Кондаки Святым
LVII. 40 мучеников Севастийский (I-ый кондак)
57.t.1.1
ΤΟY ΚYΡΟY ΡΩΜΑΝΟY ΕΠ[Η]Η
57.pro 1.t.1
Ἰ διόμελον
57.pro 1.1.1 Τὸ ξίφος τὸ ὑγρὸν οὐκ ἐπτοήθητε θαρροῦντες εἰς τὸ πῦρ τὸ τῆς θεότητος,ὃ ἐνεδύσασθε, ἅγιοι μάρτυρες· πρὸς παγετὸν γὰρ καὶ κρύος παραταξάμενοι
57.pro 1.1.5καὶ τὰς ἐξ ὕψους ἀκτῖνας ὑποδεξάμενοι
❘:στεφάνων ἐτύχετε.: ❘
57.pro 2.t.1
Χορὸς ἀγγελικός (App. Metr. xxxviii)
57.pro 2.1.1 Τὰ ὅπλα τῆς σαρκὸς ἀπορρίψαντες πάντα εἰσήλθετε γυμνοὶ εἰς τὸ μέσον τῆς λίμνης τῷ κρύει σφιγγόμενοι καὶ τῇ πίστει θαλπόμενοι· διελθόντες δὲ διὰ πυρός, ἀθλοφόροι,
57.pro 2.1.5καὶ τοῦ ὕδατος παρὰ θεοῦ ἐπαξίως
❘:στεφάνων ἐτύχετε.: ❘
57.pro 3.t.1
Χορὸς ἀγγελικός (App. Metr. xxxviii)
57.pro 3.1.1 Τὸ ξίφος τὸ ὑγρὸν [μὴ] πτοούμενοι, ἅγιοι,ἐν λίμνῃ κρυερᾶ ἐμβληθέντες προθύμως,γενναίως ⟦ὑπ⟧ἐμείνατε τῶν τυράννων τὰς μάστιγας· νῦν ἀγάλλονται τῶν οὐρανῶν αἱ δυνάμεις,
57.pro 3.1.5τέρπει, χαίρεται καὶ τῶν ἀνθρώπων τὸ γένος, ὅτι
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.t.1
Τὸ φοβερόν σου κριτήρων (App. Metr. iv)
57.strop.1.1 Τοῦ Ἰησοῦ τὰ παθήματα καὶ τὰ θαύματα κατιδόντες οἱ μάρτυρες
57.strop.1.2καὶ τὸν ἑκούσιον θάνατον σπεύδουσιν παθόντα ἀνταμείψασθαι πάθεσι καὶ θανάτῳ τὸν θάνατον· “Εἰ γὰρ ἔπαθε”, λέγοντες, “ὁ ὢν ἀνεύθυνος, πόσῳ μᾶλλον οἱ ὑπεύθυνοι·
57.strop.1.5εἰ ἁμαρτίαν ὁ μὴ ποιήσας θελήσει ἐσταυρώθη,πάθωμεν ἡμεῖς προθύμως συλληφθέντες ἀνομίαις”. ταῦτα καὶ τοιαῦτα λέγοντες εἰκότως τυράννων κατεπέβητε·βασάνους μὴ πτήξαντες, εἰς τέλος ἐμμένοντες
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.2.1
Ὅλον τὸν βίον ἡγούμενοι ματαιότητα καὶ ὡς ὄναρ παράγοντα,φθαρτὸν ὁμοῦ καὶ φιλόφθορον τῶν ἀεὶ μενόντων ἐγενήθητε ἔμποροι, ζωὴν θανάτῳ πορίσαντες. τὸ γὰρ σκῆνος ὡς σκάφος ὑμῶν λογισάμενοι ζάλην κόσμου ἐφύγετε,
57.strop.2.5πνοὰς ἀνέμων μὴ πτοηθέντες, τῷ πνεύματι θαρροῦντες·τὸν βυθὸν δὲ ἀφριῶντα ἐγελάσατε περῶντες καὶ τὸν μαργαρίτην οὐκ ἐν τῇ ἀ#7936;βύσσῳ ἐφεύρατε, πανάγιοι,ἀλλ᾿ ἄνω πετάσαντες τὸν νοῦν σύν τοῖς ὄμμασι
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.3.1
Ὕβριν ὑμῖν ὁ πολέμιος ὑπελάμβανεν τὰ δεσμὰ καὶ τὴν φρούρησιν καὶ ἀτιμίαν τὰς μάστιγας·ὤφθη δὲ ἡ ὕβρις αὖχος δόξαν προσφέρουσα, καὶ ὁ πόνος τὸν ἔπαινον. αἱ ἁλύσεις γὰρ λύσιν ὑμῖν προεξένησαν, καὶ στεφάνους αἱ βάσανοι.
57.strop.3.5ἐμαστιγώθητε μὴ σφαλέντες, ἀλλ᾿ ὡς Χριστὸν ποθοῦντες τὸν μηδὲν ἠδικηκότα καὶ βουλήματι θανόντα· τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων ὡς πολύαθλοι τῇ πάλῃ ἐπέβητε καὶ τὸν ἐχθρὸν ῥήξαντες
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.4.1 Καύσας ὑμᾶς διεσκόρπισεν ὁ πολέμιος, ἀπολλύειν οἰόμενος γαῖαν καὶ θάλασσαν ἔπλησεν·ὅθεν ὁ συλλέξας τὰ ὀστᾶ ὑμῶν εὕρηκεν εὐρωστίαν καὶ ἴασιν. ὁ γὰρ πίστει κτησάμενος ὑμῶν ἕνα λείψανον ἑαυτῷ πάντας κέκτηται.
57.strop.4.5λιμὸν καὶ δίψαν οὐχ ὑπομένει, οὐ γύμνωσιν ὑφίσταται,ἀλλ᾿ ἐκ πάντων τῶν λυπούντων ταῖς εὐχαῖς ὑμῶν ἐκφεύγει καὶ τῶν πολεμίων λόγον οὐ ποιεῖται μαθών, ὅτι τὸν τύραννον ὑμεῖς ἐνικήσατε· εἰς γῆν τοῦτον ῥίψαντες
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.5.1
Ὕψους αὐτὸν κατεβάλετε οὐ κρατήματι, ἀλλὰ ῥήματι, ἅγιοι,“Χριστιανοί ἐσμεν”, λέξαντες·ἤκουσε τοῦ λόγου καὶ τοῦ θρόνου κατήνεκται καὶ τὸ κράτος ἀπώλεσε· καὶ ὁ πρότερον ἄνωθεν πεσὼν ὀλέθριος κάτω ἕρπει ὁ ἄθλιος.
57.strop.5.5τῆς γῆς καυχώμενος κυριεύειν, ποῦ στῆναι οὐχ εὑρίσκει·ὁ θρασύς κατὰ τῶν πράων τούτους πράως κολακεύει·
ὧν ἔτεμεν κάρας, τούτων ὑπὸ πόδας καὶ κεῖται καὶ νενίκηται·παλάμην ἀνέτεινε καὶ κράζει πατούμενος·
❘:“Στεφάνων ἐτύχετε.”: ❘
57.strop.6.1
Ῥίψας τὸ βέλος ὁ δόλιος πάλαι ἔτρωσε τὸν Ἀδὰμ καὶ ἐνέκρωσε καὶ ἀσθενῆ ἀπειργάσατο·νῦν δὲ τῶν γενναίων κἂν ἐπάταξε σώματα, τὰς ψυχὰς οὐκ ἀπέκτεινεν. τὸν πρωτόπλαστον ῥήμασι πεσεῖν ὑπέπεισε, τούτους δὲ οὔτε πράγμασιν·
57.strop.6.5ἐκείνῳ βασκαίνων ὑπισχνεῖτο καὶ τούτοις ἐπηγγέλλετο,τῷ Ἀδὰμ θεοποιΐαν καὶ τοῖς μάρτυσιν ἀξίαν.
ἃ οὐκ ἔχει, παρέχε· ὧν οὐκ ἐξουσία, δωρεῖσθαι ὑποτίθεται·διὸ τὴν βουλὴν αὐτοῦ σκεδάσαντες, ἅγιοι,
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.7.1 Οὕτως τὸν Κάιἠρέθισεν ὁ πολέμιος ἀνελεῖν τὸν συναίμονα λέγων αὐτῷ ὅτι γίνεται μόνος γῆς κληροῦχος μετὰ θάνατον τοῦ Ἄβελ· καὶ πιστεύσας ἐφόνευσε. τὸν Ἀδὰμ καὶ τὸν Κάιπλανήσας ὁ δόλιος τούς ἁγίους οὐκ ἔλαθε·
57.strop.7.5δεικνύς ἀξίαν καὶ τιμωρίαν ἐγνώσθη ὁ πανοῦργος,ὅτι πρῶτον κολακεύει καὶ μετέπειτα κολάζει. τούτου τὰς παγίδας γνόντες, ἀθλοφόροι, ἐφύγετε τὰ θήρατρα·
57.strop.7.8Χριστοῦ δὲ τοῖς ῥήμασι καλῶς ἀγρευόμενοι
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.8.1
Ὕμνησεν πᾶσα ἡ ἤπειρος καὶ ἡ θάλασσα Σολομῶντος τὴν σύνεσιν·ἀλλ᾿ ὁ πανοῦργος διάβολος ἤμβλυνε τὰς φρένας τοῦ σοφοῦ διὰ λαγνείας, καὶ εἰδώλοις ἐσπείσατο· ἀλλ᾿ ἐκεῖ δυναστεύσας ἐνταῦθα ἠσθένησε· τότ᾿ ἰσχύσας νῦν δ᾿ ἔπεσε·
57.strop.8.5τὸν Σολομῶντα ὡς ῥαθυμοῦντα κατέσχεν ὑπουργοῦντα·τούς ἁγίους δὲ ἐφεῦρε φροντιστὰς τῆς εὐσεβείας· ἄνακτα δουλώσας, δυνάστας πατήσας πτωχῶν ποσὶ πεπάτηται.πτωχεύει ὡς ἀεὶ πτωχός· ὑμεῖς δὲ ὡς πλούσιοι
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.9.1
Ῥέπειν τούς πάντας ἐδίδαξεν πρὸς τὰ εἴδωλα, βασιλεῖς τε καὶ ἄρχοντας,γῆς τὴν εὐπρέπειαν ἤμβλυνεν,οὐρανοῦ δὲ κάλλος ἐκμολύνων ἠμαύρωσεν ἐκ καπνοῦ τῶν θυσίων αὐτοῦ· διὰ τοῦτο ὁ ὕψιστος ἐξ ὕψους διέκυψεν γῆν ἰδεῖν τὴν αἱμόφυρτον·
57.strop.9.5ὁ γεννηθεὶς ἄνω πρὸ αἰώνων ἀρχὴν λαμβάνει κάτω ἐκ μὲν τοῦ πατρὸς ἀχρόνως, ἐκ δὲ τῆς μητρὸς ἀφθόρως. τούτου τὴν ἀγάπην τὴν πρὸς τούς ἀνθρώπους μαθόντες οἱ πανάγιοι σφαγῆναι ᾑρήσαντο· Χριστῷ ζῆν ποθήσαντες
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.10.1
Ὤλοντο πάντα τὰ εἴδωλα καὶ ἀπώλοντο τοῦ Χριστοῦ ἐνδημήσαντος·θάμβος κρατεῖ τὸν διάβολον·δρᾶσαι οὐκ ἰσχύει, ἃ σκεπτόμενος ηὕρισκε· τὴν γὰρ δύναμιν λέλυται· καὶ [ὁμοῦ] συνταράττεται καὶ τεταπείνωται καὶ εἰς χάος λελόγισται.
57.strop.10.5διπλοῦς αὐτῷ ἔστι φόβος, Χριστοῦ καὶ τῶν ἁγίων·τὸν Χριστὸν ἀκούων φρίττει καὶ τούς μάρτυρας πτοεῖται. τοῦ σταυροῦ τὸ ξύλον βλέψαι οὐκ ἰσχύει, μαρτύρων δὲ τὰ μνήματα πτοεῖται θεώμενος καὶ κράζει πατούμενος·
❘:“Στεφάνων ἐτύχετε.”: ❘
57.strop.11.1 Μάτην φασὶν οἱ ἀνόητοι ὡς τὰ μέλλοντα προγινώσκει διάβολος·μάτην πλανᾶσαι, ὦ ἄνθρωπε·ὅτι γὰρ οὐκ οἶδεν, διδαξάτω σε τὸ πέρας καὶ τῶν ἔργων ἡ ἔκβασις· εἰ ἠπίστατο ὅτι ζωὴν μετὰ θάνατον κομιοῦνται οἱ ἅγιοι,
57.strop.11.5οὐκ ἐθανάτου τούς ἀθλοφόρους, ἱνὰ ζωῆς μὴ τύχωσιν·εἰ συνῆκεν ὅτι ὄντως εἰς παράδεισον χωροῦσιν, οὐκ ἔσφαζε τούτους· παντὶ γὰρ σπουδάζει κεκλεῖσθαι τὸν παράδεισον.διὰ τὴν βουλὴν αὐτοῦ νικήσαντες, μάρτυρες,
❘:στεφάνων ἐτύχετε.: ❘
57.strop.12.1
Ἄρα ποῖον αἱρετώτερον τῷ Βελίαρ ἦν, θεωρεῖν τὸν πρωτόπλαστον μόνον οἰκοῦντα παράδεισον,ἢ γὰρ ὅτι βλέπει πλῆθος νῦν τῶν πιστευόντων; ἀλλ᾿ οὐκ ᾔδει τὰ μέλλοντα· αἱρετὸν ἦν αὐτῷ [τὸν] Ἀδὰμ βλέπειν ἔντιμον ἢ λῃστὴν βλέπειν ἔνδοξον·
57.strop.12.5ἡδύς αὐτῷ Κάιμὴ φονεύσας ἢ ὁ τελώνης νήψας·Σολομῶντα οὐκ ἐζήτει, τὴν δὲ πόρνην ἐπεπόθει· πῶς ταῦτα οὐκ ἔγνω, εἰ πάντα γινώσκει; πῶς ἔλαθεν τὸν δόλιον,ὅτι ἐκ τοῦ †Ἀδὰμ γίνεται πιστούς προσκυνεῖν βοῶν†·
❘:“Στεφάνων ἐτύχετε.”: ❘
57.strop.13.1 Νύξ ἐστι φύσει διάβολος καὶ τὰ μέλλοντα φαεινὰ οὐκ ἐπίσταται·ἄπωσαι τοῦτον, ὦ ἄνθρωπε·γνῶθι τὸν εἰδότα καρδιῶν ἐνθυμήματα καὶ προσκύνει ὡς εὔσπλαγχνον· ὁμιλίαι κακαί γαρ χρηστὰ ἤθη φθείρουσιν, ὥς φησιν ὁ ἀπόστολος·
57.strop.13.5κενῆς σοφίας ἀπάτῃ λόγων μηδεὶς περιφερέσθω·κωφωθῶμεν, ὅταν δίχα τοῦ Χριστοῦ ἡμῖν λαλῶσι, καὶ τούς ἀθλοφόρους ζηλώσωμεν πάντες, οὓς πρώην ὁ πολέμιος καὶ λόγοις καὶ πράγμασι μὴ πείσας ἐκραύγαζε·
❘:“Στεφάνων ἐτύχετε.”: ❘
57.strop.14.1
Ὄντως ἡμεῖς ἀνεδεί`#967;θητε ὑπὲρ ἄνθρωπον, καίπερ ὄντες ἐν σώματι·σιδήρου δίκην διήλθετε,πῦρ καὶ τὰς βασάνους καὶ στρεβλώσεις ὡς λίθινοι ὑπεμείνατε, ἅγιοι·
57.strop.14.4 οὐχ ὑμῶν δὲ ἡ δύναμις, ἀλλὰ τοῦ λέξαντος· “Μεθ᾿ ὑμῶν εἰμι πάντοτε”·
57.strop.14.5τοῦ προειπόντος· “Μὴ μεριμνᾶτε, τὸ πῶς ἢ τί λαλήσετε·ἐν ὑμῖν ἐγὼ λαλήσω καὶ ὑμᾶς ἐγὼ θαρρύνω”. τοῦτον θεωροῦντες καλῶς προεστῶτα τῶν ἄθλων, ὦ πολύαθλοι,τῇ πάλῃ ἐπέβητε καὶ ῥήξαντες τὸν Σατὰν
❘:στεφάνων ἐτύχετε: ❘
57.strop.15.1
Ὕδατος δίκην ἐξέχεαν οἱ ἀνόητοι τῶν ἁγίων τὰ αἵματα,ἵν᾿ ἥμεις σχῶμεν ἰάματα·τούτων δὲ τὰς σάρκας τῷ πυρὶ παραδίδοντες κλέος μέγα ἐπέθηκαν· κα[ὶ ἐ]γενήθησαν ὄνειδος οἱ ἀποκτείνατες, οἱ κτανθάντες δὲ καύχημα·
57.strop.15.5ἐμυκτηρίσθησαν οἱ μανέντες κατὰ τῶν ἀθλοφόρων·μετὰ θάνατον γὰρ ζῶσι καὶ ψυχὰς πιστῶν φρουροῦσι· τούτους νῦν ἐν τάφῳ ὥσπερ ἐν θαλάμῳ ὁρῶντες, ἱκετεύομεν·“Δεσμῶν ἡμᾶς ῥύσασθε· δεσμὰ γὰρ πατήσαντες
❘:στεφάνων ἐτύχετε.”: ❘
57.strop.16.1
Ἔλαβεν λίμνη τούς μάρτυρας ὥσπερ βάπτισμα ἀποπλῦνον τὰ πταίσματα·ἐκεῖ γὰρ τότε ὑπάρχοντες εὗρον ἀφθαρσίαν τὸν ἐχθρὸν καταβάλλοντες, φωτισθέντες τῷ πνεύματι· τὰ δὲ στέμματα βλέποντες ⟦ἔτι⟧ πλείω ἐθάρρησαν οὐρανόθεν ἐρχόμενοι·
57.strop.16.5ἀλλ᾿ ὁ Ἰούδαν πάλαι συλήσας καὶ ὧδε ἕνα κλέπτει καὶ χωρίζει τῶν ἁγίων τῷ λουτρῷ ἀποπλανήσας·
ὅμως δὲ ἡ χάρις ἄλλον ἀντεισάγει εἰς τόπον [τοῦ] ὀκλάσαντος βοῶσα τοῖς μάρτυσι· “Τὴν πίστιν τηρήσαντες
❘:στεφάνων ἐτύχετε.”: ❘
57.strop.17.1 Πάντα τὰ πάθη ἐνίκησε μήτηρ φέρουσα ψυχορραγοῦντα ὃν ἔτεκεν·ὡς γὰρ οἱ πάντες προέλαβον ἔπαθλα λαβόντες τῆς ζωῆς τῆς αἰωνίου τῷ Χριστῷ παριστάμενοι, τὸν υἱὸν θεωρήσασα μὴ τελευτήσαντα ἀνεβόα σύν δάκρυσιν·
57.strop.17.5“Ὡς ἐν κοιλίᾳ πάλιν βαστάζω, ὃν ἔτεκον ἐν πόνοις·ἐγὼ νῦν τούς ὤμους δείξω ὥσπερ μήτραν μου δευτέραν·
57.strop.17.7 φθάσον τούς προλαβόντας, στῆθι ἐπὶ θρόνου· Χριστός σε ἀνεκδέχεται·μὴ λάθῃ μου, τέκνον μου, ὡς χάριτι πίστεως
❘:στεφάνων ἐτύχετε.”: ❘
57.strop.18.1
⟦Ἦν θεωρῆσαι τὸ γύναιον ὡς ἐγγάστριον ὀδυνοῦσαν τὸ δεύτερον,ἀγωνιῶσαν καὶ κράζουσαν·“Μὴ τὴν εὐφορίαν τῆς ἐμῆς μήτρας ἄκαρπον δείξῃς, τέκος γλυκύτατον· τοκετοῦ καὶ τροφείων σου τῶν ἐκ τοῦ γάλακτος τῶν ἐμῶν μασθῶν μνήσθητι·
57.strop.18.5τοῦτο γνωρίζω εἶναι μοι τέκνον, τὸ νῦν ὑπὲρ τὸ πρῶτον τοῦτον στέργουσα τὸν τόκον ἄνωθεν κυοφορῆσαι· βλέψον ἐμούς ὤμους μήτραν μιμουμένους καὶ τούς ἐν γήρει ἵδρωτας·σκιρτήσω, εἴπω χαίρουσα· ‘ἀξίως ὑμεῖς, ἅγιοι,
❘:στεφάνων ἐτύχετε.’”: ❘⟧
57.strop.19.1
Ἥλιε ἄδυτε, ἄσβεστε, ἀκατάληπτε, ἐπιλάμπων τοῖς μάρτυσι καὶ τῇ ψυχῇ μου καταύγασον·σὲ καθικετεύω ταῖς πρεσβείαις τῆς μητρός σου, τῆς ἀφθάρτως τεκούσης σε· τῶν ἁγίων τοῖς αἵμασιν ἡμᾶς ἁγίασον, ἵνα ὦμεν συμμέτοχοι
57.strop.19.5τῶν ἑλομένων σφαγιασθῆναι καὶ ὑπὲρ σοῦ θανῆναι·τὴν τερπνήν σου ταύτην ποίμνην ἐν τῷ φόβῳ σου στηρίξαις,
ἵνα δοξολογοῦμεν σῶν ἁγίων μνήμην τῶν θλίψεων λυτρούμενοι·αὐτοῖς γὰρ κραυγάζομεν· “Χριστὸν ἀγαπήσαντες
❘:στεφάνων ἐτύχετε.”: ❘
LVIII. 40 мучеников Севастийских (II-й кондак)
ΤΟY ΤΑΠΙΝΟY ΡΩΜΑΝΟY[Y]
58.pro 1.t.1
Τὴν ὑπὲρ ἡμῶν (App. Metr. xxxvii)
58.pro 1.1.1 Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες τῷ ἐν οὐρανοῖς δεσπότῃ προσεκολλήθητε,ἀθλοφόροι κυρίου τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος διελθόντες, μακάριοι, ἐπαξίως ἐκομίσασθε
58.pro 1.1.5
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.pro 2.t.1
Τὴν ὑπὲρ ἡμῶν (App. Metr. xxxvii)
58.pro 2.1.1
⟦Χαίροις, ὁ στρατὸς τῆς δόξης τοῦ βασιλέως,
58.pro 2.1.2χαίρετε, φαιδροὶ φωστῆρες τῆς εὐσεβείας,ἐκκλησίας, χαίρετε, φρουροὶ ἀσφαλεῖς, βασιλέων κλέος, χαίρετε, πολιτείας πύργος, χαίρετε, ἀθληταὶ οἱ τεσσαράκοντα,
58.pro 2.1.5
❘:ἐν τῇ μνήμῃ τῇ ὑμῶν οἰκτείρατε ἡμᾶς.: ❘⟧
58.strop.t.1
Τὰ τῆς γῆς (App. Metr. iii)
58.strop.1.1 Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ,τῷ ἐκτείναντι τὸ φῶς καθάπερ δέρριν,τῷ τὴν γῆν ἑδράσαντι καὶ συνάξαντι ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν
58.strop.1.5καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ προσδεχομένῳ τῶν ἀρχαγγέλων τὸν ὕμνον καὶ ὑπ᾿ ἀγγέλων προσκυνουμένῳκαὶ ὑπὸ πάντων ἀνυμνουμένῳ, Χριστῷ τῷ παντοκράτορι, τῷ πλάστῃ καὶ θεῷ ἡμῶν,
58.strop.1.10προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵν᾿ ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι κἀγὼτούς ἁγίους, οὓς αὐτὸς ἔδειξε νικητὰς δωρησάμενος αὐτοῖς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.2.1 Οὗτοι τῶν ἐγκωμίων ὑπερβαλλόντως ὑπέρκεινται πανσόφως οἱ ἀθλοφόροι·οὗτοι παρετάξαντο τῷ Σατὰν καὶ ἐπάταξαν τῶν εἰδώλων τὸ φρύαγμα· οὗτοι τῆς ἀσεβείας κατέβαλον τὸ σέβας,
58.strop.2.5οὗτοι τῆς εὐσεβείας κήρυκες στερροί· οὗτοι ἀμφιβόλων †ἀκριβείας διδάσκαλοι†,οὗτοι νοσοῦντας ἀεὶ ἰῶνται καὶ ἐκ πνευμάτων δεινῶν λυτροῦνται, οὗτοι τυφλῶν ἀνάβλεψις καὶ τῶν λεπρῶν καθάρσιον·
58.strop.2.10οὗτοι χωλῶν ἀνόρθωσις καὶ παρειμένων ἔγερσις,
58.strop.2.11 οὗτοι πλεόντων λιμήν, οὗτοι ὁδοιπορούντων ὁδηγοὶ ἀγαθοί,οὗτοι τυραννουμένων ἔκδικοι ἀσφαλεῖς ὡς λαβόντες ὁμαδὸν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.3.1
Ὑπὲρ ἡλίου αἴγλην ὑπερβαλλόντως ἡ τῶν ἁγίων τούτων λάμπει φαιδρότης·νέφη γὰρ καλύπτουσι τὴν ἐκείνου, τὴν τούτων δὲ οὐδὲ νύξ διαδέχεται· ἐκεῖνος ἀνατέλλων μαρμαρυγὰς ἐκπέμπει
58.strop.3.5καὶ δύνων αὖθις ἕλκει πάσας σύν αὐτῷ· τῶν δὲ πανολβίων τὴν φαεινὴν λαμπηδόνα καὶ ἡ ἡμέρα ἀνακηρύττει,κα[ὶ ἡ] νύξ δὲ πάλιν θαυμάζει ἄγαν, πῶς διασχίσαι ἴσχυσε τὴν τῶν πραγμάτων θύελλαν·
58.strop.3.10παρέστη γὰρ πολύδοξος τῷ τούς πιστούς δοξάζοντι καὶ ἤκουσε παρ᾿ αὐτοῦ· “Σύ ἐδόξασας ἐμὲ ἐπὶ τῶν γηγενῶν·ἐν ὑψίστοις οὖν κἀγὼ ἐν σοὶ ὁμολογῶ παρασχών σοι ἀγαθά,
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”: ❘
58.strop.4.1 Τοῦ πανσόφου δεσπότου σοφοὶ οἰκέται,τοῦ γνησίου γενέτου γνήσια τέκνα,τοῦ στρατολογήσαντος Ἰησοῦ τοῦ θεοῦ ἡμῶν ὁ στρατὸς ὁ ἐλλόγιμος, τοῦ θαυμαστοῦ ποιμένος ἡ θαυμασία ποίμνη,
58.strop.4.5τοῦ γεωργοῦ τῶν ὅλων τὸ γεώργιον, πηγῆς ἀενάου πέλει τὰ νάματα ταῦτα·ἀμπέλου θείας κλήματα θεῖα,ἁγίας ῥίζης ἅγιοι κλάδοι, τοῦ κτίστου πάσης κτίσεως ὡς κτίσμα τὸ ἐράσμιον,
58.strop.4.10τοῦ ἀκηράτου ἄνακτος ἡ πανολβία σύγκλητος, οἱ μαθηταὶ τοῦ Χριστοῦ, οὓς συνήγαγεν αὐτός, ὁ τῶν ὅλων σωτήρ,καὶ προσέταξεν οἰκεῖν ἐν ἀγήρῳ ζωῇ
58.strop.4.13δωρησάμενος αὐτοῖς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.5.1
Ἄγαν ὑπερυψώθη ὑπὸ τοῦ πλάστου καὶ μετὰ τῶν ἀγγέλων πανηγυρίζει ἡ τῶν τεσσαράκοντα ἀθλοφόρων πανεύφημος φάλαγξ ἀκαταγώνιστος· καὶ γὰρ ὡς νικηφόρος πᾶσι τοῖς ἀπ᾿ αἰῶνος
58.strop.5.5ἁγίοις ἐν ὑψίστοις συναγάλλεται, στολὴν λευχείμονα, ἀκήρατον καὶ ἁγίαν τὴν ἐκ τῶν ἄθλων ἠμφιεσμένη καὶ ἐν τῇ πίστει τὴν κορωνίδα, ἡ ἅπασιν αἰδέσιμος ταῖς νοεραῖς δυνάμεσιν
58.strop.5.10ὡς νύμφη ἀξιάγαστος καὶ τοῦ κυρίου πάρεδρος, τοῦ ἀγαθοῦ νυμφιοῦ, ἣν ἐκόσμησεν αὐτὸς ταῖς αὐτοῦ δωρεαῖς,ἡ ἐκλάμπουσα ἀεὶ θείας μαρμαρυγάς·ἠξιώθη γὰρ λαβεῖν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.6.1 Ποῖον στόμα ἀρκέσει πρὸς εὐφημίαν,ποία γλῶσσα ἰσχύσει ἐγκωμιάσαι τούς ἁγίους μάρτυρας, τούς λιπόντας τὴν πρόσκαιρον δόξαν διὰ τὴν μέλλουσαν, τούς ἀποχωρισθέντας ἀπὸ τοῦ διαβόλου
58.strop.6.5καὶ κολληθέντας πίστει τῷ σωτῆρι ἡμῶν, τούς ἀποσπασθέντας ἀπὸ πάσης ἁμαρτίας καὶ συναφθέντας δικαιοσύνῃ,τούς ἀπροσίτους ἐν τοῖς ἐπαίνοις, τούς ἅπασαν τὴν ἤπειρον τῆς πλάνης ἀπαλλάξαντας
58.strop.6.10καὶ δόγματα ὀρθόδοξα κηρύξαντας τοῖς πέρασι, τούς στρατιώτας Χριστοῦ, τούς ὑπὲρ τῶν εὐσεβῶν προμαχοῦντας ἀεὶ καὶ θερμῶς τούς τοῦ θεοῦ πολεμοῦντας ἐχθρούς;οἷς δεδώρηται αὐτὸς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.7.1
Ἰσχυροὶ ἐν πολέμοις ἀναδειχθέντες ἰσχυροὶ ἐν τοῖς ἄθλοις ὤφθησαν αὖθις ἄγαν οἱ πανόλβιοι, οἱ πολλοὶ καὶ διάφοροι, εἷς δὲ ὄντες ἐν ἅπασιν·
ἓν δὲ θέλημα τούτοις ἐν μίᾳ ὁμονοίᾳ
58.strop.7.5λατρεύειν ὁλοψύχως τῷ τῶν ὅλων θεῷ· ὁμόφρονες ὄντες καὶ ὁμογνώμονες ὄντως,ὁμοῦ τὴν πλάνην ἀπολιπόντες,ὁμοῦ ταῖς στρέβλαις ἐγκαρτεροῦντες, ὁμοῦ καὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἐκτήσαντο,
58.strop.7.10ὁμοῦ καὶ τούς στεφάνους δὲ ἀπέλαβον οἱ ἄξιοι τῇ καρτερίᾳ αὐτῶν· τεσσαρά⟦κο⟧ντα ὤφθησαν οἱ Χριστοῦ ἀθληταί,οὓς ἐδόξασεν Χριστός, ὁ μόνος λυτρωτής,δωρησάμενος αὐτοῖς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.8.1 Ναρκιᾷ μου ἡ ψυχὴ διηγουμένη τὴν τῆς θείας πληθύος μίαν καρδίαν·ἐν διῃρημένοις γὰρ τεσσαράκοντα σώμασι μίαν γνώμην ἐκτήσαντο· διὸ καὶ †τῶν βιαίων† ἀπὸ βορρᾶ φυγόντες
58.strop.8.5διάβολον γενναίως ἐτροπώσαντο. τεσσαρά⟦κο⟧ντα γλώσσας ὤφελον ἀναλαβέσθαι,ἵνα ἰσχύσω ὑμνολογῆσαι τούς μίαν γλῶσσαν ἀναλαβόντας καὶ προσκολλᾶσθαι σπεύσαντας ταῖς νοεραῖς δυνάμεσι
58.strop.8.10τοῦ σύν αὐταῖς ἀσίγητον γεραίρειν ᾆσμα ἅγιον τῷ ἐν ὑψίστοις θεῷ τῷ χωρίσαντι αὐτούς τῶν προσκαίρων δεινῶν καὶ συνάψαντι αὐτούς τοῖς αὑτοῦ λειτουργοῖς·καὶ γὰρ δέδωκεν αὐτοῖς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.9.1 Οἱ στερροὶ στρατιῶται τοῦ ἐν ὑψίστοις μετὰ τὴν τῶν πολέμων ἀνδραγαθίαν
58.strop.9.3αὖθις παρετάξαντο τῷ τῶν ἀθέων ἄνακτι· εἰ δοκεῖ οὖν, πιστότατοι, συντείνατέ μοι ἅμα τὸν νοῦν καὶ τὰς καρδίας·
58.strop.9.5χρήσασθαι γὰρ παραδείγματι βούλομαι·
ὥσπερ ἐν σκοπέλῳ κατίδωμεν ἐν ὑψίστοις τὸν τῶν ἀγώνων ἀγωνοθέτην Χριστὸν σκοποῦντα ἐν τῷ σταδίῳ· πολεμικὴν παράταξιν πανοῦργον, πολυμήχανον
58.strop.9.10Σατὰν παραταττόμενον σύν τοῖς οἰκείοις ἅπασι τῷ εὐσεβεῖ ἀριθμῷ, καὶ αὐτὸν τὸν εὐσεβῆ κατὰ τοῦ ἀσεβοῦς πολυτρόπως σπεύδοντα ἐκνικῆσαι αὐτόν,ἵνα λάβῃ ὁμαδὸν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.10.1
Ὑψώσας τὴν κακίαν Σατὰν ὁ πλάνος παρετάξατο †πόλεμον† εἰς τούς ἁγίους·οὗτοι παρετάξαντο κατ᾿ αὐτοῦ οἱ πανόλβιοι τῷ θεῷ ἐπελπίζοντες· εἶχον γὰρ συμμαχίαν τὴν πίστιν καὶ ἐλπίδα,
58.strop.10.5οἱ δὲ τοῦ ἐναντίου ὑπερασπισταὶ ὁ δούξ κα[ὶ ὁ] ἡγεμών· συνῆλθον οὖν πρὸς τὴν θέαν σύν τῷ ὑψίστῳ ἀγγέλων πλῆθος,σύν τῷ Βελίαρ δαιμόνων στῖφος·
ὡπλίσαντο οἱ ἄδικοι τοῖς δόρασι μαχήσασθαι,
58.strop.10.10ὁμοίως καὶ οἱ δίκαιοι θυρεῶν ἐπελάβοντο δέξασθαι τὰς προσβολάς· τὰ μὲν ὅπλα τῶν δεινῶν αἰκισμοὶ συνεχεῖς·τῶν δὲ πράων ποῖα ἦν; προσευχὴ ἐκτενής·δι᾿ ὧν εὗρον οἱ πιστοὶ
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.11.1
Ῥωμαλέος ὁ τρόπος τῶν ἀθλοφόρων·παρετάξαντο κατὰ τῶν ἀντιθέων,ὥσπερ παρετάξατο ὁ Μωσῆς πρὸς τὸν Ἀμαλὴκ ἀτενίζων πρὸς κύριον πετάσας ἐν τῷ ὕψει τὸν νοῦν καὶ τὴν καρδίαν
58.strop.11.5σύν ταῖς χερσὶ καὶ πᾶσαν τὴν αἴσθησιν [⏑-]· καὶ οὗτος ἀρτίως παραπλησίως ἐδείχθη πετάσας χεῖρας σύν τῇ καρδίᾳκαὶ ἀτενίζων τῷ ἐν ὑψίστοις· ἐκεῖνον ὑπεστήριζον [Ἀα]ρὼν καὶ Ὦρ, ὡς γέγραπται,
58.strop.11.10καὶ τοῦτον ὑπεστήριξε πίστις, ἐλπίς, ὡς ἔγνωμεν·
ὤφθη Μωσῆς νικητὴς O#7952;κδιδάσκων ἅπαντας ἀτενίζειν θεῷ·καὶ ὁ τρόπος τῶν πιστῶν δι᾿ εὐχῆς νικητὴς ἀνεδείχθη ὡς λαβὼν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.12.1
Ὥσπερ πρόμαχος δεινὸς τῆς ἀσεβείας Ἀγρικόλαος δίκην βελῶν τούς λόγους σπεύσας κατηκόντισε πειθανάγκην οἰόμενος ἀπατῆσαι τούς μάρτυρας· φησὶν αὐτοῖς· “Ὦ φίλοι, ὑμᾶς προσήκει εἶναι
58.strop.12.5ὑπερμάχους Ῥωμαίων καὶ στρατηγούς· μὴ ὑστερήσητε ἑαυτούς ἐκ τῆς συγκλήτου,μὴ συμμιγῆτε τοῖς κατακρίτοις,τοῖς ἐντρυφῶσιν ἐν ταῖς βασάνοις· ὑμῶν ὁ βίος ἔντιμος, ἐκείνων δὲ ἐπάρατος·
58.strop.12.10ὑμῖν ἡ δόξα ἕπεται, ἐκείνοις δὲ ἡ κόλασις· μὴ οὖν φυρῆτε αὐτοῖς ἑαυτούς ἁρπάσαντες ἐκ θανάτου πικροῦ·οὐ λυτροῦται γὰρ ὑμᾶς ἐξ αὐτοῦ ὁ Χριστός·οὐ καρποῦσθε δι᾿ αὐτοῦ
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.13.1 Μηχανὰς πολυπλόκους καὶ παγκακίστους κατὰ τῶν ἀντιθέων ἐπιτηδεύω,αἷς οὐ μὴ δυνήσονται ἀντιστῆναι τὸ σύνολον οἱ ἡμῖν ἀντιλέγοντες· ὑμᾶς δὲ ὡς ὀφθέντας Ῥωμαίων ὑπερμάχους
58.strop.13.5θαρρῶ, ὅτι ἐν πᾶσιν ὑπήκοοι ἐστέ·
58.strop.13.6 καὶ πλούτῳ καὶ δόξῃ ὑμᾶς τιμήσει ὁ ἄναξ ὡς σεμνούς ἄνδρας διαφανέντας καὶ σωφροσύνῃ κεκοσμημένους· ὑμεῖς γὰρ νῦν ἐπίστασθε τὰ τῶν Ῥωμαίων δόγματα·
58.strop.13.10δεῦτε οὖν, προσφιλέστατοι, σύν πᾶσι τοῖς εὐγνώμοσι προσπέσωμεν τοῖς θεοῖς, ἵνα ῥύσωνται ἡμᾶς ἐκ θανάτου πικροῦ,ᾧ προστρέχουσιν ἀεὶ οἱ Χριστοῦ μαθηταὶ ὡς οἰόμενοι εὑρεῖν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”: ❘
58.strop.14.1 Ἀτρομάκτως ἔλαβον βέλη τοιαῦτα τροπωσάμενοι αὐτοῦ τὴν κακουργίαν·ἄτρωτοι δὲ ἔμειναν· πρὸς γὰρ ταῦτα ἀντέφησαν τῷ ἀδίκῳ οἱ δίκαιοι·
“Ἐχθρὲ τῆς ἀληθείας, υἱὲ τῆς ἀπωλείας,
58.strop.14.5καλῶς ἐπωνομάσθη τὸ ὄνομα σοῦ Ἀγρικόλαος· ἄγριος γὰρ εἶ κολακευτὴς ὡς ὁ πατήρ σου Σατὰν ἐκεῖνος,ὁ συμβουλεύσας, φησί, τῇ Εὔᾳ· ’ἐὰν τοῦ ξύλου γεύσησθε, ὥσπερ θεοὶ γενήσεσθε’·
58.strop.14.10καὶ σύ ἡμῖν τὴν πρόσκαιρον δόξαν ἑλέσθαι εἴρηκας· ἀλλ᾿ οὐ γελάσεις ἡμᾶς· οὐκ ἀρνούμεθα Χριστὸν τὸν θεὸν τοῦ παντός,τὸν δεσπόζοντα ζωῆς καὶ θανάτου ἀεί,τὸν διδοῦντα τοῖς πιστοῖς
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”: ❘
58.strop.15.1 Νευρωθεὶς τῷ ἀστέκτῳ θυμῷ ὁ πλάνος ὡς τοιαῦτα ἀκούσας ὑπὸ τῶν πράων τούς ὀδόντας ἔβρυξεν ὥσπερ λέων ἀνήμερος καὶ ὡς ὄφις ἐσύρισεν· θυμομαχῶν οὖν ἔφη ὁ δούξ τῷ ἡγεμόνι·
58.strop.15.5“Ἐν λίθοις συντριβήτω τὸ στῖφος αὐτῶν”. αὐτίκα δ᾿ ἐπέστη ξιφηφόρος ὁ Βελίαρ,ἱνὰ ἐν τάχει σύν τοῖς ἀθέοις
58.strop.15.8ἐκπολεμήσῃ τούς φιλοθέους· καὶ †διακατασπεύσαντες† τοῦ πολεμεῖν ἀπήρξαντο
58.strop.15.10καὶ λίθους κατηκόντιζον· ἀλλ᾿ ὤφθησαν οἱ ἄνομοι συντρίβοντες ἑαυτούς· ἡ κακία γὰρ αὐτῶν ἐπῆλθεν ἐπ᾿ αὐτούς,καὶ τὸ ἄδικον αὐτῶν ἐπὶ κάραν αὐτῶν·οὐ γὰρ εὗρον οἱ δεινοὶ
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.16.1 Οὕτως δὲ συντριβέντες ὑπὸ τῶν λίθων τῶν ἁγίων οἱ ἐχθροὶ ἀπηναισχύντουν καὶ ἑτέραν βάσανον ἐξευρεῖν ἐβουλεύοντο κατὰ τῶν στρατιώτων Χριστοῦ. καὶ δὴ συμβουλευθέντες μετὰ τοῦ διαβόλου
58.strop.16.5εὕραντο τιμωρίαν δεινὴν κατ᾿ αὐτῶν· τῆς λίμνης τὸ κρύος κατανοήσαντες μέγα βορραίου ταύτην ὑπερφυσῶντος καὶ δριμυτάτης νυκτὸς πελούσης προσέταξαν τούς μάρτυρας γυμνούς ἐν ταύτῃ ἵστασθαι·
58.strop.16.10οἱ δὲ ἀποδυσάμενοι γυμνοὶ ὥσπερ εἰς στάδιον εἰσήλθοσαν ἐν αὐτῇ καὶ τὴν νύκτα τὰς εὐχὰς ἀνέπεμπον τῷ Χριστῷ·τὸν δὲ ἕνα ὁ ἐχθρὸς ἐκχωρίζει ἀπ᾿ αὐτῶν·οὐ γὰρ ἤλπιζεν εὑρεῖν
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.17.1
Ὑψόθεν δὲ ὁ κτίστης ὥσπερ ἐν θέρει ἥλιον ἀνατέλλει τοῖς ἀθλοφόροις καὶ στεφάνους ἔπεμψεν ἐννέα καὶ τριάκοντα τοῖς τὸ κρύος ἐνέγκασι· τοῦτο δὲ θεωρήσας εἷς ἐκ τῶν φυλασσόντων
58.strop.17.5εἰσῆλθεν ἐν τῇ λίμνῃ πιστεύσας Χριστῷ· ἀπῆλθεν Ἰούδας καὶ ἀντεισήχθη Ματθίας·ὁ πρὶν αὐθάδης, ὁ χθὲς διώκτης συνηριθμήθη τοῖς ἀθλοφόροις· πρωΐας δὲ ὡς εἴδοσαν αὐτὸν οἱ ἀσεβέστατοι,
58.strop.17.10προσέταξαν θυμούμενοι βάκλοις τούς στερρούς κλάνεσθαι καὶ δὴ ἐξάψαντες πυρὰν ἐν αὐτῇ κατέκαυσαν τὰ σώματα αὐτῶν καὶ τὰ λείψανα αὐτῶν ἔρριψαν ποταμῷ,καὶ εὕραντο οἱ πιστοὶ
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
58.strop.18.1
Ὑπολειφθέντα ἕνα ἐκ τῶν ἁγίων ὑπὸ τῶν παρανόμων βλέπουσα μήτηρ,ἄρασα ὃν ἔτεκεν ἐπὶ ὤμων τοῖς σώμασι τῶν ἁγίων ἐπέρριψε νικήσασα τὰ πάθη τῇ ἑαυτῆς προθέσει,
58.strop.18.5εὑροῦσα αἰωνίαν δόξαν σύν αὐτοῖς· ἀλλ᾿ ὥσπερ καὶ τότε, Χριστέ, σωτήρ, βασιλεῦ μου,τοῖς σοῖς ἁγίοις παρέσχες νίκην κατὰ δαιμόνων καὶ τῶν τυράννων, καὶ νῦν ὡς εὐδιάλλακτος τῷ πιστοτάτῳ ἄνακτι
58.strop.18.10κατὰ βαρβάρων δώρησαι τὰς νίκας καὶ τὰ τρόπαια, εἰρήνην νέμων σῷ λαῷ ἱκεσίαις καὶ εὐχαῖς τῆς τεκούσης σε σαρκί,τῶν ἁγίων καὶ στερρῶν ἀθλοφόρων σου ἀεί,τῶν λαβόντων παρὰ σοῦ
❘:δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: ❘
LIX. Всем мученикам (в неделю Всех Святых)
59.t.1.1
Ο ΑΙΝΟΣ ΡΩΜΑΝΟY [Δ]
59.pro 1.t.1
Ὡ ς ἀπαρχάς (App. Metr. xlii)
59.pro 1.1.1
Ὡς ἀπαρχὰς τῆς φύσεως τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, κύριε, τούς θεοφόρους μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήνῃ βαθείᾳτὴν ἐκκλησίαν σου, τὴν πολιτείαν σου
59.pro 1.1.5διὰ τῆς θεοτόκου συντήρησον,
❘:πολυέλεε.: ❘
59.pro 2.t.1
Ἰ διόμελον
59.pro 2.1.1
Ὡς ἐλεήμων ὑπάρχων, Χριστὲ ὁ θεός, τὰς τῶν μαρτύρων αἰκίσεις ἐδρόσισας,τῶν διὰ σὲ τυράννοις τὴν πίστιν τρανωσάντων·
59.pro 2.1.3 ἀλλ᾿ ὡς αὐτοῖς ἐδωρήσω τὴν εὐλογίαν ὑπομονῆς ἐκ τῆς ἄνω θεογνωσίας,
59.pro 2.1.5καὶ ἡμῖν πᾶσι,
❘:πολυέλεε.: ❘
59.strop.t.1
Οἱ ἐν πάσῃ τῇ γῇ (App. Metr. xi)
59.strop.1.1 Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι ἐνταῦθα σήμερον ἀθροίζονται πρωτοτόκων δεικνύοντες ἐκκλησίαν
ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν
59.strop.1.5 καὶ Χριστῷ ἐκβοῶσαν· “Θεός μου εἶ σύ,
❘:πολυέλεε.”: ❘
59.strop.2.1 Ἀπὸ πάσης συνήχθησαν πόλεως καὶ ἡμῶν πατριῶται γεγόνασιν, ἐκ τοῦ κόσμου παντὸς ἐπεδήμησαν καὶ τὸν κόσμον ἡμῖν συνεπάγονται τῆς πανηγύρεως συμμέτοχοι· σύν τῇ ἄνω ἡ κάτω χορεύει κτίσις· μεθ᾿ ἡμῶν γὰρ βοῶσι καὶ ἄγγελοι·
59.strop.2.5 “Θαυμαστὸς ἐν ἁγίοις σου εἶ ἀληθῶς,
❘:πολυέλεε.”: ❘
59.strop.3.1
Ἱερὰν εὐωχίαν τελέσωμεν, οὐρανὸς τὰ ἐπίγεια γέγονεν· οἱ φωστῆρες ἐν τῷ στερεώματι, οἱ δὲ μάρτυρες ἐν τῷ πληρώματι τῆς ἐκκλησίας ἀναλάμπουσι καὶ φωτίζουσι πᾶσαν τὴν οἰκουμένην,
ἵνα λέγῃ λοιπὸν ὁ Δαβὶδ μεθ᾿ ἡμῶν
59.strop.3.5
ὅτι· “Ἔφαναν αἱ ἀστραπαί σου τῇ γῇ”,
❘:πολυέλεε.: ❘
59.strop.4.1 Νῦν ἀκούσατε ξένα καὶ ἴδετε θεῖα καὶ ἀσυλλόγιστα πράγματα· πανταχοῦ τῶν μαρτύρων τὰ αἵματα ὥσπερ ῥόδα μὴ ἔχουσα ἄκανθας σπαρέντα βρύουσιν ἰάματα, εὐωδίαν δὲ πνέουσι χαρισμάτων, δι᾿ ὧν λαβεῖν παθῶν ἀπαλλαγὴν
59.strop.4.5 καὶ βοᾶν τῷ θεῷ· “Ὑψηλή σου ἡ χείρ,
❘:πολυέλεε.”: ❘
59.strop.5.1 Οἱ ἀγῶνες ὑμῶν καὶ οἱ στέφανοι, οἱ ἱδρῶτες ὑμῶν καὶ τὰ θαύματα
59.strop.5.2 οὐδὲ λόγῳ ἑνὶ ὑπογράφονται, οὐδὲ τόπῳ ἑνὶ περιγράφονται· ἡ ἐκκλησία τούτοις ἥδεται ὡς χρυσοῖς κροσσωτοῖς περιβεβλημένη καὶ παρέστηκε σοὶ ὡς βασίλισσα
59.strop.5.5 βασιλεῖ ἀθανάτῳ κα[ὶ ἀ]φθάρτῳ θεῷ,
❘:πολυέλεε.: ❘
59.strop.6.1 Συνετῶς τῷ θεῷ ἡμῶν ψάλλωμεν· δαψιλῶς γὰρ τὴν χάριν ἐξέχεεν,
ἣν ποτὲ Ἰωὴλ προεκήρυξεν· “Ἐκχεῶ”, γὰρ φησίν, “ἐκ τοῦ πνεύματος ἐπὶ τούς δούλους καὶ τὰς δούλας μου”· ἡ γὰρ τούτου ἰσχύς καὶ τοῖς ἀθλοφόροις ἐχορήγει καὶ λόγον καὶ δύναμιν,
59.strop.6.5 καὶ ἐνέφραττε στόματα τῶν κατὰ σοῦ,
❘:πολυέλεε.: ❘
59.strop.7.1
Ῥέων πλοῦτος αὐτούς οὐκ ἠπάτησε, τὴν γὰρ σὴν βασιλείαν ἠγάπησαν· τῶν προσκαίρων τὴν λήθην ἐλάμβανον, τῶν ἀφθάρτων τὴν μνήμην προσέμενον· ἐν οἷς ὁδεῦσαι ἐπειγόμενοι τὸ θανεῖν ἤπερ ζῆν μᾶλλον προετίμων,
ἵνα σὲ τὴν ζωὴν ἐμπορεύσονται
59.strop.7.5 καὶ τρυφήσουσι τῶν παρὰ σοῦ ἀγαθῶν
❘:πολυέλεε.: ❘
59.strop.8.1
Ὠμοτάτων θηρῶν ἀγριώτεροι βασιλεῖς τοῖς ἁγίοις σου, κύριε, ἀπειλαῖς καὶ θυμῷ ἐπερχόμενοι καὶ σφοδρᾷ τῇ ὀργῇ βασανίζοντες
ὡς λύκοι ἄρνας διεσπάραττον· ἀλλ᾿ αὐτὸς ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ποιμὴν ἡμῶν τὴν βοήθειαν σοῦ ἐχορήγεις αὐτοῖς·
59.strop.8.5 διὰ σὲ γὰρ ὑπέμειναν τούς αἰκισμούς,
❘:πολυέλεε.: ❘
59.strop.9.1 Μόνος λόγος ὁ σὸς ἐπεσπάσατο τούς ἁγίους ὀπίσω σου, κύριε·
ὡς γὰρ εἶπας· “Ὁ θέλων μοι ἕπεσθαι συγγενεῖς καὶ γονεῖς ἀπαρνήσεται”· προθύμως πᾶσιν ἀπετάξαντο καὶ τῶν ὧδε γυμνοὶ ἠκολούθησάν σοι, τῇ εὐθείᾳ ὁδῷ καὶ πηγῇ τῆς ζωῆς,
59.strop.9.5 ἀδιστάκτῳ τῇ γνώμῃ πιστεύσαντες σοί,
❘:πολυέλεε.: ❘
59.strop.10.1 Ἀπὸ τῶν θυσιῶν ἀπογεύσασθαι κατηνάγκαζον τούτους οἱ ἄθεσμοι· ἀλλ᾿ αὐτοὶ τὸν οὐράνιον δεῖπνον σου ψυχικοῖς ὀφθαλμοῖς προορώμενοι εἰδώλων βρώσει οὐκ ἐμόλυναν τὰ αἰνοῦντα σε χείλη καὶ εὐλογοῦντα,
ἵνα σῶν ἀγαθῶν γένωνται κοινωνοί,
59.strop.10.5
ὧν ἠξίωσας τούς σούς μαθητάς,
❘:πολυέλεε.: ❘
59.strop.11.1 Ναρκησάντων θηρίων τὰ στόματα οἱ ὁρῶντες ἐγίνοντο ἔκθαμβοι· πλησιάζοντα τούτων τοῖς σώμασι πρὸ ποδῶν ἐκυλίοντο κείμενα, δουλείαν μᾶλλον ἀσπαζόμενα ἤπερ δρᾶσαι τι τῶν ἁγίων τολμῶντα, τὸ δὲ πῦρ †πάλιν ἐχαλίνου αὐτοῖς·†
59.strop.11.5 ἐδιδάσκετο γὰρ καταιδεῖσθαι τούς σούς,
❘:πολυέλεε.: ❘
59.strop.12.1
Ὁ διάβολος τέτρωται, πέπτωκε μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως· τῶν βελῶν τὴν φαρέτραν ἐκένωσε καὶ τούς σούς στρατιώτας οὐκ ἔτρωσε· κυμάτων σάλον ἐπανέστησε, τούς ἑστῶτας δὲ ἐπὶ τὴν πέτραν οὐ κατέβαλεν οὐδὲ ἐσάλευσεν,
59.strop.12.5 ἀσφαλῆ τὸν θεμέλιον ἔχοντας σέ,
❘:πολυέλεε.: ❘
59.strop.13.1
Ὑπομείναντες ὄντως ὑπέμειναν καὶ νομίμως ἀθλήσαντες ἤθλησαν· τὸν ἀγῶνα καλῶς ἠγωνίσαντο καὶ τὸν δρόμον εἰς τέλος ἐτέλεσαν· τὴν πίστιν ἄμωμον ἐτήρησαν, ἀντὶ πάντων δὲ τούτων τῶν ἀλγεινῶν παρὰ σοῦ τούς στεφάνους ἐκδέχονται·
59.strop.13.5 ταῖς εὐχαῖς αὐτῶν ἵλεως γενοῦ ἡμῖν,
❘:πολυέλεε.: ❘
59.strop.14.1
⟦Δαψιλῶς σου ἡ χάρις ἐκχέεται τοῖς ἐν πίστει αἰτοῦσι τὰ δέοντα· διὰ τοῦτο κἀγὼ ὁ ἀνάξιος ἱκετεύω σε, εὔσπλαγχνε κύριε· μικρὸν σταγόνα ἐκ τοῦ πνεύματος ὥσπερ ὄμβρον κατάπεμψον, δέομαι,
ἵνα ψάλλω λοιπὸν καὶ τὰ σὰ μελετῶ
59.strop.14.5 καὶ πλουτίσω πολλούς ἐκ τῶν σῶν δωρεῶν,
❘:πολυέλεε.: ❘⟧