Скрыть
8:2
8:3
8:4
8:5
8:6
8:7
8:8
8:9
8:12
8:13
8:14
8:16
8:17
8:19
8:20
8:21
8:22
8:23
8:24
8:25
8:26
8:28
8:30
8:32
8:33
8:35
8:36
ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄν­τος καὶ μὴ ἐχόν­των τί φάγωσιν προ­σκαλεσά­με­νος τοὺς μαθητὰς λέγει αὐτοῖς
σπλαγχνίζομαι ἐπι­̀ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προ­σ­μέ­νουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν
καὶ ἐὰν ἀπο­λύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν ἐκλυθήσον­ται ἐν τῇ ὁδῷ καί τινες αὐτῶν ἀπο­̀ μακρόθεν ἥκασιν
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι πόθεν τούτους δυνή­σε­ταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας
καὶ ἠρώτα αὐτούς πόσους ἔχετε ἄρτους οἱ δὲ εἶπαν ἑπτά
καὶ παρα­γγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπι­̀ τῆς γῆς καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρα­τιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ
καὶ εἶχον ἰχθύδια­ ὀλίγα καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρα­τιθέναι
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν καὶ ἦραν περισ­σεύ­ματα κλασμάτων ἑπτὰ σπυρίδας
ἦσαν δὲ ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς
καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά
καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαν­το συζητεῖν αὐτῷ ζητοῦν­τες παρ᾿ αὐτοῦ σημεῖον ἀπο­̀ τοῦ οὐρανοῦ πειράζον­τες αὐτόν
καὶ ἀναστενάξας τῷ πνεύ­ματι αὐτοῦ λέγει τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον ἀμὴν λέγω ὑμῖν εἰ δοθή­σε­ται τῇ γενεᾷ ταύτῃ σημεῖον
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν
καὶ ἐπελάθον­το λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ
καὶ διεστέλλετο αὐτοῖς λέγων ὁρᾶτε βλέπετε ἀπο­̀ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου
καὶ διελογίζον­το προ­̀ς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν
καὶ γνοὺς λέγει αὐτοῖς τί δια­λογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοεῖτε οὐδὲ συνίετε πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν
ὀφθαλμοὺς ἔχον­τες οὐ βλέπετε καὶ ὦτα ἔχον­τες οὐκ ἀκούετε καὶ οὐ μνημονεύ­ετε
ὅτε τοὺς πέν­τε ἄρτους ἔκλασα εἰς τοὺς πεν­τακισχιλίους πόσους κοφίνους κλασμάτων πλή­ρεις ἤρατε λέγουσιν αὐτῷ δώδεκα
ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πλη­ρώματα κλασμάτων ἤρατε καὶ λέγουσιν αὐτῷ ἑπτά
καὶ ἔλεγεν αὐτοῖς οὔπω συνίετε
καὶ ἔρχον­ται εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρα­καλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται
καὶ ἐπι­λαβό­με­νος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ ἐπι­θεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν εἴ τι βλέπεις
καὶ ἀναβλέψας ἔλεγεν βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦν­τας
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπι­̀ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαν­τα
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι
οἱ δὲ εἶπαν αὐτῷ λέγον­τες ὅτι Ἰωάννην τὸν βαπτιστήν καὶ ἄλλοι Ἠλίαν ἄλλοι δὲ ὅτι εἷς τῶν προ­φητῶν
καὶ αὐτὸς ἐπηρώτα αὐτούς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ἀπο­κριθεὶς ὁ Пέτρος λέγει αὐτῷ σὺ εἶ ὁ Χριστός
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ
καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀπο­δοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀπο­κτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει καὶ προ­σλαβό­με­νος ὁ Пέτρος αὐτὸν ἤρξατο ἐπι­τιμᾶν αὐτῷ
ὁ δὲ ἐπι­στραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Пέτρῳ καὶ λέγει ὕπαγε ὀπίσω μου Σατανᾶ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων
καὶ προ­σκαλεσά­με­νος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπο­λέσει αὐτήν ὃς δ᾿ ἂν ἀπο­λέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν
τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ
τί γὰρ δοῖ ἄνθρωπος ἀν­τάλλαγμα τῆς ψυχῆς αὐτοῦ
ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθή­σε­ται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible