Скрыть
12:3
12:4
12:5
12:7
12:9
12:10
12:11
12:12
12:14
12:16
12:17
12:18
12:19
12:20
12:21
12:22
12:23
12:24
12:28
12:29
12:30
12:33
12:35
12:36
12:37
12:39
12:41
12:42
12:44
12:45
12:50
ὁ οὖν Ἰησοῦς προ­̀ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ καὶ ἡ Μάρθα διηκόνει ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ
ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ ἡ δὲ οἰκία ἐπλη­ρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου
λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ὁ μέλλων αὐτὸν παρα­διδόναι
δια­̀ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς
εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ᾿ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσ­σόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν
εἶπεν οὖν ὁ Ἰησοῦς ἄφες αὐτήν ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐν­ταφιασμοῦ μου τηρήσῃ αὐτό
τοὺς πτωχοὺς γὰρ πάν­τοτε ἔχετε μεθ᾿ ἑαυτῶν ἐμὲ δὲ οὐ πάν­τοτε ἔχετε
ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ δια­̀ τὸν Ἰησοῦν μόνον ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν
ἐβουλεύ­σαν­το δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο­κτείνωσιν
ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπι­́στευον εἰς τὸν Ἰησοῦν
τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαν­τες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα
ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάν­τησιν αὐτῷ καὶ ἐκραύγαζον ὡσαννά εὐλογημένος ὁ ἐρχό­με­νος ἐν ὀνόματι κυρίου καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ
εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾿ αὐτό καθώς ἐστιν γεγραμμένον
μὴ φοβοῦ θυγάτηρ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθή­με­νος ἐπι­̀ πῶλον ὄνου
ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον ἀλλ᾿ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ
ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
δια­̀ τοῦτο καὶ ὑπήν­τησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον
οἱ οὖν Φαρισαῖοι εἶπαν προ­̀ς ἑαυτούς θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν
ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόν­των ἵνα προ­σκυνήσωσιν ἐν τῇ ἑορτῇ
οὗτοι οὖν προ­σῆλθον Φιλίππῳ τῷ ἀπο­̀ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγον­τες κύριε θέλομεν τὸν Ἰησοῦν ἰδεῖν
ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ
ὁ δὲ Ἰησοῦς ἀπο­κρίνεται αὐτοῖς λέγων ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀπο­θάνῃ αὐτὸς μόνος μένει ἐὰν δὲ ἀπο­θάνῃ πολὺν καρπὸν φέρει
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπο­λλύει αὐτήν καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν
ἐὰν ἐμοί τις δια­κονῇ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ δια­́κονος ὁ ἐμὸς ἔσται ἐάν τις ἐμοὶ δια­κονῇ τιμήσει αὐτὸν ὁ πατήρ
νῦν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἀλλὰ δια­̀ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην
πάτερ δόξασόν σου τὸ ὄνομα ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω
ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βρον­τὴν γεγονέναι ἄλλοι ἔλεγον ἄγγελος αὐτῷ λελάληκεν
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν οὐ δι᾿ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾿ ὑμᾶς
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθή­σε­ται ἔξω
κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάν­τας ἑλκύσω προ­̀ς ἐμαυτόν
τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀπο­θνῄσκειν
ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν περιπατεῖτε ὡς τὸ φῶς ἔχετε ἵνα μὴ σκοτία ὑμᾶς κατα­λάβῃ καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει
ὡς τὸ φῶς ἔχετε πιστεύ­ετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν
τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπρο­σθεν αὐτῶν οὐκ ἐπι­́στευον εἰς αὐτόν
ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προ­φήτου πλη­ρωθῇ ὃν εἶπεν κύριε τίς ἐπι­́στευσεν τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη
δια­̀ τοῦτο οὐκ ἠδύναν­το πιστεύ­ειν ὅτι πάλιν εἶπεν Ἠσαΐας
τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς
ταῦτα εἶπεν Ἠσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ
ὅμως μέν­τοι καὶ ἐκ τῶν ἀρχόν­των πολλοὶ ἐπι­́στευσαν εἰς αὐτόν ἀλλὰ δια­̀ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀπο­συν­άγωγοι γένων­ται
ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ
Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν ὁ πιστεύ­ων εἰς ἐμὲ οὐ πιστεύ­ει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαν­τά με
καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαν­τά με
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς ὁ πιστεύ­ων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον
ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνον­τα αὐτόν ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ
ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα ἀλλ᾿ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐν­τολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω
καὶ οἶδα ὅτι ἡ ἐν­τολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν ἃ οὖν ἐγὼ λαλῶ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλῶ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible