Новый Завет. События по Воскресении Господа Иисуса Христа
46 (XXX). Уверение Апостола Фомы
46.t.1
Κοντάκιον εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν Θωμᾶν, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλάγιος δʹ, ἰδιόμελον. Προοίμιον I
46.pro 1.1 Τῇ φιλοπράγμονι δεξιᾷ τὴν ζωοπάροχόν σου πλευρὰν ὁ Θωμᾶς ἐξηρεύνησε, Χριστὲ ὁ Θεός·συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες,σύν τοῖς λοιποῖς ἀποστόλοις ἐβόα·
46.pro 1.5«Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»
Προοίμιον II
46.pro 2.1
Ὁ τοῦ Θωμᾶ δισταγμὸς πίστις ἀναμφίβολος οἰκονομήθη, σωτήρ, ὄντως βουλήσει σου, ἵνα μηδείς σου ποτὲ ἐνδοιάσῃ τὴν ἀνάστασιν· ἑαυτὸν γὰρ μόνον οὐκ ἔδειξας αὐτῷ,
46.pro 2.5 ἀλλὰ τύπους ἥλων καὶ λόγχης τὴν νυγμήν· διὸ σὲ καὶ ὡμολόγησε· «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»
Προοίμιον III Τὴν ἐκ νεκρῶν σου ἀνάστασιν ἀπιστῶν καὶ τὴν πλευράν σου τὴν θείαν ἐξερευνῶν, ἐν πίστει ἔλεγεν ὁ Δίδυμος Θωμᾶς·"Συμπάθησόν μοι, δέσποτα, θρασέως ψηλαφήσαντι
46.pro 3.5 καὶ πρόσδεξαι, φιλάνθρωπε, μηκέτι με διστάζοντα, ἀλλὰ ἐν πίστει βοῶντα· ‘Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’"
46.1.1 Τίς ἐφύλαξε τὴν τοῦ μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ κυρίου;Τίς ἔδωκε ταύτῃ τόνον, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν; Πάντως ἡ ψηλαφηθεῖσα.
46.1.5 Εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε, πηλίνη δεξιὰ πῶς εἶχε ψηλαφῆσαι παθήματα σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θώμᾳ ἐδόθη τὸ αὐτὴν ψηλαφῆσαι, Χριστῷ δὲ βοῆσαι·
46.1.10 «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»
46.2.1
Ὄντως φέρουσα ἡ βάτος τὸ πῦρ ἐκαίετο κα[ὶ ο]ὐ κατεφλέγετο· ἐκ γὰρ τῆς τοῦ Θώμα χειρὸς πιστεύω τοῖς Μωσέως·σαθρὰ γὰρ καὶ ἀκανθώδης ὑπάρχουσα, οὐκ ἐφλέχθη ψαύσασα πλευρᾶς ὥσπερ φλογὸς καιομένης·
46.2.5 καὶ τότε μὲν τὸ πῦρ ἦλθεν ἐπὶ τὴν ἄκανθαν· νυνὶ δὲ πρὸς τὸ πῦρ ἔδραμεν ἡ βατώδης, καὶ ὤφθη ὁ αὐτὸς Θεὸς ἀμφότερα φυλάττων. Οὕτω πιστεύω, οὕτω δοξάζω τὸν αὐτὸν Θεὸν ἅμα καὶ ἄνθρωπον λέγων·
46.2.10 "Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.» 46.3.1
Ὑπεγράφη γὰρ βεβαίως ἐμοὶ ὁ ὅρος ταύτης τῆς πίστεως διὰ τῆς τοῦ Θώμα χειρός· Χριστοῦ γὰρ ἁψαμένη,ὡς κάλαμος γραμματέως ἐγένετο ὀξυγράφου γράφουσα πιστοῖς ἔνθεν ἡ πίστις πηγάζει·
46.3.5 ἐκεῖθεν ὁ λῃστὴς ἔπιε καὶ ἀνένηψεν, ἐκεῖθεν μαθηταὶ ἤρδευσαν τὴν καρδίαν, ἐκεῖθεν Θώμας ἤντλησε τὴν γνῶσιν ὧν ἐζήτει· πίνει οὖν πρῶτος, εἶτα ποτίζει· ἀπιστήσας μικρὸν πολλούς ἔπεισε λέγειν·
46.3.10 «Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.»
46.4.1 Τίνος ἕνεκεν ἢ πόθεν ἢ πῶς ἠπίστησεν ὁ ἀπόστολος; Ἐρωτήσωμεν, εἰ δοκεῖ, τὸν γόνον Ζεβεδαίου·τρανῶς γὰρ ὁ Ἰωάννης τὰ ῥήματα τοῦ Διδύμου ἔγραψεν ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου.
46.4.5 Φησὶ γὰρ ὁ σοφός· μετὰ τὴν Χριστοῦ ἔγερσιν, οἱ ἄλλοι μαθηταὶ ἔφησαν πρὸς τὸν Θώμαν· "Ὦ φίλε, ἑωράκαμεν τὸν κύριον ἐνταῦθα.» Θώμας δὲ εἶπε τάχα πρὸς τούτους· "Οἱ ἰδόντες μὴ κρύπτεσθε, ἀλλὰ βοᾶτε·
46.4.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’
46.5.1 Ἀπαγγείλατε παντὶ τῷ λαῷ ἃ εἴδετε καὶ ἠκούσατε· μὴ καλύψητε, μαθηταί, τὸν λύχνον τῷ μοδίῳ·ἃ λέγετε ἐν τῷ σκότει κηρύξατε ἐν τῷ φέγγει· δεῦτε μετ᾿ ἐμοῦ ἔξω μετὰ παρρησίας·
46.5.5 ἀκμὴν ἐν φωλεῷ πέλετε, καὶ θρασύνεσθε; Λαλεῖτε ὑψηλὰ τῶν θυρῶν κεκλεισμένων, βοᾶτε· ‘Ἑωράκαμεν ἐν γωνίᾳ τὸν κτίστην’· φαίνηται πᾶσι, μάθῃ ἡ κτίσις, διδαχθῶσι θνητοὶ βοᾶν τῷ ἀναστάντι·
46.5.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’
46.6.1 Πῶς δυνήσομαι πιστεῦσαι ὑμῖν, ἀκούων ἄπιστα ῥήματα; Εἰ γὰρ ἦλθεν ὁ λυτρωτής, ἐζήτει τὸν οἰκέτην·εἰ ἔλαμψεν ἡ ἡμέρα, οὐκ ἔφαινε παρὰ ὥραν· εἴπερ ὁ ποιμὴν ὤφθη, ἐκάλει τὸν ἄρνα·
46.6.5
ἠρώτησέ ποτε· ‘Ποῦ τεθείκατε Λάζαρον;’ καὶ νῦν οὐκ ἔφησε· ‘Ποῦ ἀφήκατε Θώμαν;’, ἀλλ᾿ ἔλαθε τοῦ θέλοντος μετὰ τούτου τεθνάναι;
Ἄπιστος μένω ἕως ἂν ἴδω· ὅταν ἴδω καὶ ψαύσω, πιστεύσω καὶ λέξω·
46.6.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’"
46.7.1
Ἔτι λέγοντος τοῦ Θώμα ποτὲ τοιαῦτα τοῖς ἀδελφοῖς αὐτοῦ, παρεγένετο ὁ σωτήρ, τὸ θάρσος τῶν ἐν φόβῳ, ἡ ἄμεμπτος παρρησία τῶν ἐν φυγῇ καὶ δειλίᾳ· μέσον μαθητῶν ὤφθη θυρῶν κεκλεισμένων.
46.7.5
Ἰδὼν δὲ ὁ Θωμᾶς κάτω κάμπτει τὸ πρόσωπον καὶ ἔνδον τῆς ψυχῆς ἔλεγε· "Τί τελέσω; Πῶς νῦν ἀπολογήσομαι οἷς ἠπίστησα πρώην; Τί εἴπω Πέτρῳ; τί φῶ τοῖς ἄλλοις; Οὓς ὠνείδισα πάλαι πῶς πείσω καὶ κράξω·
46.7.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς [ἡμῶν]’;
46.8.1 Εἴθε ἤσκησα κἀγὼ σιωπήν, ὡς Ἰησοῦς ἐν τῷ κρίνεσθαι· ἀλλ᾿ ἠρέθισέ με λαλεῖν ἡ θέα τῶν χαιρόντων·τοῖς ῥήμασιν ὑπεκνίσθην τῶν ἐν χαρᾷ κραυγαζόντων· Ἐἴδομεν σαφῶς ζῶντα τὸν γνώμῃ θανέντα’.
46.8.5
Ὁρῶν οὖν ἱλαρὸν Πέτρον τὸν ἀρνησάμενον καὶ πάλιν χαριεῖς τούς σύν αὐτῷ φυγόντας ἐζήλωσα· ἐζήτουν γὰρ μετὰ τούτων χορεύειν· ζηλῶν οὖν εἶπον ἅπερ προεῖπον· μὴ μεμφθῶ, Ἰησοῦ μου, προσδεχθῶ δὲ βοῶν σοι·
46.8.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’
46.9.1 Νύξ μοι γέγονε καὶ σκότος βαθύ τὰ ῥήματα τῶν συνδούλων μου· οὐκ ἐφώτισαν γὰρ αὐτά, οὐχ ἧψαν τῇ ψυχῇ μου τοῦ θαύματος τὴν λαμπάδα, ἣν νῦν ὁρῶ παρ᾿ ἐλπίδα· βλέπω γὰρ Χριστὸν πάλιν θυρῶν κεκλεισμένων·
46.9.5 εἰ δ᾿ ἔφθασα μαθεῖν ὅτι οὕτως ἐλήλυθεν, οὐκ ἂν ἠπίστησα· εἶχον γὰρ ἐννοῆσαι τὴν εἴσοδον καὶ ἔξοδον αὐτοῦ τὴν ἐκ Μαρίας· μόνον γὰρ εἶπον ὅτι κατεῖδον· τὶς δὲ τοῦτον οὐκ εἶδε πῶς δυνήσεται λέγειν·
46.9.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς [ἡμῶν]’;"
46.10.1 Οὕτω Δίδυμος λαλῶν ἑαυτῷ ἐλάλει καὶ τῷ Θεῷ ἡμῶν· ὁ ἐτάζων δὲ τούς νεφρούς, τὸν Θώμαν θεωρήσας συντριβέντα τὴν καρδίαν, καθώς ποτε τὸν τελώνην ᾤκτειρε βοῶν· "Φέρε τὴν χεῖρά σου ὧδε·
46.10.5 εἰς τί ἐδίστασας, λέγε μοι, ὀλιγόπιστε; ἢ ποῖον τῶν ἐμῶν ἄπιστόν σοι ἐφάνη, ἡ σταύρωσις, ἡ νέκρωσις, ἡ ἀνάστασις αὐτή; Μέχρι δὲ τίνος ἀμφισβητεῖς μοι; Ὃν ἐπόθεις ἰδεῖν ἰδού βλέπων με, κράξον·
46.10.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’
46.11.1
Ὕπνον ὕπνωσα ἐν τάφῳ μικρὸν καὶ μετὰ τρεῖς ἀνεβίωσα· διὰ σὲ καὶ τούς κατὰ σὲ ἐκείμην ἐν μνημείῳ,καὶ σύ ἀντ᾿ εὐχαριστίας προσῆξάς μοι ἀπιστίαν· ̝#7972;κουσα γὰρ ὧν εἶπας πρὸς τούς ἀδελφούς σου."
46.11.5 Πρὸς ταῦτα ὁ Θωμᾶς ἔπτηξε καὶ ἀνέκραξε· "Μὴ μέμψῃ μοι, σωτήρ· σοὶ γὰρ ἀεὶ πιστεύω, τῷ Πέτρῳ δὲ καὶ τοῖς λοιποῖς δυσχεραίνω πιστεύειν· οἶδα γὰρ τούτους σοὶ ψευσαμένους καὶ ἐν ὥρᾳ κακῶν φοβουμένους εἰπεῖν σοι·
46.11.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ 46.12.1
Ῥῖψαι θέλοντα τὸν Θώμαν ποτὲ τῆς ἀπιστίας τὸ ἔγκλημα θεωρῶν ὁ πάντα ὁρῶν πρὸς τοῦτον ἀπεκρίθη·"Καὶ σύ μετὰ τούτων ἦσθα ἐν τῷ καιρῷ ᾧ ᾐνίξω·πάντες γὰρ ἐμὲ μόνον ἀφήκατε πάσχειν·
46.12.5 καιρὸς ἦν χαλεπός, Δίδυμε, μὴ ὀνείδιζε, δι᾿ ὃν καὶ ἡ γραφή· ‘Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.’ Νόει ἃ λέγω, ποίει ὃ εἶπας· ψηλαφῆσαί με θέλεις; Ψηλάφησον λέγων·
46.12.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’"
46.13.1
Ὢ τοῦ θαύματος, ὢ τῆς ἀνοχῆς, ὢ τῆς ἀμέτρου πραότητος· ψηλαφᾶται ὁ ἀνάφης, κρατεῖται ὑπὸ δούλου καὶ δείκνυσι τῷ οἰκέτῃ τὰ τραύματα ὁ δεσπότης ὧν ἐν τῷ καιρῷ πᾶσα ἡ κτίσις ἐσείσθη.
46.13.5 Τοιούτων δὲ Θωμᾶς δωρεῶν ἀξιούμενος τῷ ἀξιώσαντι δέησιν ἀνατείνει, "Ἀνάσχου, λέγων, δέσποτα, τῆς ἐμῆς προπετείας, φεῖσαι τοῦ χόρτου, ῥῦσαί με φόρτου· κουφισθῶ ἀπιστίας, ἵνα ψάλλω καὶ λέξω·
46.13.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’ 46.14.1 Μεῖνον ἥμερος, ἕως ἂν ἐγὼ κατατρυφήσω σου, κύριε· πληροφόρησόν με τὸν σόν· ἠνέσχου ἀλλοτρίων,ἀνάσχου καὶ τοῦ ἰδίου καὶ δεῖξόν μοι τὰς πληγάς σου, ἵνα ὡς πηγὰς ταύτας ἀντλήσω καὶ πίω.
46.14.5 Μὴ φλέξῃς με, σωτήρ· πῦρ γὰρ εἶ καθ᾿ ὑπόστασιν, κατὰ δὲ βούλησιν σῶμα εἶ ὃ ἐγένου· ἀπόκρυψον οὖν, δέομαι, ἑαυτὸν ὅσον ὅσον· δέξαι, σωτήρ μου, ὡς τὴν αἱμόρρουν· οὐ κρατῶ τοῦ κρασπέδου, σοῦ ἅπτομαι λέγων·
46.14.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν.’
46.15.1
– Ἅπαξ ἤκουσας, καλὲ μαθητά, γενοῦ πιστὸς καὶ μὴ ἄπιστος· μὴ φοβοῦ· οὐ φλέγω σε γάρ, φυλάττω τούς ἐντός μου·τὴν κάμινον Βαβυλῶνος ἐδίδαξα τοῦτο πράττειν, μᾶλλον οὖν ἐγὼ τοῦτο ποιῶ καὶ διδάσκω.
46.15.5 Μὴ τῆς ἁμαρτωλοῦ πόρνης σύ εἶ σαθρώτερος ἥτις ἐπήλειψε μύρῳ τὴν κεφαλήν μου καὶ ταῖς θριξὶν ἐξέμαξε τούς ἁγίους μου πόδας; Δεῦρο οὖν, φίλε, μή με μυρίσῃς· ἑαυτὸν εὐωδίασον πίστει βοῶν μοι·
46.15.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς [ἡμῶν].’
46.16.1 – Ναί, φιλάνθρωπε, μυρίσω κἀγώ, οὐχ ὡς ἡ πόρνη τὸ πρότερον· οὐ προσέρχομαι μυρεψῷ κραυγάζων· ‘Δός μοι μύρον’,τὴν πίστιν σοι προσκομίζω τῷ ἔχοντι ὑπὲρ μύρον χάριν, τὴν πλευρὰν ἥνπερ κρατῶν ἀπολαύω.
46.16.5 Δοξάζω σου, Χριστέ, τὴν πιστὴν συγκατάβασιν, πῶς ἐνηνθρώπησας ἵνα τῆς τῶν εἰδώλων τὸν ἄνθρωπον, ὃν ἔπλασας, ματαιότητος ῥύσῃ· καὶ ῥαπισθῆναι [σύ] κατεδέξω ἵν᾿ ἐμ[ὲ ἐ]λευθερώσῃς παθῶν, τοῦ βοᾶν σοι·
46.16.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς ἡμῶν’.
46.16bis.1 [Νῦν οὖν, δέσποτα, εἰδὼς ὅτι ἐμφαίνω σοι τὴν καρδίαν μου, καθορᾷς καὶ τούς λογισμούς γινώσκων τὰς ἐννοίας·ἀλλ᾿ ὅμως σοι ἀπαγγέλλω· προῄδεις [με] τὸν πιστόν σου· ἴδω τὴν πλευράν, ἵνα τούς πάντας διδάξω·
46.16bis.5 ὀστέα ψηλαφῶ καὶ τούς τύπους τῶν ἥλων σου, καὶ κύριον ἐγὼ καὶ Θεόν σε κηρύττω· ὡς κύριος τῆς δόξης γὰρ τὴν σταύρωσιν ἠνέσχου, ἐπὶ τοῦ ξύλου πᾶσι δεικνύων ἐν ἀμέμπτῳ καρδίᾳ καὶ πίστει βοᾶν σοι·
46.16bis.10 ’Κύριος ὑπάρχεις καὶ Θεός μου.’]
46.17.1
– Ὅμως ἄκουσον καὶ μάθε σαφῶς· σοφοῦ γὰρ γέγονας μέτοχος· ἡ σοφία ἡ τοῦ πατρὸς ἐγνώσθην τοῖς ἀνθρώποις·μακάριος εἶ ἐν πίστει, καὶ μᾶλλον δὲ μακαρίζω τούς ἐξ ἀκοῆς μόνης ἐμοὶ προσελθόντας·
46.17.5 αὐτός με ψηλαφῶν νῦν ἐπέγνως τὴν δόξαν μου, ἐκεῖνοι δὲ φωνῇ λόγων μοι προσκυνοῦσι· μεγάλη δὲ ἡ ἔννοια τῶν οὕτω πιστευόντων· σοὶ θεωροῦμαι ὡς μαθητῇ μου καὶ ἐκείνοις ὡς δούλοις ἁγίοις βοῶσι·
46.17.10 ’Κύριος ὑπάρχεις καὶ Θεὸς [ἡμῶν].’» 46.18.1
Ὑπὸ χάριτος ψυχῇ καὶ σαρκὶ στηρίξας σῶσόν με, ὕψιστε, ἵνα ἅπτωμαι τῆς πλευρᾶς· λαμβάνων σου τὴν χάριν,τὸ αἷμά σου καὶ τὸ σῶμα, λυτροῦμαι ἐκ τῶν κακῶν μου, ἄφεσιν ἱνὰ εὕρω τῶν παραπτωμάτων.
46.18.5
Ὁ Θώμας ψηλαφῶν νῦν ἐπέγνω τὴν δόξαν σου· ἐγὼ δὲ δειλιῶ, οἶδα γὰρ τὰς βουλάς σου, ἐπίσταμαι τὰ ἔργα μου· συνειδός με ταράττει· φεῖσαι, οἰκτίρμων, φεῖσαι, σωτήρ μου, ἵνα ἔργοις καὶ λόγοις ἐν πίστει βοῶ σοι·
46.18.10 "Κύριος ὑπάρχεις καὶ Θεὸς [ἡμῶν].»
47 (XXXI). Отправление Апостолов на проповедь
47.t.1
Μηνὶ ἰουνίῳ λʹ, κονδάκιον τῶν ἁγίων ἀποστόλων, ἦχος βʹ.
Προοίμιον I
47.pro 1.1 Τούς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν μαθητῶν σου, κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν τούς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον
47.pro 1.5 ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Προοίμιον II
47.pro 2.1
Ὁ σοφίσας ὑπὲρ ῥήτορας τούς ἁλιεῖς καὶ ἐκπέμψας ὥσπερ κήρυκας πάσῃ τῇ γῇ τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός,δι᾿ αὐτῶν κραταίωσον τὴν ἐκκλησίαν σου
47.pro 2.5 καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.1.1 Τράνωσόν μου τὴν γλῶτταν, σωτήρ μου,πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτὸ κατάνυξον τὴν καρδίαν μου,
ἵνα οἷς λέγω ἀκολουθήσω
47.1.5καὶ ἃ δῆθεν διδάσκω ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν·ἐὰν οὖν λέγων μὴ πράττω, ὡς χαλκὸς ὁ ἠχῶν λογισθήσομαι·διὸ λαλεῖν με τὰ δέοντα καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.2.1 Οὕτω ποτὲ καὶ οἱ μαθηταί σου,ἐκτελέσαντες πρῶτον τὰ προστάγματά σου,ἐδίδασκον ἅπερ ἔπραττον, πάσῃ δυνάμει ὁμοῦ κυροῦντες
47.2.5τὴν [αὐτῶν] διδασκαλίαν τῇ π#959;λιτείᾳ,
ἣν ὁ ὁρῶν καὶ ζηλῶν ὡς αὐτοὶ οὗτος μέγας ἐστίν· γυμνοῦσθαι τῶν ἐν τῷ βίῳ καὶ τῶν ἄνω φροντίζειν ἑκάστοτε, σταυρὸν βαστάζειν ἐπ᾿ ὤμοισιν, ἐντρυφᾶν τὸ θανεῖν, ὡς προσέταξας,ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.3.1
Ὕλῃ τοσαύτῃ τῶν ἐναρέτων ὁ κατάλογος οὗτος τῶν ἀποστόλων κομῶν πᾶσαν τὴν γῆν εὐωδίασε, τὰ κλήματα Χριστοῦ τῆς ἀμπέλου,
47.3.5τὸ γεώργιον τοῦ ἄνω καλλιέργου, οἱ πρὸ Χριστοῦ ἁλιεῖς καὶ μετὰ τὸν Χριστὸν ἁλιεῖς,οἱ ἅλμῃ συνομιλοῦντες καὶ γλυκύ ῥῆμα νῦν ἐρευγόμενοι,οἱ πρὶν ἰχθύας ἀγρεύοντες καὶ βροτούς νῦν θηροῦντες, ὡς ἔφησεν ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. 47.4.1 Τούτους τούς ἄρνας ὁ ἀγελάρχης οὓς ἐσκόρπισε φόβος ἐν καιρῷ τοῦ σταυροῦ συνήγαγε μετ᾿ ἀνάστασιν· στὰς γὰρ εἰς ὕψος ἐπὶ τοῦ ὄρους
47.4.5ἐκελάδησε μέλος γλυκύ τῇ ποίμνῃ· θάρσος διδούς καὶ μικρὸν ὡς δειλοῖς αἰνιττόμενος ἐβόα λέγων· "Θαρσεῖτε· ἐγὼ μόνος τὸν κόσμον νενίκηκα,ἐγὼ τούς λύκους ἐσκόρπισα· μετ᾿ ἐμοῦ ἦν οὐδείς, μόνος ἤμην ὁ ὤν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.5.1
Ἄπιτε οὖν εἰς πάντα τὰ ἔθνη·μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇδιδασκαλίαις ἀρδεύσατε. Βλέπε μοι, Πέτρε, πῶς ἐκπαιδεύεις·
47.5.5ἐννοῶν σου τὸ πταῖσμα συμπάθει πᾶσι μὴ αὐστηρός, δι᾿ ἐκείνην τὴν κόρην τὴν σείσασάν σε·ἐάν σοι τῦφος εἰσπέσῃ, τῆς φωνῆς τοῦ ἀλέκτορος ἄκουσον καὶ τῶν δακρύων μνημόνευε ὧν ἐγώ σε τοῖς ῥείθροις ἀπέπλυνα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.6.1 Πέτρε, φιλεῖς με; Ποίει ἃ λέγω·ποίμαινέ μου τὴν ποίμνην καὶ φίλει οὓς φιλῶ,συμπάσχων τοῖς ἁμαρτάνουσιν μνησθείς μου τῆς πρὸς σὲ εὐσπλαγχνίας,
47.6.5ὅτι τρὶς ἀρνησάμενόν σε ἐδεξάμην· ἔχεις λῃστὴν θυρωρὸν παραδείσου θαρρύνοντά σε,ἐκείνῳ πέμπε οὓς θέλεις· δι᾿ ὑμῶν πρὸς ἐμὲ ἀναστρέφει Ἀδὰμ βοῶν· ‘Ὁ πλάστης παρέσχε μοι τὸν λῃστὴν πυλωρὸν καὶ κλειδοῦχον Κηφᾶν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.’
47.7.1
Ἴσχυέ μοι καὶ σύ, ὦ Ἀνδρέα·ὥσπερ εὗρές με πρῶτος εὑρεθεὶς παρ᾿ ἐμοῦ,εὑρὲ καὶ σύ τὸ πλανώμενον. Μὴ ἐπιλάθῃ τῆς πρώτης τέχνης·
47.7.5ἐξ αὐτῆς γὰρ εἰς ταύτην σε μεταπαιδεύσω· πρώην γυμνὸς εἰς βυθὸν καὶ νυνὶ πρὸς τὸν βίον γυμνός,καλάμῳ πρὶν ἁλιεύων, τῷ σταυρῷ ἁλιεύειν διδάχθητι·τῷ σκώληκι ἐδελέαζες, τῇ σαρκί μου θηρᾶν παραγγέλλω σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. 47.8.1 Νῦν δεῖξον ἔργον, ὦ Ἰωάννη·πάντες μάθωσιν ἄρτι ὡς οὐ μάτην τὸ πρὶν ἀνέκλινά σε τῷ στήθει μου· ποίησον αὔλακας τῇ πηγῇ μου
47.8.5ἦς τὰ νάματα ἤντλησεν ἡ στοργή σου· ὄρυξόν μοι ὡς δικέλλῃ τῇ γλώττῃ διέξοδον,καὶ ἥξω οὗ ἐὰν θέλῃς καὶ ποτίσας μεθύσω τὸν σπόρον σου·ὡς κόκκους λόγους κατάβαλε, καὶ αὐξήσας πληθύνω τὰ λήϊά σου ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.9.1 Οὕτω καὶ σύ, Ἰάκωβε, πράττε·μὴ τὸ κήρυγμα λείψας Ζεβεδαίου μνησθῇς,οὗ πρὶν ἐμὲ προετίμησας· οἶδα γὰρ πῶς ἀφῆκας ἐν σκάφῃ
47.9.5τὸν γενέτην, τὸν πλάστην ἐμὲ ποθήσας. Πλήρωσόν μου τὴν βουλὴν μετὰ τῶν ὁμοδούλων σου· μὴ πτήξῃς τούς ἐπιβούλους· τὰς βουλὰς γὰρ αὐτῶν διεσκέδασα·μαχαίραις σε ὅταν τέμνωσιν, νόει τίς ὁ τῇ λόγχῃ νυγεὶς τὴν πλευράν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.10.1
Ὕπαγε, Φίλιππε, ἅμα τούτοις·κήρυξόν με ὡς βλέπεις καὶ ἀκούεις μου νῦν·μὴ τοῦ πατρός μου χωρίσῃς με· μὴ εἴπῃς ὅτι ‘τὸν γόνον εἶδον,
47.10.5τὸν δὲ τούτου γενέτην οὐδ᾿ ὅλως εἶδον’· ἔδειξά σοι ἐν ἐμοὶ τὸν πατέρα κἀμὲ ἐν αὐτῷ· οὐκ ἦλθον παρὲξ ἐκείνου· ὃ γὰρ θέλει τελῶ καὶ ὃ θέλω τελεῖ·ἐν τῷ αὐτῷ ἐσμεν πνεύματι· τούτου κήρυκα ῥήτορα πέμπω σε ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.11.1
Ῥήματα τῆς ποτε ἀπιστίας διὰ πίστεως ἄρτι ἀπαλείψας, Θωμᾶ,ὃν ἐψηλάφησας κήρυξον· ἦλθε καιρὸς ὃν ἀεὶ ἐπόθεις,
47.11.5παρατάξασθαι δήμῳ τῷ τῶν Ἑβραίων· ἔχεις σαφῶς τῆς ἐγέρσεώς μου τὰ ἐνέχυρα·τούς τύπους εἶδες τῶν ἥλων καὶ τῆς λόγχης κατεῖδες τούς μώλωπας·οὐκ ἔστι σοὶ λοιπὸν πρόφασις· πᾶσαν γὰρ ἀφορμὴν περιεῖλόν σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.12.1
Ὥσπερ τελώνης μεῖνον, Ματθαῖε,καὶ τελώνει ἐκεῖνον τὸν ἐχθρὸν τοῦ Ἀδὰμ ὡς πρώην τούς διοδεύοντας· μὴ φείσῃ ἕως ἂν ἀπολάβῃς
47.12.5καὶ τὸν ἔσχατον κοδράντην παρ᾿ ἐκείνου· κάθου τηρῶν τὴν ὁδὸν τὴν πρὸς Ἅιδην ἀπάγουσαν,κἂν εὕρῃς τὸν ὀλετῆρα ἀπὸ τῶν ἐμῶν ἐκπορευόμενον,ἐπίστηθι καὶ τελώνησον καὶ γυμνὸν τοῦτον δεῖξον, ὡς λέγω σοι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. 47.13.1 Μίαν φωνὴν ἀφίημι πᾶσιν,ἵνα μὴ τὸν καθένα ἐκδιδάσκων κοπῶ·ἅπαξ λαλῶ τοῖς ἁγίοις μου· πορευθέντες εἰς πάντα τὸν κόσμον
47.13.5μαθητεύσατε ἔθνη καὶ βασιλείας. Πάντα γάρ μοι παρεδόθη ὑπὸ τοῦ γεννήσαντός με,τὰ ἄνω ἅμα τοῖς κάτω, ὧν καὶ πρὶν λάβω σάρκα ἐδέσποζον·καὶ πάντων νῦν βεβασίλευκα καὶ ὑμᾶς ἱερὰν ἔχω σύγκλητον ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ἄπιτε οὖν εἰς πάντα τὰ ἔθνη·μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇδιδασκαλίαις ἀρδεύσατε.» Τούτων δ᾿ ἀκούσαντες οἱ συμμύσται
47.14.5πρὸς ἀλλήλους ἑώρων κινοῦντες κάρας· "Πόθεν ἡμῖν ἡ φωνὴ καὶ ἡ γλῶσσα πρὸς πάντας λαλεῖν;Ἰσχύν δὲ τίς ἡμῖν δώσει ἀντιστῆναι λαοῖς καὶ τοῖς ἔθνεσιν,ἀγράμματοι καὶ ἀπαίδευτοι, ἁλιεῖς ἀσθενεῖς, ὡς προσέταξας, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια;
47.15.1 – Νῦν μὴ ταράσσεσθε τῇ καρδίᾳ,μὴ θολώσῃ τὰς φρένας ὑμῶν ὁ δυσμενής·ὡς νήπιοι μὴ λογίζεσθε, γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις·
47.15.5δι᾿ ὑμᾶς γὰρ ὡς ὄφις ἐγὼ ὑψώθην· μὴ ἑαυτούς ἐκφοβοῦντες τὸ κήρυγμα λίπητε· οὐ θέλω σθένει νικῆσαι, διὰ τῶν ἀσθενῶν περιγίνομαι· οὐ χαίρω τοῖς πλατωνίζουσι· τὰ μωρὰ γὰρ τοῦ κόσμου ἠγάπησα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.16.1
Ὅμως ὑμῖν καὶ δύναμιν δώσω,δύναμιν ἐν τῷ πίπτειν ἀνιστῶσαν πολλούς,καὶ γλῶσσαν δὲ τὴν σοφίζουσαν· δῆμος ὑμῶν σοβεῖ Δημοσθένην
47.16.5καὶ ἡττῶνται Ἀθηναῖοι Γαλιλαίοις· παύσει λοιπὸν συγγραφὰς ὁ Κηφᾶς ἐξαγγέλλων ἐμέ·ἀμέτρους λέξεις καὶ μύθους ἀμαυροῖ τὸ ῥητὸν τοῦ μαραναθά·ἡ Ναζαρὲτ δονεῖ Κόρινθον· οἱ λαλοῦντες ὑμεῖς, καὶ ὁ πείθων ἐγὼ ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.17.1
Ὕβρεσι πάντες ὑμᾶς πλυνοῦσι·φυλακαῖς ἐμβαλόντες καὶ δεσμοῦντες πικρῶς τοῖς ἄρχουσι παραδώσουσιν· ἀλλ᾿ ὀρφανούς ὑμᾶς οὐκ ἐάσω·
47.17.5μεθ᾿ ὑμῶν γάρ εἰμι μέχρι συντελείας·
ὅταν κριταῖς παραστήκετε, μέσον με ὄψεσθε·δεσμεῖτε, καὶ συνδεσμοῦμαι· σύν ἐμοὶ δι᾿ ἐμὲ πάντα πάσχετε·ὑμεῖς τὴν γνώμην προτείνατε, καὶ ἐγὼ δι᾿ ὑμῶν ἀγωνίζομαι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια."
47.18.1
Ὅτε δὲ ἤκουσαν τῶν ῥημάτων τοῦ σοφοῦ διδασκάλου οἱ σοφοὶ μαθηταί,πρὸς ταῦτα ἀνταπεκρίθησαν· "Πάντα σκληρὰ ἡμῖν ἐπηγγείλω
47.18.5καὶ δειλίας ἀνάμεστα καὶ θανάτου· τούτων δὲ νῦν ἐνομίζομεν φεύγειν κολλώμενοι σοί, καὶ ἄρτι τοῖς σκληροτέροις παραδίδεις ἡμᾶς, ὁ σωτὴρ ἡμῶν·ἐκάλεσας εἰς ἀνάπαυσιν, καὶ ἰδού προαλείφεις εἰς ἄθλησιν ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.19.1 – Ψῆφος ὑμᾶς καλεῖ πρὸς ἀγῶνας·ὁ κανὼν τῆς ἀγάπης ἀπαιτεῖ παρ᾿ ὑμῶν φιλίας ἔργον ἐνδείξασθαι· πάθετε ὑπὲρ ἐμοῦ ὡς φίλοι,
47.19.5ὡς κἀγὼ ὑπὲρ φίλων καὶ μὴ ὀφείλων· χρέος οὐδὲν οὐχ εὑρέθη καλοῦν με πρὸς θάνατον,ἀλλ᾿ ὅμως κατεδεξάμην καὶ σταυρὸν ὡς χρεώστης ὑπέμεινα·τὸ πατρικὸν ὑμῶν δάνειον ὁ ἀνεύθυνος θέλων ἀπέδωκα, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.20.1
Ἄπιτε οὖν εἰς πάντα τὸν κόσμον·μετανοίας τὸν σπόρον ἐμβαλόντες τῇ γῇδιδασκαλίαις ἀρδεύσατε. Βλέπετε μή τις μετανοήσας
47.20.5ἔξω τῆς ὑμετέρας σαγήνης μείνῃ· χαίρω γὰρ τοῖς ἐπιστρέφουσιν, ὡς οἴδατε καὶ ὑμεῖς·ὡς εἴθοις καὶ ὁ προδούς με εἰς ἐμὲ μετὰ πρᾶσιν ὑπέστρεψεν,κἀγὼ αὐτοῦ τὸ ἁμάρτημα ἐξαλείψας ὑμῖν τοῦτον ἥνωσα ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.21.1 Λύπην μισήσατε καὶ δειλίαν·αὕτη γὰρ παραπέμπει τῷ θανάτῳ πολλούς,ὡς τὸν Ἰούδαν ἀπέδειξεν· οἴδατε πῶς ἀγχόνης σχοινίον
47.21.5ἡ ἀπόγνωσις ἔπλεξε τῷ προδότῃ· ὅμως κενὴ καὶ ἐν τούτῳ ἡ τοῦ διαβόλου παγίς·μικρὸν γὰρ καὶ ἀποτίσει ἀντὶ τοῦ Ἰσκαρ[ιώ]του τὸν Κίλικα,ἀντὶ δολίου τὸν δόκιμον, ἀντὶ πράτου τὸν Παῦλον κομίσομαι ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
47.22.1 Μύσται μου, φίλοι καὶ ἀδελφοί μου – μύστας γὰρ ὑμᾶς λέγω, οὐχὶ δούλους λοιπόν,υἱούς καὶ συγκληρονόμους μου – , φωστῆρες τῆς οἰκουμένης ὅλης
47.22.5καὶ ἐμοῦ τοῦ ἡλίου φαιδραὶ ἀκτῖνες, τῶν θησαυρῶν τῶν ἐμῶν οἱ πιστοὶ κλειδοφύλακες,μεσῖται τῶν δωρουμένων παρ᾿ ἐμοῦ τῷ Ἀδὰμ ὑποστρέφοντι,οἱ στῦλοι τῆς ἐκκλησίας μου οὓς ἐγὼ ἐκ θαλάσσης ἀνήγαγον ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. 47.23.1 Οὕτως κηρύξατέ με τῷ κόσμῳ,φανεροῦντες ὃ πέλω καὶ μισοῦντες λοιπὸν παραβολὰς καὶ αἰνίγματα· εἴπατε ὅτι Θεὸς ὑπάρχω
47.23.5καὶ ἀνέκφραστος μορφὴν ἔλαβον δούλου· δείξατε πῶς τὰς πληγὰς τῆς σαρκὸς οἰκειούμην ἑκών·Θεὸς ὤν, καίπερ μὴ θνῄσκων σύν τῷ σώματι ἦλθον εἰς θάνατον καὶ ὁ ταφεὶς ὡς κατάκριτος ἐξεπόρθουν τὸν Ἅιδην ὡς κύριος, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Σώσατε οὖν ἐν τούτοις τὸν κόσμον βαπτίζοντες εἰς ὄνομα Πατρὸς καὶ Yἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τούτοις τοῖς λόγοις κραταιωθέντες
47.24.5οἱ ἀπόστολοι ἔλεγον πρὸς τὸν πλάστην· "Σύ εἶ Θεὸς προαιώνιος καὶ ἀτελεύτητος·σὲ ἕνα κύριον γνόντες ἅμα τῷ σῷ Πατρὶ καὶ τῷ Πνεύματι κηρύσσομεν ὡς προσέταξας· σύ γενοῦ μεθ᾿ ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.»
48 (XXXII). Вознесение Господне
48.t.1
Τῇ εʹ τῆς ϛʹ ἑβδομάδος, κοντάκιον εἰς τὴν ἀνάληψιν τοῦ κυρίου καὶ Θεοῦ
καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλάγιος βʹ.
Προοίμιον I
48.pro 1.1 Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεός, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος
48.pro 1.5 καὶ βοῶν τοῖς ἀγαπῶσί σε· "Ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
Προοίμιον II
48.pro 2.1
Ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἁγιάσας τούς μαθητὰς εἰς οὐρανούς ἀνελήφθης, κύριε,ἐπαγγειλάμενος αὐτοῖς διδασκαλίαν καὶ βοήσας αὐτοῖς·"Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
48.1.1 Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοῒ παραχωροῦντες, δεῦτε, ἀνανήψωμεν καὶ εἰς ὕψος ἐπάρωμεν ὄμματα καὶ νοήματα·
48.1.5 πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί· νομίσωμεν εἶναι τοῦ ἐλαιῶνος εἰς ὄρος καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ· ἐκεῖθεν γὰρ ὁ κύριος εἰς οὐρανούς ἀνέδραμεν,
48.1.10 ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμεν τοῖς ἀποστόλοις αὐτοῦ, κολακεύσας ὡς πατὴρ καὶ βοήσας αὐτοῖς, ὁδηγήσας ὡς υἱούς καὶ λέξας πρὸς αὐτούς· "Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
48.2.1
Ὁ τὴν γῆν καταλαβών, ὡς μόνος οἶδεν, ἀναβαίνων ἐξ αὐτῆς πάλιν, ὡς οἶδεν,ἦρεν οὓς ἠγάπησεν καὶ εἰς ὄρος μετέωρον ἤγαγεν οὓς συνήγαγεν,
48.2.5
ἵν᾿ ἔχοντες εἰς ὕψος τὰς κάρας καὶ τὰς φρένας πάντων τῶν χαμαιζήλων λάθωσι λοιπόν. Διὸ ἀναχθέντες ἐν τῷ βουνῷ τῶν ἐλαίων περιεκύκλουν τὸν εὐεργέτην, ὡς διηγεῖται Λουκᾶς ὁ μύστης· ἐπάρας δὲ ὁ κύριος χεῖρας καθάπερ πτέρυγας,
48.2.10 ὡς ἀετὸς ἐσκέπασε τὴν νοσσιὰν ἣν ἔθαλπε καὶ λέγει τοῖς νεοσσοῖς· "Ἐπεσκίασα ὑμᾶς ἐκ πάντων τῶν κακῶν· ὡς οὖν ἔστερξα ὑμᾶς, ἀγαπήσατέ με, κα[ὶ ο]ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.
48.3.1
Ὑπεράνωθεν ὑμῶν, ὦ μαθηταί μου, ὡς θεὸς καὶ ποιητὴς ὅλου τοῦ κόσμου τείνω τὰς παλάμας μου ἃς οἱ ἄνομοι ἔτειναν, ἔδησαν καὶ καθήλωσαν·
48.3.5 ὑμεῖς οὖν ὑποθέντες τὰς κάρας ταῖς χερσίν μου σύνετε, γνῶτε, φίλοι, ἅπερ ἐκτελῶ·
ὥσπερ γὰρ βαπτίζων χειροθετῶ ὑμᾶς ἄρτι καὶ εὐλογήσας ἐξαποστέλλω πεφωτισμένους, σεσοφισμένους· ἐπὶ ταῖς κεφαλαῖς ὑμῶν αἴνεσις καὶ εὐπρέπεια·
48.3.10 ἐπὶ δὲ ταῖς ψυχαῖς ὑμῶν ἔλλαμψις, καθὼς γέγραπται· ἐκ γὰρ τοῦ πνεύματός μου ἐκχεῶ ἐπὶ ὑμᾶς, κα[ὶ ἔ]σεσθέ μοι δεκτοί, διδακτοὶ καὶ ἐκλεκτοί, οἰκεῖοι καὶ πιστοί· κα[ὶ ο]ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
48.4.1 Ταῦτα λέξας ὁ σωτὴρ τοῖς ἀποστόλοις ἱκανήν τε καὶ πολλὴν παρέσχε λύπην·τάχα δὲ καὶ ἔκλαυσαν καὶ ἐκ βάθους στενάξαντες εἶπον πρὸς τὸν διδάσκαλον·
48.4.5 "Ἀφεὶς ἡμᾶς, οἰκτίρμων, χωρίζῃ τῶν φιλούντων; Ταῦτα γὰρ ὡς ὁδεύων ἐφθέγξω ἡμῖν· τὰ ῥήματα ταῦτα ἀποδημίαν σημαίνει, καὶ τούτου χάριν ἀδημονοῦμεν, ἐπειδὴ εἶναι σύν σοὶ ποθοῦμεν· ζητοῦμέν σου τὸ πρόσωπον, τέρπει γὰρ τὰς ψυχὰς ἡμῶν·
48.4.10 ἐτρώθημεν, ἐδέθημεν τῇ γλυκυτάτῃ θέᾳ σου· οὐκ ἔστι πλὴν σοῦ θεός· μὴ μακρύνῃς οὖν σαυτὸν τῶν σῶν ἀγαπητῶν, συμπαράμεινον ἡμῖν καὶ λέξον πρὸς ἡμᾶς· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’
48.5.1 Ἀπελίπομεν ἡμεῖς ὅλον τὸν βίον καὶ ἐφύγομεν αὐτὸν καθάπερ βίαν·ἵνα σε κερδήσωμεν, ἐπὶ γῆς ἐγενήθημεν ξένοι καὶ παρεπίδημοι·
48.5.5 ὁ πρῶτος ἡμῶν Πέτρος γενόμενός σου φίλος πάντων ἠλλοτριώθη ὧν εἶχε τὸ πρίν· Ἀνδρέας δ᾿ ὁ τούτου συναίμων, ὅτε σε εὗρεν, τῶν ἐν τῷ κόσμῳ εὐθύς ἀπῆρε καὶ τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἦρε. Τοιαύτην οὖν διάθεσιν θέλεις ἀφεῖναι, δέσποτα,
48.5.10 καὶ σπεύδεις ἐκδραμεῖν ἡμῶν ὥσπερ ἐπιλαθόμενος; Μὴ γένοιτο, βασιλεῦ· μὴ γελάσωσιν ἡμᾶς οἱ μισοῦντες ἡμᾶς, μὴ βοήσωσιν ἡμῖν· ‘Ποῦ ἐστιν ὁ εἰπών· Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’
48.6.1 Παρορᾷς, ὦ λυτρωτά, καὶ οὐ λογίζῃ τὴν φιλίαν τῶν υἱῶν τοῦ Ζεβεδαίου;Μνήσθητι, φιλάνθρωπε, πῶς τοῦ θείου σου ῥήματος ἤκουσαν κα[ὶ ο]ὐ παρήκουσαν;
48.6.5 Οὐκ εἶπον ἐν καρδίαις· ‘Τίς οὗτος ὁ καλέσας;’, ἀλλὰ καὶ τοῦ γενέτου προέκρινάν σε. Ματθαῖος δὲ πάλιν τοῦ τελωνίου τὸν πόρον ὡς ἀπορίαν πολλὴν ἡγεῖτο, ἐπειδὴ πλοῦτον τὸν σὸν ἐπόθει· Θωμᾶς δὲ ὁ καὶ Δίδυμος καὶ τὴν ζωὴν ἐμίσησε.
48.6.10 Καὶ ἅπαξ πάντες εἴπομεν· ‘Σὲ ἀντὶ πάντων στέργομεν’· μὴ οὖν στερήσῃς ἡμᾶς· ἐναγκάλισαι ἡμᾶς, ὁ τὰ πάντα πληρῶν, περικύκλωσον ἡμᾶς καὶ βόησον ἡμῖν· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’»
48.7.1
Ἐπακούσας ὁ σωτὴρ τῶν ἀποστόλων καὶ ἰδὼν τὸν ὀδυρμὸν τῶν ἀγαπώντων,τότε ἀντελάβετο ὡς πατὴρ ὑϊούς αὐτοῦ, ᾤκτειρε καὶ ἐβόησε·
48.7.5 "Μὴ κλαίετε, ὦ φίλοι· καιρὸς γὰρ οὐ δακρύων, ἀλλ᾿ οὔτε ἡμέρα ἐστὶν ὀδυρμοῦ· χαρᾶς ἐστιν ὥρα· πρὸς τὸν ἐμὸν γὰρ πατέρα ἀναλαμβάνω τὰς πτέρυγάς μου καὶ καταπαύω ἐν τῇ σκηνῇ μου· σκηνὴν γὰρ τὸ στερέωμα τοῦ οὐρανοῦ ἐποίησα,
48.7.10 σκηνὴν οὐ περιγράφουσαν, ἀλλὰ περικυκλοῦσάν με,ὡς Ἡσαΐας βοᾷ· ’Ὡς καμάραν οὐρανὸν ἐστήσατο Θεὸς καὶ οἰκεῖ ὥσπερ σκηνήν’, ὁ λέγων τοῖς αὐτοῦ· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’ 48.8.1
Ἱλαροὶ οὖν καὶ φαιδροὶ γίνεσθε ἄρτι, καὶ χαρίεσσαν μορφὴν ἀναλαβόντες ᾆσμα καινὸν ᾄσατε· καὶ γὰρ πᾶν ὃ ἂν γένηται ἕνεκεν ὑμῶν γίνεται
48.8.5 ὑμῶν χάριν κατῆλθον καὶ διὰ πάντων ἦλθον, ἵνα ὑμῖν ἀρέσω καὶ δέξησθέ με· ὑμῶν χάριν πάλιν εἰς οὐρανούς ἀναβαίνω, ἵνα τὸν τόπον ἐξευτρεπίσω ὅπου ὀφείλω ὑμῖν συνεῖναι· πολλαὶ μοναὶ γὰρ πέλουσιν ἄνω πρὸς τὸν πατέρα μου·
48.8.10 αἱ μὲν πατέρας ἔχουσιν, ἄλλαι δικαίων γέμουσιν καὶ ἄλλαι τῶν προφητῶν· τὴν μονὴν δὲ τὴν ὑμῶν οὐδεὶς οἶδεν ἀκμήν· ἑτοιμάζω οὖν αὐτὴν καὶ λαμβάνω ὑμᾶς, κα[ὶ ο]ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.
48.9.1 Νῦν ἀνάστητε ὀρθοί, στῆτε ἑδραῖοι καὶ ἀμώμῳ ὀφθαλμῷ κατανοεῖτε ταύτην τὴν ἀνάληψιν ἣν ὁρῶντες νοήσατε σώματος, οὐ θεότητος·
48.9.5 ἡ σὰρξ γὰρ ἣν ὁρᾶτε αὐτὴ τὰ ἄνω φθάνει· τῆς γὰρ θεότητός μου πᾶς τόπος μεστός· ἀλλ᾿ ὅμως καὶ τούτου τοῦ ὁρατοῦ ὑψουμένου συνανυψοῦται τὸ ἀφανές μου· καὶ γὰρ ἡνώθην τῷ φαινομένῳ· εἷς πέλω ἀθεώρητος ἅμα καὶ θεωρούμενος·
48.9.10 ἐγώ εἰμι ὃν βλέπετε ὄντως καὶ οὐκ ἠλλοίωμαι,ὡς ἔφησεν ἡ γραφή, καὶ ἀθάνατός εἰμι καὶ ὅμοιος ὑμῶν, ὑπεράνωθεν ὑμῶν καὶ ἐν μέσῳ ὑμῶν, κα[ὶ ο]ὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
48.10.1
Ὅτε ταῦτα ὁ Χριστὸς εἶπε τοῖς φίλοις, διανεύει τὸ λοιπὸν τοῖς ἀρχαγγέλοις ἵνα ἑτοιμάσωσι τοῖς ἁγνοῖς αὐτοῦ βήμασιν ἄνοδον ἀδιόδευτον·
48.10.5 καὶ δὴ ὡς προσταχθέντες οἱ τῶν ἀγγέλων πρῶτοι πάσαις ταῖς ἐν τῷ ὕψει ἔκραζον ἀρχαῖς·
"Ἐπάρατε πύλας καὶ ἐκπετάσατε θύρας τὰς οὐρανίους καὶ ἐπιδόξους· ὁ γὰρ τῆς δόξης δεσπότης φθάνει. Νεφέλαι, ὑποστρώσατε νῶτα τῷ ἐπιβαίνοντι·
48.10.10 αἰθήρ, ἐξευτρεπίσθητι τῷ διὰ σοῦ ὁδεύοντι·ἀνοίχθητε, οὐρανοί· οὐρανοὶ τῶν οὐρανῶν, ἐκδέξασθε αὐτόν, ὅτι φθάνει πρὸς ὑμᾶς ὁ λέγων τοῖς αὐτοῦ· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν’."
48.11.1
Ὑπακούσαντες εὐθύς οἱ ἐν τῷ ὕψει καὶ ἀνοίξαντες ὁμοῦ πάντα τὰ ὕψη,θρόνοι, κυριότητες σύν ἀρχαῖς καὶ δυνάμεσιν ἔδραμον εἰς ἀπάντησιν
48.11.5 καὶ στρώσαντες ταχέως ὡς ἅρ_#956;α τὴν νεφέλην, ἐπὶ τὸν ἐλαιῶνα πέμπουσιν αὐτήν· ἡ δὲ κατελθοῦσα ἐνεκολπώσατο τότε τὸν τὰς νεφέλας ἡνιοχοῦντα καὶ ὀμβροτόκους αὐτὰς ποιοῦντα· λαβοῦσα οὖν ἐβάσταζεν, μᾶλλον δὲ ἐβαστάζετο·
48.11.10 αὐτὸς γὰρ ὁ φερόμενος ἔφερε τὴν βαστάζουσαν ὡς τὴν Μαρίαν ποτέ· καὶ αὐτὴν γὰρ ἡ γραφὴ νεφέλην προκαλεῖ ἣν ἐφύλαξεν οἰκῶν ὁ τοῖς φίλοις εἰπών· "Οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν."
48.12.1
Ῥαθυμεῖ δὲ οὐδὲ εἷς τῶν ἀποστόλων,ἀλλ᾿ ἐφρόντιζον ὁμοῦ τῶν τελουμένων·πάντες γὰρ ἀνήρτησαν πρὸς τὸ ὕψος τὰ πρόσωπα, βλέποντες τὴν ἀνάληψιν·
48.12.5 εὐθύς οὖν ὑποθεῖσα τὰ νῶτα ἡ νεφέλη ὄχημα τῷ ἀμώμῳ γέγονε ποδί·χιτῶνος δὲ δίκην ὁ οὐρανὸς διερράγη κα[ὶ ὁ] ἐκ Μαρίας ἀνῆλθεν ἄνω, χορῶν πυρίνων προηγουμένων, βοώντων· "Σπεῦσον, δέσποτα, ἕτοιμος γὰρ ὁ θρόνος σου·
48.12.10 ἐπίβηθι, πετάσθητι ταῖς τῶν ἀνέμων πτέρυξι καὶ φθάσον κόλπους Πατρός· ὁ γὰρ θρόνος σου σαφῶς αὐτός ἐστιν ἀεὶ ὃν οἰκεῖς καὶ οὐκ ἐᾷς, κἂν τοῖς κάτω βοᾷς· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν’».
48.13.1
Ὡς οὖν εἶδον οἱ πιστοὶ τὰ γεγονότα, παραυτὰ δαυιτικῶς ψάλλοντες εἶπον·"Ὄντως ἀναβέβηκεν ὁ Θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος».
48.13.5 Αὐτῶν οὖν συμψαλλόντων καὶ ἄνω θεωρούντων, μία ἀγγέλων ζεύγλη ἦλθεν πρὸς αὐτούς,
ὃν τρόπον διδάσκει καὶ ἡ τῶν πράξεων βίβλος, ὅτι τοῦ πλάστου ἀναληφθέντος καὶ τῶν ἁγίων ἀτενιζόντων, ἐπέστησαν ὡς ἄνθρωποι δύο λαμπροὶ τῷ σχήματι
48.13.10 βοῶντες· "Τί ἑστήκατε; Τίνι δὲ ἀτενίζετε;Τί θέλετε κατιδεῖν; Ἰδού κάθεται Θεὸς ἐπὶ θρόνου αὐτοῦ· ἐβασίλευσεν ἡμῶν ὁ βοήσας ὑμῖν· Ὀὐ χωρίζομαι ὑμῶν, ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’
48.14.1 Μὴ θαμβῆσθε τὸ λοιπόν, ὦ Γαλιλαῖοι· Ἰησοῦς γὰρ ὁ Χριστὸς ὃς ἀνελήφθη οὕτως καὶ ἐλεύσεται ὡς αὐτὸν ἐθεάσασθε ἄνω παραγενόμενον.
48.14.5 Σαφῶς γὰρ ἀνελήφθη καὶ οὐχὶ μετετέθη· οὐχ ὡς Ἐνὼχ τὸ πρῶτον, οὕτως ὁ Χριστός·
Ἐνὼχ γὰρ ἐκεῖνος τῶν ἐπιγείων μετέστη, οὐκ ἠξιώθη τῶν οὐρανίων, ἀλλ᾿ ἐνετέθη σκηναῖς δικαίων·
Ἠλίας δὲ ὁ πύρινον ἅρμα ἐπικαθήμενος
48.14.10 ἀνῆλθε καὶ οὐκ ἔφθασε τὸν οὐρανόν, ὡς γέγραπται, ἀλλ᾿ ὡς εἰς τὸν οὐρανόν· ὁ Θεὸς δὲ τοῦ Ἐνὼχ κα[ὶ ὁ] Θεὸς Ἠλιοῦ ἀνελθὼν εἰς οὐρανούς ἐδήλωσεν ὑμῖν· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’"
48.15.1 Ἀλλ᾿ ἀκουσάντες εὐθύς τούτων τῶν λόγων οἱ τοῦ ῥύστου μαθηταὶ εἶπον ἀλλήλοις·"Ὄντως πιστοὶ μάρτυρες τῆς Χριστοῦ ἀναλήψεως οὗτοι ὡς ἐπουράνιοι·
48.15.5 εἰ μὴ γὰρ εἶδον τοῦτον ἐν τῷ οὐρανῷ ἄνω, οὐκ ἂν κατῆλθον κάτω κηρῦξαι ἡμῖν· ἀγγέλων δεσπόζει καὶ δι᾿ ἀγγέλων γνωρίζει τὰς φιλανθρώπους οἰκονομίας ὁ ἀνατείλας ἐκ τῆς παρθένου· ἐτέχθη, καὶ τὴν γέννησιν τούτου ἐδήλουν ἄγγελοι·
48.15.10 ἠγέρθη, καὶ τὴν ἔγερσιν πάλιν ἐδήλουν ἄγγελοι·ἀνῆλθεν εἰς οὐρανούς, καὶ τὴν θείαν καὶ φαιδρὰν ἀνάληψιν αὐτοῦ δι᾿ ἀγγέλων ἀγαθῶν ἐδήλωσεν ἡμῖν· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’
48.16.1 Νευρωθῶμεν οὖν ἡμεῖς κατὰ τῶν πλάνων, ὁπλισθῶμεν ὁμαδὸν τοῖς συκοφάνταις·πάντες κοπιάσωμεν, ἐπιμόνως παλαίσωμεν ἕως ἂν αὐτούς ῥήξωμεν·
48.16.5 εἰπῶμεν παρρησίᾳ πρὸς τούς τῆς ἀπωλείας· ’Ποῦ ἐστιν, ὃν ἐν τάφῳ εἴχετε νεκρόν; Ποῦ πέλει ἐκεῖνος ὃν στρατιῶται ἐτήρουν καὶ αἱ σφραγῖδες ὑμῶν ἐφρούρουν; Πῶς ἀπεκλάπη; ποῦ ἀνελήφθη; Τίς τοῦτον ἀπεσύλησεν; τίς δὲ αὐτὸν ἐβάστασεν;
48.16.10 Ἐκλάπη ἐκ τοῦ μνήματος; Πῶς νῦν τοῦ στερεώματος ἀπέστειλε πρὸς ἡμᾶς καὶ ἐδήλωσεν ἡμῖν· Μὴ πτοῆσθε αὐτούς, οὐ νικήσουσιν ὑμᾶς· ὡς γὰρ εἶπον ὑμῖν, οὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’"
48.17.1 Οἱ τοῦ ῥύστου μαθηταὶ οὕτω φρονοῦντες, τοῦ Χριστοῦ τε καὶ Θεοῦ ἀναληφθέντος,τότε καταβαίνουσιν ἐκ τοῦ ὄρους γηθόμενοι ἅμα καὶ ἀγαλλόμενοι·
48.17.5 καὶ φθάσαντες τὰ κάτω, ὡς ἡ γραφὴ διδάσκει, κύψαντες προσκυνοῦσι τῷ ἄνω Θεῷ, καὶ πλήρεις ἐπαίνων φωνὰς ἀφῆκαν τῷ ὄρει ὡς εὐφημοῦντες τὸν ἐλαιῶνα ὅτι τοσούτων κατηξιώθη, "Τὸ ὄρος τὸ Σινάτιον, λέγοντες, ὑπερέβαλες·
48.17.10 ἐκεῖνο γὰρ ἐδέξατο τὰ τοῦ Μωσέως βήματα,σύ δὲ αὐτοῦ τοῦ Θεοῦ· ἐν ἐκείνῳ νόμος ἦν, ἡ χάρις δὲ ἐν σοὶ ἡ καὶ πλάσασα Μωσῆν καὶ λέξασα ἡμῖν· Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’ 48.18.1
Ὑπεράνω εἶ λοιπὸν καὶ τοῦ Λιβάνου, Θαβὼρ καὶ Ἑρμονιεὶμ σοὶ ἐλαττοῦνται,ὅτι οὐκ ἐποίησεν ἐν αὐτοῖς ὁ φιλάνθρωπος ἅπερ ἐν σοὶ ἐποίησεν."
48.18.5 Τοιαῦτα οὖν εἰπόντες οἱ μαθηταὶ τοῦ πλάστου ἔστησαν μέχρι τούτου τούς λόγους αὐτῶν, καὶ ἄραντες ἄνω τούς ὀφθαλμούς καὶ τὰς χεῖρας ἐξιλεοῦντο τὸν βασιλέα τῶν οὐρανίων καὶ ἐπιγείων βοῶντες. "Ἀναμάρτητε, τὴν σὴν εἰρήνην δὸς ἡμῖν
48.18.10 καὶ δι᾿ ἡμῶν τῷ κόσμῳ σου πρεσβείαις τῆς τεκούσης σε·οὐ στέγει γὰρ ὁ ἐχθρὸς κατιδεῖν τὰ ὑφ᾿ ἡμῶν γινόμενα καλά· ἀλλὰ σόβησον αὐτὸν ἀφ᾿ ἡμῶν ὁ εἰπών·Ὀὐ χωρίζομαι ὑμῶν· ἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν.’»
49 (XXXIII). Пятидесятница
49.t.1
Κυριακῇ ἑβδόμῃ, κοντάκιον εἰς τὴν ἁγίαν Πεντηκοστήν, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλάγιος δʹ
Προοίμιον
49.pro.1
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε,διεμέριζεν ἔθνη ὁ ὕψιστος·
ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν,εἰς ἑνότητα πάντας ἐκάλεσε·
49.pro.5 καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον πνεῦμα.
49.1.1 Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιᾶσθαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσιν, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν,
49.1.5 ἀλλ᾿ ἀεὶ ἡμᾶς πρόφθασον· ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥσπερ τοῖς ἀποστόλοις σου πάντοτε συνῆς,οὕτω καὶ τοῖς σε ποθοῦσιν ἕνωσον σαυτόν, οἰκτίρμων, ἵνα συνημμένοι σοι ὑμνέομεν καὶ δοξολογοῦμεν
49.1.10 τὸ πανάγιον πνεῦμα.
49.2.1 Οὐκ ἐχωρίσθης, σωτήρ, ἀπὸ τῶν μαθητῶν σου ὁδεύσας εἰς οὐρανούς· καὶ φθάσας γὰρ τὰ ἄνω τὰ κάτω συνέχεις, οὐδὲ εἷς γὰρ τόπος δίχα σου, ἀχώρητε· κἂν γὰρ γένηται, ἀπόλλυται καὶ ἀφανίζεται
49.2.5 καὶ ὡς Σόδομα γίνεται· σύ γὰρ ἱστᾷς τὰ σύμπαντα, πάντα πληρῶν· σὲ οὖν καὶ οἱ ἀπόστολοι εἶχον ἐν ψυχαῖς·διὸ ἐκ τοῦ ἐλαιῶνος σοῦ ἀναληφθέντος τότε κατῆλθον χορεύοντες καὶ ψάλλοντες καὶ δοξολογοῦντες
49.2.10 τὸ πανάγιον πνεῦμα.
49.3.1
Ὑπέστρεψαν ἐν χαρᾷ ἀπὸ τοῦ ἐλαιῶνος οἱ ἕνδεκα μαθηταί·Λουκᾶς γὰρ τοῦτο γράφει ὁ ἱεροφάντης
ὅτι εἰς Ἱεροσόλυμα ἀνέλυσαν,ὑπερῴῳ δὲ ἀνέβησαν ἔνθα κατέμενον
49.3.5 καὶ ἐμβάντες ἐκάθισαν Πέτρος καὶ οἱ ἐπίλοιποι τῶν μαθητῶν,ὧν ὁ Κηφᾶς ὡς ἔξαρχος εἶπε πρὸς αὐτούς· "Μερισταὶ τῆς βασιλείας, ἄνω σχῶμεν τὰς καρδίας πρὸς τὸν ὑποσχόμενον καὶ λέξαντα· ‘Ἐγὼ ὑμῖν πέμψω
49.3.10 τὸ πανάγιον πνεῦμα.’"
49.4.1 Τοιαῦτα τότε εἰπὼν Πέτρος τοῖς ἀποστόλοις διήγειρεν εἰς εὐχήν, καὶ στὰς ἐν μέσῳ τούτων ἐβόησε λέγων· "Δεηθῶμεν, γόνυ κλίνωμεν, αἰτήσωμεν, ἐκκλησίαν τὸ δωμάτιον τοῦτο ποιήσωμεν·
49.4.5 καὶ γὰρ ἔστι καὶ γίνεται· κλαύσωμεν καὶ κραυγάσωμεν πρὸς τὸν Θεόν· ’Πέμψον ἡμῖν τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἵν᾿ ὁδηγήσῃ τούς πάντας εἰς τὴν γῆν σου τὴν εὐθεῖαν ἣν σύ προητοίμασας τοῖς σέβουσι καὶ δοξολογοῦσι
49.4.10 τὸ πανάγιον πνεῦμα.’» Ἀκούσαντες οὖν εὐθύς οἱ μετ᾿ αὐτοῦ κληθέντες συνήθροισαν ἑαυτούς ὡς πρὸς ποιμένα ἄρνες τῷ λόγῳ θελχθέντες, καὶ σιγῶντες ὑπηγόρευον ἃ ηὔχοντο καὶ δεήσεις ἐπανέτεινον τῷ παντοκράτορι
49.5.5 περιεχούσας ταῦτα· "Τῷ τῶν ἀγγέλων πρύτανι καὶ βασιλεῖ, τῷ τῶν ἀνθρώπων ἄνακτι καὶ δημιουργῷ,τῷ τὰ ἐν γῇ καὶ θαλάσσῃ μόνῳ νεύματι κρατοῦντι, οἱ φίλοι καὶ δοῦλοί σου βοῶσί σοι· ‘Ταχύ ἡμῖν πέμψον
49.5.10 τὸ πανάγιον πνεῦμα.’"
49.6.1 Πληρώσαντες οὖν εὐθύς τὰς ἑαυτῶν δεήσεις ὑπέγραψαν ἐν αὐταῖς σφραγίσαντες τῇ πίστει καὶ πέμψαντες ἄνω·
ἃς ἀνέγνω ὁ διδάσκαλος καὶ ἔφησεν· "Αὐτεξούσιε Παράκλητε, μὴ κελευόμενος,
49.6.5 ἀλλ᾿ ὡς θέλεις κατάβηθι· σὲ γὰρ λοιπὸν ἐκδέχονται οἱ μαθηταὶ οὕσπερ ἐγὼ συνήγαγον σοὶ καὶ τῷ πατρί,οὓς ἐξεπαίδευσα λέγων· ‘Μαθητεύσατε τὰ ἔθνη πατέρα κηρύττοντες καὶ σέβοντες υἱὸν καὶ ὑμνοῦντες
49.6.10 τὸ πανάγιον πνεῦμα.’"
49.7.1
Ἐπήκουσεν ὁ Θεὸς ὁ Παράκλητος τότε τῶν δεομένων αὐτοῦ, καὶ δὴ καταλαμβάνει τούτους εὐχομένους, οὐδαμόθεν μεθιστάμενος ὁ ἄφραστος· οὐ γὰρ γέγονε κατάβασις ἡ συγκατάβασις,
49.7.5 οὐδ᾿ ὑπέμεινε μείωσιν· ἄνω γὰρ ἦν καὶ κάτω ἦν καὶ πανταχοῦ· θεία γὰρ φύσις ἄφραστος καὶ ἀναφής·τοῖς ὀφθαλμοῖς οὐχ ὁρᾶται, πίστει δὲ κατανοεῖται· χερσὶν οὐ κατέχεται, καρδίαις δὲ πιστῶν ψηλαφᾶται
49.7.10 τὸ πανάγιον πνεῦμα. Εἰστήκεισαν ὁμαδόν, συμπληρουμένης τότε τῆς θείας πεντηκοστῆς, εὐχαῖς προσκαρτεροῦντες οἱ ἕνδεκα μύσται· καὶ ὡς λέγει τὸ ἀνάγνωσμα τῶν πράξεων, ὡς πνοῆς βιαίας ἄθροον ἦχος ἐγένετο
49.8.5 οὐρανόθεν κτυπούμενος·
ὅλον δὲ τὸ δωμάτιον ἔπλησε πυρός, μᾶλλον δὲ καὶ κατέπληξεν τούς ἀγαπητούς·διὸ ὡς σκάφος τὸν οἶκον σαλευόμενον ὁρῶντες ἐβόων· "Ὦ δέσποτα, κατάπαυσον τὴν ζάλην καὶ πέμψον
49.8.10 τὸ πανάγιον πνεῦμα."
49.9.1 Νομίσαντες οἱ σοφοὶ ὅλον τὸ ὑπερῷον χαοῦσθαι ἐκ τῆς πνοῆς, συνέστειλαν ἐν φόβῳ τὰ ὄμματα πάντες. Καὶ ἰδού γέγονεν ἕτερον φρικτότερον, καὶ τῷ πρώτῳ φόβῳ δεύτερον τρόμον ἐπήγαγε
49.9.5 τὰ ἐπάλληλα θαύματα· γλῶσσαι γὰρ πάλιν πύριναι ἥπτοντο αὐτῶν καὶ ἐπὶ κάραις ἤρχοντο τῶν ἀγαπητῶν,καὶ οὐ παρέφλεγον τρίχας, ἀλλ᾿ ἐφώτιζον τὰς φρένας· καὶ γὰρ καθαρίζοντας καὶ νίζοντας προέπεμπε ταύτας
49.9.10 τὸ πανάγιον πνεῦμα.
49.10.1
Ὁ Πέτρος δὲ κατιδὼν τὰ γεγονότα πάντα ἐβόησεν· "Ἀδελφοί, τιμῶμεν ἃ ὁρῶμεν, μὴ ἐξερευνῶμεν· μήτις εἴπῃ· ‘Τοῦτο τί ἐστι τ[ὸ ὁ]ρώμενον;’ Ὑπερβαίνει γὰρ διάνοιαν τὸ ἐκτελούμενον
49.10.5 καὶ νικᾷ τὴν ἐνθύμησιν· πνεῦμα καὶ πῦρ συνέζευκται, θαῦμα πιστόν· αὔρα καὶ φλὸξ συνήρμοσται, θέαμα φρικτόν·μετὰ ἀνέμων λαμπάδες, μετὰ δρόσων δὲ σπινθῆρες· τίς εἶδε; τίς ἤκουσε; τίς δύναται εἰπεῖν ὃ ὑπάρχει
49.10.10 τὸ πανάγιον πνεῦμα;
Ὑμεῖς οὖν, ἀγαπητοί, στῆτε καὶ καθορᾶτε ἀπεριέργως τὸ πῦρ ὃ ἔπεμψεν ἐξ ὕψους ὁ ὢν ἐν τῷ ὕψει· μὴ φοβεῖσθε· οὐ γὰρ φλέγουσιν οἱ ἄνθρακες· μὴ θαμβεῖσθε, ὅτι ἄκαυστον τοῦτο τὸ πῦρ ἐστιν·
49.11.5 ἀλλ᾿ ὡς φρόνιμοι μνήσθητε πῶς πάλαι πῦρ ἐδέξατο παῖδας τούς τρεῖς, πῶς οὐκ ἐκαύθη σώματα τούτων οὐδὲ θρίξ,πῶς ἡ τούς τρεῖς δεξαμένη τέσσαρας αὐτούς ἐδείκνυ· σύν τόκῳ γὰρ ἔδωκεν οὓς ἔλαβεν, ὅτι ἐφοβεῖτο
49.11.10 τὸ πανάγιον πνεῦμα.
49.12.1
Ῥιψάτω οὖν, ἀδελφοί, ὁ καθεὶς ἡμῶν ἄρτι τὸν φόβον ἐκ τῆς ψυχῆς καὶ πόθον ἐνδειξάτω τῷ ἀναληφθέντι,
ὅτι οὕτως οὓς ἐκάλεσεν ἠγάπησεν, ὅτι πάντα ἅπερ πρόειπεν νῦν ἐξεπλήρωσεν
49.12.5 καὶ ὡς εἶπεν ἐποίησεν. Τί δειλιῶμεν ἄφλεκτον φλόγα λοιπόν; Ῥόδ^#945; τὸ πῦρ νομίσωμεν, ὅπερ καὶ ἐστίν·ἐπὶ τὰς κάρας γὰρ ἡμῶν ὥσπερ ἄνθη ἐπετέθη ἐν οἷς ἐστεφάνωσεν, ἐκόσμησεν, ἐλάμπρυνεν ἡμᾶς
49.12.10 τὸ πανάγιον πνεῦμα.
49.13.1
Ὡς εἶπε ταῦτα Κηφᾶς πᾶσι τοῖς ἀποστόλοις, ἡσύχασε μετ᾿ αὐτῶν καὶ δέχεται σύν τούτοις τὸ ἅγιον πνεῦμα· ἐληλύθει γὰρ μετέπειτα, ὡς γέγραπται· ὡς προδρόμοις ἦν χρησάμενον δύο τοῖς θαύμασι,
49.13.5 τοῦ πυρὸς καὶ τοῦ πνεύματος· ἔδει γὰρ πρὸ τοῦ πνεύματος θαῦμα προδραμεῖν, ἔδει πρὸ τοῦ φωτίζοντος φλόγα προελθεῖν καὶ προμηνῦσαι τῷ κόσμῳ ὥσπερ σάλπιγγες ἠχοῦσαι ὅτι ὡς ἐπίσταται, ὡς βούλεται, τῇ γῇ ἐπιβαίνει
49.13.10 τὸ πανάγιον πνεῦμα. Μεγάλα ἦν καὶ φρικτὰ τὰ γεγονότα πάντα, καὶ φρένας πάντων ἱστᾷ· πλησθέντες γὰρ ἐξαίφνης τοῦ πνεύματος πάντες προσωμίλουν τοῖς ἀκούουσιν ὡς ἤκουον, τοῖς Ῥωμαίοις οὐχ ὡς βάρβαροι, Πάρθοις ὡς ὅμοιοι
49.14.5 καὶ τοῖς Μήδοις ὡς ἴδιοι· τοῖς Ἐλαμίταις εὔλαλοι ὤφθησαν τρανῶς, τοῖς Ἀραβίοις γνώριμοι γέγοναν εὐθύς,Ἀσιανοῖς καὶ Φρυγίοις εὔδηλοι καὶ τρανόλαλοι, καὶ πᾶσι τοῖς ἔθνεσιν ἐφθέγγοντο ὡς τούτοις ἐδίδου
49.14.10 τὸ πανάγιον πνεῦμα.
49.15.1 Ἀλλ᾿ ὅτε εἶδον αὐτούς γλώσσαις λαλοῦντας πᾶσιν οἱ πανταχόθεν ἐκεῖ, ἐξίσταντο βοῶντες· "Τί βούλεται τοῦτο; Γαλιλαῖοι οἱ ἀπόστολοι ὑπάρχουσιν, καὶ πῶς ἄρτι, καθὼς βλέπομεν, πᾶσι τοῖς ἔθνεσι
49.15.5 πατριῶται γεγόνασιν; Πότε κατεῖδεν Αἴγυπτον Πέτρος ὁ Κηφᾶς; Πότε Ἀνδρέας ᾤκησε μέσην ποταμῶν;Οἱ υἱοὶ τοῦ Ζεβεδαίου πόθεν εἶδον Παμφυλίαν; Πῶς ταῦτα γνωρίσωμεν; Πῶς εἴπωμεν; Ἦ πάντως ὡς θέλει
49.15.10 τὸ πανάγιον πνεῦμα."
49.16.1 Νῦν γέγοναν σοφισταὶ οἱ ἀγρευταὶ τὸ πρώην· νῦν ῥήτορες καὶ τρανοὶ οἱ πρὶν κατὰ τὰς ὄχθας τῶν λίμνων ἑστῶτες· οἱ τὸ πρῶτον καταρράπτοντες τὰ δίκτυα νῦν πλοκὰς ῥητόρων λύουσιν καὶ εὐτελίζουσιν
49.16.5 ἁπλουστέρῳ τῷ ῥήματι·
ἕνα γὰρ λόγον λέγουσιν ἀντὶ πολλῶν, ἕνα θεὸν κηρύττουσιν οὐ μετὰ πολλῶν·τὸ ἓν ὡς ἓν προσκυνοῦσιν, ἀκατάληπτον πατέρα, υἱὸν ὁμοούσιον, ἀμέριστον καὶ ὅμοιον τούτοις
49.16.10 τὸ πανάγιον πνεῦμα. Οὐκοῦν ἐδόθη αὐτοῖς πάντων περιγενέσθαι δι᾿ ὧν λαλοῦσι γλωσσῶν; Καὶ τί φιλονεικοῦσιν οἱ ἔξω ληροῦντες; Τί φυσῶσι καὶ βομβεύουσιν οἱ Ἕλληνες; Τί φαντάζονται πρὸς Ἄρατον τὸν τρισκατάρατον;
49.17.5 Τί πλανῶνται πρὸς Πλάτωνα; Τί Δημοσθένην στέργουσι τὸν ἀσθενῆ; Τί μὴ νοοῦσιν Ὅμηρον ὄνειρον ἀργόν;Τί Πυθαγόραν θρυλλοῦσι τὸν δικαίως φιμωθέντα; Τί δὲ μὴ προστρέχουσι πιστεύοντες οἷς ἐνεφανίσθη
49.17.10 τὸ πανάγιον πνεῦμα;
49.18.1
Ὑμνήσωμεν, ἀδελφοί, τῶν μαθητῶν τὰς γλώσσας, ὅτι οὐ λόγῳ κομψῷ, ἀλλ᾿ ἐν δυνάμει θείᾳ ἐζώγρησαν πάντας,
ὅτι ἦραν τὸν σταυρὸν αὐτοῦ ὡς κάλαμον, ὅτι ῥήμασιν ὡς νήμασιν πάλιν ἐχρήσαντο
49.18.5 καὶ τὸν κόσμον ἡλίευσαν,
ὅτι τὸν λόγον ἄγκιστρον ἔσχον ὀξύ, ὅτι καθάπερ δέλεαρ γέγονεν αὐτοῖς ἡ σὰρξ τοῦ πάντων δεσπότου, οὐ πρὸς θάνατον θηρῶσα, ἀλλ᾿ εἰς ζωὴν ἕλκουσα τούς σέβοντας καὶ δοξολογοῦντας
49.18.10 τὸ πανάγιον πνεῦμα.
XXXIX. Исцеление хромого Ап. Петром и Иоанном
39.t.1.1
ΤΟY ΤΑΠΕΙΝΟY ΡΩΜΑΝΟY ΤΟ ΕΠΟΣ
39.pro.t.1
Ἰ διόμελον
39.pro.1.1 Χριστὸν δοξάσωμεν τὸν ἰώμενον ἡμῶν τὰ συντρίμματα καὶ τῷ πλήθει τῶν αὑτοῦ οἰκτιρμῶν ἐξαλείφοντα ἡμῶν τὰ πταίσματα διὰ τῶν ἀποστόλων
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘
39.strop.t.1
Τὰ ῥήματα τοῦ Χριστοῦ (App. Metr. ix)
39.strop.1.1 Τὸ δέεσθαι συνεχῶς καὶ βοᾶν πρὸς κύριον θεοπνεύστως πανταχοῦ παραγγέλλει πᾶσιν ⟦ἡ⟧ γραφή· τοῖς δεομένοις γὰρ καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν δίδωσιν ἔλεος, δόξαν καὶ χάριν καὶ ἄφεσιν.
39.strop.1.5 καὶ εἴ τις ἐπαναδράμῃ μετὰ σπουδῆς πρὸς τὸ πλῆθος τῶν ἁγίων [καὶ] προφητῶν καὶ ἀποστόλων, εὑρήσει ὡς οἱ δίκαιοι πάντες προσηύχοντο,οἱ τέλειοι ἐν ἅπασι τοῖς κατορθώμασιν·
ὅσῳ γὰρ τέλειοι ἦσαν ταῖς ἀρεταῖς ἐκ τῶν ἔργων,
39.strop.1.10τοσούτῳ πλέον ἔσπευδον κραταιοῦσθαι
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘
39.strop.2.1 Οἱ ζήσαντες εὐσεβῶς προσευχῶν ἐδέοντο καὶ πᾶσαν τὴν ἀρετὴν ἐκ σπουδῆς κτησάμενοι,
ὅτι δεδοίκεισαν, μὴ συληθῶσι τὸν πλοῦτον τὸν τῆς ψυχῆς καὶ μακρὰν εὑρεθῶσι τῆς χάριτος·
39.strop.2.5 ἐντεῦθεν τῶν ἀποστόλων ἡ δωδεκὰς καὶ κοινῇ [καὶ] κατ᾿ ἰδίαν ἐν προσευχαῖς προσεκαρτέρουν· εὐγνώμονες ἐδείκνυντο τῷ βασιλεῖ καὶ θεῷ,μεσῖται [σωτηρ]ίας δὲ πᾶσιν ἐγίνοντο καὶ ὅτε ἦσαν ἐν κόσμῳ καὶ ἀπελθόντες ἐντεῦθεν·
39.strop.2.10φωστῆρες γὰρ ὑπάρχουσιν ὁδηγοῦντες
39.strop.2.11
❘:[τῇ ἐλπίδι τῆς πίστεως].: ❘
39.strop.3.1
[Ὑπ]άρχουσι τοῖς πιστοῖς βοηθοὶ ἀόρατοι,ἐτύγχανον καὶ τῶν [...]ν ἰατροὶ ὁρώμενοι, οὐ θεραπεύοντες φαρμάκοις καὶ [τα]ῖς βοτάναις,οὐδὲ σιδήρῳ ἢ ἄλλοις τοιούτοις ἰώμενοι,
39.strop.3.5 ἀλλὰ λόγῳ καὶ τῇ πίστει τῇ εἰς Χριστόν,ἣν κατεῖχον ὥσπερ φλόγα κατὰ παθῶν ἀθεραπεύτων, τὰ πάθη μὲν διώκοντες μετ᾿ αὐθεντίας πολλῆς,ἀνθρώπους δὲ φωτίζοντες τῇ τῆς φλογὸς ἀστραπῇ· ἀλλ᾿ ἄρτι δεῦτε, τοῦ Πέτρου καὶ Ἰωάννου μνησθῶμεν·
39.strop.3.10ἀνῆλθον γὰρ προσεύξασθαι καὶ παρέσχον
❘:τὴν ἐλπίδα τῆς πίστεως.: ❘
39.strop.4.1 [Τῇ] ὥρᾳ τῆς προσευχῆς τῆς ἐνάτης, ὥς φησιν,ἀνέβαινον Πέτρος [τε] κα[ὶ Ἰ]ωάννης εἰς τὸν ναόν,
ὅπου ἐτέλουν μὲν Ἑβραῖοι τὰς λειτουργίας,τὰς πανουργίας δὲ πάσας ἐγύμνουν οἱ ἄνομοι.
39.strop.4.5 καὶ συντρέχοντες ἐνταῦθα καὶ πανταχοῦ τὴν τῆς πίστεως λαμπάδα οἱ μαθηταὶ οὗτοι κατέσχον, φλογὶ μὲν κατακαίοντες πάντα τὰ τραύματα,φωτὶ δὲ καταυγάζοντες τούς μὴ ἐμβλέποντας· καὶ τῆς ψυχῆς γὰρ τὰς νόσους καὶ τῶν σωμάτων τὰ πάθη
39.strop.4.10ἰάτρευον προσφέροντες τούς ἀνθρώπους
❘:τῇ ἐλπίδι [τῆς πίστεως.]: ❘
39.strop.5.1 [Ἀ]κούσωμεν τῆς γραφῆς καὶ κατανοήσωμεν τὰ μέγιστα καὶ φρικτὰ τοῦ Χριστοῦ θαυμάσια τὰ διὰ Πέτρου τε καὶ Ἰωάννου πραχθέντα ἐν τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ πνεύματος.
39.strop.5.5 κἂν γὰρ Πέτρος μόνος ταῦτα θαυματουργῇ,μηδεὶς ἄμοιρον ἡγείσθω τὴν σύν αὐτῷ πεπορευμένην· αὐτὴν γὰρ τὴν ἐνέργειαν ἔχει τοῦ πνεύματος·
39.strop.5.8ἀλλ᾿ ὅτι κορυφαῖος ἦν Πέτρος τῶν δώδεκα, σπουδάζει ὁ θεολόγος πρεσβεῖα τούτῳ διδόναι·
39.strop.5.10ἡμεῖς οὖν ἐπιγράψωμεν ἀμφοτέροις
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘
39.strop.6.1 Προσήρχοντο ἐν σπουδῇ εὔξασθαι οἱ ἅγιοι·χωλὸς δέ τις ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ τῇ συμφορᾷ μόνῃ τοῖς πᾶσι μὲν ἐγνωσμένος,ἐλεεινὸς δὲ ὑπάρχων προσαίτης ταλαίπωρος·
39.strop.6.5 χωλὸς μὲν κυοφορεῖται ἐκ τῆς γαστρός,μετὰ δὲ τὸ γεννηθῆναι ταλαιπωρεῖ ἐν προσαιτήσει· ἡ μήτρα μὲν ἐγένετο χείρω πτωχείας αὐτῷ,πενία δὲ ἠθλίωσε πλέον τῆς μήτρας αὐτῆς· ἡ μήτρα πόδας ἐδέσμει, πενία χεῖρας ἐκτείνει·
39.strop.6.10τοῖς δυσὶ κατετήκετο, ἕως ἦλθεν
❘:ἡ ἐλπὶς [ἡ] τῆς πίς[τεως].: ❘
39.strop.7.1
Ἐρρίζωτο ἐν αὐτῷ τὸ τοῦ πάθους ἄλγημα,ἐξῄρη[το δὲ ἐλ]πὶς ἰατρείας πάσης αὐτῷ· πολυετὴς γὰρ ἡ νόσος [ἦν] τηλικαύτη,συγγενηθεῖσα δὲ συντελευτᾶν ἠγωνίζ[ετο]·
39.strop.7.5 συντέτατο δὲ πρὸς πάντας ὁ ἀσθενῶν καὶ τούς πάν[τας] εἰσιόντας εἰς τὸν ναὸν καὶ ἐξιόντας ἀεὶ περιβλεπόμ[ενος] πάντας ἱκέτευεν·“Ἐμὲ κατελεήσατε”, λέγων, “φιλάγα[θοι]· μιᾶς ἡμέρας τροφήν μοι χαρίσασθε οἱ ὁρῶντες,
39.strop.7.10[πῶς κεῖμ]αι ὁ ἀδύνατος, ἕως ἔλθῃ
❘:ἡ ἐλπὶς [ἡ] τῆς πίστεως.”: ❘
39.strop.8.1
Ἰδὼν οὖν ὁ ἀσθενῶν τούς δυό, ὡς γέγραπται,τούς τοῦ [Χριστοῦ] μαθητὰς σπεύδοντας εἰς τὸ ἱερόν, “Δότε μοι”, ἔλεγε, “μ[ικρὰν] τροφῆς θεραπείαν·βλέπω γὰρ ἄνδρας πλουτοῦντας π[...]πὸν ἀδαπάνητον.”
39.strop.8.5 ἐκεῖνος μὲν οὖν τοιαῦτα κράζει αὐ[τοῖς],οἱ δὲ τοῖς τῆς συμπαθείας κέντροις εὐθύς κατακεν[τῶν]ται,
“Ἐλεεινὸν ὁ κείμενος”, λέγοντες, “θέαμα·καὶ οὐδὲ ὀβ[ολὸς] ἡμῖν ὑπάρχει πρόχειρος,
ἵνα παράσχωμεν τούτῳ τῷ ταπεινῷ καὶ ἀθλίῳ·
39.strop.8.10μὴ ἄχρηστοι παρέλθωμεν, ἀλλὰ δῶμ[εν]
❘:[τὴν ἐλπίδα τῆς πίστεως].: ❘
39.strop.9.1 Νῦν ὡς Χριστοῦ μαθηταὶ τοῦτον μὴ παρίδωμεν,ἀνόνητοι τῷ χωλῷ μηδὲ ἀναπόκριτοι
ὅλως γενώμεθα· προσμείνωμεν οὖν ὀλίγον·καί, κἂν οὐδὲν ὧν αἰτεῖ ὁ προσαίτης κεκτήμεθα,
39.strop.9.5 ἀφ᾿ ὧν ἔχομεν ἀφθόνως δῶμεν αὐτῷ·ἀφ᾿ ὧν ἡ χάρις παρέχει ἡ τοῦ κυρίου λάβῃ καὶ οὗτος· ἐλπίδα οὖν προπέμψωμεν τούτῳ τῆς δόσεως καὶ λόγους προσλαλήσωμεν καὶ προτρεψώμεθα· τὴν γὰρ ψυχὴν σπουδαστέον πρὸ τῶν ποδῶν ἀνεγεῖραι,
39.strop.9.10ἵν᾿ οὕτως τῆς ἰάσεως ἀπολαύσῃ
❘:τῇ ἐλπίδι τῆ[ς πίστεως].”: ❘
39.strop.10.1
Ὁ πονηρὸς ⟦μὲν⟧ οὖν λαὸς τότε περιίστατο,ὁ Πέτρος δὲ τῷ χωλῷ ἀτενίσας ἔλεγε· “Βλέψον, ὦ ἄνθρωπε, ἡμῖν τοῖς δυσὶ καὶ μόνοις καὶ πρὸς μικρόν σου τὸ βλέμμα ἐκ πάντων ἀπόστρεψον·
39.strop.10.5 καὶ ὅλως πρὸς θεωρίαν ὧδε γενοῦ,τὸ τηρεῖν τούς εἰσιόντας [καταλιπ]ὼν καὶ ἐξιόντας· τῆς συλλογῆς ἀμέλησον, τῆς [προσαιτής]εως,τὸ παρ᾿ ἡμῶν διδόμενον μόνον ἀνάμεινον· [μ]ὴ ἀ[...]λλοῦ πρὸς τούς ἄλλους, ἀλλ᾿ ἄφες πάντας τούς ἄλλους,
39.strop.10.10[ἱνὰ μ]ὴ ἀσχολούμενος ἀπολέσῃς
❘:τὴν ἐλπίδα τῆς πίστεως.: ❘
39.strop.11.1
Ὑπὸ πολλῶν ὁ τὸ πρὶν τὴν τροφὴν αἰτούμενος,δι᾿ ὀλίγους ὀβολούς ὁ σχολάσας πᾶσιν ὁμοῦ, ἄφες νυνὶ πάντας, ἡμῖν δὲ [στρέ]ψον τὸ βλέμμα·νῦν γὰρ πλουσίαν παράσχωμεν σοὶ τὴν [ἀπ]όδοσιν·
39.strop.11.5 καὶ λοιπὸν προσενεχθέν σοι τὸ παρ᾿ ἡμῶν καὶ τὸ [δοθ]έν σοι παρ᾿ ἄλλων ἕως τοῦ νῦν ἔχεις συγκρῖναι.” τοῦ Πέτρου [οὖν] ὡς ἤκουσε τότε ὁ ἄνθρωπος,τοῦ πάθους μὲν τὴν ἴασιν ὅλως [οὐ]κ ἤλπισεν· ηὐτρέπισε δὲ τὰς χεῖρας τῇ ὑποσχέσει τοῦ Πέτρου·
39.strop.11.10[χρ]υσὸν [γὰρ] προσεδόκησεν, οὐ γὰρ ταύτην
❘:τὴν ἐλπίδα τῆς πίστεως.: ❘
39.strop.12.1
[Ῥή]ματι ὑπέσχετο Πέτρος δῶρον πλούσιον·προτείναντα δὲ ἰδὼν [...]λωτέραν τὴν δεξιὰν πρὸ θεραπείας μὲν ἀπολογίαν προφέρει,ὥσπερ δὲ πλοῦτον προσφέρει πενίας τὸ καύχημα·
39.strop.12.5 “Ἀργύριόν μοι οὐκ ἔστιν οὐδὲ χρυσός”·ὡς πολύκτητον προβάλλει δόξαν εὐθύς τὴν ἀπορίαν· “χρυσὸν ἐγὼ οὐ κέκτημαι οὐδὲ ἀργύριον·τὸν κόσμον καταλέλοιπα τὸν παρερχόμενον· δικτύων ἤμην δεσπότης ποτὲ ἰχθύας θηρεύων·
39.strop.12.10καὶ ταῦτα δὲ κατέλιπον καὶ κατέχω
❘:τὴν ἐλπίδα τῆς πίστεως.”: ❘
39.strop.13.1
Ὡς ταῦτα δὲ ἔφησεν, ὀφθαλμούς ἀνέτεινε συνευχομένου αὐτῷ Ἰωάννου τοῖς λογισμοῖς, καὶ πρὸς τὸν κύριον συντεταμένως ἐβόα·“Καρδιογνῶστα Χριστέ, βασιλεῦ ὁ θεὸς ἡμῶν,
39.strop.13.5 ἐπάκουσον τῆς φωνῆς μου ὡς ἀγαθός,ὑπόταξόν μοι τὸ πάθος ὡς ἰσχυρὸς καὶ πάντων κτίστης – πολλοὶ γὰρ περιίστανται τῶν σταυρωσάντων σε ψιλόν σε ἡγησάμενοι ἄνδρα τὸν κύριον –
39.strop.13.9
ἵνα πιστεύσωσιν οὗτοι καὶ σύν ἡμῖν ἐκβοῶσιν·
39.strop.13.10’σύ ὑπάρχεις ὁ θεὸς ἡμῶν ὁ παρέχων
❘:τὴν ἐλπίδα τῆς πίστεως.’”: ❘
39.strop.14.1 Μετὰ δὲ τὴν προσευχὴν πρὸς αὐτὸν ὁ κύριος ἀοράτως ἔφησε· “Παρεσχόμην πᾶσιν ὑμῖν τοῖς ἀποστόλοις μου τῶν ἰαμάτων τὴν χάριν·οὐ στασιάσει ὑμᾶς οὐ παθὼν οὐδὲ νόσημα·
39.strop.14.5 ψυχῶν γὰρ καὶ τῶν σωμάτων θεραπευτὰς ἐξαπέστειλα τῷ κόσμῳ πάντας ὑμᾶς ὡς ἐλεήμων· τὸ ὄνομά μου κάλεσον, καὶ ἰαθήσεται καὶ οὗτος δὲ καὶ ἅπαντες, ὅπου καλέσετε· τὸ ὄνομά μου τὸ μέγα τὸ εὐτελὲς παρ᾿ Ἑβραίων,
39.strop.14.10ὃ ἄγγελοι δοξάζουσι, τοῦτο κάλει,
❘:τὴν ἐλπίδα τῆς πίστεως.”: ❘
39.strop.15.1 Ἀναλαβὼν τὴν ἰσχύν Πέτρος ἐν τῇ χάριτι τῇ πίστει καθ᾿ ἑαυτὸν αὖθις συνεσφίγγετο καὶ ὡς βαλάντιον πατρῷον προσκεκτημένος οὕτως προσφέρει καὶ λύει καὶ τούτῳ χαρίζεται·
39.strop.15.5
“Ὃ ἔχω σοι καὶ παρέξω,&nbsnbsp; ἄνερ”, φησίν,“ἐξ ὧν ἔχω ἃ οὐκ ἔχεις δίδωμι σοὶ τῷ δεομένῳ·
ὡς ἄρτου μέρος δίδωμι ἄρτι τὴν ἴασιν,καὶ ὡς ἐκ βαλαντίου σοι ζυμῶ τὸ βάδισμα· οὐχ ὡς παραλελυμένῳ, ἀλλ᾿ ὡς δι᾿ ὄκνον κειμένῳ
39.strop.15.10ἐντ[έλ]λομαι καὶ λέγω σοι, ἵνα δράμῃς
❘:τῇ ἐλπίδι τῆς πίστεως.”: ❘
39.strop.16.1 Νῦν ἴδωμεν ἀληθῶς θαῦμα παράδοξον,πῶς γέγονε τῷ χωλῷ ἡ πενία ἡ χαλεπὴ καὶ τῆς μητρὸς μᾶλλον τῆς τούτου χρησιμωτέρα καὶ τοῦ πατρὸς τοῦ γεννήσαντος τοῦτον τὸν ἄνθρωπον·
39.strop.16.5 αὐτοὶ μὲν γὰρ οἱ τεκόντες τὸν ἐξ αὐτῶν
39.strop.16.6χωλόν τε καὶ παρειμένον τοῦτον εἰς γῆν ἀπογεννῶσιν· πενία δὲ ἀνέστησε καὶ ἀνεγέννησεν,ὀρθὸν αὐτὸν ἐξήγειρεν ὥσπερ οὐ πάσχοντα· τροφὴν λαβεῖν παρεκάλει, ἀντὶ τροφῆς δὲ λαμβάνει
39.strop.16.10καθάπερ ἀναγέννησιν ἰατρείαν
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘ 39.strop.17.1
Ὁ Πέτρος τί τῷ χωλῷ αὖθις ἀπεκρίνατο;ἐξέτεινε δεξιὰν καὶ κρατήσας τοῦτον βοᾷ·
“Ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει συντόνως, ὦ ἄνθρωπε”·
39.strop.17.5 καὶ εὐθέως ἐξανέστη ὁ ἀσθενῶν καὶ περιεπάτει τρέχων ἐπὶ αὐτῶν καὶ τῶν παρόντων· εὐθύς γὰρ ἀνωρθώθησαν βάσεις ἀδύνατοι,εὐθύς ἐστερεώθησαν καὶ τὰ σφυρὰ αὐτοῦ· πρὸς κίνησιν μὲν ὑπῆρχεν ἀκίνητος ὥσπερ βρέφος,
39.strop.17.10ἀνδρεῖος δὲ ἐγένετο καὶ ἐκτρέχει
❘:τῇ ἐλπίδι [τῆς πίστεως].: ❘
39.strop.18.1 Yἱοὶ λοιμοί, φθονεροὶ ἔκθαμβοι ἐγένοντο καὶ πρὸς τὸν Πέτρον φησίν· “Πόθεν σοί, ὦ ἄνθρωπε, ταῦτα τὰ πράγματα, ἃ δίδως πᾶσιν οἷς θέλεις καὶ ἐκπλουτίζεις καὶ λέγεις· ‘ὃ ἔχω καὶ δίδωμι’;
39.strop.18.5 πόθεν ἔχεις ἅπερ ἔχεις; λέγε ἡμῖν·οὐδὲ γάρ σε ἀγνοοῦμεν, ὡς Ἰωνᾶ γέγονας γόνος· ἡ ἄγρα τῶν ἰχθύων σοι τέχνη ἐτύγχανε·καὶ πῶς ἐκτήσω ἄθροον πλοῦτον ἀδάπανον;
ὡς ἐν ἰδίοις σεμνύνει τοῖς Ἰησοῦ ταμιείοις·
39.strop.18.10ὡς ζῶντα τὸν θανόντα γὰρ διαγράφω
❘:τῇ ἐλπίδι τῆς πίστεως.”: ❘
39.strop.19.1 Ταῦτα Κηφᾶς πρὸς αὐτούς ἀπεκρίθη παρευθύς τῆς συνδρομῆς τοῦ λαοῦ γενομένης ἄθροον·
39.strop.19.3 “†Βλέπετε τοῦτον ὃν χωλὸν ἐν πρώτοις κατανοοῦντες ὅτι τὸ πάθος πρὸ τούτου ὁ [ἄνθρωπ]ος ὃ ἐκέκτητο
39.strop.19.5 ἐτινάχθη ὡς ἀράχνη κονιορτοῦ†·καὶ λοιπὸν μὴ ὥσπερ ψεύστην ἔχετε μὲ ἢ λογομάχον· ὁρᾶτε ὃν ἐβλέπετε πάλαι ἀκίνητον κινούμενον, ἁλλόμενον καὶ παριστάμενον· θαρρῶν δὲ λέγω τοῖς πᾶσι τῆς ἰατρείας τὸν τρόπον·
39.strop.19.10σπουδάζω γὰρ ἰάσασθαι καὶ τούς πάντας
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘
39.strop.20.1
[Ὁ] πρότερον ἁλιεύς τῶν ἰχθύων πέλων ἐγὼγεγένημαι ἁλιεύς τῶν ἀνθρώπων λόγῳ θεοῦ· πρώην μὲν δίκτυα κατέρραπτον λελυμένα νῦν ⟦δὲ⟧ λελυμένους τούς πόδας τούς τούτου διέσφιγξα·
39.strop.20.5 ἐλεημοσύνην ᾔτει ὁ ἀσθενής·ἀργύριον δὲ οὐκ ἔχων παρ᾿ ἐμαυτῷ οὐδὲ χρυσίον ἀντὶ ἀργύρου κέκτημαι πίστιν ἀθάνατον,ἐλπὶς δὲ Χριστοῦ ἐστιν ἀντὶ χρυσίου μοι· μόνη δ᾿ ἀγάπη μοι κτῆμα πρὸς [τὸν] θεὸν καὶ ἀνθρώπους·
39.strop.20.10καὶ ταύτης μεταδίδωμι τοῖς αἰτοῦσι
❘:τὴν ἐλπίδα τῆς πίστεως.: ❘
39.strop.21.1 Εἰ θέλετε οὖν ὑμεῖς γνῶναι τὴν ἀλήθειαν,τοῦ ἀτενίζειν ἡμῖν παύσασθε καὶ μάθετε· μὴ ἐπιγράφητε ἡμῖν τὸ θαῦμα τὸ μέγα – καὶ γὰρ ὑπάρχομεν ἄνθρωποι ὅμοιοι ἅπασιν –
39.strop.21.5 προσκυνήσατε δὲ μᾶλλον τὸν Ἰησοῦν τὸν τῆς χάριτος δοτῆρα καὶ ποιητὴν ὅλου τοῦ κόσμου, τὸν Ἰησοῦν δὲ λέγομεν τὸν Ναζωραῖον ὑμῖν,ὅνπερ καὶ ἐσταυρώσατε καὶ ἀπεκτείνατε· οὐ γὰρ ἰδίᾳ δυνάμει ἐπράξαμεν τὸ τοιοῦτον,
39.strop.21.10ἀλλ᾿ ἔχομεν τὸν κύριον τὸν διδοῦντα
39.strop.21.11
❘:τὴν ἐλπίδα τῆς πίστεως.: ❘
39.strop.22.1 Πεισθῆτε οὖν ἐξ αὐτοῦ τοῦ μεγάλου θαύματος,εἰ δύναται δύναμις ἀνθρωπίνη τοῦτο ποιεῖν· μόνου θεοῦ ἐστι τοῦ πάντα πεποιηκότος τοῦ ἀναστῆσαι τὴν φύσιν κειμένην ἐν πάθεσιν·
39.strop.22.5 ἱνὰ γνῶτε δὲ ὡς ἔστι μέγας θεὸς καὶ κτίστης τῶν γενομένων ὁ Ἰησοῦς ὁ Ναζωραῖος, θεοῦ οὐκ εἶπον ὄνομα, εἰ καὶ θεός ἐστιν,ἱνὰ μὴ ἀμφιβάλητε πρὸς τὴν ἐπίκλησιν,
ὅτε θεοῦ μνημονεύσας ἔτυχον οὗ ἐβουλόμην,
39.strop.22.10ἀλλ᾿ εἶπον καὶ τὸ ὄνομα καὶ πατρίδα
❘:[τῇ ἐλπίδι τῆς πίστεως].”: ❘
39.strop.23.1
Ὁ τοῦ θεοῦ ὑϊὸς καὶ θεὸς ἀΐδιος αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἔτεκεν ἡ ἀπειρόγαμος· αὐτὸς οὖν καὶ ἐσταυρώθη,κατ᾿ εὐδοκίαν ἐτάφη, ἀνέστη ἐκ μνήματος,
39.strop.23.5 ἐπιστεύθη ἐν τῷ κόσμῳ ὁ ἐκ θ[εοῦ],ἐκηρύχθη εἰς τὰ ἔθνη ὅτι ⟦ὡς⟧ θεὸς ἔστι δυνάστης, ἀνῆλθε μετὰ δόξης δὲ καθὼς ἠθέλησε σαρκὶ καὶ οὐ θεότητι πρὸς τὸν γεν[νή]σαντα· οὐκ ἐχωρίσθη γὰρ κόλπων τῶν πατρικῶν, ὅτε [ἦλ]θε
39.strop.23.10καὶ ἄνθρωπος ἐγένετο δι᾿ ἀνθρώπους
❘:τῇ ἐλπίδι τῆς πίστεως.: ❘
39.strop.24.1 Σωτὴρ ἡμῶν Ἰησοῦ, ὡς θεὸς ἐλέησον,ἀήττητε ἰατρέ, βασι[λεῦ] ἀθάνατε· σύ δυσωπήθητι πρεσβείαις τῆς θεοτόκου φείσασθαι τῶν δεομένων τῆς σῆς ἀγαθότητος·
39.strop.24.5 τὴν ὀργὴν τὴν ἐπελθοῦσαν παῦσον, Χριστέ·τὰ πάθη τῶν ἐκβρασμάτων τὰ χαλεπὰ δίωξον, κτίστα·
39.strop.24.7 ἡ μήτηρ σου, φιλάνθρωπε, παρακαλέσῃ σε·ἡμεῖς γὰρ ὡς ἀνάξιοι μόνον δακρύομεν καὶ [προ]σερχόμεθα ταύτῃ, ἵνα αὐτὴ δεηθῇ σου·
39.strop.24.10“Κατάλαβε, βοήθησον, σῶσον πάντας
❘:τῇ ἐλπίδι τῆς πίστεως.”: ❘
50 (XXXIV). Страшный Суд
50.t.1
Τῇ κυριακῇ τῆς ἀποκρέου, κονδάκιον τῆς δευτέρας παρουσίας τοῦ κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, Ῥωμανοῦ, ἦχος αʹ, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ τὸ ἔπος].
Προοίμιον
50.pro.1
Ὅταν ἔλθῃς, ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμουσι τὰ σύμπαντα,ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἕλκει, καὶ βίβλοι διανοίγονται καὶ τὰ κρυπτὰ δημοσιεύονται,
50.pro.5 τότε ῥῦσαί με ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ ἀξίωσον ἐκ δεξιῶν σού με στῆναι, κριτὰ δικαιότατε.
50.1.1 Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως,φρίττω καὶ πτοοῦμα_#953; ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος.
50.1.5
Ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς οὐκ ἐξισχύσει, ἀληθείας ἐλεγχούσης καὶ δειλίας κατεχούσης. Μέγα μὲν ἠχήσει πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι· διό με ἐλέησον πρὸ τέλους καὶ φεῖσαί μου,
50.1.10 κριτὰ δικαιότατε.
50.2.1
Ὅτε τὸ πρῶτον ἐλήλυθε καὶ ἐπέφανε τοῖς ἀνθρώποις ὁ κύριος μὴ χωρισθεὶς τοῦ γεννήτορος,ἔλαθε τὰς ἄνω ἐξουσίας καὶ δυνάμεις καὶ ἀγγέλων τὰ τάγματα,
50.2.5 καὶ ἐγένετο ἄνθρωπος ὥσπερ ἠθέλησεν ὁ ποιήσας τὸν ἄνθρωπον, καὶ ἀνελήφθη πρὸς τὸν πατέρα ὁ τοῦτον οὐκ ἐάσας. Ἀνερμήνευτόν σού ἐστι τὸ μυστήριον, σωτήρ μου· οὐδὲ γὰρ ἀπέστης ὅλως τοῦ πατρός σου καὶ τὸν πατέρα ἔφθασας, ὁ τούτου ἀχώριστος πληρῶν καὶ τὰ σύμπαντα,
50.2.10 κριτὰ δικαιότατε.
50.3.1
Ὑπὸ ἀγγέλων ὑμνούμενος ἀνελήλυθε μετὰ δόξης ὁ κύριος, βλεπόντων τῶν μαθητῶν αὐτοῦ·οὕτω προτρεχόντων τῶν ἀγγέλων ἐλεύσεται φανερῶς, καθὼς γέγραπται·
50.3.5
ὅτε καὶ τὰ οὐράνια καὶ τὰ ἐπίγεια ἅμα τὰ καταχθόνια δοξολογήσει καὶ προσκυνήσει Χριστὸν τὸν σταυρωθέντα καὶ σαφῶς ὁμολογήσει ὡς θεός ἐστι καὶ κτίστης, τότε Ἰουδαῖοι ὄψονται θρηνοῦντες εἰς ὅνπερ ἐξεκέντησαν· οἱ δίκαιοι δὲ λάμψουσι κραυγάζοντες· "Δόξα σοι,
50.3.10 κριτὰ δικαιότατε."
50.4.1 Τῆς μὲν προτέρας ἐλεύσεως τοῦ Θεοῦ ἡμῶν Ἰωάννης προέδραμεν κηρύττων πᾶσι μετάνοιαν·πρόδρομος Ἠλίας τῆς δευτέρας γενήσεται παρουσίας ὁ δίκαιος.
50.4.5 Μαλαχίας προφήτης αὐτὸν προεκήρυξε λέγων· "Ἀποσταλήσεται πρὸ τῆς ἡμέρας τῆς τοῦ κυρίου Ἠλίας ὁ Θεσβίτης·» καὶ Ματθαῖος δὲ συγγράφει πῶς ἐδίδασκες, σωτήρ μου, περὶ Ἰωάννου, "Οὗτός ἐστι, λέγων, ἂν θέλετε προσδέξασθαι, ὁ μέλλων ἐλεύσεσθαι Ἠλίας» κηρύττων σε,
50.4.10 κριτὰ δικαιότατε.
50.5.1
Ἄλλα μεγάλα κα[ὶ ἀ]πόρρητα παραδέδωκε καὶ σαφῶς ἐξεδίδαξεν εἰς τὴν αὐτοῦ Ἀποκάλυψιν καὶ ὁ θεολόγος Ἰωάννης καὶ ἔδειξεν ὡς Ἠλίας ἐλεύσεται·
50.5.5 σύν αὐτῷ δὲ ὑπέφηνεν ὡς παραγίνεται καὶ Ἐνὼχ ὁ μακάριος, "τούς δύο, λέγων, ἐξαποστείλω προφήτας ἐν τῷ κόσμῳ· περιβάλωνται δὲ σάκκους καὶ κηρύξωσί με πᾶσι.» Τούτους δὲ χιλίας καὶ διακοσίας ἑξήκοντα διέγραψεν ἡμέρας προτρέχειν σοι πρὸ τῆς παρουσίας σου,
50.5.10 κριτὰ δικαιότατε.
50.6.1 Πάντα σαφῶς προεμήνυσε τὰ ἐσόμενα Δανιὴλ ὁ θεσπέσιος, ἂν ἀκριβῶς ἐρευνήσωμεν,"μίαν ἑβδομάδα, λέγων, θήσω διαθήκην», καὶ εὐθέως ἐπήγαγεν·
50.6.5 "Εἰς τὸ ἥμισυ τῆς ἑβδομάδος ἀρθήσεται τῆς λατρείας τὸ καύχημα·» καὶ ἑρμηνεύει ὡς τρία ἔτη καὶ ἥμισυ κηρύξει ἡ δυὰς ἡ τῶν ἁγίων τὴν δευτέραν παρουσίαν· ἄλλον δὲ τοσοῦτον χρόνον κυριεύσει ὁ ἄδικος Ἀντίχριστος δεινῶς τιμωρούμενος τούς σὲ περιμένοντας,
50.6.10 κριτὰ δικαιότατε.
50.7.1 Εὕρῃ δὲ ῥίζαν πικραίνουσαν ὁ Ἀντίχριστος καὶ ἐκ ταύτης τεχθήσεται, τὴν τοῦ Χριστοῦ ἐνανθρώπησιν θέλων ἐκμιμεῖσθαι ὁ δεινὸς καὶ παμμίαρος, ὁ μισῶν τὴν ἀλήθειαν.
50.7.5 Τῆς αὐτοῦ πονηρίας ἐπάξιον ὄργανον ἀναλήψεται σώματος· ἐκ γυναικὸς μὲν ταῖς φαντασίαις γεννᾶται ἀκαθάρτου· ἐκπλανήσει δὲ ἀνόμους ὡς παρθένος αὐτὸν τίκτει· τέρατα ποιήσει διὰ φαντασίας ὁ ψεύστης καὶ ἀνόσιος ὃν στέρξουσιν ἄνομοι, καὶ σὲ ἀπαρνήσονται,
50.7.10 κριτὰ δικαιότατε.
50.8.1
Ἵνα δὲ οὕτως ὀφθήσεται ὁ κατάρατος καὶ ἀλάστωρ διάβολος, ὁ τοῖς καλοῖς ἀντικείμενος,ὁ τῆς ἀπωλείας ὑϊὸς ἐπαιρόμενος ὡς θεὸς προσκυνούμενος
50.8.5 παρὰ τῶν πλανηθέντων τοῖς τούτου φαντάσμασιν, παρ᾿ αὐτῶν καὶ δεχθήσεται τῶν τὴν ἀγάπην τῆς ἀληθείας Χριστοῦ μὴ δεξαμένων, ἀλλὰ μᾶλλον πιστευσάντων ἐν τῷ ψεύδει τῷ τοῦ πλάνου· λόγους δὲ λαλήσει κατὰ τοῦ ὑψίστου ὁ δράκων ὁ ἀνήμερος, καὶ πᾶσιν ἐπέρχεται τοῖς σὲ περιμένουσιν,
50.8.10 κριτὰ δικαιότατε.
50.9.1 Ναὸν δὲ τότε ποιήσεται περιούσιον τῶν Ἑβραίων τὸ σύστημα πλανῶν καὶ ἄλλους ὁ ἄνομος,ὅταν πεπλασμένας φαντασίας ἐργάσηται καὶ σημεῖα ὁ τύραννος·
50.9.5 ἐκ μορφῆς εἰς ἑτέραν μορφὴν μεταβάλλεται, εἰς ἀέρα διίπταται καὶ σχηματίζει ὥσπερ ἀγγέλους τούς δαίμονας πανούργως τοῖς αὐτοῦ ὑπηρετεῖσθαι ἐπιτάγμασι σπουδαίως. Θλῖψις καὶ ἀνάγκη ἔσται τοῖς ἀνθρώποις μεγάλη τε καὶ ἄμετρος, δι᾿ ἧς δοκιμάζονται οἱ δοῦλοί σου ἅπαντες,
50.9.10 κριτὰ δικαίοτατε.
50.10.1
Ὁ μὲν λιμὸς μέγας γενήσεται, καὶ ἀρνήσεται καὶ ἡ γῆ τούς καρπούς αὐτῆς, καὶ ὄμβροι ὅλως οὐκ ἔσονται·πάντα τὰ φυτὰ δὲ μαρανθήσεται ἄθροον καὶ βοτάναι ξηραίνονται.
50.10.5 Ἀπὸ τόπου εἰς τόπον οἱ ἄνθρωποι φεύξονται καὶ θρηνήσουσιν ἄπαυστα· ὁ διωγμὸς δὲ ἐπικρατήσει ὁ κατὰ τῶν ἁγίων, καὶ ἐν ὄρεσιν ἐρήμοις καὶ βουνοῖς καὶ τοῖς σπηλαίοις γίνονται φυγάδες φόβῳ τοῦ τυράννου, τὸν δράκοντα ἐκκλίνοντες, βοῶντες· "Ἐπίβλεψον καὶ σῶσον τούς δούλους σου,
50.10.10 κριτὰ δικαιότατε."
50.11.1
Ὑπὸ πολλῆς δολιότητος ὁ παγκάκιστος ὥσπερ πρᾶος ἐλεύσεται, ὡς ὁ ποιμὴν ὁ καλὸς ἡμῶν·τούτου γὰρ μιμεῖται τὴν φωνὴν καὶ προτρέπεται ἐκ τῆς μάνδρας τὰ πρόβατα·
50.11.5 καὶ πολλοὶ ὑπακούσονται καὶ ἀπελεύσονται πρὸς αὐτὸν ἀπατώμενοι, καὶ τὴν σφραγῖδα τὴν τοῦ σωτῆρος ἐκ τούτων ἀφαιρεῖται καὶ σφραγῖδα ἀπωλείας ὡς ἰδίοις ἐγχαράττει·
ὅσοι δὲ νοοῦσι τούτου τὴν ἀπάτην μισοῦσι καὶ βδελύσσονται αὐτὴν τὴν φωνὴν αὐτοῦ καὶ μόνον σὲ στέργουσι,
50.11.10 κριτὰ δικαιότατε.
50.12.1
Ῥοιζοῦται τότε ὁ δόλιος καὶ παγκάκιστος δυσμενῶς ὀργιζόμενος, καὶ ὥσπερ δράκων ἀνήμερος πᾶσι τοῖς ἀνθρώποις ὡς ἐχθρὸς ἐπελεύσεται, τοῖς ἁγίοις δὲ μάλιστα·
50.12.5 καὶ προβάλλε #964;αι τὸν κεκρυμμένον ἰὸν αὐτοῦ κατὰ πάντων ὁ ἄσπλαγχνος· κινήσει φόβον καὶ φαντασίας καὶ κτύπους ἐν ἀέρι ἐμποιοῦντας φρίκην πᾶσαν καὶ δειλίαν τοῖς ἀνθρώποις· σείεται τὰ πάντα γῆς καὶ τῆς θαλάσσης· τὰ ἅγια ἀρθήσεται· διόπερ οἱ δίκαιοι· "Ἐμφάνηθι, κράζουσι,
50.12.10 κριτὰ δικαιότατε.»
50.13.1
Ὥστε καὶ πάντες θανήσονται διωκόμενοι οἱ Χριστὸν ἀναμένοντες· ψαλμοὶ καὶ ὕμνοι παυθήσονται,οὐδὲ λειτουργία, οὐχ ἁγίασμα ἔσεται, προσφορὰ ἢ θυμίαμα·
50.13.5 ἐπὶ τρεῖς γὰρ καὶ ἥμισυ χρόνους ἀρθήσεται ἡ θυσία, ὡς γέγραπται. Σεισμοὶ καὶ θνήσεις καὶ πᾶσα θλῖψις κρατήσει ἐν τῷ κόσμῳ, καὶ ἐκλείψουσι παιδία ἐν τοῖς κόλποις τῶν μητέρων· θνῄσκει γὰρ καὶ μήτηρ καὶ πρὸ τοῦ παιδίου· ἐν ἀγορᾷ τὰ λείψανα ὁ θάπτων οὐ φαίνεται· ἐγείρεις δὲ ἅπαντας,
50.13.10 κριτὰ δικαιότατε.
50.14.1 Μία δὲ πόλις ἢ ἔρημος οὐκ ἰσχύσουσι περισώζειν τούς φεύγοντας· συνέχει πένθος τὰ πέρατα·πάντες μετ᾿ ὀδύνης ἐν ἡμέρᾳ προσεύξονται, ἵν᾿ ἑσπέρα γενήσεται·
50.14.5 ἐπελθούσης δὲ πάλιν νυκτός, ἵνα ἴδωσι τὴν ἡμέραν προσεύξονται· μακαριοῦσι τούς ἐν τοῖς τάφοις δακρύοντες οἱ ζῶντες, καὶ πατὴρ μὲν συναντήσας περιπλέκεται τῷ τέκνῳ, καὶ περιπλακέντες θνήξουσιν οἱ δύο· πεσοῦνται οἱ ἱστάμενοι, μακάριος ἔσται δὲ ὁ φέρων καὶ στέργων σε,
50.14.10 κριτὰ δικαιότατε.
50.15.1
Ἅμα τὴν θλῖψιν τὴν ἄφατον ἣν ἐνδείκνυται ὁ πικρὸς ἀλιτήριος, πληροῦνται τότε τὰ σκάνδαλα,ὅτι ὁ δεσπότης διὰ τούς ἐκλεκτούς αὐτοῦ κολοβώσει, ὡς γέγραπται,
50.15.5 τὰς ἡμέρας τῆς θλίψεως περιφειδόμενος τῶν ἰδίων ὡς εὔσπλαγχνος. Καὶ λοιπὸν ἥξει ἐκ τῶν ὑψίστων ὡς ἥλιος ἀστράπτων ἐν νεφέλαις μετὰ δόξης ὡς Θεὸς σεσαρκωμένος,
ὥσπερ καὶ ἀνῆλθε πάντων βασιλεύων ὁ ἅγιος καὶ ἄχραντος, ὃν τρέμουσιν ἄγγελοι κραυγάζοντες· "Δόξα σοι,
50.15.10 κριτὰ δικαιότατε."
50.16.1 Νυμφίε Θεέ, σωτὴρ ἡμῶν, ἵνα δείξῃς σου τὴν ἀνείκαστον δύναμιν, ἀγγέλων πάντα τὰ τάγματα καὶ τῶν ἀρχαγγέλων ἀνυμνοῦντα προτρέχουσι πρὸ τοῦ θρόνου σου, κύριε·
50.16.5 φλὸξ δὲ πέλουσιν οὗτοι πυρὸς κατακαίουσα καὶ τὴν γῆν ἐκκαθαίρουσα· καὶ ποταμὸς δὲ πεπληρωμένος φρικτοῦ πυρὸς προτρέχει· Χερουβὶμ καὶ Σεραφὶμ δὲ μετὰ τρόμου λειτουργοῦσι καὶ δοξολογοῦσι λέγοντες ἀπαύστως τὸν ὕμνον τὸν τρισάγιον· τὰ πρόσωπα κρύπτουσι κραυγάζοντα· "Δόξα σοι,
50.16.10 κριτὰ δικαιότατε."
50.17.1
Ὅλα τὰ μνήματα σείονται καὶ ἀνοίγονται ἐνηχούσης τῆς σάλπιγγος, καὶ οἱ νεκροὶ ἀναστήσονται·πάντες δὲ οἱ ζῶντες ἁρπαγήσονται ἄθροον, συντελεῖται δὲ ἅπαντα·
50.17.5 θεωροῦσι τὸ κάλλος ἐκεῖνο τὸ ἄφραστον τοῦ νυμφίου καὶ τρέμουσιν ἁμαρτωλῶν τε καὶ τῶν δικαίων τὰ γένη καὶ τὰ φῦλα· φοβερὰ ὑπάρχει ὄντως τοῦ Χριστοῦ ἡ παρουσία. Μέγας οὐρανὸς μὲν σχίζεται ἐξαίφνης, ἡ γῆ δὲ ἐναλλάσσεται, καὶ πάντα τὰ ἔθνη σοι ἐξομολογήσονται,
50.17.10 κριτὰ δικαιότατε.
50.18.1
Ὕστερον πάλιν οἱ δίκαιοι θεασάμενοι τοῦ κυρίου τὸ πρόσωπον, ἐν τῷ νυμφῶνι γενόμενοι καὶ ἐν παρρησίᾳ προσκυνοῦντες τὸν ὕψιστον μετ᾿ ἀγγέλων παρίστανται·
50.18.5 τὸν ἀγῶνα τὸν ἴδιον ἕκαστος δίκαιος ἐπιδείξει γηθόμενος, ὅτε τὰ ἔργα γεγυμνωμένα καὶ τετραχηλισμένα φανεροῦνται ἐναντίον τοῦ κριτοῦ καὶ βασιλέως·
ὅσοι γὰρ τὴν πίστιν μετὰ καὶ τῶν ἔργων βεβαίαν ἐπιδείξουσι καυχώμενοι κράξουσι· "Τὴν χάριν σου δὸς ἡμῖν,
50.18.10 κριτὰ δικαιότατε.»
50.19.1 Τότε ὁ δόλιος ἄγεται πρὸ τοῦ βήματος ὑπ᾿ ἀγγέλων δεσμούμενος σύν πᾶσι τοῖς λειτουργοῖς αὐτοῦ·ἄγονται δὲ ἅμα οἱ αὐτῷ πειθαρχήσαντες καὶ Χριστὸν ἀρνησάμενοι·
50.19.5 ὁ ἐχθρὸς καὶ οἱ δαίμονες τούτου βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον, οἱ ἀσεβοῦντες ἀποκληροῦνται μετὰ τοῦ διαβόλου σύν αὐτῷ τὰς αἰωνίους ὑπομένοντες κολάσεις·
ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον ἑκόντες ἐννόμως καὶ κριθήσονται. Δικαία ἡ κρίσις σου καὶ ἀπροσωπόληπτος,
50.19.10 κριτὰ δικαιότατε.
50.20.1
Ὅτε δικαίαν ἐξέτασιν πρὸ τοῦ βήματος τοῦ Χριστοῦ ὑπομείνωμεν ἁμαρτωλοί τε καὶ δίκαιοι,τότ᾿ ἐκ δεξιῶν μὲν οἱ εὐάρεστοι στήσονται ὥσπερ φῶς ἀπαστράπτοντες·
50.20.5 τὰ εὐώνυμα λήψονται οἱ ἁμαρτήσαντες μετ᾿ ὀδύνης καὶ θλίψεως· οὐδὲ γὰρ τόπος ἀπολογίας δοθήσεται ἐκείνοις, ὅτι πάντας διελέγχει τὰ ἑκάστῳ πεπραγμένα. Καὶ γὰρ σωτηρίας πρόξενος ὑπῆρχεν ἡ πρώτη ἐπιφάνεια· ἡ ἄλλη δὲ κρίσεως, ἣν πᾶσιν ἠπείλησας,
50.20.10 κριτὰ δικαιότατε.
50.21.1
Ἔσονται δὲ τότε ἄφθαρτοι καὶ ἀθάνατοι μετ᾿ ἀνάστασιν ἅπαντες· φθορὰ γὰρ πᾶσα ἐλήλαται·φόβος δὲ οὐκ ἔσται τοῦ λοιποῦ ὡς ἐπέρχεται ἢ τροπὴ ἢ καὶ θάνατος·
50.21.5 ἀλλ᾿ αἰώνιον ἔσται ἀεὶ τὸ πολίτευμα, ἀτελεύτητον, ἄτρεπτον· οἱ ἐν τῷ σκότει τῷ ἐξωτέρῳ βαλλόμενοι δικαίως δι᾿ αἰῶνος τῇ κολάσει ἀφορίζονται θρηνοῦντες· δίκαιοι δὲ πάλιν ἐν τῇ βασιλείᾳ χαρὰν τὴν ἀνεκλάλητον, ὡς γέγραπται, λήψονται ὑμνοῦντες τὸ κράτος σου,
50.21.10 κριτὰ δικαιότατε.
50.22.1 Ποῖα καὶ πόσα θρηνήσουσιν οἱ κατάκριτοι ἐν τῇ ὥρᾳ τῆς κρίσεως, ὧν εἰς καὶ πρῶτος καθέστηκα,βλέποντες κριτὴν μὲν φοβερὸν προκαθήμενον ἐπὶ θρόνου τὸν ὕψιστον,
50.22.5 τῶν δικαίων τε καὶ τῶν ἁγίων τὰ τάγματα ἐν χαρᾷ διαλάμποντα, ἁμαρτωλούς δὲ ἐν κατηφείᾳ καὶ κρίσει αἰωνίᾳ· καὶ μετάνοιαν ματαίαν ἐπιδείξονται βοῶντες· "Εἴθε ἐν τῷ κόσμῳ τὸν τῆς μετανοίας καρπὸν ἐπεδειξάμεθα, καὶ εὕραμεν ἔλεος καὶ χάριν καὶ ἄφεσιν,
50.22.10 κριτὰ δικαιότατε."
50.23.1 Οὗτος ὁ τρόπος τῆς κρίσεως. Ἀλλὰ φύγωμεν τὴν αἰώνιον κόλασιν· τὰ πρόσκαιρα βδελυξώμεθα,τῶν δὲ αἰωνίων καὶ μελλόντων φροντίσωμεν, ἵνα ἔλεος εὕρωμεν.
50.23.5 Μὴ νομίσωμεν ὅτι, ἐπείπερ ἡμάρτομεν, π #940;ντως ἀποβαλλόμεθα· καὶ γὰρ τὸ τραῦμα τῆς ἁμαρτίας φαρμάκῳ μετανοίας ἰατρεύσομεν συντόμως, ἐὰν ἄρα βουληθῶμεν. Νῦν οὖν τοῦ σωτῆρος πάντες δεηθῶμεν βοῶντες· "Δὸς κατάνυξιν τοῖς δούλοις σου, κύριε, ἵν᾿ εὕρωμεν ἄνεσιν,
50.23.10 κριτὰ δικαιότατε."
50.24.1 Σῶτερ τοῦ κόσμου πανάγιε, ὡς ἐπέφανας καὶ τὴν φύσιν ἀνέστησας κειμένην ἐν παραπτώμασιν,οὕτως ὡς οἰκτίρμων ἀοράτως ἐμφάνηθι καὶ ἐμοί, ἀνεξίκακε·
50.24.5 ἐν πολλαῖς ἁμαρτίαις ἐμὲ κατακείμενον ἐξανάστησον, δέομαι, ὅτι ἃ λέγω καὶ συμβουλεύω τοῖς ἄλλοις οὐ φυλάττω· ἀλλά, σὲ καθικετεύω, δὸς καιρόν μοι μετανοίας, καὶ ταῖς ἱκεσίαις τῆς ἀειπαρθένου καὶ θεοτόκου φεῖσαί μου καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,
50.24.10 κριτὰ δικαιότατε.