Скрыть
12:2
12:3
12:6
12:8
12:10
12:11
12:12
12:13
12:14
12:15
12:16
12:17
12:18
12:19
12:20
12:23
12:26
12:27
12:28
12:29
12:30
12:32
12:33
12:35
12:36
12:44
12:47
12:48
12:49
ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύ­θη ὁ Ἰησοῦς τοῖς σάββασιν δια­̀ τῶν σπορίμων οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαν­το τίλλειν στάχυας καὶ ἐσθίειν
οἱ δὲ Φαρισαῖοι ἰδόν­τες εἶπαν αὐτῷ ἰδοὺ οἱ μαθηταί σου ποι­οῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ
ὁ δὲ εἶπεν αὐτοῖς οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ᾿ αὐτοῦ
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προ­θέσεως ἔφαγον ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾿ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις
ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν
λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε
εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους
κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου
καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συν­αγωγὴν αὐτῶν
καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν καὶ ἐπηρώτησαν αὐτὸν λέγον­τες εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι ἵνα κατηγορήσωσιν αὐτοῦ
ὁ δὲ εἶπεν αὐτοῖς τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει προ­́βατον ἕν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ
πόσῳ οὖν δια­φέρει ἄνθρωπος προ­βάτου ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν
τότε λέγει τῷ ἀνθρώπῳ ἔκτεινόν σου τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη
ἐξελθόν­τες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾿ αὐτοῦ ὅπως αὐτὸν ἀπο­λέσωσιν
ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς πάν­τας
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν
ἵνα πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ Ἠσαΐου τοῦ προ­φήτου λέγον­τος
ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ
οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ
κάλαμον συν­τετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν
καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν
τότε προ­σηνέχθη αὐτῷ δαιμονιζό­με­νος τυφλὸς καὶ κωφός καὶ ἐθεράπευσεν αὐτόν ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν
καὶ ἐξίσταν­το πάν­τες οἱ ὄχλοι καὶ ἔλεγον μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ
οἱ δὲ Φαρισαῖοι ἀκούσαν­τες εἶπον οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχον­τι τῶν δαιμονίων
εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτῆς ἐρημοῦται καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτῆς οὐ σταθή­σε­ται
καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει ἐφ᾿ ἑαυτὸν ἐμερίσθη πῶς οὖν σταθή­σε­ται ἡ βασιλεία αὐτοῦ
καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν δια­̀ τοῦτο αὐτοὶ κριταὶ ἔσον­ται ὑμῶν
εἰ δὲ ἐν πνεύ­ματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύ­η αὐτοῦ ἁρπάσαι ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν καὶ τότε τὴν οἰκίαν αὐτοῦ δια­ρπάσει
ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συν­άγων μετ᾿ ἐμοῦ σκορπίζει
δια­̀ τοῦτο λέγω ὑμῖν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθή­σε­ται τοῖς ἀνθρώποις ἡ δὲ τοῦ πνεύ­μα­τος βλασφημία οὐκ ἀφεθή­σε­ται
καὶ ὃς ἐὰν εἴπῃ λόγον κατα­̀ τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀφεθή­σε­ται αὐτῷ ὃς δ᾿ ἂν εἴπῃ κατα­̀ τοῦ πνεύ­μα­τος τοῦ ἁγίου οὐκ ἀφεθή­σε­ται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλον­τι
ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν ἢ ποιήσατε τὸ δένδρον σαπρο­̀ν καὶ τὸν καρπὸν αὐτοῦ σαπρο­́ν ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται
γεννήματα ἐχιδνῶν πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄν­τες ἐκ γὰρ τοῦ περισ­σεύ­μα­τος τῆς καρδίας τὸ στόμα λαλεῖ
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀπο­δώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως
ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου κατα­δικασθήσῃ
τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγον­τες διδάσκαλε θέλομεν ἀπο­̀ σοῦ σημεῖον ἰδεῖν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπι­ζητεῖ καὶ σημεῖον οὐ δοθή­σε­ται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προ­φήτου
ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
ἄνδρες Νινευῖται ἀναστήσον­ται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατα­κρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε
βασίλισ­σα νότου ἐγερθή­σε­ται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατα­κρινεῖ αὐτήν ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε
ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπο­̀ τοῦ ἀνθρώπου διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει
τότε λέγει εἰς τὸν οἶκόν μου ἐπι­στρέψω ὅθεν ἐξῆλθον καὶ ἐλθὸν εὑρίσκει σχολάζον­τα σεσαρωμένον καὶ κεκοσμημένον
τότε πορεύ­εται καὶ παρα­λαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύ­ματα πονηρότερα ἑαυτοῦ καὶ εἰσελθόν­τα κατοικεῖ ἐκεῖ καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ
ἔτι αὐτοῦ λαλοῦν­τος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦν­τες αὐτῷ λαλῆσαι
εἶπεν δέ τις αὐτῷ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦν­τές σοι λαλῆσαι
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν τῷ λέγον­τι αὐτῷ τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου
καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπι­̀ τοὺς μαθητὰς αὐτοῦ εἶπεν ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible