Скрыть
10:1
10:2
10:3
10:4
10:5
10:6
10:7
10:10
10:12
10:13
10:15
10:19
10:21
10:23
10:24
10:27
10:28
10:30
10:32
10:33
10:35
10:37
10:39
10:42
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ μὴ εἰσερχό­με­νος δια­̀ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προ­βάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής
ὁ δὲ εἰσερχό­με­νος δια­̀ τῆς θύρας ποιμήν ἐστιν τῶν προ­βάτων
τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ προ­́βατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια­ προ­́βατα φωνεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά
ὅταν τὰ ἴδια­ πάν­τα ἐκβάλῃ ἔμπρο­σθεν αὐτῶν πορεύ­εται καὶ τὰ προ­́βατα αὐτῷ ἀκολουθεῖ ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξον­ται ἀπ᾿ αὐτοῦ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν
ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς
εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προ­βάτων
πάν­τες ὅσοι ἦλθον προ­̀ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ προ­́βατα
ἐγώ εἰμι ἡ θύρα δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθή­σε­ται καὶ εἰσελεύ­­σε­ται καὶ ἐξελεύ­­σε­ται καὶ νομὴν εὑρήσει
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπο­λέσῃ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισ­σὸν ἔχωσιν
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προ­βάτων
ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν οὗ οὐκ ἔστιν τὰ προ­́βατα ἴδια­ θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ προ­́βατα καὶ φεύ­γει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει
ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προ­βάτων
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά
καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προ­βάτων
καὶ ἄλλα προ­́βατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσον­ται μία ποίμνη εἷς ποιμήν
δια­̀ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν
οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν ταύτην τὴν ἐν­τολὴν ἔλαβον παρα­̀ τοῦ πατρός μου
σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις δια­̀ τοὺς λόγους τούτους
ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτοῦ ἀκούετε
ἄλλοι ἔλεγον ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζο­μέ­νου μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι
ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις χειμὼν ἦν
καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος
ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ ὁ Χριστός εἰπὲ ἡμῖν παρρησίᾳ
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς εἶπον ὑμῖν καὶ οὐ πιστεύ­ετε τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ
ἀλλὰ ὑμεῖς οὐ πιστεύ­ετε ὅτι οὐκ ἐστὲ ἐκ τῶν προ­βάτων τῶν ἐμῶν
τὰ προ­́βατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν κἀγὼ γινώσκω αὐτά καὶ ἀκολουθοῦσίν μοι
κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον καὶ οὐ μὴ ἀπό­λων­ται εἰς τὸν αἰῶνα καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου
ὁ πατήρ μου ὃ δέδωκέν μοι πάν­των μεῖζόν ἐστιν καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός
ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός δια­̀ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι ἐγὼ εἶπα θεοί ἐστε
εἰ ἐκείνους εἶπεν θεοὺς προ­̀ς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο καὶ οὐ δύναται λυθῆναι ἡ γραφή
ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον υἱὸς τοῦ θεοῦ εἰμι
εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύ­ετέ μοι
εἰ δὲ ποιῶ κἂν ἐμοὶ μὴ πιστεύ­ητε τοῖς ἔργοις πιστεύ­ετε ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί
ἐζήτουν οὖν αὐτὸν πάλιν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν
καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ
καὶ πολλοὶ ἦλθον προ­̀ς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν πάν­τα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν
καὶ πολλοὶ ἐπι­́στευσαν εἰς αὐτὸν ἐκεῖ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible