Скрыть
11:2
11:6
11:9
11:14
11:15
11:19
11:25
11:26
11:40
ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι
πίστει πλείονα θυσίαν Ἅβελ παρα­̀ Κάϊν προ­σήνεγκεν τῷ θεῷ δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος μαρτυροῦν­τος ἐπι­̀ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ καὶ δι᾿ αὐτῆς ἀπο­θανὼν ἔτι λαλεῖ
πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός προ­̀ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι πιστεῦσαι γὰρ δεῖ τὸν προ­σερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται
πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύ­ασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι᾿ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατα­̀ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος
πίστει καλού­με­νος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρο­νο­μίαν καὶ ἐξῆλθεν μὴ ἐπι­στά­με­νος ποῦ ἔρχεται
πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός
πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναμιν εἰς κατα­βολὴν σπέρμα­τος ἔλαβεν καὶ παρα­̀ καιρὸν ἡλικίας ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον
διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν καὶ ταῦτα νενεκρω­μέ­νου καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλή­θει καὶ ὡς ἡ ἄμμος ἡ παρα­̀ τὸ χεῖλος τῆς θαλάσ­σης ἡ ἀναρίθμητος
κατα­̀ πίστιν ἀπέθανον οὗτοι πάν­τες μὴ λαβόν­τες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόν­τες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαν­τες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπι­̀ τῆς γῆς
οἱ γὰρ τοιαῦτα λέγον­τες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπι­ζητοῦσιν
καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξέβησαν εἶχον ἂν καιρὸν ἀνακάμψαι
νῦν δὲ κρείττονος ὀρέγον­ται τοῦτ᾿ ἔστιν ἐπουρανίου διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπι­καλεῖσθαι αὐτῶν ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν
πίστει προ­σενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζό­με­νος καὶ τὸν μονογενῆ προ­σέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξά­με­νος
προ­̀ς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθή­σε­ταί σοι σπέρμα
λογισά­με­νος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός ὅθεν αὐτὸν καὶ ἐν παρα­βολῇ ἐκομίσατο
πίστει καὶ περὶ μελλόν­των εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ
πίστει Ἰακὼβ ἀπο­θνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προ­σεκύνησεν ἐπι­̀ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ
πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο
πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ δια­́ταγμα τοῦ βασιλέως
πίστει Μωϋσῆς μέγας γενό­με­νος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ
μᾶλλον ἑλό­με­νος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ προ­́σκαιρον ἔχειν ἁμαρτίας ἀπό­λαυσιν
μείζονα πλοῦτον ἡγησά­με­νος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν
πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν
πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν προ­́σχυσιν τοῦ αἵμα­τος ἵνα μὴ ὁ ὀλοθρεύ­ων τὰ πρωτότοκα θίγῃ αὐτῶν
πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασ­σαν ὡς δια­̀ ξηρᾶς γῆς ἧς πεῖραν λαβόν­τες οἱ Αἰγύπτιοι κατεπόθησαν
πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέν­τα ἐπι­̀ ἑπτὰ ἡμέρας
πίστει Ῥαὰβ ἡ πόρνη οὐ συν­απώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατα­σκόπους μετ᾿ εἰρήνης
καὶ τί ἔτι λέγω ἐπι­λείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών Βαράκ Σαμψών Ἰεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προ­φητῶν
οἳ δια­̀ πίστεως κατηγωνίσαν­το βασιλείας εἰργάσαν­το δικαιοσύνην ἐπέτυχον ἐπαγγελιῶν ἔφραξαν στόματα λεόν­των
ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπο­̀ ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προ­σδεξάμενοι τὴν ἀπο­λύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον ἔτι δὲ δεσμῶν καὶ φυλακῆς
ἐλιθάσθησαν ἐπρίσθησαν ἐν φόνῳ μαχαίρης ἀπέθανον περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ἐπι­̀ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς
καὶ οὗτοι πάν­τες μαρτυρηθέν­τες δια­̀ τῆς πίστεως οὐκ ἐκομίσαν­το τὴν ἐπαγγελίαν
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προ­βλεψα­μέ­νου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible