔφαγον πάν­τες καὶ ἐχορτάσθησαν καὶ τὸ περισ­σεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλή­ρεις
οἱ δὲ ἐσθίον­τες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων
καὶ ἀπο­λύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible