Гимны по обстоятельствам
51 (XLVIII). Десять дев (1-ый (II) кондак)
2-й кондак помещён в разделе «Притчи Иисуса Христа»
51.t.1
Τῇ ἁγίᾳ καὶ μεγάλῃ τρίτῃ κοντάκιον ᾀδόμενον εἰς τὰς δέκα παρθένους,
οὗ ἡ ἀκροστιχίς·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλάγιος αʹ.
Προοίμιον
51.pro.1 Λαμπάδα ἄσβεστον τὴν ψυχὴν νυμφίῳ δείξωμεν τῷ Χριστῷ·σύν αὐτῷ εἰσελευσώμεθα· νυμφὼν γὰρ ἀποκλείεται·μὴ ἀπομείνωμεν ἔξω βοῶντες· "Ἄνοιξον». 51.1.1 Τί ῥαθυμεῖς, ταπεινή μου ψυχή; Τί μεριμνᾷς ἃ οὐ προσήκει καὶ ἀσχολῇ πρὸς πᾶν ἀνωφέλητον τῶν μελλόντων καιρῶν, καὶ κρατεῖς τὸ παρὸν ὡς αἰωνίῳ τούτῳ προσέχουσα;
51.1.5
Ἡ ἐσχάτη ἐγγύς καὶ ἀρχή σοι ἐστὶ τοῦ ἐπιβλέπειν εἰς ματαιότητα·ἀνάνευσον λοιπὸν πρὸς Ἰησοῦν ὡς ἡ συγκύπτουσα· ἐλύθης τῶν δεσμῶν σου, μὴ συγκάμψῃς τὸν νῶτόν σου· γνωμικῆς γὰρ κατοχῆς οὐκ ἔστι λύσις·
51.1.10διὸ ἀνάνηψον, γρηγόρησον ὡς ἀπὸ ὕπνου· ὁ νυμφίος ἔρχεται· μὴ ἀπομείνωμεν ἔξω βοῶντες· "Ἄνοιξον».
51.2.1 Οὕτω ποτὲ καὶ παρθένοι μωραὶ ἔπαθον, ὅτε οὐ συνῆκαν τοῦ νυμφιοῦ τὴν ἄθροον ἔλευσιν·διὰ τοῦτο, ψυχή, ὡς ἡμέρα ἐστίν, ἐπὶ τὸ ἔργον ἡμῶν ἐξέλθωμεν,
51.2.5
ὅτι ἔρχεται νύξ ἥνπερ εἶπεν Χριστός, ἐν ᾗ οὐδεὶς ἰσχύσει ἐργάσασθαι,καὶ μένομεν πτωχοὶ καὶ πένητες· οὐ γὰρ ἐκάμομεν. Πτωχούς γὰρ εἰς τὸ μέλλον οὐκ οἰκτείρουσι πλούσιοι· οὐ γὰρ οἴκτειραν μωρὰς σοφαὶ παρθένοι·
51.2.10ἐκεῖ ἀνίλεως ἡ κρίσις τῷ μὴ ἐλεοῦντι· ἀλλ᾿ ἐνταῦθα φθάσωμεν τὸν τοῦ εὐσπλάγχνου πυλῶνα βοῶντες· "Ἄνοιξον».
51.3.1
Ὕπνωσας ὕπνον, ψυχή μου, κενόν· κεῖσαι καὶ ῥέγχεις ἕως πότε; Γρηγόρησον κἂν νῦν πρὸς ὃ βλέπομεν·ἀπειλαὶ ἐπαχθεῖς καὶ σεισμοὶ συνεχεῖς καὶ τῶν πολέμων κτύποι ἐπάλληλοι
51.3.5 συνετάραξαν γῆν μετὰ τῶν ἐν αὐτῇ καὶ ἐφυγάδευσαν καὶ τὴν θάλασσαν.Πτοήθητι λοιπὸν ὡς Ἰωνᾶς καὶ ἀφυπνίσθη[τι]·
ἠχοῦσι κατὰ κόσμον τῶν σημείων αἱ σάλπιγγες προ[μη]νύουσαι Χριστὸν τοῖς προσδοκῶσιν, 51.3.10
ὅτι ἐλεύσεται καὶ ἐνδημήσας ἀποκλείσει τὴν ἁγίαν εἴσοδον [⏑⏑⏑-] τῶν σημείων [⏑-⏑] [«Ἄνοιξον»].
51.4.1 Ταῦτα καὶ νῦν θεωροῦμεν, ψυχή· θύραι εἰσίν, οὐκ ἐπὶ θύραις· ἐπέστη γὰρ καὶ πάρεστιν ἕτοιμα·οὐκ ἐλλείπει οὐδὲν ὧνπερ [εἶ]πε Χριστός, ἀλλ᾿ ὡς προεῖπε πάντα γενήσεται·
51.4.5 καὶ λιμοὶ καὶ [λο]ιμοὶ καὶ σεισμοὶ συνεχεῖς, καὶ ἔθνος ἐπὶ ἔθνος ἐγήγερται·τὰ ἔσω φοβερά, τὰ ἔξω δὲ μάχης πεπλήρωνται· οὐκ ἔστι ποῦ σωθῆναι· πανταχοῦ γὰρ ὁ κίνδυνος· οὐδαμοῦ καταφυγή, φυγὴ δὲ πᾶσιν·
51.4.10ἡ πύλη κέκλεισται, ἡ εὐσπλαγχνία ἐσφρα[γί]σθη· οὐ γὰρ ἠβουλήθημεν ἔνδοθεν εἶναι, [νῦν ἔξω βοῶμεν· «Ἄνοιξον»].
[Ἄκ]ουσον ταῦτα καὶ κλαῦσον, ψυχή· στέναξον ἤδη κατὰ γνώμην, πρὶν ἢ φθασθῇς καὶ κλαύσῃς μὴ θέλουσα, ὅτε πᾶσα ἡ γῆ δαπανᾶται πυρὶ καὶ ὁ οὐρανὸς ὡς χάρτης εἱλίσσεται,
51.5.5
ὅτε φεύγει βυθὸς κα[ὶ ὁ] τούτου πυθμὴν ἀναφανήσεται ὡς οὐδέποτε·φωστῆρες οὐκ εἰσίν· ἀστέρες γὰρ ὡς φύλλα πίπτουσιν. Τοσαύτη ἔσται θλῖψις, ὅτε ταῦτα ἐλεύσεται· σαλευθήσονται τῶν ἄνω αἱ δυνάμεις
51.5.10ἐν φόβῳ κράζουσαι· "Ὅπου [ἂν] γένηται τὸ πτῶμα, ἀετοὶ συναχθήσονται ἀφέντες ἔξω τούς γύπας [βοῶντας· Ἄνοιξον"].
51.6.1 Πόσην ὀδύνην ποιεῖ ἡ φωνὴ τοῖς ῥαθυμήσασι καὶ πᾶσιν ἁμαρτωλοῖς, ὧν πρῶτος ἐγώ εἰμι· ἐκριζοῖ γὰρ ἡμᾶς ὡς ποτὲ τὴν συκῆν ἥτις οὐ δέδωκε τὸν καρπὸν αὐτῆς·
51.6.5 καὶ γεέννης νομὴ ὡς ἀξίνης τομῇ ἀποτεμνόμενοι γενησόμεθα,ὃν τρόπον Ἰησοῦς ὁ τῶν ψυχῶν κληροῦχος ἔφησε. Ψυχή μου, νεωθῶμεν καὶ ποιήσωμεν γέννημα ἀγαθὸν ὡς ἀγαθοῦ σπορέως σπέρμα,
51.6.10ἵν᾿ ὅταν ἔρχηται συναγαγεῖν εἰς ἀποθήκας τούς καλούς καρπούς αὐτοῦ, μὴ ἀπομείνωμεν ἔξω βοῶντες· "Ἄνοιξον».
51.7.1
Ἔφθασεν, ἔφθασεν ὁ θερισμός· τῆς συντελείας ἡ δρεπάνη εὐτρέπισται καὶ μᾶλλον ἠκόνισται·τῶν σεισμῶν ὁ αὐχ[μὸς] ὥσπερ καύσων σφοδρὸς ἐπὶ τὴν ἄρουραν περικέχυτ[αι]·
51.7.5 οἱ ταχεῖς θερισταὶ πρὸς τὸ ἔργον αὐτῶν τὰ ἐπιτήδεια ἐ[πι]φέρονται,καὶ μένουσιν ἰδεῖν τί ὁ καλὸς γεοῦχος βούλε[ται]. Ψυχή μου, τί τελοῦμεν; Ζιζανίων γὰρ γέμομεν καὶ χωρίζ[ουσιν] ἡμᾶς ἀπὸ τοῦ σίτου,
51.7.10πρὶν συνδεσμήσωσι καὶ παραδώς[ω]σιν εἰς καῦσιν· δεῦρο λοιπόν, προλάβωμεν διὰ δακρύων καὶ [γόων βοῶντες· «Ἄνοιξον»].
51.8.1
Ἴδε, καιρὸς χαλεπὸς ὁ παρών· τί ἀναμένομεν, ψυχή μου; ἡμέρα γὰρ ἐστὶν ἐκδικήσεως·ἐξεκαύθη θυμὸς ἐφ᾿ ἡμᾶς δι᾿ ἡμᾶς ὅτι ἡμεῖς αὐτὸν ὑπανήψαμεν·
51.8.5 καὶ τὸ μέλλον γὰρ πῦρ ἐξ ἡμῶν καθ᾿ ἡμῶν, οὐδὲ γὰρ ὕλη ξύλων εὑρίσκεται·οὐ φαίνεται στοιβή, ἀλλ᾿ ἀμοιβὴ πυροῖ τὴν κάμινον· ἑκάστου ἡ κακία ὡς ἡ βάτος γενήσεται καιομένη καὶ οὐ κατακαιομένη·
51.8.10ἀεὶ γὰρ ἅπτεται καὶ οὐδέποτε δαπανᾶται, εἰ μὴ φθάσῃ δάκρυα τῶν ἀπεντεῦθεν ἐν θλίψει [βοώντων· «Ἄνοιξον»].
51.9.1 Νύξ πρὸ νυκτὸς καὶ πρὸ σκότους ἀχλύς πάντας κατέλαβεν ἐξαίφνης, καὶ νῦν ἐσμεν ὡς πρὶν [οἱ] Αἰγύπτιοι ἐν ὀμίχλῃ πληγῶν καὶ θυέλλῃ σεισμῶν καὶ τῶν πολέμων ζόφῳ κρατούμενοι·
51.9.5 καὶ οὐ μέχρι αὐτῶν ἐξαρκεῖ ἡ ὀργή· ἡ Ἐρυθρὰ γὰρ πάντας ἐκδέχεται,ἡ γέεννα ἐκεῖ, οὐ πρόσκαιρος, ἀλλ᾿ εἰς ἀπέραντον. Πολύ γὰρ παρωργίσθη Ἰησοῦς ὁ σωτὴρ ἡμῶν, ὅτι θαύματα ποιῶν οὐκ ἐπιστεύθη·
51.9.10διὸ ἐν μάστιξι τὰς ἀδικίας τῶν ἀπίστων ἀντιεπεσκέψατο, ἵνα κἂν οὕτω πεισθῶμεν [βοῶντες· «Ἄνοιξον»].
Ὅσοι οὖν τὸν νοητὸν Φαραὼ καὶ τὴν πικρὰν αὐτοῦ δουλείαν ἐφύγομεν, εἰς τέλος μισήσωμεν·ἐγεννήθημεν νῦν Ἰσραὴλ τοῦ Θεοῦ, μὴ ὑποστρέψωμεν εἰς τὴν Αἴγυπτον·
51.10.5 οὐκ εἰς χώραν, φημί, ἥνπερ ἦλθε Χριστός, ἀλλ᾿ εἰς τὴν τῷ Μωσεῖ μὴ πιστεύσασαν·καρδίαν γὰρ σκληρὰν καὶ ἀπειθῆ νοοῦμεν Αἴγυπτον, καρδίαν πτοουμένην ἐπελθούσης τῆς θλίψεως, ἀπελθούσης δὲ αὐτῆς τραχυνομένην, 51.10.10ἥνπερ ἐσχήκαμεν, καὶ ὅτι ἔχομεν δηλοῦμεν ἀπὸ τῶν καρπῶν ἡμῶν· ἐν ταῖς ἀνάγκαις γὰρ μόνον βοῶμεν· "Ἄνοιξον».
51.11.1
[Ὕπε]ρθε τῆς κεφαλῆς ἡ πληγή, καὶ ἡ καρδία οὐ λυπεῖται· [ἀλ]γεῖ ἡ σάρξ, κα[ὶ ὁ] νοῦς οὐκ αἰσθάνεται·μεμαστίγωται [πᾶ]ς, καὶ οὐδεὶς ἐξ ἡμῶν παρακαλεῖ θερμῶς τὸν μαστί[ζο]ντα.
51.11.5
Ὡς ἱμάντα Χριστὸς τὸν σεισμὸν καθ᾿ ἡμῶν ἀνεκαίνι[σεν], ὅτι ἐζήλωσεν ὁ πρὶν ἐν ἱερῷ φραγέλλιον ποιήσας κύριος· [ἡ]μεῖς δὲ ὡς παιδία ταῖς φρεσὶν ἐγενήθημεν μεριμνῶντες [τὸ] φαγεῖν, πιεῖν καὶ παίζειν·
51.11.10ἐν ἀγοραῖς ἐσμεν καθήμενοι καὶ προσφωνοῦντες· "Εἰ καὶ κρίσις ἔρχεται, τέως τερφθῶμεν, καὶ τότε βοῶμεν· ’Ἄνοιξον’».
51.12.1
[Ῥῖ]ψον, ψυχή μου, τὸ ῥῆμα χαμαί, πάτει τὸν νοῦν τῶν ἀπειθούντων· ἡ κρίσις γὰρ ἐγγίζει, ὡς γέγραπται·ὁ πατὴρ οὐ κρινεῖ, ἵνα μή τις εἰπῇ ὅτι οἰκτείρει τούς ὑϊούς αὐτοῦ·
51.12.5 ὁ υἱὸς δὲ κρινεῖ καὶ δεικνύει ἡμῖν ἃ δι᾿ ἡμᾶς ὑπέστη παθήματα,«Ἐμβλέψατε», βοῶν, »[εἰ] χρεωστῶν τοιαῦτα πέπονθα, εἰ ἔσχε τις ἀγάπην κατὰ ταύτην ἣν ἔδειξα, τὴν ψυχήν μου δεδωκὼς ὑπὲρ τῶν φίλων·
51.12.10καὶ θανατούμενος τοῖς μαθηταῖς μου διεθέμην καὶ τὰς κλεῖς ἐπίστευσα τῷ Πέτρῳ λέγων· ‘Σύ ἆρον [βοῶντας· Ἄνοιξον’"].
51.13.1
[Ὢ] ποταπὸν χαλινὸν καὶ κημὸν οὗτος ὁ λόγος μοι ἐμβάλλει· οὐκ ἔχω γὰρ πρὸς τοῦτόν τι φθέγξασθαι· ἐὰν εἴπω Χριστῷ ὅτι "Θέλημα ἦν καὶ οὐκ ἀνάγκη τοῦ σταυρωθῆναί σε»,
51.13.5 ἀντεπάγει ἐμοί· "Καὶ γὰρ θέλημα ἦν, ἀλλ᾿ ὑπὲρ σοῦ ἐγένετο, ἄνθρωπε·αὐτὸς ἦς χρεωστῶν, ἐγὼ δὲ [σοὶ] οὐκ ἐχρεώστουν.» Ψυχή μου, σκέψαι λόγον, ἵν᾿ ἐκεῖσε προσάξωμεν τῷ Θεῷ ἵν᾿ ἐν αὐτῷ δικαιωθῶμεν·
51.13.10ἀλλ᾿ οὐχ εὑρίσκομεν, εἰ μὴ σκεψάμενοι τρωθῶμεν καὶ Χριστῷ βοήσωμεν· "Ὁ πάντας θέλων σωθῆναι, καὶ ἡμῖν ἄνοιξον."
51.14.1 Μάθε, ψυχή μου, τὸν νοῦν τοῦ κριτοῦ, τί ἐβουλεύσατο, τί εἶπεν τοῖς μαθηταῖς, ἡνίκα διέθετο·"Μὴ ἐκλίπῃ, φησί, τῶν καρδίων ὑμῶν ἡ προσδοκία τῆς παρουσίας μου·
51.14.5 μεθ᾿ ὑμῶν γάρ εἰμι, ἕως οὗ αἱ σποραὶ αἱ τοῦ αἰῶνος τούτου ἐκλίπωσι·καὶ ἔρχομαι πάλιν ἀπ᾿ οὐρανῶν μετὰ δυνάμεως.» Εἰς τί οὖν κοπιῶμεν; Διὰ τί δὲ μοχθήσαντες ἐνεβάλομεν οὐδὲν τῷ βαλαντίῳ;
51.14.10Καὶ εἴθε κοῦφον ἦν καὶ μὴ πεπλήρωτ[ο ἀ]δικίας· οὐ γὰρ [ἐνε]πόδισε τῇ διανοίᾳ σχολάζειν τοῦ βοᾶν· "Ἄνοιξον».
Ἄνοιξον, κύριε, ἄνοιξόν μοι τῆς εὐσπλαγχνίας σου τὴν θύραν πρὸ τοῦ καιροῦ τῆς ἀποδημίας μου·ἀπελθεῖν με γὰρ δ[εῖ καὶ] ἐλθεῖν παρὰ σοὶ καὶ περὶ πάντων ἀπολογίσασθαι
51.15.5
ὧν ἐν [λό]γοις λαλῶ καὶ ἐν ἔργοις τελῶ καὶ ἐν καρδίᾳ διαλογίζομαι·καὶ θροῦς γὰρ γογγυσμῶν τὸ οὖς τὸ σὸν οὐκ ἀποκρύβεται.
«Ἐκ[τή]σω τούς νεφρούς μου», ὁ Δαυὶδ ψάλλων κράζει σοι, καὶ »ἐν τῷ βιβλίῳ σου γέγραπται πάντα"· 51.15.10ἐν ᾧ τὰ στίγματα ἀναγινώσκ[ων] τῶν κακῶν μου τῷ σταυρῷ σου χάραξον, ὅτι ἐν τούτῳ καυχῶμαι βοῶν σοι· "Ἄνοιξον».
51.16.1 Ναί, ἀδελφοί μου, τ[ὰ α]ὐτὰ καὶ ἡμεῖς εἴπωμεν πάντες πρὸς τὸν πλάστην, ἕως ἔστι πνοὴ ἐν ῥισὶν ἡμῶν,πρὶν ἐπέλθῃ ἡμῖν ἡ ὀργὴ ὡς ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ αἰφνίδιον.
51.16.5 Οὐ γὰρ πλεῖον ἡμῶν οἱ ἐν Τύρῳ κακοὶ οὐδ᾿ οἱ ἐν τῷ Καρμήλῳ δεινότεροι·ὡσαύτως καὶ ἡμᾶς ὀλέσθαι δεῖ, ἐὰν μὴ νήψωμεν· ἀρκοῦσαν Πτολεμαίοις τὰ συμβάντα εἰς ἔλεγχον τῆς σκληρότητος ἡμῶν καὶ ἀπειθείας· 51.16.10μετανοήσωμεν πρὸς τὰ γενόμενα ὁρῶντες, ἵνα τὰ ἐρχόμενα φύγωμεν, ὅτε ἐν θλίψει βοῶμεν· "Ἄνοιξον».
51.17.1 Οὕτως ἡμῶν ἐσκληρύνθη ὁ νοῦς ὅτι τῶν ἄλλων τὰς συμπτώσεις ἀκούσαντες οὐδὲν διωρθώσαμεν·οὐκ ἔστι συνιὼν οὐδὲ εἷς ἐκζητῶν, ἀλλ᾿ ἐξεκλίναμεν, ἠχρειώθημεν.
51.17.5 Νινευῖται ποτὲ ἐπὶ μίᾳ φωνῇ τῇ τοῦ προφήτου μετεμελήθησαν, ἡμεῖς οὔτε φωνήν, οὔτ᾿ ἀπειλὴν ἐνενοήσαμεν· κλαυθμῷ ὁ Ἐζεκίας Ἀσσυρίους ἐτρέψατο ἐξεγείρας κατ᾿ αὐτῶν τὴν ἄνω δίκην·
51.17.10ἰδού Ἀσσύριοι καὶ πρὸ αὐτῶν Ἰσμαηλῖται ᾐχμαλώτευσαν ἡμᾶς, καὶ οὐκ ἐκλαύσαμεν οὔτε βοῶμεν· "Ἄνοιξον».
51.18.1
Ὕψιστε δέσποτα, πάντων κριτά, τὶ τῶν ἡμῶν μὴ περιμείνῃς· οὐ χρεία γὰρ σοὶ τῶν ἀγαθῶν ἡμῶν,ὅτι ἔγκειται πᾶς [ἐπὶ] τὰ πονηρὰ καὶ διανοίᾳ καὶ τῷ θελήματι.
51.18.5 Διὰ τοῦτο, [σωτήρ], τὰς ἡμέρας ἡμῶν κατὰ τὸ θέλημά σου διοίκησον,μὴ [μέν]ων τὴν ἡμῶν ἐπιστροφήν· οὔτε γὰρ ἔρχεται· κἂν ἔλθῃ [εἰ]ς ὀλίγον, οὐκ ἐμμένει εἰς τέλειον, ὡς τὸ σπέρμα τὸ πεσὸν [κατ]ὰ τὰς πέτρας· 51.18.10ὡς χόρτος δώματος πρὶν ἀναβῆναι [ἐξ]ηράνθη· ἀλλ᾿ ἐφάπλωσον ἡμῖν τούς οἰκτιρμούς σου καὶ [πᾶσι]ν τοῖς βοῶσιν· Ἄνοιξον.
52 (LIII). К новопросвещенным.
52.t.1
Κοντάκιον ἕτερον εἰς τούς νεοφωτίστους, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος]
ἦ χος πλάγιος αʹ, ἰδιόμελον.
Προοίμιον
52.pro.1 Τῆς κολυμβήθρας τὰ τέκνα, οἱ νεοφώτιστοι πάντες εὐχαριστοῦντες βοῶμέν σοι, Χριστὲ ὁ Θεός·
"Ἐφώτισας ἡμᾶς τῷ φωτὶ τοῦ προσώπου σου, ἐνέδυσας στολὴν τὴν ἀξίαν τοῦ γάμου σου·
52.pro.5δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας».
52.1.1 Τίς εἴπῃ, τίς δείξῃ Ἀδὰμ τῷ πρωτοπλάστῳτὸ κάλλος, τὸ καῦχος, τὸ κῦρος τῶν αὐτοῦ τέκνων; Τίς πάλιν διηγήσεται καὶ τῇ ταλαίνῃ Εὔᾳὅτι οἱ ἐκ ταύτης ἐβασίλευσαν
52.1.5 στολὴν φοροῦντες δόξης, καὶ μετὰ πολλῆς δόξης δοξάζουσι τὸν δοξάσαντα τῷ σώματι, τῷ πνεύματι καὶ τῷ σχήματι λάμποντες; Βαβαὶ τοῦ θαύματος· οἱ πρώην ἄνθρωποι ἐξαπίνης ἄγγελοι, οἱ πήλινοι πύρινοι·
52.1.10καὶ τίς τούτους ὕψωσε; Πάντως ἡ ἀνάστασις ἡμῶν.Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
52.2.1 Οὐκέτι ὡς ξένοι τῶν θείων ἐξωθοῦνται,ἀλλ᾿ ἄρτι ὡς ἴδ[ιοι] τὸ "δεῦτε» ἤκουσαν πάντες· οὐκέτι παραστήκουσι τῇ θύρᾳ τοῦ νυμφῶνος,ὅτι τὸν νυμφίον ἐνεδύσαντο·
52.2.5 οὐκέτι ἀπιστοῦνται, ἀλλὰ πάντα θαρροῦνται·οὐκέτι ὡς κατάσκοποι, ἀλλ᾿ ὄντως ὡς ἐπίσκοποι τῶν ἁγίων ἐφάπτονται· οὐκέτι κρούουσι τὴν θύραν κράζοντες·"Ὦ οἰκτίρμον, ἄνοιξον», ἀλλ᾿ ἔνδοθεν ᾄδουσι·
52.2.10"Σύ ἐφώτισας ἡμᾶς πάντας, ἡ ἀνάστασις ἡμῶν. Δόξα σοι, [δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.]».
52.3.1
Ὑψώθη ἡ πάλαι ταπεινωθεῖσα φύσις,ὑψώθη, ἐπήρθη καὶ θείαν ἔφθασε φύσιν· ἐγένετο ὁ ἄνθρωπος θεὸς Θεὸν φορέσας·εὗρεν ὃν ἐζήτει εἰς παράδεισον·
52.3.5 ἐκ[εῖ] ζητήσας ἄλλο μετέπεσεν εἰς ἄλλο·ἐνταῦθα δὲ ἐζήτησε καὶ τάχος ἐβασίλευσε καὶ θεὸς ἐχρημάτισεν· ἐκεῖ ἐδίψησε καὶ ὧδε ἔπιεν,ἐκεῖ ἐπεθύμησε καὶ ὧδε ἐπέτυχε.
52.3.10Καὶ τίς τούτῳ δέδωκε; Πάντως ἡ ἀνάστασις ἡμῶν. – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
52.4.1 Τρανὸς εἶ, λαμπρὸς εἶ, Ἀδάμ, καὶ ζηλωτὸς ὢν τοῦ σὲ μισοῦντος ἐκτήκεις βάσκανον ὄμμα· ὁρῶν σε γὰρ ὁ τύραννος μαραίνεται καὶ κράζει·"Τίς ἐστιν ὃν βλέπω; Οὐκ ἐπίσταμαι·
52.4.5 ὁ χοῦς ἀνενεώθη, ἡ κόνις ἐθεώθη,ὁ πένης καὶ ἐλάχιστος ἐκλήθη καὶ ἐλούσατο καὶ εἰσελθὼν ἀνέπεσεν· πρὸς δεῖπνον ἕλκεται, φαγεῖν ἐτόλμησε καὶ πιεῖν ἐθάρρησεν αὐτὸν τὸν ποιήσαντα.
52.4.10Καὶ τίς τούτῳ δέδωκε; Πάντως ἡ ἀνάστασις αὐτοῦ.» – Δόξα σοι, δό[ξα σοι ὅτι οὕτως ηὐδόκησας.]
52.5.1 "Ἀρχαίων πταισμάτων αὐτοῦ οὐ μνημονεύει,προτέρων τραυμάτων οὐλὴν οὐδ᾿ ὅλως ἐμφαίνει· πολύχρονον παράλυσιν παρὰ τὴν κολυμβήθραν ἔρριψεν ὡς πάλαι ὁ παράλυτος,
52.5.5 καὶ νῦν ἐπὶ τῶν ὤμων τὴν κλίνην οὐ βαστάζει,ἀλλ᾿ ὄντως ἐπιφέρεται σταυρὸν τοῦ ἐλεήσαντος καὶ ἐμὲ ἀπολέσαντος· πολλούς ἐν ὕδασι πολλάκις ἔλουσεν ὁ φιλάνθρωπος πρότερον, καὶ οὕτως οὐκ ἔλαμψαν·
52.5.10φαιδρούς τούτους ἔδειξεν ἄρτι ἡ ἀνάστασις αὐτῶν.» – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.6.1 "Πηγῆς ἀενάου τῆς ἐν τῷ παραδείσῳτὰ νάματα ὄντως εἰς ποταμούς διαιροῦνται, καὶ τούτοις [καταντ]λούμενος ὁ Ἀδὰμ ἀρρωστήσας μίαν ἀλγηδόνα οὐ κατέπαυσε·
52.6.5 κατέκλυσε τὸ ὕδωρ τὴν γῆν ἐπὶ τοῦ Νῶε,καὶ ὅμως οὐκ ἀπέσμηξε τὸν πρώην ἀρρωστήσαντα, ἀλλὰ μᾶλλον ἀπέπνιξε· καὶ τί ἐγένετο, ὅτι τὰ ὕδατα τοῦ βυθίζειν ἔλαθε καὶ σῴζειν μεμάθηκεν;
52.6.10Ὄντως μετεσκεύασε ταῦτα ἡ ἀνάστασις αὐτῶν.» – Δόξα σοι, δόξα [σοι, ὅτι οὕτως ηὐδόκησας].
52.7.1
"Ἰδού μεῖζον βλέπω τῆς Ἐρυθρᾶς θαλάσσης·ἐκείνη δειχθεῖσα βυθὸς βατὸς τοῖς ἀνθρώποις οὐκ ἔλουσεν, οὐκ ἔσωσεν αὐτούς τῆς ἁμαρτίας·ἐνταῦθα δὲ κα[ὶ ἔ]λουσε καὶ ἔσωσε·
52.7.5 κἀκεῖ μὲν οὐχὶ πάντας, ἀλλὰ τὸν λαὸν μόνον ἐδέξατο τὰ ὕδατα· ἐνταῦθα δὲ ἑκάστοτε πᾶσιν ἔθνεσι πρόκειται· οὐκ ἀποστρέφονται, οὐκ ἀποκρίνονται·’Μὴ Φαραωνίτης εἶ;’, ἀλλ᾿· Ἑἴ τις εἴ, εἴσελθε’·
52.7.10ζῶν γὰρ ὕδωρ ἔδειξε τούτοις ἡ ἀνάστασις αὐτῶν.» – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.8.1 "Ναμάτων κακίστων πηγή ποτε ἰάθη ὑπὸ Ἐλισσαίου τοῦ σοφωτάτου προφήτου· ἐστείρου γὰρ τὰ γύναια ἡ τῶν ὑδάτων γεῦσις νόσον ἀτεκνίας παρεχόμενα·
52.8.5 καὶ ὅμως ἰαθέντα καὶ μεταποιηθέντα οὐκ ἔμαθον τὰ ὕδατα καθαίρειν ἁμαρτήματα καὶ καινίζειν τὰ πνεύματα· ἀλλ᾿ ὧδε ἔμαθον καὶ πάντας ἥγνισαν καὶ τοῖς πᾶσι γεγόνασι λουτρὸν ἀνακτίσεως·
52.8.10καὶ ἤνοιξε δωρεὰν τοῦτο ἡ ἀνάστασις αὐτῶν.» – Δό[ξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.9.1 "Οὐκ οἶδα τί λέξω, οὐκ οἶδα τί τελέσω·στενά μοι παντόθεν, ἀπορῶ πρὸς ἃ βλέπω· ἡ χάρις ἄνευ δόσεως, τὸ δῶρον ἄνευ δώρου·τίς οὖν ἐπὶ τοῦτο οὐκ ἐπείγεται;
52.9.5 Πτωχὸς ἔχει ὀκνῆσαι ἢ πλούσιος ὀκλάσαι;οἱ ἄμορφοι αἰσχύνονται; οἱ δοῦλοι οὐκ ἐπείγονται; οἱ δεσπόται οὐ τρέχουσιν; Οἱ πάντες ἔρχονται· καὶ γὰρ ἀκήκοαν τοῦ δεσπότου φήσαντος· ‘Πηγὴ παρ᾿ ἐμοὶ ζωῆς·
52.9.10ἐγὼ λούω πάντας καὶ σμήχω ἡ ἀνάστασις ὑμῶν’.» – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.10.1
"Ὑπνοῦντας τούς πάντας εἰς Ἅιδου κατωτάτου καθάπερ χειμάρρους ὁ τοῦ λουτροῦ τούτου ἦχος ἀφύπνωσεν, ἀνέστησε τούς ἐκ τοῦ παραβάντος καὶ τῇ κεφαλῇ μου ἐπεβίβασε· 52.10.5 καθῆρε ῥυπωθέντας καὶ ἄνευ ἀργυρίου ἐπλούτισε τούς ἅπαντας καὶ μόνον λόγον ἔλαβε παρ᾿ αὐτῶν ἀνθ᾿ ὧν ἔδωκε· ’Πιστεύω’, ἔφησαν, καὶ πάντα ἔλαβον·ἐμοὶ ἐνεφύσησαν καὶ οὕτως ἐβόησαν·
52.10.10’Πιστεύομεν ὅτι ῥύεται ἡμᾶς ἡ ἀνάστασις ἡμῶν’.» – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως [ηὐδόκησας].
52.11.1
Ῥημάτων τοιούτων τὸν ὄχλον ὄντως χέει ὁρῶν ὁ Βελίαρ τὸν νεοφώτιστον ἄρτι, καὶ νῦν ὑπὲρ τὸ πρότερον δριμύτερον προσέχει τῷ τῆς κολυμβήθρας γεννήματι·
52.11.5 Διὸ παρακαλῶ σε ὡς πλεῖον ἀγαπῶν σε·τερπνέ μου νεοφώτιστε, ἀεὶ γενοῦ ὃ κέκλησαι, πανταχοῦ νεοφώτιστος· τερπνὸς ἑκάστοτε, ὡραῖος πάντοτε,μὴ νυμφίος σήμερον καὶ αὔριον ἄγαμος·
52.11.10ἥρμοσε γάρ σε τῷ δεσπότῃ ἡ ἀνάστασις ἡμῶν. – Δόξα σοι, δόξα [σοι, ὅτι οὕτως ηὐδόκησας].
Ὡς εἶπες "Πιστεύω», ἐπίμεινον πιστεύων,[καὶ] ὡς συνετάξω, οὕτω πολίτευσαι ἔξω· μὴ ἅμα τῷ ἐνδύματι ἐκδύσῃς σου τὴν δόξαν·μεῖνον λευκοφόρος τὴν διάνοιαν.
52.12.5 Μὴ εἴπῃ σοι ὁ πλάνος· «Ἑπτὰ ἡμέρας μόνας ὀφείλεις συναυλίζεσθαι ᾧ ἔφθασας συντάξασθαι, καὶ μετέπειτα πάρελθε»· ἀλλ᾿ ὥσπερ ἔμαθες καὶ χαίρων ἔψαλλες·"Ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε σήμερον»,
52.12.10οὕτως ὕμνησον καθ᾿ ἡμέραν τὴν ἀνάστασιν ἡμῶν. – Δόξα σοι, δό[ξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.13.1 Μὴ γάρ σοι ἀνάγκης ἐπιτεθείσης ἦλθες ἢ ἄλλου βιαίως ἑλκύσαντός σε εἰσῆλθες· αὐτὸς αὐτὸν κατήπειξας ἀκούσας τοῦ εἰπόντος·"Δεῦτε οἱ διψῶντές με καὶ πίετε».
52.13.5 Καὶ μόνον ὡς εἰσῆλθες καὶ τοῦτο ἐρωτήθης·[Πιστεύεις ὅτι κέκτημαι πηγὴν ζωῆς, ὦ ἄνθρωπε;», τὸ "Πιστεύω» ἀντέφησας. Παρῆσαν ἅγιοι, συνῆσαν ἄγγελοι,αἱ δυνάμεις ἵσταντο, ἀρχαί, θρόνοι ἤκουον
52.13.10σοῦ βοῶντος ὅτι "Πιστεύω τὴν ἀνάστασιν ἡμῶν.» – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
52.14.1 Ἀλλ᾿ ὅτι πρὸς τούτους, ἐὰν ἀρνήσῃ, ἔχεις,φυλάττου, ὦ φίλε, καὶ ἀσφαλίζου παντόθεν· μὴ κτήσῃ κατηγόρους σου τούς ἄνω καὶ τούς κάτω·πᾶσα γὰρ ἡ κτίσις σοῦ ἀκήκοεν.
52.14.5 Πολλάκις δὲ καὶ φόβῳ τῶν νῦν κρατούντων νόμων προσῆλθες τῷ βαπτίσματι καὶ γέγονας ὃ γέγονας τὸν καιρὸν αἰσχυνόμενος· καὶ τί σοι γένηται, ὅταν ἐλεύσεται ὁ καιρὸς τῆς κρίσεως καὶ πάντα ἐλέγχεται
52.14.10καὶ τοῖς πᾶσιν ἀνταποδώσει ἡ ἀνάστασις ἡμῶν; – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
52.15.1 Νουθέτει, ὦ φίλε, σαυτὸν ἐν τοῖς τοιούτοις,κἂν φόβῳ προσῆλθες, λοιπὸν ἐπίμεινον πόθῳ· ἀγάπησον ἃ ἔλαβες καὶ σφίγξον ἃ κατέχεις·μὴ αὐτομολήσῃς πρὸς τὰ πρότερα·
52.15.5 μὴ γένῃ καταγέλως τοῦ νῦν σε φοβουμένου· ἐὰν γὰρ θεωρήσῃ σε δραμόντα πρὸς τὰ πρότερα, ἐπιχαίρων σοι φθέγγεται· "Οὐκ ἀπετάξω μοι καὶ τῇ λατρείᾳ μου;οὐ Χριστὸν ἠγάπησας κἀμοὶ ἐνεφύσησας;
52.15.10οὐκ ἠρνήσω με λέγων· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν;’» – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας.
52.16.1 Οὐκοῦν ἵνα μή σε ὁ ἐχθρὸς ὀνειδίσῃμήτε ὁ οἰκτίρμων ὡς παραβάτην σε κρίνῃ, ἐπίβλεψον τῷ ὅπλῳ σου ᾧ νῦν ἐθωρακίσω,φρόνησον ἐπάξια τοῦ κάλλους σου·
52.16.5 μνημόνευε καθ᾿ ὥραν τί ἧς καὶ τί ἐγένου,εἰς νοῦν φέρε ἑκάστοτε τὴν πρώτην σου εὐτέλειαν καὶ τὴν νῦν βασιλείαν σου· μὴ λάθῃς, ἄνθρωπε, τῶν γενομένων σοι·μὴ κριθῇς ἀνόητος καὶ κτήνεσιν ὅμοιος,
52.16.10σύνες πάντα καὶ ἀνευφήμει τὴν ἀνάστασιν ἡμῶν. – Δόξα σοι, δόξα [σοι, ὅτι οὕτως ηὐδόκησας].
52.17.1 Yἱόν σε ὁ πλάστης καὶ κληρονόμον ἔχει·οὓς γὰρ ἀποτίκτει ἡ μήτρα τῆς κολυμβήθρας λαμβάνει ὁ φιλόστοργος πατὴρ ὁ ἐπὶ πάντων καὶ εἰς κληρονόμους ἀναγράφεται.
52.17.5
Ἰδὲ οὖν, ἀδελφέ μου, πατέρα τίνα ἔχεις καὶ τούτῳ προσκολλήθητι· μὴ λίπῃς τὸν γεννήσαντα καὶ λοιπὸν κατεντύχῃ σου βοῶν· "Ἀκούσατε, υἱὸν ἐγέννησα καὶ γεννήσας ὕψωσα· αὐτὸς δὲ ἠθέτησεν
52.17.10ὁ πρὸ ὥρας κράζων μοι· ‘Σέβω τὴν ἀνάστασιν ἡμῶν.’» – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.18.1 Ἀνάτεινον ὅλον σαυτὸν ἐπὶ τὸ θεῖον·καὶ γὰρ ὄντως ὅλων τῶν θείων νῦν ἠξιώθης· οὐδέν σου μέρος ἄμοιρον ἐγένετο τῆς δόξης·ἅπαντα δὲ σύμπασιν ἡγίασται.
52.18.5 Μὴ σπεύσῃς σου μολῦναι τὰ ὄμματα ταῖς θέαις·τὰ ὦτα μὴ σπιλώσῃ σου ὁ φθόγγος ὁ ὀλέθριος ὁ καλῶν εἰς ἀπώλειαν· μὴ βορβορώσῃς σου τὸ στόμα ᾄσμασιν οἷς ἐχθρὸς μὲν τέρπεται, ψυχὴ δὲ βαρύνεται·
52.18.10ἁπλῶς ὕμνει πάντοτε † βοῶν † τὴν ἀνάστασιν ἡμῶν. – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.19.1
Ἰδού ἀνεκτίσθης, ἰδού ἀνεκαινίσθῃς·μηκέτι συγκάμψῃς τὸν νῶτον ἐν ἁμαρτίαις· ἐκτήσω, νεοφώτιστε, σταυρὸν ὡς βακτηρίαν,τούτῳ τὴν νεότητά σου στήριξον·
52.19.5 αὐτὸν ἐν τῇ εὐχῇ σου, αὐτὸν ἐν τῇ τραπέζῃαὐτὸν ἐπὶ τῆς κλίνης σου ὡς καύχημά σου πρόφερε πανταχοῦ, νεοφώτιστε· καὶ γὰρ οἱ δαίμονες ὡς κύνες ἄγριοι ὑλακτοῦσι πάντοτε, πρὸς οὓς ἀναβόησον·
52.19.10"Σταυρὸν ἔχων ἵσταμαι στέργων τὴν ἀνάστασιν ἡμῶν.» – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.20.1 Νῦν ὅτι τῇ ποίμνῃ Χριστοῦ συναγελάζει,ἀπόσχου τῶν λύκων, μὴ συμμιγῇς ἀκαθάρτοις· ἀμνὸς εἶ ἁπαλόσαρκος· μὴ ἀποσκληρυνθήσῃ; μὴ ἀπολιθωθήσῃ; Ἔσο πέτρινος.
52.20.5 Μὴ εἴπῃ σοι ὁ πλάνος· «Μὴ ψέγε οὓς οὐ σέβει»·μηδ᾿ ὅλως ὑποσύρῃ σε καιρούς παρατηρήσασθαι καὶ ἡμέρας φυλάξασθαι, τοῦ μὲν μὴ ἅπτεσθαι, τοῦ δὲ ἀπέχεσθαι·[⏑⏑-⏑ -⏑⏑] τῶν πάντων κυρίευσον·
52.20.10πάντα γάρ σοι δέδωκε δοῦλα ἡ ἀνάστασις ἡμῶν. – Δόξα [σοι, δόξα σοι, ὅτι οὕτως ηὐδόκησας].
52.21.1 Οὐ λέγει ἐφάπαξ· "Ἀπόστα τοῦ Θεοῦ σου»,ἀλλὰ κατὰ μέρος τῶν θείων ἀποσυλεῖ σε, δεικνύων σοι ἐνύπνια καὶ δι᾿ αὐτῶν πτοῶν σε καὶ ἐν τοῖς ὀνείροις σου φαντάζων σε·
52.21.5 "Τοῦ τόπου τούτου χώρει, τοῦ δένδρου τούτου φεῦγε, τὸ φρέαρ τοῦτο τίμησον· ἐγὼ γὰρ τούτῳ ἕπομαι καὶ μέλλω εἶναι ἄγγελος.» Μὴ τούτοις πείσῃ σε καὶ ὑποφθείρῃ σε,καὶ νομίσῃς, ἄνθρωπε, τὸν δαίμονα ἄγγελον·
52.21.10μᾶλλον πάτησον αὐτὸν σέβων τὴν ἀνάστασιν ἡμῶν. – Δόξα σοι, δόξα σοι, ὅτι οὕτως ηὐδ[όκησας].
52.22.1 Σωφρόνει καὶ φρόνει λοιπὸν τὰ τοῦ κυρίου·αὐτοῦ γὰρ ἐκλήθης καὶ εἶ πιστὸς οἰκονόμος· διὸ καὶ παρακάλεσον τὸν ἐμπιστεύσαντά σοι ὑπὲρ τῆς εἰρήνης τῶν ψυχῶν ἡμῶν·
52.22.5 εἰπὲ τῷ νυμφιῷ σου τῷ νῦν σοι συνημμένῳ·"Προσπίπτω σοι, ἐπίνευσον καὶ δὸς ὡς πολυέλεος τὴν εἰρήνην τῷ κόσμῳ σου, ταῖς ἐκκλησίαις σου τὴν σὴν βοήθειαν,τοῖς ποιμέσιν εὔνοιαν, ταῖς ποίμναις ὁμόνοιαν,
52.22.10ἵνα πάντες πάντοτ[ε ὑ]μνοῦμεν τὴν ἀνάστασιν ἡμῶν.» – Δόξα σοι, δόξα σοι, ὅτι οὕτ[ως ηὐδόκησας].
53 (LV). О святых монахах и подвижниках
53.t.1
Τῷ σαββάτῳ τῆς τυροφάγου, κοντάκιον πολλὴν ἔχον ὠφέλειαν καὶ
κατάνυξιν, ψαλλόμενος εἰς ὁσίους μοναχούς, ἀσκητὰς καὶ μοναζούσας. Ἡ
ἀκροστιχίς·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμὸς οὗτος.]
53.t.5
Ἦ χος πλάγιος δʹ, πρός· Ὡς ἀπαρχὰς τῆς φύσεως.
Προοίμιον I
53.pro 1.1
Ὡς εὐσεβείας κήρυκας καὶ ἀσεβείας φίμωτρα τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας τῇ ὑφηλίῳ λάμποντα·ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήνῃ τελείᾳ τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας
53.pro 1.5 διαφύλαξον ψάλλειν καὶ ᾄδειν σοι· Ἀλληλούϊα.
Προοίμιον II
53.pro 2.1
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων·διό, σωτήρ, οἱ οἰκοῦντες αὐτὰ εἰς τούς αἰῶνας αἰνέσουσί σε ᾄδοντες, ψάλλοντες σύν τῷ προφήτῃ Δαυίδ· Ἀλληλούϊα. Προοίμιον III
53.pro 3.1 Οἱ ἐκ τοῦ βίου σήμερον πρὸς νοητὸν παράδεισον τὴν κατοικίαν ποιήσαντες ἅπαντες ἐν μετανοίᾳ κράξωμεν·"Σῶσον, μόνε οἰκτίρμων, τούς εἰς σὲ προσφυγόντας· ἰδού γὰρ ἅπαντα ἐγκατελίπαμεν,
53.pro 3.5 καὶ σὲ μόνον ποθοῦντες ψάλλομεν· Ἀλληλούϊα."
Προοίμιον IV
53.pro 4.1 Τούς ἐπὶ σοὶ προσδραμόντας μὴ παρίδῃς, ὁ Θεός,κα[ὶ ἐ]ν τῇ ἀμώμῳ ἀσκήσει διατήρησον αὐτούς,καὶ ἐπάκουσον ἡμῶν ψαλλόντων σοι· Ἀλληλούϊα.
53.1.1 Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένιζον, λογισμῷ θεωρῶν τὰ γινόμενα,καὶ σκοπήσας αὐτοῦ τὰ ἐπώδυνα τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα· ὑμᾶς δὲ μόνους ἐμακάρισα τούς καλὴν ἐπιλεξαμένους μερίδα, τὸ ποθεῖν τὸν Χριστὸν καὶ συμμένειν αὐτῷ
53.1.5καὶ συμψάλλειν τερπνῶς τῷ προφήτῃ Δαυίδ· Ἀλληλούϊα.
53.2.1 Οὐδὲ ἕνα βροτῶν εὗρον ἄλυπον· ὁ γὰρ κόσμος ἑκάστοτε τρέπεται·ὃν γὰρ εἶδον τῇ χθὲς ἐπαιρόμενον νῦν ὁρῶ ἀπὸ ὕψους ἐκπίπτοντα, πτωχὸν αἰφνίδιον τὸν πλούσιον, ἐνδεῆ καὶ πεινῶντα τὸν εὐποροῦντα·ἀλλ᾿ ὑμεῖς τούτων πάντων ἐστὲ παρεκτός·
53.2.5ἐδουλώθητε γὰρ ψυχικῶς τῷ ψαλμῷ· Ἀλληλούϊα.
53.3.1
Ὑψαυχεῖ κατὰ πένητος πλούσιος, κατεσθίων αὐτοῦ πᾶσαν ὕπαρξιν·κοπιᾷ γεωργὸς καὶ ὁ κτήτωρ τρυγᾷ· ἄλλου κάμνοντος, ἄλλος εὐφραίνεται· ἱδρῶν συνάγει ὁ πενόμενος ἵνα μόχθῳ κομίσηται ἃ σκορπίζει· ἀλλ᾿ ὑμῶν πᾶς ὁ κόπος πεφύλακται·
53.3.5οὐ γὰρ ἔχετε μέριμναν ἄλλην εἰ μὴ ἀλληλούϊα.
53.4.1 Τούς ἀγάμους ἐλπίδες συγκόπτουσι, τούς ἐν γάμῳ φροντίδες συντήκουσι·τούς ἀτέκνους ἡ λύπη ἐμάρανε, πολυτέκνους ἡ θλῖψις ἀνάλωσεν· οἱ μὲν τῷ γάμῳ ἐποδύρονται, ἄλλοι πάλιν τὴν ἀτεκνίαν θρηνοῦσιν·καὶ ὑμῶν ἐπὶ τούτοις ὁ γέλως πλατύς·
53.4.5ἀπαράλλακτος γὰρ ἡ χαρὰ ἡ ὑμῶν· ἀλληλούϊα. 53.5.1
Ἁλμυρὰ τῆς θαλάσσης τὰ ὕδατα, γλυκηρὰ τῇ κοιλίᾳ τὰ βρώματα·ῥιψοκίνδυνοι πλέουσιν ἄνθρωποι· ἡ γαστὴρ γὰρ αὐτούς κατηνάγκασε· ψυχὰς σανίσιν ἐμπιστεύουσιν, τροφῆς χάριν καὶ ζάλης καταφρονοῦσιν·ἀλλ᾿ ὑμῶν ἡ γαλήνη ἀχείμαστος·
53.5.5ὡς λιμένα γὰρ εὔδιον ἔχετ[ε ἀ]εὶ ἀλληλούϊα.
53.6.1 Πειρατὰς καὶ χειμῶνος τούς κλύδωνας παρορῶσιν οἱ χρήματα στέργοντες·τῶν κυμάτων τὸ γαῦρον θεώμενοι δειλιῶσιν, ἀλλ᾿ ὅμως οὐ φεύγουσιν· ἐλπὶς γὰρ πλούτου τούτους ἕλκουσα, κἂν πνιγμὸν ἀπειλήσῃ, οὐ καταπλήττει·τὸ δὲ σκάφος ὑμῶν ἀναυάγητον·
53.6.5ὡς γὰρ ἄγκυρα ἔστιν ὑμῖν ὁ ψαλμός· ἀλληλούϊα.
53.7.1 [Εἰ καὶ μέχρις αἰῶνος παρέμενον τὰ παρόντα μηδέπω λυόμενα,οὐδὲ οὕτως τοῖς ἔχουσι σύνεσιν αἱρετὰ καὶ ποθούμενα ἔδοξεν·
ὅτι δὲ τὸ τάχος παρέρχονται καὶ πρὸ τέλους πολλάκις ὀλλύμενα,ὁ ἐάσας αὐτὰ τρισμακάριστος,
53.7.5ἐὰν πίστει καὶ πόθῳ μελετᾷ τὸν ψαλμόν· Ἀλληλούϊα.]
53.8.1
Ἵνα δὲ συνελὼν εἴπω, ἅπαντα τὰ ἐν κόσμῳ σύν κόσμῳ παρέρχεται·ὅτε πάντα γὰρ βίου κερδήσομεν, τότε τάφῳ οἱ πάντες οἰκήσομεν· καλῶς οὖν ἔφησεν ὁ πάνσοφος· "Ματαιότης ματαιοτήτων τὰ πάντα».Εἰ γὰρ ἔστι θανεῖν, διὰ τί μοι καμεῖν;
53.8.5Ἀγαθὸν οὖν ἡσύχως τὸ ψάλλειν Θεῷ· Ἀλληλούϊα.
53.9.1 Νῦν εἰσὶν ἐν ὑμῖν οἱ βοῶντες μοι, κἂν μὴ στόματι, ἀλλὰ τῷ πνεύματι· «Πονηρὸς μὲν ὁ βίος, ὡς ἔφησας, σύ δὲ τούτου ἀκμὴν ἀπησχόλησαι· δοκὸς ἐπίκειται σοῖς ὄμμασι, καὶ πῶς βλέπεις τὸ κάρφος τῶν ἄλλων ἆραι; Εἰ καλὸν ὃ λαλεῖς, διὰ τί μὴ ποιεῖς;»
53.9.5Ἀληθῶς κατακέκριμμαι, μὴ μελετῶν· Ἀλληλούϊα.
53.10.1
Ὅμως μέντοι οὐ πάντες ἐχώρησαν ὡς προσέταξεν πᾶσιν ὁ κύριος·τῷ ἑνὶ γὰρ εἰπών, πᾶσιν ἔφησεν· "Πώλησόν σου τὰ πάντα καὶ ἕπου μοι.» Οἱ μὲν οὖν ἤκουσαν ὡς φρόνιμοι, οἱ δὲ οὔτε προσέσχον ὡς ὅμοιοί μου·ἐξ αὐτῶν γάρ εἰμι, κἂν μὴ λέγῃ μοί τις·
53.10.5διὰ τοῦτο ὑμᾶς ἐξαιτῶ τὴν ᾠδήν· Ἀλληλούϊα. 53.11.1
Ὑπεκκαίω ὑμῶν τὴν προαίρεσιν πρὸς τὸ ψάλλειν καὶ τέρπειν τὸν κύριον,ἵν᾿ ὑμῖν ὁ μισθὸς ὅταν δίδοται, σύν ὑμῖν καὶ ἡ μνήμη μου γένηται. Ἀκούσατε οὖν τῶν ῥημάτων μου, τῶν δὲ πράξεων πόρρω ἀποχωρεῖτε·ἀγαπᾶτε τούς λόγους τῶν ἔργων ἐκτός·
53.11.5οὐ γὰρ ἔχω εἰπεῖν ὑμῖν ἄλλο εἰ μὴ ἀλληλούϊα.
53.12.1
Ῥύπον βίου καλῶς ἀπεφύγετε καὶ πηγῇ καθαρᾷ προσεφύγετε·τῶν ἀσάρκων τὸν βίον ζηλώσαντες τῆς σαρκὸς μὴ ποιεῖσθε τὴν πρόνοιαν· μὴ ἀγαπᾶτε ἃ ἀφήκατε, οὓς ἐλύσατε μὴ ἐποικοδομεῖτε,ἵνα μὴ τῷ ἐχθρῷ γέλως γένησθε,
53.12.5ἀλλὰ στήκοντες νήφετε ἐν τῇ ᾠδῇ· Ἀλληλούϊα.
53.13.1
Ὧν τὸν βίον καλῶς ἀπεφύγετε, τούτων νῦν καὶ τὴν μνήμην μισήσατε·ἀφιλόνεικον βίον καὶ ἥσυχον ἀναλάβετε ἅπαξ ὡς ἄγγελοι, τιμῇ ἀλλήλους προηγούμενοι· μὴ ἐρεῖτε· «Τοῦτο σόν», ἢ »Τοῦτο ἐμόν"·οὐ γὰρ ἔχει μονάζων τι ἴδιον,
53.13.5ἀλλὰ πάντων τ#8056; πᾶν ἔστω ἡ προσευχή· Ἀλληλούϊα. 53.14.1 Μὴ ἀλλήλων ἁπλῶς κατεπαίρεσθε· «Τί γὰρ ἔχεις, φησίν, ὃ οὐκ ἔλαβες;»Ὁ νηστεύων μὴ κρίνῃ τὸν τρώγοντα, καὶ ὁ τρώγων τιμάτω τὸν ἄσιτον· ὁ μὲν γὰρ τρώγει δι᾿ ἀσθένειαν, ὁ δὲ πάλιν νηστεύει δι᾿ ἐγκράτειαν·ἄλλος κάμνει μοχθῶν, ἄλλος ψάλλει ποθῶν,
53.14.5εἷς δέ ἐστιν μισθὸς ἀμφοτέροις ὑμῖν· ἀλληλούϊα.
53.15.1 Ἀλλ᾿ ἐρεῖ τις· «Ἐγὼ περισσότερον, ὡς εἰδὼς τὰς γραφάς, ἔχω καύχημα.»Τί οὖν ὁ ἁλιεύς Πέτρος ἔμαθεν, ὅτι τοῦ Μωϋσέως προτέτακται; Τῶν Αἰγυπτίων πᾶσαν φρόνησιν, ὥσπερ ἔπος, ἐξέμαθεν ὁ προφήτης,καὶ τοῦ Πέτρου λαλοῦντος σιγᾷ Μωϋσῆς·
53.15.5μὴ βδελύξῃ οὖν τὸν ἀμαθῆ ὁ μαθών· ἀλληλούϊα. 53.16.1 Νευρωθῶμεν τῇ πίστει σφιγγόμενοι, οἱ τῷ σώματι ἀποταξάμενοι·οἱ μισοῦντες ἡμᾶς οὐ καθεύδουσι· ὁπλισώμεθα οὖν, ἵνα ἴδωσι· καὶ τί τὸ ὅπλον τοῦ μονάζοντος· ὑποτάσσεσθαι πράως τῷ ἡγουμένῳ,ἀγαπᾶν τὸν Χριστὸν καὶ φιλεῖν ἀδελφούς
53.16.5καὶ εὐπρόθυμον εἶναι αὐτὸν ἐν καιρῷ. Ἀλληλούϊα.
53.17.1
Ὅταν εἰς καθ᾿ ἑνὸς ὑπεραίρεσθε, τότ᾿ ὑπὸ τοῦ ἐχθροῦ παρεμπαίζεσθε·ἔργον ἔχει γὰρ τοῦ ὑπεισέρχεσθαι καὶ φαντάζειν τὸν νοῦν τῶν σαθρῶν ἀδελφῶν· τὸν μὲν ἐπαίρει ὡς καλλίφωνον, τὸν δὲ πάλιν ὡς τρανόλαλον φυσιοῖ,καὶ τυφλώσας αὐτούς ἐγγελᾷ πρὸς αὐτούς·
53.17.5μὴ οὖν τις ἐξ ὑμῶν καταλείπῃ ποτὲ ἀλληλούϊα.
53.18.1
Ὑπεισῆλθε πολλάκις τῷ κάμνοντι ἀδελφῷ καί φησι· "Τί εἰς μάτην μοχθεῖς;Ἰδού ἄλλος μὴ κάμνων πρωτεύει σου· σύ δὲ πάντων τυγχάνεις περίψημα.» Κἀκεῖνος τούτοις ὡς ἁπλούστερος πεισθεὶς εἴασεν ὅθεν ἐδικαιοῦτο, καὶ λιπὼν τὸ μοχθεῖν μελετᾷ τὸ λαλεῖν·
53.18.5μὴ οὖν σχῶμεν ποτὲ λαλιὰν παρεκτὸς ἀλληλούϊα.
53.19.1
Ὁπλισθέντες τῇ πίστει ἑστήκατε τούς αὐχένας ὑμῶν κάτω κλίναντες,τὸ μὲν σῶμα εἰς γῆν κάτω νεύοντες, τῇ ψυχῇ δὲ Χριστὸν ἄνω βλέποντες, καραδοκοῦντες καὶ σπουδάζοντες μεταστῆναι τοῦ βίου τούτου καὶ κατοικῆσαι ἐν ταῖς τῶν ἁγίων πάντων σκηναῖς,
53.19.5ἵνα ὥσπερ ἐνταῦθα ἀναβοᾶτε τὴν ᾠδήν· Ἀλληλούϊα.]
53.20.1 Ψυχικῶς τὸν κανόνα ποθήσατε ὃν καλῶς καὶ φρονίμως ᾑρήσασθε·μετ᾿ ἀλλήλων ἐὰν ἀμφιβάλητε, χώραν τῷ πονηρῷ μὴ παρέχετε. Μηδεὶς ῥεπέτω πρὸς τὴν ἔξοδον· ὡς γὰρ λέων θηρεύει ὁ πανοῦργος καὶ τὴν μάνδραν κυκλῶν ζητεῖ βρῶσιν ἀμνῶν·
53.20.5μή τις οὖν καταλίπῃ ποτὲ τὸν ψαλμόν· Ἀλληλούϊα.
53.21.1
Ἂν ὁ νοῦς σού ποτε σκανδαλίσῃ σε ἐρεθίζων σε ἐπὶ τὴν ἔξοδον καί φησι· «Τί ἐνταῦθα συγκέκλεισαι; Πόσοι ἔξωθεν ἐδικαιώθησαν», εἰπὲ εὐθέως ἅπερ ἔμαθες, ὅτι »Εἶδον ἐν κόσμῳ ἀντιλογίαν καὶ πολλὴν ἀνομίαν ἐν πόλεσιν·
53.21.5διὸ μένω ἀεὶ κελαδῶν τῷ Θεῷ· Ἀλληλούϊα.» 53.22.1 Λέγει πάλιν πρὸς σέ· "Καὶ πῶς δύνασαι τῷ κανόνι στοιχεῖν τοῦ μονάζοντος;ὁ ζυγὸς γὰρ βαρύς καὶ δυσαύχενος, καὶ ὁ τοῦτον μὴ φέρων ἀχρήσιμος."
Ἐρεῖς εὐθέως πρὸς τὸν δόλιον· "Ὁ κανὼν κατὰ δύναμιν ἀπαιτεῖ με·ἂν γὰρ τοῦτο μὴ θέλω, τὸ ἄλλο κρατῶ·
53.22.5ἂν μ[ὴ ἰ]σχύσω καμεῖν, μελετῶ τὸν ψαλμόν· Ἀλληλούϊα."
53.23.1 Μετὰ τῶν ἐργατῶν ὧν ἐκάλεσεν ἔνδον τοῦ ἀμπελῶνος ὁ κύριος,τοῦ καμεῖν καὶ ὑμεῖς ἐσπουδάσατε· τὸ σαθρὸν τῆς σαρκὸς ἀπωσάμενοι ἀγγέλων τάξιν ἀνελάβετε, ἵν᾿ εἰσέλθητε τὴν ἑνδεκάτην ὥραν μετὰ τῶν ἐνεγκάντων τὸν καύσωνα·
53.23.5καὶ ὑμῶν γὰρ ὁ κλῆρός ἐστι τῆς ᾠδῆς· Ἀλληλούϊα.
53.24.1
Ὁ εἰπών· "Ἐγὼ πέλω ἡ ἄμπελος καὶ ὑμεῖς μου ὑπάρχετε κλήματα"ἑρμηνεύων ἡμῖν τὴν συνάφειαν τὴν αὐτοῦ πρὸς ἡμᾶς τοῦτο ἔφρασε· διὸ ἐν τούτῳ ἐργασώμεθα ἵνα οὕτω γενώμεθα μετὰ κόπου ὡς αὐτὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ,
53.24.5ὅτι θέλει καὶ χαίρει ἀκούειν ἡμῶν· Ἀλληλούϊα.
53.25.1 Στερρωθέντες τῇ πίστει οὖν στήκετε, τούς αὐχένας ὑμῶν κάτω κάμπτοντες,τῇ ψυχῇ δὲ Χριστὸν ἄνω βλέποντες· τῶν ἐν γῇ παντελῶς μὴ φροντίσητε, καραδοκοῦντες καὶ σπουδάζοντες μετὰ τὸ μεταστῆναι τοῦ βίου τούτου κατοικῆσαι ἐν ταῖς τῶν ἁγίων μοναῖς,
53.25.5ἵνα ὥσπερ ἐνταῦθα βοᾶτε κἀκεῖ· Ἀλληλούϊα.
53.26.1
Ὁ καιρὸς τῆς χαρᾶς ὑμῶν ἔφθασεν· ὁ γὰρ κύριος τάχιον ἔρχεται,ὁ νυμφὼν τὸν νυμφίον ἐκδέχεται, καὶ ὑμεῖς ταῖς λαμπάσιν ἀστράπτετε·
ὡς εὖ φρονοῦντες παρθενεύετε· παρθενεία γάρ ἐστι ψυχῆς ἁγνεία,δι᾿ ἧς ἔχετε βλέπειν τὴν δόξαν Χριστοῦ
53.26.5δᾳδουχοῦντες αὐτῷ καὶ βοῶντες ἀεί· Ἀλληλούϊα.
53.27.1
Ὑπ᾿ ἐμοῦ νῦν ὑμεῖς ἐδιδάχθητε κατακρίνειν ἐμὲ τότε μέλλοντες·διὰ τοῦτο κυρίῳ δεήθητε ἵνα ἄνεσιν εὕρω σύν πᾶσιν ὑμῖν καὶ ἀπολαύσω σύν ὑμῖν κἀγὼ τῆς χαρᾶς ἐκείνης τῆς αἰωνιζούσης·τοῦ Θεοῦ γάρ ἐστε εὐωδία ὑμεῖς,
53.27.5καὶ αἰτοῦμαι ὑμᾶς τοῦ συμψάλλειν ἀεί· Ἀλληλούϊα.
53.28.1 Τῶν ἀγγέλων τὸν βίον βιῶσαι νῦν μέγα ὑμῖν παρέσχεν ὁ κύριος·μεῖζον πάλιν καὶ τοῦτο εὑρήκατε, ἔχειν ὡς ἀδελφὸν τὸν ἡγούμενον πραέως πάντων ἀνεχόμενον, πτωχὸν ἤθει καὶ πλούσιον τῇ φρονήσει,τάξει ὑπὲρ ὑμᾶς καὶ βουλῇ καθ᾿ ὑμᾶς,
53.28.5πάντας στέργοντα, πάντας καλοῦντα εἰπεῖν· Ἀλληλούϊα.
53.29.1 Οὐκ ἀρκεῖ μοι ὁ λόγος πρὸς ἔπαινον τῆς τοσαύτης αὐτοῦ ἡμερότητος·καὶ εἰσὶν ἐν ὑμῖν μαρτυροῦντές μοι καὶ κυροῦντες τοῖς λόγοις τούς λόγους μου,
ὅτι πολλάκις ἀπεδήμησαν ἐκ τῆς μάνδρας ταύτης πολλοὶ τῶν ἀμνῶν καὶ τῇ τούτου εὐχῇ ἐπανέλυσαν,
53.29.5οὓς δεξάμενος πάλιν προσήνωσε β[οᾶ]ν· Ἀλληλούϊα.
53.30.1 Σύ οὖν, δέσποτα, ὡς παντοδύναμος τὴν ζωὴν ἡμῶν πᾶσαν κυβέρνησον·τῷ ποιμένι τὴν ποίμνην συντήρησον, καὶ ἐμὲ ταῖς εὐχαῖς αὐτοῦ στήριξον· τοῦ ἀγελάρχου τὸ μνημόσυνον πολλοῖς χρόνοις ἡμῖν ἐκτελεῖν παράσχου,καὶ τούς σούς οἰκτιρμούς ἐγκατάσπειρον
53.30.5πρὸς τὸ ψάλλειν τερπνῶς καὶ ἀεί σοι βοᾶν· Ἀλληλούϊα.
54 (LIV). На землетрясения и пожары
54.t.1
Τῇ δʹ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ψαλλόμενον
εἰς ἕκαστον σεισμὸν καὶ ἐμπρησμόν, φέρον ἀκροστιχίδα τήνδε·
[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμός.]
Ἦ χος δʹ, πρός· Ἐπεφάνης σήμερον. (Οἶκοι) πρός· Τῇ Γαλιλαίᾳ τῶν
54.t.5
ἐθνῶν.
Προοίμιον
54.pro.1 Τούς ἐν θλίψει, κύριε, κατεχομένους μὴ παρίδῃς κράζοντας ἐν μετανοίᾳ σοι, σωτήρ· "Τῇ εὐσπλαγχνίᾳ σου δώρησαι πᾶσιν ἀνθρώποις ζωὴν τὴν αἰώνιον."
54.1.1 Τὸ ἰατρεῖον τῶν ψυχῶν τοῖς γνώμῃ ἀρρωστοῦσι προέθηκεν ἀφθόνως ὁ μόνος τῶν σωμάτων καὶ τῶν ψυχῶν ἰατρευτής,ἵνα οἱ νοσοῦντες ἰατρείαν ἐξ αὐτοῦ αἰτοῦσι καὶ λαμβάνουσιν.
54.1.5
Ὁ ῥύστης μὲν γὰρ σπεύδει τὰ τραύματα πάντων θεραπεύειν καὶ πρὸ πάσης ἱκεσίας χαρίζεται πάντα συμφερόντως· συστέλλει δέ ποτε τὴν χεῖρα πρὸς δόσιν διεγείρων τὸ νωθρὸν τὸ τῶν ῥᾳθύμων,πλάττων ὡς σοφὸς τὴν ἴασιν τῶν πταιόντων,
54.1.10 ἵνα παρέχῃ ζωὴν τὴν αἰώνιον.
54.2.1
Ὁ τῆς ζωῆς γὰρ χορηγός, ἡ πάντων σωτηρία πρὸς πάντας ἡπλωμένη, οὐ περιγραφομένη, ἀεὶ ἀέναος πηγὴ πᾶσι μὲν δωρεῖται ὡς δεσπότης ἀγαθὸς μεγάλα τὰ χαρίσματα·
54.2.5 θέλει δὲ αἰτεῖσθαι τὰς χάριτας, ἵνα συνεθίσῃ τούς οἰκέτας τοῦ προσφέρειν τὴν δέησιν τούτῳ ὡς δεσπότῃ· ὀργίζεται δέ που ἐπὶ ῥαθυμίαις, προσποιούμενος ἀεὶ ὅπερ οὐκ ἔχει·χρηστότητος γὰρ τὸ ἔργον ὑπάρχει τοῦτο,
54.2.10 ἵνα παρέχῃ ζωὴν τὴν αἰώνιον.
54.3.1
Ὑπόδειγμα δὲ ἀληθὲς τῆς τούτου εὐσπλαγχνίας καὶ ὅτι οὕτως ἔδει, ἐν σχήματι δὲ μόνῳ ὀργίζεται ὁ ἀγαθός, τούς Ἰσραηλίτας ἁμαρτήσαντάς ποτε καλῶν πρὸς ἐπιστροφὴν
54.3.5 πρὸς τὸν Μωσέα λέγει τὸν δίκαιον· "Ἔασόν με, φίλε, θυμωθῆναι καὶ ἐκτρῖψαι τοῖς νόμοις μου τούς μὴ πειθαρχοῦντας» Κεκράτητο μὲν γὰρ τῇ φιλανθρωπίᾳ, ἐπιγράφει δὲ Μωσῇ δῆθεν τὸ σχῆμα·"Ἔασον, φησίν, ἐκτρίψω τούς ἀπειθοῦντας,
54.3.10 ἵνα καὶ δώσω ζωὴν τὴν αἰώνιον."
54.4.1 Τούτῳ γὰρ δῆθεν τῷ Μωσῇ τὴν πᾶσαν ἐπιγράφει κατάστασιν ὁ κτίστης, δεικνύς φιλανθρωπίας μεστὴν ὑπάρχειν τὴν ὀργήν·τίθησιν εἰς χεῖρας Μωϋσέως τοῦ θυμοῦ ὁ πλάστης τὴν διοίκησιν,
54.4.5 ἱνὰ ἀκούων τούτου τὸ "Ἄφες με» ἔννοιαν κινήσῃ ὅτι ὅλως ἐξισχύει κρατεῖν αὐτοῦ, ὅταν ὀργισθείη, προσπέσῃ δὲ αὐτῷ καὶ κράξας βοήσῃ· "Ἀμνησίκακε Θεὲ καὶ πανοικτίρμον,οὐ μή σε ἀφῶ, ἂν μή μοι κατεπαγγείλῃ
54.4.10 τούτοις παρέχειν ζωὴν τὴν αἰώνιον.»
54.5.1
Ἄγαν ἦν οἰκονομικὸν καὶ τὸ τῆς Χαναναίας, ὅτιπερ θεραπεύειν ἀπείπετο ὁ κτίστης τὴν θυγατέρα τὴν αὐτῆς·"Ἆραι γὰρ τὸν ἄρτον τὸν τῶν τέκνων καὶ βαλεῖν κυσί, φησίν, οὐ δίκαιον."
54.5.5
Ἔνδοθεν ὁ δεσπότης φιλάνθρωπος, ἔξωθεν ὀργίλος· οὐκ ὀκνεῖ γὰρ ὑπολήψεις προσκτήσασθαι τῶν καθυβριζόντων, σπουδάζων ὡς σοφὸς τὴν ὑβριζομένην στεφανῶσαι τὴν καλῶς ἀνεχομένην·οὔτε γὰρ ναρκᾷ τὸ γύναιον πρὸς τὴν ὕβριν,
54.5.10 ἀλλὰ κα[ὶ α]ἰτεῖται ζωὴν τὴν αἰώνιον.
54.6.1 Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα κρεῖττον ἐξ ὕψους καταβαίνει ἐκ τοῦ πατρὸς τῶν φώτων, ὡς ὁ ἀπόστολός φησιν, ἀλλ᾿ οὐ κατ᾿ ἀνάγκην· τῇ αἰτήσει δὲ ἡμῶν θελήσει παραγίνεσθαι.
54.6.5 Τῷ μὲν γὰρ ἡ ἀνάγκη ἐχθρά ἐστι πᾶσά τε ἡ βία· οὐ γὰρ θέλει τῶν ἀνθρώπων βιάζεσθαι γνώμας τὰς ἐν τούτοις· αὐτὸς ὡς ἀγαθὸς τὴν βίαν ἐκ τούτων ὑπομένει ἐνδιδούς· χαίρει γὰρ ὄντως παρὰ βιαστῶν ἁρπάζεσθαι βασιλείαν,
54.6.10 πᾶσι δὲ δοῦναι ζωὴν τὴν [αἰώνιον].
54.7.1
Ἐν τούτοις βούλεται Θεός· ἡμεῖς δὲ ἀμελοῦμεν καὶ φεύγομεν προθέσει τὴν χάριν τοῦ σωτῆρος ἐπιθυμοῦντες τῶν κακῶν·πρᾶξις γὰρ ὁποία εὑρεθήσεται ἡμῖν ἢ ποῖος λόγος ἄξιος
54.7.5 πρὸς τὸν ὑπὲρ ἀνθρώπων ἑλόμενον πάντα ὑπομεῖναι; Τίς ἡμᾶς δὲ ἐξελεῖται καὶ ῥύσεται ἄρα ἐν ἀνάγκῃ; Καὶ μὴ αὐτὸς ἡμᾶς Χριστὸς καθ᾿ ἑκάστην προτρεπόμενος καλεῖ, καὶ οὐ φρονοῦμεν;Ὥσπερ γὰρ πατὴρ ἐπάγει τὴν σωφροσύνην
54.7.10 ἵνα παράσχῃ ζωὴν τὴν [αἰώνιον].
54.8.1
Ἰδού ὁποῖα γέγονε τῷ γένει τῶν ἀνθρώπων παρὰ τοῦ φιλανθρώπου καὶ ποῖα ἀντεδόθη ὑπὲρ ἁπάντων τῷ Θεῷ·τὸ φυτὸν τὸ πρῶτον, ὃ ἐφύτευσεν εὐθύς καλὸν τῆς ἀνθρωπότητος,
54.8.5 πῶς ἄκαρπον εὑρέθη καὶ ἄξιον τοῦ ἐκριζωθῆναι, τὸν δὲ φίλον ὅνπερ ἔσχε συνέστιον εὕρηκε προδότην;
Ἐκεῖνος μὲν ἐκ τῶν τῆς δημιουργίας προοιμίων τυραννεῖν διενοήθη, οὗτος πιστευθεὶς τὸν πλοῦτον Χριστὸν ἐπώλει·
54.8.10 ὅθεν οὐκ ἔχει ζωὴν τὴν αἰώνιον.
54.9.1 Ναρκοῦν λαμβάνει τὴν ἀρχὴν τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς τοῦ πρωτοπλάστου ῥίζης τοῦ ἁμαρτάνειν ἐξ ἐναντίας τῷ Θεῷ·ἀλλ᾿ ὁ ἐλεήμων φιλανθρώπως γεωργεῖ ἀρδείαις τούς χερσεύοντας,
54.9.5 ποτὲ μὲν νουθεσίαις, ἠπείλει δὲ ἄλλοτε παιδεύων· πρὸς δὲ τούτοις καὶ προφήταις ἐχρήσατο νόμων ταῖς φυτείαις·
ὅθεν τῇ ἀρετῇ τῇ τῆς γεωργίας ἐξεβλάστησε καλὸν δένδρον τῷ γένει ἐκ παρθενικῆς νηδύος ἐξανατέλλον,
54.9.10 πᾶσι παρέχον ζωὴν [τὴν αἰώνιον].
54.10.1
Ὁπόσα μὲν οὖν ὁ Χριστὸς ἐτέλει φιλανθρώπως εἰς πάντων σωτηρίαν πᾶσι δῆλον ὑπάρχει τοῖς πεποιθόσιν ἐπ᾿ αὐτῷ·πῶς μὲν τούς τελώνας μαθητεύειν τοῖς αὐτοῦ ἐδίδαξεν ὡς εὔσπλαγχνος, 54.10.5 καὶ ὅπως καὶ τὰς πόρνας ἐπαίδευσε χάριν μετανοίας· ἁλιεύει ἐκ ναμάτων καὶ γύναιον ἐκ τῆς Σαμαρείας· ἐκτρέφει θαυμαστῶς καὶ τούς ἀχαρίστους καὶ ἐχόρτασεν αὐτούς ἐν τῇ ἐρήμῳ·οἶνον δὲ αὐτοῖς ἐξ ὕδατος ἐχορήγει,
54.10.10 πᾶσι παρέχων [ζωὴν τὴν αἰώνιον].
54.11.1
Ὑπὲρ ἁπάντων τῶν βροτῶν τὸ χρέος ἀποτίσας τὸ ἐκ τῆς ἁμαρτίας, ἐδίδαξε τούς πάντας τηρεῖν αὐτοῦ τὰς ἐντολάς·ἀλλ᾿ ἐπείπερ ταύτας οὐ φυλάττομεν ἡμεῖς βουλήσει #960;αρατρέχοντες,
54.11.5 ὀργῆς ἡμᾶς πολλάκις διήγειρεν ἅπαντας δειλία ἢ θυμὸς ὁ περιζέων θερμότητι πρὸς τὴν τιμωρίαν. Ἀλλ᾿ ὥσπερ ἰατρὸς προσφέρει τῷ πάθει τὸ δριμύτατον ἀεὶ τὸ τῶν φαρμάκων,οὕτως ὁ Χριστὸς παιδεύει καὶ ἰατρεύει
54.11.10 πᾶσι παρέχων [ζωὴν τὴν αἰώνιον].
54.12.1
Ῥᾳδίως ἴδωμεν σαφῶς πῶς πάντας ἰατρεύει καὶ πάσαις δὲ ταῖς νόσοις ἐμπλάστρους προσαρμόζει ὁ τῶν ψυχῶν ἰατρευτής·οἶδε ποῖον πάθει ἐπιτήδειόν ἐστι καὶ χρήσιμον παράγγελμα·
54.12.5 ἐπίσταται δὲ ποῖον χειρούργημα τραύματι ἁρμόζει· εἰ δὲ καὶ ταῖς κολακείαις ὁ πάσχων δὴ ἀποστασιάζει, λοιπὸν ἐφ᾿ ἕτερον μεταβαίνει τρόπον καὶ δι᾿ ἔργων τοῦ λοιποῦ εὐδρανεστέρων πράττει ὡς σοφὸς τὴν τέχνην τῆς ἰατρείας,
54.12.10 ἵνα καὶ σχῶμεν ζωὴν τὴν αἰώνιον.
54.13.1
Ὡς γὰρ οὐ λόγων ἐπῳδαῖς τὰ πάντων ἰατρεύων εὑρῇ τούς ἀπειθοῦντας, μετέρχεται ἐν ἔργοις τὴν θεραπείαν τὴν ἡμῶν·σείει γὰρ τὴν κτίσιν καὶ ποιεῖ βρύχειν τὴν γῆν ἐκ τῶν ἁμαρτιῶν ἡμῶν·
54.13.5 τὸν χρόνον τοῦ σεισμοῦ δὲ στενάξαντες, πάλιν πρὸς τὸ ἔθος ἐκδραμόντες λησμοσύνῃ δεδώκαμεν ἅπαντα τὸν φόβον. Διὸ προσέταξε νεφέλαις πολλάκις τὰς ψεκάδας μηδαμῶς δοῦναι τῶν ὄμβρων,ἵνα τῆς ψυχῆς τὸ ῥᾴθυμον ἀφυπνίσῃ
54.13.10 ὥστε αἰτεῖσθαι ζωὴν τὴν αἰώνιον.
54.14.1 Μίαν, δευτέραν τὴν πληγὴν ὁ κτίστης ἐπιφέρων, ἀνθρώπους δὲ εὑρίσκων κρείττους μὴ γινομένους, ἀλλὰ καὶ χείρους ἑαυτῶν, τότε ἀθυμίαν ἐπιφέρει εἰς αὐτὴν τὴν τράπεζαν τῆς χάριτος,
54.14.5 καυθῆναι συγχωρήσας τὰ ἅγια τὰ τῆς ἐκκλησίας, ὡς καὶ πρώην ἀλλοφύλοις ἐκδέδωκε κιβωτὸν τὴν θείαν· καὶ ἐξεχέετο ὁ θρῆνος τοῦ πλήθους ἐν πλατείαις τε ὁμοῦ καὶ ἐκκλησίαις·τὰ πάντα γὰρ πῦρ διέφθειρεν, εἰ μὴ ἔσχον
54.14.10 † Θεὸν τὸν παρέχοντα πᾶσι † ζωὴν τὴν αἰώνιον.
54.15.1
Ἅπαντες ἴσασιν εἰκὸς τὰ τότε γεγονότα, ὧν εἰκότως ἡ μνήμη τὸν νοῦν αἰχμαλωτίζει καὶ τὴν διάνοιαν ὑμῶν καὶ ὀκνηροτέραν καὶ τὴν γλῶτταν τὴν ἡμῶν ποιεῖ πρὸς τὴν διήγησιν.
54.15.5 Τὸ πῦρ μὲν γὰρ ταῖς ὕλαις ἐτρέφετο σπεῦδον διατρέχειν, ὑπ᾿ ἀνέμων ἐπιφόβων ὠθούμενον πρὸς τὸ κατακαίειν· ἡμεῖς δὲ πρὸς αὐτὸ τὸ πάθος ἀλγοῦντες εἰς κακίαν τὴν ὀργὴν μεταποιοῦμεν·οὐκ ἔγνωμεν γὰρ κἂν οὕτως μετανοῆσαι,
54.15.10 ὥστε καὶ ἔχειν ζωὴν τὴν αἰώνιον.
54.16.1 Νεφέλης δίκην μὲν τὸ πῦρ ἐν ὅλῳ τῷ ἀέρι ἐκτύπει ἐξαστράπτον καὶ πάντα καταφλέγον, ἦχον καὶ φόβον ἐμποιοῦν, οὐκ ἀνέμοις εἶκον ἐναντίοις καὶ πολλοῖς, οὐχ ὕδατα φοβούμενον.
54.16.5 Πρὸς τούτοις δὲ τὸ ὕδωρ ἐγείρετο τὸ ἐν τῇ θαλάσσῃ· τῶν ἀνθρώπων δὲ αἱ χεῖρες ἀνόνητοι πρὸς ἐπικουρίαν· ἀντέτεινεν αὐτοῖς τὸ πῦρ καὶ ἐνίκα, καὶ ἡ θάλασσα αὐτὴ ἐφιλονίκει·ἐκώλυε γὰρ τούς φεύγειν ἐπειγομένους,
54.16.10 ὅθεν ἐκάλουν ζωὴν τὴν αἰώνιον.
54.17.1
Ὅμως ἵν᾿ εἴπω συνελών, πάντα τὰ ἐν τῷ ἄστει σύν καὶ ταῖς ἐκκλησίαις ἅμα τῷ παλατίῳ πάσης ἐλπίδος ἦν ἐκτός,ὅσον ἐπ᾿ ἀνθρώποις· ἀλλὰ πάντα ὁ Θεὸς συνήθως ἐπεσκέψατο·
54.17.5 διὰ μὲν τούς οἰκοῦντας τὸ ἔλεος καὶ τούς δεομένους σωφρονίζει καὶ παρέχει τὸν οἰκτιρμὸν πᾶσιν ὁ δεσπότης· διὰ δὲ τούς κακούς τούς μὴ βουλομένους ὑπ᾿ αὐτῆς τῆς ἀπειλῆς σωφρονισθῆναι ἐπάγει ὀργὴν ἐν στόματι μαχαίρας,
54.17.10 ὥστε γνωρίζειν ζωὴν τὴν αἰώνιον.
54.18.1
Ὑπὸ μὲν τούτων τῶν δεινῶν κατείχετο ἡ πόλις καὶ θρῆνον εἶχε μέγα· Θεὸν οἱ δεδιότες χεῖρας ἐξέτεινον αὐτῷ ἐλεημοσύνην ἐξαιτοῦντες παρ᾿ αὐτοῦ καὶ τῶν κακῶν κατάπαυσιν·
54.18.5 σύν τούτοις δὲ εἰκότως ἐπηύχετο καὶ ὁ βασιλεύων ἀναβλέψας πρὸς τὸν πλάστην – σύν τούτῳ δὲ σύνευνος ἡ τούτου – , "Δός μοι, βοῶν, σωτήρ, ὡς καὶ τῷ Δαυίδ σου τοῦ νικῆσαι Γολιάθ· σοὶ γὰρ ἐλπίζω·σῶσον τὸν πιστὸν λαόν σου ὡς ἐλεήμων,
54.18.10 οἷσπερ καὶ δώσῃς ζωὴν τὴν αἰώνιον."
54.19.1
Ὅτε δὲ ἤκουσε Θεὸς φωνῆς τῆς τῶν κραζόντων καὶ τῶν βασιλευόντων, καὶ ἔδωκε τῷ ἄστει τούς φιλανθρώπους οἰκτιρμούς·ὀδυρμὸς πικρὸς γὰρ ἐγεγόνει δι᾿ αὐτούς ἀναιρεθέντας ξίφεσιν·
54.19.5 γυναῖκες χηρείαν ὠδύροντο, παῖδες ὀρφανίαν, οἱ πατέρες ἀτεκνίαν, οἱ σύγγονοι στέρησιν συναίμων· ἄλλοι ἀπώλειαν ἐθρήνουν πραγμάτων, καὶ τὸ πένθος ἦν κοινὸν πάσῃ τῇ πόλει.Ἔκειτο χαμαὶ ὁ θρόνος τῆς ἐκκλησίας
54.19.10 ὅστις παρέχει ζωὴν τὴν αἰώνιον.
54.20.1 Ψαλμοῖς ἐγέραιρόν ποτε Σοφίαν καὶ Εἰρήνην, δυνάμεις τὰς ἐνδόξους τῆς ἄνω πολιτείας, οἱ τοῦ βαπτίσματος υἱοί· ἔβλεπον δὲ ἄρτι τούς ναούς τούς ἱερούς κειμένους εἰς τὸ ἔδαφος·
54.20.5 τὸ κάλλος τὸ ἐκ τούτων τὸ ἔνδοξον πλήρης ἦν σαπρίας· ὁ δὲ τόπος ὁ ἐκλάμπων φαιδρότητα φόβον νῦν ἠπείλει· ἀπήστραπτέ ποτε τὸ φῶς ἐκ τοῦ κάλλους, ἀπεδίωκε νυνὶ πῦρ τούς ὁρῶντας·μόνη δὲ ἡμῖν ἠλπίζετο σωτηρία
54.20.10 ἥτις παρέχει ζωὴν τὴν αἰώνιον.
54.21.1 Ἀεὶ γὰρ πάντες οἱ πιστοὶ Θεῷ οἱ πεποιθότες ἐλπίζουσιν εἰκότως κρειττόνων ἀξιοῦσθαι· τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ.Ἂν γάρ τις ἀπίδῃ πρὸς τὴν Ἰερουσαλὴμ καὶ τὸν ναὸν τὸν μέγιστον
54.21.5
ὃν Σολομὼν ἐκεῖνος ὁ πάνσοφος χρόνῳ μακροτάτῳ ἀνεγείρας καὶ κοσμήσας ἐποίκιλε πλούτῳ ἀπεράντῳ,
ὅπως καταβληθεὶς εἰς ὕβριν ἐδόθη καὶ μένει ἐκπεσὼν καὶ οὐκ ἀνέστη,ἴδοι ἂν αὐτῆς τὴν χάριν τῆς ἐκκλησίας
54.21.10 ἥτις παρέχει [ζωὴν τὴν αἰώνιον].
54.22.1 Λαὸς μὲν ὁ τοῦ Ἰσραὴλ ναοῦ ἀποστερεῖται· ἡμεῖς δὲ ἀντ᾿ ἐκείνου Ἀνάστασιν ἁγίαν καὶ τὴν Σιὼν ἔχομεν νῦν,ἥνπερ Κωνσταντῖνος καὶ Ἑλένη ἡ πιστὴ τῷ κόσμῳ ἐδωρήσαντο
54.22.5 μετὰ διακοσίους πεντήκοντα χρόνους τοῦ πτωθῆναι. Ἀλλ᾿ ἐνταῦθα μετὰ μίαν τῆς πτώσεως ἤρξαντο ἡμέραν τὸ τῆς ἐκκλησιᾶς ἐγείρεσθαι ἔργον· καὶ φαιδρύνεται λαμπρῶς καὶ τελειοῦται·οἱ μὲν βασιλεῖς δαπάνην φιλοτιμοῦνται,
54.22.10 ὁ δὲ δεσπόστης ζωὴν τὴν αἰώνιον.
54.23.1 Μεγάλα ὄντως καὶ φαιδρὰ καὶ ἄξια θαυμάτων καὶ ὑπερβεβηκότα ἅπαντας τούς ἀρχαίους βασιλεῖς ἔδειξαν νυνὶ οἱ ἐν τῷ παρόντι τῶν Ῥωμαίων εὐσεβῶς τὰ πράγματα διέποντες·
54.23.5 ἐν χρόνῳ γὰρ ὀλίγῳ ἀνέστησαν ἅπασαν τὴν πόλιν, ὡς καὶ λήθην ἐγγενέσθαι τοῖς πάσχουσι πάντων τῶν δυσκόλων· ὁ οἶκος δὲ αὐτὸς ὁ τῆς ἐκκλησίας ἐν τοσαύτῃ ἀρετῇ οἰκοδομεῖται ὡς τὸν οὐρανὸν μιμεῖσθαι, τὸν θεῖον θρόνον,
54.23.10 ὃς καὶ παρέχει ζωὴν τὴν αἰώνιον.
Ὅσοι οὖν στέργομεν Χριστὸν καὶ σπεύδομεν ἐκείνῳ τὴν δόξαν ἀναπέμπειν, αἰτοῦμεν τὸν δεσπότην καὶ ποιητὴν τῶν οὐρανῶν τὸ τῆς ἐκκλησίας στερεῶσαι τῆς αὐτοῦ ἐγχείρημα καὶ ἕδρασμα,
54.24.5
ἵν᾿ ἀξιωθῶμεν θεάσασθαι πᾶσαν πληρωθεῖσαν [⏑⏑-⏑ ⏑⏑-⏑] καὶ βρύουσαν χάριν τοῖς ὁρῶσιν ἐν λειτουργίαις τε ᾠδα[ῖς καὶ τοῖς] ὕμνοις, ἵνα καὶ οἱ βασιλεῖς καὶ οἱ πολῖται καὶ [οἱ] ἱερεῖς ἐν ταύτῃ ἀγαλλιῶνται
54.24.10 πᾶσι δοθῆναι ζωὴν τὴν αἰώνιον.
54.25.1 Σῶτερ, [ἀθάνατε υἱὲ] πατρὸς προαιωνίου, πᾶσαν σῶσον τὴν πόλιν, σῶσον τὰς ἐκκλησίας, σῶσον δὲ καὶ τούς βασιλεῖς·λύτρωσαι τὸ ἄστυ ἀπὸ πάσης ταραχῆς, σεισμοῦ, λιμοῦ καὶ θνήσεως·
54.25.5 πᾶσαν τὴν πολιτείαν περίσωσον, πάνσοφε δυνάστα, καὶ ἐμοὶ δὲ τῷ ἀθλίῳ τὴν ἄφεσιν δὸς τὴν τῶν πταισμάτων· τῶν περιεχόντων δεινῶν ἐξελοῦ με καὶ θεράπευσον ἐμοῦ τὴν ἀθυμίαν·ταύτην τὴν ζωὴν ἀπρόσκοπον διοδεῦσαι
54.25.10 δός μοι, κἀκεῖ δὲ ζωὴν τὴν [αἰώνιον].
55 (LVI). Кондак покаянный
55.t.1
Τῇ δʹ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν φέρον
ἀκροστιχίδα τήνδε·[ προσευχὴ Ῥωμανοῦ]
ἦ χος πλάγιος δʹ, πρός· Ὁ χρόνος μου συντελεῖται.
Προοίμιον
55.pro.1 Τοῦ φοβεροῦ δικαστοῦ τὴν ἐξέτασιν ἐν τῇ ζωῇ σου, ψυχή, ἐνθυμήθητι,καὶ μνήσθητι τῶν στεναγμῶν τοῦ τελώνου, τῶν ὀδυρμῶν τῆς πόρνης, κραυγάζουσα ἐν κατανύξει·
55.pro.5 "Ταῖς εὐχαῖς τῶν ἁγίων ἱλασμόν μοι παράσχου, ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.» 55.1.1 Πολλοὶ διὰ μετανοίας τῆς παρὰ σοῦ φιλανθρωπίας ἠξιώθησαν· τελώνην στενάξαντα καὶ πόρνην δακρύσασαν ἐδικαίωσας·τῇ προθέσει γὰρ προβλέπεις καὶ παρέχεις τὴν ἄφεσιν·
55.1.5 μεθ᾿ ὧν κἀμὲ ἐπίστρεψον ὡς ἔχων πλῆθος οἰκτιρμῶν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.2.1
Ῥερύπωται ἡ ψυχή μου ἐνδεδυμένη τὸν χιτῶνα τῶν πταισμάτων μου· αὐτὸς δὲ παράσχου μοι ἀπὸ τῶν ὀμμάτων μου ῥεῦσαι ὕδατα,ἵνα ταύτην καθαρίσω διὰ τῆς κατανύξεως·
55.2.5 λαμπρὰν στολήν με ἔνδυσον ἀξίαν τοῦ γάμου σου,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.3.1
Ὁ χρόνος μου συντελεῖται,ὁ δὲ φρικτός σου θρόνος λοιπὸν εὐτρεπίζεται.
Ὁ βίος παρέρχεται, ἡ κρίσις ἐκδέχεται ἀπειλοῦσά μοι τοῦ πυρὸς τὴν τιμωρίαν καὶ τὴν φλόγα τὴν ἄσβεστον·
55.3.5 δακρύων ὄμβρους πέμψον μοι καὶ σβέσον αὐτῆς τὴν ἰσχύν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.4.1 Συμπάθησον τῇ φωνῇ μου ὡς τῷ ἀσώτῳ ὑϊῷ, πάτερ οὐράνιε· κἀγὼ γὰρ προσπίπτω σοι καὶ κράζω ὡς ἔκραξε· «Πάτερ, ἥμαρτον.»Μὴ παρώσῃς με, σωτήρ μου, τὸν ἀνάξιον παῖδά σου,
55.4.5 ἀλλ᾿ εὔφρανον καὶ ἐπ᾿ ἐμοὶ τούς σούς ἀγγέλους, ἀγαθέ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.5.1
Ἐμὲ γὰρ [καὶ] ὑϊόν σου καὶ κληρονόμον ἑαυτοῦ ἔδειξας χάριτι· ἐγὼ δὲ προσκρούσας σοι αἰχμάλωτος γέγονα καὶ δεδούλωμαι τῇ βαρβάρῳ ἁμαρτίᾳ πεπραμένος ὁ ἄθλιος.
55.5.5 Τὴν σὴν εἰκόνα οἴκτειρον καὶ ἀνακάλεσαι, σωτήρ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.6.1
Ὑπνοῦντά με ῥαθυμίᾳὁ πονηρὸς ἐξαγρυπνῶν ἐσυλαγώγησε· τὸν νοῦν μου ἐπλάνησε, τὴν φρένα ἐσύλησε καὶ διήρπασε τὸν τῆς χάριτός σου πλοῦτον ὁ λῃστὴς ὁ ἀρχέκακος·
55.6.5 ἀλλ᾿ ἔγειρον πεσόντα με καὶ ἀνακάλεσαι, σωτήρ,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.7.1 Χρῄζω τῆς σῆς βοηθείας,ὥσπερ ὁ Πέτρος ἐν θαλάσσῃ χειμαζόμενος· τοῦ βίου τὸ πέλαγος βαδίζων ποντίζομαι, καὶ προσπίπτω σοι·ἐγγισάτω μοι ἡ χείρ σου καὶ σωσάτω με, κύριε·
55.7.5
ὡς ἐκ βυθοῦ ἀνάγαγε ἐκ τοῦ χειμῶνος τῶν κακῶν, ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.8.1
Ἤκουσα καὶ τοῦ προφήτου προτρεπομένου με περὶ τῆς σωτηρίας μου· εἰπὼν γὰρ ἐγγίζειν σε τοῖς ἐπικαλουμένοις σε, διεγείρει με συνεχέστερον βοᾶν σοι καὶ καλεῖν σε εἰς ἀντίληψιν.
55.8.5 Τῶν οἰκτιρμῶν σου μνήσθητι καὶ ἔγειρόν με ὡς Θεός,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.9.1
Ῥύστην σε, σωτήρ, γινώσκω μετανοοῦντα ἐπὶ πάσαις ταῖς κακίαις μου· ἐξάλειψον τὰ πταίσματα, ὑπόγραψον ἄφεσιν, ἀμνησίκακε·τὸ χειρόγραφόν μου σχίσον καὶ ἐμὲ ἐλευθέρωσον·
55.9.5 αὐτὸς γὰρ πέλεις, κύριε, ὁ βασιλεύς μου καὶ Θεός,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.10.1
Ὢ ἀφροσύνη· φοβοῦμαι καὶ ἐννοῶν τὸν ὀδυρμὸν οὐ σωφρονίζομαι· πτοοῦμαι τὴν κόλασιν καὶ ἔργα κολάσεως διαπράττομαι·δειλιῶ μαστιγωθῆναι καὶ τὸ πταίειν οὐ παύομαι.
55.10.5 Ὀψὲ ποτὲ ἀνάνηψιν παράσχου μοι, μόνε σωτήρ,ὁ θέλων [πάντας τούς ἀνθρώπους σωθῆναι].
55.11.1 Μικρὸν ὀδυνᾷ με, οἴμοι,ἡ ἁμαρτία δολερὸν ἔχουσα φάρμακον· αὐτή μοι συνήγορος, αὐτὴ καὶ κατήγορος ἀναδείκνυται·τὴν δοκοῦσαν συμβουλεύειν αὐτὴν βλέπω ἐπίβουλον·
55.11.5 αὕτη βοθρίσαι σπεύδει με, αὐτῆς με λύτρωσαι, σωτήρ,ὁ θέλων [πάντας τούς ἀνθρώπους σωθῆναι].
55.12.1 Ἀεὶ κρυπτῶς μαστιγοῦμαι·τὸ συνειδὸς γὰρ ἑαυτοῦ καταδικάζει με καὶ κριτήριον κέκτημαι τὸν ἴδιον ἔλεγχον τιμωροῦντά με,πρὸ τοῦ ἥξω καὶ ὑφέξω τὸν αἰώνιον βάσανον.
55.12.5
Ἐνταῦθά με διόρθωσαι καὶ τότε φεῖσαί με, ς[ωτήρ],ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.13.1 Νυνὶ καιρὸς μετανοίας τοῖς βουλομένοις τὸ τάλαντον πραγματεύσασθαι· πανήγυρις ἵσταται, κἀγὼ οὐκ ἐργάζομαι ἵνα λήψομαι τὸν καρπὸν τῆς ἐργασίας καὶ τοῦ κόπου τὴν ἄνεσιν·
55.13.5 πρὸ τοῦ λυθῇ τὸ θέατρον, δώρησαι τὴν ἐπιστροφήν,ὁ θέλων πάντας τούς ἀνθρώπους σωθῆναι.
55.14.1
Ὁ Παύλου λόγος ὠθεῖ με προσκαρτερεῖν σου τῇ εὐχῇ καὶ ἀναμένειν σε. Θαρρῶν οὖν προσεύχομαι· σαφῶς γὰρ ἐπίσταμαι τὰ ἐλέη σου, ὅτι πρῶτός μοι προσέρχῃ, καὶ καλῶ εἰς ἀντίληψιν·
55.14.5 χρονίζεις δὲ ἱνά μοι δῷς τῆς προσεδρείας τὸν μισθόν,ὁ θέλων πάντας τούς ἀνθρώπους [σωθῆναι].
55.15.1
Ὑμνεῖν καὶ δοξολογεῖν σε ἐν πολιτείᾳ καθαρᾷ δώρησαι πάντοτε· συμπράττειν τοῖς λόγοις μου τὰ ἔργα εὐδόκησον, παντοδύναμε,ἵνα ψάλλω καὶ λαμβάνω παρὰ σοῦ τὰ αἰτήματα·
55.15.5
ἁγνὴν εὐχὴν προσφέρειν σοι παράσχου μοι, μόνε Χριστέ,ὁ θέλων πάντας τούς ἀνθρώπους [σωθῆναι].
56 (LXXXIV). Молитва в стихах
Εὐχὴ κατὰ στίχον,
ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ
56.1.1 Δεῦτε πάντες πιστοί, προσκυνήσωμεν τὸν σωτῆρα Χριστὸν καὶ φιλάνθρωπον, τὸν υἱὸν τοῦ Θεοῦ καὶ μακρόθυμον,τὸν δεσπότην καὶ μόνον ἀθάνατον,
56.1.5
ὃν ὑμνοῦσιν ἀγγέλων τὰ τάγματα,ἀσωμάτων οἱ δῆμοι δοξάζουσιν, ἐκ πυρίνων γλωσσῶν ἀνακράζουσι,τρισαγίαις φωναῖς ἀναμέλπουσι, τὸν τρισάγιον ὕμνον ἐξᾴδοντες,
56.1.10ἐπινίκιον αἶνον προσφέροντες· τὸν πατέρα ὑμνοῦσι καὶ κύριον,τὸν υἱὸν σύν τῷ πνεύματι σύνθρονον· τῇ οὐσίᾳ μονάς ἐστιν ἄτμητος,ἐν τρισὶ τοῖς προσώποις μερίζεται·
56.1.15 ἡ ὑπέρθεος δύναμις σέβεται,ὑπὸ πάσης τῆς κτίσεως ᾄδεται.Θεοτόκε παρθένε, παντάνασσα, μὴ παρίδῃς ἡμᾶς τούς οἰκέτας σου κινδυνεύοντας βίου τῷ κλύδωνι,
56.1.20 καὶ ἀστάτῳ θηρὶ προσριπτούμενοι· ὑπερτέρα τῶν ἄνω δυνάμεων, περιστερὰ χρυσωθεῖσα τῷ πνεύματι, ἀποστόλων τὸ κλέος καὶ καύχημα, προφητῶν καὶ μαρτύρων τὸ †σύστημα†
56.1.25 καὶ τοῦ κόσμου παντὸς ἡ βοήθεια, χρυσοπλοκώτατε πύργε καὶ πάντιμε, δωδεκάπυλε πόλις, παράδεισε, μυροθήκη τοῦ πνεύματος πάντερπνε, τεῖχος ἄμαχον θεῖον καὶ στήριγμα,
56.1.30 τῶν πιστῶν ἀνακτόρων προπύργιον καὶ ψυχῶν εὐσεβῶν ἀμυντήριον καὶ σωμάτων ἁγνῶν φυλακτήριον, σὲ γεραίρομεν, ἄχραντε δέσποινα, τὸν υἱόν σου ὑμνοῦμεν καὶ κύριον,
56.1.35 τὸν Χριστὸν καὶ τὸν μόνον φιλάνθρωπον,
ὅπως εὕρωμεν χάριν καὶ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, δέσποινα.Τότε, κύριε, κύριε, ῥῦσαί με, τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι·
56.1.40 μή με λάβῃ Σατὰν ὁ παμπόνηρος, μή με δείξῃς δαιμόνων ἐπίχαρμα·
ὅτι μόνος ἐγὼ ἐπλημμέλησα, τὴν ψυχὴν καὶ τὸ σῶμα ἐσπίλωσα καὶ τὸν βίον μου ὅλον ἐρρύπωσα. 56.1.45 Τί ποιήσω οὐκ οἶδα ὁ ἄθλιος·διὰ τοῦτο κραυγάζω τὸ «Ἥμαρτον»·
ὡς ὁ ἄσωτος ἦλθον καὶ δέομαι ὡς ἡ πόρνη τὰ δάκρυα ῥέουσα· ἀλλά, κύριε, κύριε, ῥῦσαί με
56.1.50ἐκ βορβόρου τῶν ἔργων καὶ σῶσόν με·
ὡς ποιμὴν ἀγαθὸς μὴ ἐάσῃς με τῶν παθῶν τοῖς κρημνοῖς πελαζόμενον· κεχωσμένον τοῖς πάθεσιν ἔξελε καὶ τῷ θείῳ φωτί σού με κάθαρον,
56.1.55
ἵνα βλέψω τὴν θείαν εἰκόνα σου καθαρῷ συνειδότι καὶ φθέγξωμαι· "Σοὶ γὰρ πρέπει τιμὴ καὶ προσκύνησις,τῷ πατρὶ καὶ υἱῷ σύν τῷ πνεύματι ὑπὸ πάσης τῆς κτίσεως πάντοτε
56.1.60εἰς αἰῶνας αἰώνων, φιλάνθρωπε.»