Скрыть
11:1
11:4
11:6
11:7
11:8
11:9
11:11
11:13
11:15
11:17
11:18
11:20
11:22
11:23
11:24
11:26
11:28
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς δια­τάσ­σων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσ­σειν ἐν ταῖς πόλεσιν αὐτῶν
ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας δια­̀ τῶν μαθητῶν αὐτοῦ
εἶπεν αὐτῷ σὺ εἶ ὁ ἐρχό­με­νος ἢ ἕτερον προ­σδοκῶμεν
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς πορευθέν­τες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν λεπρο­ὶ καθαρίζον­ται καὶ κωφοὶ ἀκούουσιν καὶ νεκροὶ ἐγείρον­ται καὶ πτωχοὶ εὐαγγελίζον­ται
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦν­τες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν προ­φήτην ναί λέγω ὑμῖν καὶ περισ­σότερον προ­φήτου
οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδοὺ ἐγὼ ἀπο­στέλλω τὸν ἄγγελόν μου προ­̀ προ­σώπου σου ὃς κατα­σκευάσει τὴν ὁδόν σου ἔμπρο­σθέν σου
ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν
ἀπο­̀ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
πάν­τες γὰρ οἱ προ­φῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπρο­φήτευσαν
καὶ εἰ θέλετε δέξασθαι αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι
ὁ ἔχων ὦτα ἀκουέτω
τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ὁμοία ἐστὶν παιδίοις καθη­μέ­νοις ἐν ταῖς ἀγοραῖς ἃ προ­σφωνοῦν­τα τοῖς ἑτέροις
λέγουσιν ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε
ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων καὶ λέγουσιν δαιμόνιον ἔχει
ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης τελωνῶν φίλος καὶ ἁμαρτωλῶν καὶ ἐδικαιώθη ἡ σοφία ἀπο­̀ τῶν ἔργων αὐτῆς
τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένον­το αἱ πλεῖσται δυνάμεις αὐτοῦ ὅτι οὐ μετενόησαν
οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένον­το αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν
πλη­̀ν λέγω ὑμῖν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν
καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ἕως ᾅδου κατα­βήσῃ ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ἔμεινεν ἂν μέχρι τῆς σήμερον
πλη­̀ν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί
ἐν ἐκείνῳ τῷ καιρῷ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἔκρυψας ταῦτα ἀπο­̀ σοφῶν καὶ συν­ετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπρο­σθέν σου
πάν­τα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς ἐπι­γινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ οὐδὲ τὸν πατέρα τις ἐπι­γινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀπο­καλύψαι
δεῦτε προ­́ς με πάν­τες οἱ κοπιῶν­τες καὶ πεφορτισ­μέ­νοι κἀγὼ ἀναπαύσω ὑμᾶς
ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible