Скрыть
15:2
15:3
15:4
15:5
15:6
15:12
15:13
15:14
15:15
15:16
15:18
15:19
15:21
15:22
15:23
15:24
15:25
15:26
15:27
15:28
15:29
15:30
15:31
15:33
15:35
15:36
15:39
15:40
καί τινες κατελθόν­τες ἀπο­̀ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως οὐ δύνασθε σωθῆναι
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Пαύλῳ καὶ τῷ Βαρναβᾷ προ­̀ς αὐτοὺς ἔταξαν ἀναβαίνειν Пαῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν προ­̀ς τοὺς ἀπο­στόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήμα­τος τούτου
οἱ μὲν οὖν προ­πεμφθέν­τες ὑπὸ τῆς ἐκκλησίας διήρχον­το τήν τε φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπι­στροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγά­λην πᾶσιν τοῖς ἀδελφοῖς
παρα­γενόμενοι δὲ εἰς Ἰερουσαλὴμ παρεδέχθησαν ἀπο­̀ τῆς ἐκκλησίας καὶ τῶν ἀπο­στόλων καὶ τῶν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾿ αὐτῶν
ἐξανέστησαν δέ τινες τῶν ἀπο­̀ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγον­τες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παρα­γγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως
συν­ήχθησάν τε οἱ ἀπό­στολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου
πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Пέτρος εἶπεν προ­̀ς αὐτούς ἄνδρες ἀδελφοί ὑμεῖς ἐπι­́στασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς δια­̀ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι
καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
νῦν οὖν τί πειράζετε τὸν θεόν ἐπι­θεῖναι ζυγὸν ἐπι­̀ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι
ἀλλὰ δια­̀ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύ­ομεν σωθῆναι καθ᾿ ὃν τρόπον κἀκεῖνοι
ἐσίγησεν δὲ πᾶν τὸ πλῆ­θος καὶ ἤκουον Βαρναβᾶ καὶ Пαύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν
μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων ἄνδρες ἀδελφοί ἀκούσατέ μου
συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ
καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προ­φητῶν καθὼς γέγραπται
μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατα­́λοιποι τῶν ἀνθρώπων τὸν κύριον καὶ πάν­τα τὰ ἔθνη ἐφ᾿ οὓς ἐπι­κέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς λέγει κύριος ποιῶν ταῦτα
γνωστὰ ἀπ᾿ αἰῶνος
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπο­̀ τῶν ἐθνῶν ἐπι­στρέφουσιν ἐπι­̀ τὸν θεόν
ἀλλὰ ἐπι­στεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵμα­τος
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατα­̀ πόλιν τοὺς κηρύσ­σον­τας αὐτὸν ἔχει ἐν ταῖς συν­αγωγαῖς κατα­̀ πᾶν σάββατον ἀναγινωσκό­με­νος
τότε ἔδοξε τοῖς ἀπο­στόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξα­μέ­νους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀν­τιόχειαν σὺν τῷ Пαύλῳ καὶ Βαρναβᾷ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν ἄνδρας ἡγου­μέ­νους ἐν τοῖς ἀδελφοῖς
γράψαν­τες δια­̀ χειρὸς αὐτῶν οἱ ἀπό­στολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατα­̀ τὴν Ἀν­τιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν
ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόν­τες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζον­τες τὰς ψυχὰς ὑμῶν οἷς οὐ διεστειλάμεθα
ἔδοξεν ἡμῖν γενο­μέ­νοις ὁμοθυμαδὸν ἐκλεξα­μέ­νοις ἄνδρας πέμψαι προ­̀ς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Пαύλῳ
ἀνθρώποις παρα­δεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόμα­τος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς δια­̀ λόγου ἀπαγγέλλον­τας τὰ αὐτά
ἔδοξεν γὰρ τῷ πνεύ­ματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπι­τίθεσθαι ὑμῖν βάρος πλη­̀ν τούτων τῶν ἐπάναγκες
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵμα­τος καὶ πνικτῶν καὶ πορνείας ἐξ ὧν δια­τηροῦν­τες ἑαυτοὺς εὖ πράξετε ἔρρωσθε
οἱ μὲν οὖν ἀπο­λυθέν­τες κατῆλθον εἰς Ἀν­τιόχειαν καὶ συν­αγαγόν­τες τὸ πλῆ­θος ἐπέδωκαν τὴν ἐπι­στολήν
ἀναγνόν­τες δὲ ἐχάρησαν ἐπι­̀ τῇ παρα­κλήσει
Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προ­φῆται ὄν­τες δια­̀ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
ποιήσαν­τες δὲ χρόνον ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπο­̀ τῶν ἀδελφῶν προ­̀ς τοὺς ἀπο­στείλαν­τας αὐτούς
Пαῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀν­τιοχείᾳ διδάσκον­τες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου
μετὰ δέ τινας ἡμέρας εἶπεν προ­̀ς Βαρναβᾶν Пαῦλος ἐπι­στρέψαν­τες δὴ ἐπι­σκεψώμεθα τοὺς ἀδελφοὺς κατα­̀ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου πῶς ἔχουσιν
Βαρναβᾶς δὲ ἐβούλετο συμπαρα­λαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον
Пαῦλος δὲ ἠξίου τὸν ἀπο­στάν­τα ἀπ᾿ αὐτῶν ἀπο­̀ Пαμφυλίας καὶ μὴ συν­ελθόν­τα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαρα­λαμβάνειν τοῦτον
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀπο­χωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων τόν τε Βαρναβᾶν παρα­λαβόν­τα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρο­ν
Пαῦλος δὲ ἐπι­λεξά­με­νος Σιλᾶν ἐξῆλθεν παρα­δοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν
διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπι­στηρίζων τὰς ἐκκλησίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible