Скрыть
11:4
11:5
11:6
11:9
11:10
11:11
11:12
11:13
11:14
11:15
11:16
11:17
11:20
11:21
11:22
11:24
11:25
11:26
11:29
11:30
11:32
11:33
11:34
μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ
ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάν­τα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παρα­δόσεις κατέχετε
θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παν­τὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός
πᾶς ἀνὴρ προ­σευχό­με­νος ἢ προ­φητεύ­ων κατα­̀ κεφαλῆς ἔχων κατα­ισχύνει τὴν κεφαλὴν αὐτοῦ
πᾶσα δὲ γυνὴ προ­σευχομένη ἢ προ­φητεύ­ουσα ἀκατα­καλύπτῳ τῇ κεφαλῇ κατα­ισχύνει τὴν κεφαλὴν αὐτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ
εἰ γὰρ οὐ κατα­καλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι κατα­καλυπτέσθω
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατα­καλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ δια­̀ τὴν γυναῖκα ἀλλὰ γυνὴ δια­̀ τὸν ἄνδρα
δια­̀ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπι­̀ τῆς κεφαλῆς δια­̀ τοὺς ἀγγέλους
πλη­̀ν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ
ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός οὕτως καὶ ὁ ἀνὴρ δια­̀ τῆς γυναικός τὰ δὲ πάν­τα ἐκ τοῦ θεοῦ
ἐν ὑμῖν αὐτοῖς κρίνατε πρέπον ἐστὶν γυναῖκα ἀκατα­κάλυπτον τῷ θεῷ προ­σεύ­χεσθαι
οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν
γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν ὅτι ἡ κόμη ἀν­τὶ περιβολαίου δέδοται αὐτῇ
εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ἡμεῖς τοιαύτην συν­ήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ
τοῦτο δὲ παρα­γγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσ­σον ἀλλὰ εἰς τὸ ἧσ­σον συν­έρχεσθε
πρῶτον μὲν γὰρ συν­ερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν καὶ μέρος τι πιστεύ­ω
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένων­ται ἐν ὑμῖν
συν­ερχομένων οὖν ὑμῶν ἐπι­̀ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν
ἕκασ­τος γὰρ τὸ ἴδιον δεῖπνον προ­λαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ ὃς δὲ μεθύει
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ κατα­φρονεῖτε καὶ κατα­ισχύνετε τοὺς μὴ ἔχον­τας τί εἴπω ὑμῖν ἐπαινέσω ὑμᾶς ἐν τούτῳ οὐκ ἐπαινῶ
ἐγὼ γὰρ παρέλαβον ἀπο­̀ τοῦ κυρίου ὃ καὶ παρέδωκα ὑμῖν ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον
καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων τοῦτο τὸ ποτήριον ἡ καινὴ δια­θήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι τοῦτο ποιεῖτε ὁσάκις ἐὰν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν
ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε τὸν θάνατον τοῦ κυρίου κατα­γγέλλετε ἄχρις οὗ ἔλθῃ
ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώμα­τος καὶ τοῦ αἵμα­τος τοῦ κυρίου
δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω
ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ δια­κρίνων τὸ σῶμα
δια­̀ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶν­ται ἱκανοί
εἰ δὲ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα
κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατα­κριθῶμεν
ὥστε ἀδελφοί μου συν­ερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε
εἴ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συν­έρχησθε τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω δια­τάξομαι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible