Скрыть
10:2
10:14
10:22
10:25
10:27
10:29
10:32
οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάν­τες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάν­τες δια­̀ τῆς θαλάσ­σης διῆλθον
καὶ πάν­τες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσ­σῃ
καὶ πάν­τες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
καὶ πάν­τες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἦν ὁ Χριστός
ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ
ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπι­θυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν
μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν
μηδὲ πορνεύ­ωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες
μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυν­το
μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλον­το ὑπὸ τοῦ ὀλοθρευτοῦ
ταῦτα δὲ τυπικῶς συν­έβαινεν ἐκείνοις ἐγράφη δὲ προ­̀ς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν­τηκεν
ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ
πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστὸς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν
διόπερ ἀγαπητοί μου φεύ­γετε ἀπο­̀ τῆς εἰδωλολατρίας
ὡς φρονίμοις λέγω κρίνατε ὑμεῖς ὅ φημι
τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵμα­τος τοῦ Χριστοῦ τὸν ἄρτον ὃν κλῶμεν οὐχὶ κοινωνία τοῦ σώμα­τος τοῦ Χριστοῦ ἐστιν
ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάν­τες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν
βλέπετε τὸν Ἰσραὴλ κατα­̀ σάρκα οὐχ οἱ ἐσθίον­τες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν
τί οὖν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν
ἀλλ᾿ ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεῷ θύουσιν οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι
οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
ἢ παρα­ζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν
πάν­τα ἔξεστιν ἀλλ᾿ οὐ πάν­τα συμφέρει πάν­τα ἔξεστιν ἀλλ᾿ οὐ πάν­τα οἰκοδομεῖ
μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνον­τες δια­̀ τὴν συν­είδησιν
τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλή­ρωμα αὐτῆς
εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύ­εσθαι πᾶν τὸ παρα­τιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνον­τες δια­̀ τὴν συν­είδησιν
ἐὰν δέ τις ὑμῖν εἴπῃ τοῦτο ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαν­τα καὶ τὴν συν­είδησιν
συν­είδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συν­ειδήσεως
εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ
εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε πάν­τα εἰς δόξαν θεοῦ ποιεῖτε
ἀπρο­́σκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ
καθὼς κἀγὼ πάν­τα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible