Скрыть
4:2
4:3
4:4
4:6
4:7
4:8
4:11
4:12
4:13
4:14
4:15
4:16
4:17
4:18
4:19
4:21
4:23
4:25
4:26
4:27
4:28
4:29
4:30
4:31
4:32
4:33
4:34
4:36
4:37
4:38
4:39
4:40
4:41
4:42
4:45
4:47
4:48
4:49
4:50
4:51
4:52
4:53
4:54
ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης
καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ
ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν
ἔδει δὲ αὐτὸν διέρχεσθαι δια­̀ τῆς Σαμαρείας
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλη­σίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπι­̀ τῇ πηγῇ ὥρα ἦν ὡς ἕκτη
ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀν­τλῆσαι ὕδωρ λέγει αὐτῇ ὁ Ἰησοῦς δός μοι πεῖν
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις πῶς σὺ Ἰουδαῖος ὢν παρ᾿ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης οὐ γὰρ συγχρῶν­ται Ἰουδαῖοι Σαμαρίταις
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι δός μοι πεῖν σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν
λέγει αὐτῷ ἡ γυνή κύριε οὔτε ἄν­τλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ πᾶς ὁ πίνων ἐκ τοῦ ὕδα­τος τούτου διψήσει πάλιν
ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδα­τος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενή­σε­ται ἐν αὐτῷ πηγὴ ὕδα­τος ἁλλο­μέ­νου εἰς ζωὴν αἰώνιον
λέγει προ­̀ς αὐτὸν ἡ γυνή κύριε δός μοι τοῦτο τὸ ὕδωρ ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀν­τλεῖν
λέγει αὐτῇ ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ οὐκ ἔχω ἄνδρα λέγει αὐτῇ ὁ Ἰησοῦς καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω
πέν­τε γὰρ ἄνδρας ἔσχες καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ τοῦτο ἀληθὲς εἴρηκας
λέγει αὐτῷ ἡ γυνή κύριε θεωρῶ ὅτι προ­φήτης εἶ σύ
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προ­σεκύνησαν καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προ­σκυνεῖν δεῖ
λέγει αὐτῇ ὁ Ἰησοῦς πίστευέ μοι γύναι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προ­σκυνήσετε τῷ πατρί
ὑμεῖς προ­σκυνεῖτε ὃ οὐκ οἴδατε ἡμεῖς προ­σκυνοῦμεν ὃ οἴδαμεν ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ ἀληθινοὶ προ­σκυνηταὶ προ­σκυνήσουσιν τῷ πατρὶ ἐν πνεύ­ματι καὶ ἀληθείᾳ καὶ γὰρ ὁ πατὴρ τοι­ούτους ζητεῖ τοὺς προ­σκυνοῦν­τας αὐτόν
πνεῦμα ὁ θεός καὶ τοὺς προ­σκυνοῦν­τας αὐτὸν ἐν πνεύ­ματι καὶ ἀληθείᾳ δεῖ προ­σκυνεῖν
λέγει αὐτῷ ἡ γυνή οἶδα ὅτι Μεσ­σίας ἔρχεται ὁ λεγό­με­νος Χριστός ὅταν ἔλθῃ ἐκεῖνος ἀναγγελεῖ ἡμῖν ἅπαν­τα
λέγει αὐτῇ ὁ Ἰησοῦς ἐγώ εἰμι ὁ λαλῶν σοι
καὶ ἐπι­̀ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει οὐδεὶς μέν­τοι εἶπεν τί ζητεῖς ἤ τί λαλεῖς μετ᾿ αὐτῆς
ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις
δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάν­τα ὅσα ἐποίησα μήτι οὗτός ἐστιν ὁ Χριστός
ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχον­το προ­̀ς αὐτόν
ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγον­τες ῥαββί φάγε
ὁ δὲ εἶπεν αὐτοῖς ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε
ἔλεγον οὖν οἱ μαθηταὶ προ­̀ς ἀλλήλους μή τις ἤνεγκεν αὐτῷ φαγεῖν
λέγει αὐτοῖς ὁ Ἰησοῦς ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαν­τός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον
οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν προ­̀ς θερισμόν ἤδη
ὁ θερίζων μισθὸν λαμβάνει καὶ συν­άγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε
ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπι­́στευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν δια­̀ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάν­τα ἃ ἐποίησα
ὡς οὖν ἦλθον προ­̀ς αὐτὸν οἱ Σαμαρῖται ἠρώτων αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας
καὶ πολλῷ πλείους ἐπι­́στευσαν δια­̀ τὸν λόγον αὐτοῦ
τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι δια­̀ τὴν σὴν λαλιὰν πιστεύ­ομεν αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου
μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν
αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προ­φήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν ἐδέξαν­το αὐτὸν οἱ Γαλιλαῖοι πάν­τα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν
ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ
οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν προ­̀ς αὐτὸν καὶ ἠρώτα ἵνα κατα­βῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν ἤμελλεν γὰρ ἀπο­θνῄσκειν
εἶπεν οὖν ὁ Ἰησοῦς προ­̀ς αὐτόν ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε οὐ μὴ πιστεύ­σητε
λέγει προ­̀ς αὐτὸν ὁ βασιλικός κύριε κατα­́βηθι πρὶν ἀπο­θανεῖν τὸ παιδίον μου
λέγει αὐτῷ ὁ Ἰησοῦς πορεύ­ου ὁ υἱός σου ζῇ ἐπι­́στευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύ­ετο
ἤδη δὲ αὐτοῦ κατα­βαίνον­τος οἱ δοῦλοι αὐτοῦ ὑπήν­τησαν αὐτῷ λέγον­τες ὅτι ὁ παῖς αὐτοῦ ζῇ
ἐπύθετο οὖν τὴν ὥραν παρ᾿ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν εἶπαν οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός
ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὁ υἱός σου ζῇ καὶ ἐπι­́στευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη
τοῦτο δὲ πάλιν δεύ­τερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible