Скрыть
13:1
13:2
13:4
13:5
13:6
13:7
13:8
13:9
13:10
13:11
13:13
13:19
13:20
13:21
13:22
13:23
13:24
13:25
13:26
13:27
13:28
13:29
13:30
13:32
13:36
13:37
13:38
13:40
13:41
13:42
13:44
13:45
13:46
13:47
13:48
13:49
13:50
13:51
13:52
13:53
13:56
13:58
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρα­̀ τὴν θάλασ­σαν
καὶ συν­ήχθησαν προ­̀ς αὐτὸν ὄχλοι πολλοί ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάν­τα καθῆσθαι καὶ πᾶς ὁ ὄχλος ἐπι­̀ τὸν αἰγιαλὸν εἱστήκει
καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παρα­βολαῖς λέγων ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν
καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρα­̀ τὴν ὁδόν καὶ ἐλθόν­τα τὰ πετεινὰ κατέφαγεν αὐτά
ἄλλα δὲ ἔπεσεν ἐπι­̀ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθέως ἐξανέτειλεν δια­̀ τὸ μὴ ἔχειν βάθος γῆς
ἡλίου δὲ ἀνατείλαν­τος ἐκαυματίσθη καὶ δια­̀ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη
ἄλλα δὲ ἔπεσεν ἐπι­̀ τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά
ἄλλα δὲ ἔπεσεν ἐπι­̀ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκον­τα ὃ δὲ τριάκον­τα
ὁ ἔχων ὦτα ἀκουέτω
καὶ προ­σελθόν­τες οἱ μαθηταὶ εἶπαν αὐτῷ δια­̀ τί ἐν παρα­βολαῖς λαλεῖς αὐτοῖς
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐκείνοις δὲ οὐ δέδοται
ὅστις γὰρ ἔχει δοθή­σε­ται αὐτῷ καὶ περισ­σευθή­σε­ται ὅστις δὲ οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθή­σε­ται ἀπ᾿ αὐτοῦ
δια­̀ τοῦτο ἐν παρα­βολαῖς αὐτοῖς λαλῶ ὅτι βλέπον­τες οὐ βλέπουσιν καὶ ἀκούον­τες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν
καὶ ἀναπλη­ροῦται αὐτοῖς ἡ προ­φητεία Ἠσαΐου ἡ λέγουσα ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συν­ῆτε καὶ βλέπον­τες βλέψετε καὶ οὐ μὴ ἴδητε
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συν­ῶσιν καὶ ἐπι­στρέψωσιν καὶ ἰάσομαι αὐτούς
ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν
ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προ­φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
ὑμεῖς οὖν ἀκούσατε τὴν παρα­βολὴν τοῦ σπείραν­τος
παν­τὸς ἀκούον­τος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέν­τος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρα­̀ τὴν ὁδὸν σπαρείς
ὁ δὲ ἐπι­̀ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν
οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ προ­́σκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ δια­̀ τὸν λόγον εὐθὺς σκανδαλίζεται
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται
ὁ δὲ ἐπι­̀ τὴν καλὴν γῆν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν ὃ δὲ ἑξήκον­τα ὃ δὲ τριάκον­τα
ἄλλην παρα­βολὴν παρέθηκεν αὐτοῖς λέγων ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραν­τι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ
ἐν δὲ τῷ καθεύ­δειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν
ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια
προ­σελθόν­τες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει ζιζάνια
ὁ δὲ ἔφη αὐτοῖς ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ θέλεις οὖν ἀπελθόν­τες συλλέξωμεν αὐτά
ὁ δέ φησιν οὔ μήποτε συλλέγον­τες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον
ἄφετε συν­αυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας προ­̀ς τὸ κατα­καῦσαι αὐτά τὸν δὲ σῖτον συν­αγάγετε εἰς τὴν ἀπο­θήκην μου
ἄλλην παρα­βολὴν παρέθηκεν αὐτοῖς λέγων ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ
ὃ μικρότερον μέν ἐστιν πάν­των τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατα­σκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ
ἄλλην παρα­βολὴν ἐλάλησεν αὐτοῖς ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύ­ρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
ταῦτα πάν­τα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παρα­βολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παρα­βολῆς οὐδὲν ἐλάλει αὐτοῖς
ὅπως πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ τοῦ προ­φήτου λέγον­τος ἀνοίξω ἐν παρα­βολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπο­̀ κατα­βολῆς κόσμου
τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν καὶ προ­σῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγον­τες δια­σάφησον ἡμῖν τὴν παρα­βολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου
ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ
ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ δια­́βολος ὁ δὲ θερισμὸς συν­τέλεια αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν
ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατα­καίεται οὕτως ἔσται ἐν τῇ συν­τελείᾳ τοῦ αἰῶνος
ἀπο­στελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάν­τα τὰ σκάνδαλα καὶ τοὺς ποι­οῦν­τας τὴν ἀνομίαν
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ὁ ἔχων ὦτα ἀκουέτω
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπο­̀ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάν­τα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον
πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦν­τι καλοὺς μαργαρίτας
εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάν­τα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν
πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασ­σαν καὶ ἐκ παν­τὸς γένους συν­αγαγούσῃ
ἣν ὅτε ἐπλη­ρώθη ἀναβιβάσαν­τες ἐπι­̀ τὸν αἰγιαλὸν καὶ καθίσαν­τες συν­έλεξαν τὰ καλὰ εἰς ἄγγη τὰ δὲ σαπρὰ ἔξω ἔβαλον
οὕτως ἔσται ἐν τῇ συν­τελείᾳ τοῦ αἰῶνος ἐξελεύ­σον­ται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
συν­ήκατε ταῦτα πάν­τα λέγουσιν αὐτῷ ναί
ὁ δὲ εἶπεν αὐτοῖς δια­̀ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοι­ός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παρα­βολὰς ταύτας μετῆρεν ἐκεῖθεν
καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συν­αγωγῇ αὐτῶν ὥστε ἐκπλή­σ­σεσθαι αὐτοὺς καὶ λέγειν πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις
οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας
καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι προ­̀ς ἡμᾶς εἰσιν πόθεν οὖν τούτῳ ταῦτα πάν­τα
καὶ ἐσκανδαλίζον­το ἐν αὐτῷ ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς οὐκ ἔστιν προ­φήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ
καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς δια­̀ τὴν ἀπιστίαν αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible