Новый Завет. Сошествие во ад и Воскресение Христово
40 (XXIX). Воскресение Христово (кондак 1 (VI))
40.t.1
Κοντάκιον εἰς τὴν τριήμερον καὶ ζωοποιὸν καὶ ὑπέρλα[μπρον] ἀνάστασιν
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ψαλμός]
40.t.5
ἦ χος πλάγιος δʹ
Προοίμιον I
40.pro 1.1 Εἰ καὶ ἐκ τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ Ἅιδου καθεῖλες τὴν δύναμιν καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,γυναιξὶ μυροφόροις τὸ χαῖρε φθεγξάμενος
40.pro 1.5 καὶ τοῖς σοῖς ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Προοίμιον II
40.pro 2.1 Καταλαβοῦσαι γυναῖκες τὸ μνῆμά σου καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον σῶμά σου ἐλεεινὰ δακρύουσαι ἔλεγον·"Ἆρα ἐκλάπη ὁ συληθεὶς ἐκ τῆς αἱμόρρου τὴν ἴασιν;
40.pro 2.5Ἆρα ἠγέρθη ὁ προειπὼν καὶ πρὸ τοῦ πάθους τὴν ἔγερσιν;Ἀληθῶς ἀνέστη Χριστὸς ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.»
40.1.1 Τὸν πρὸ ἡλίου ἥλιον δύναντά ποτε ἐν τάφῳπροέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν,μυροφόροι κόραι καὶ πρὸς ἀλλήλας ἐβόων·
"Ὦ φίλαι, δεῦτε, τοῖς ἀρώμασιν ὑπαλείψωμεν
40.1.5σῶμα ζωηφόρον καὶ τεθαμμένον,σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κειμένην ἐν τῷ μνήματι.
Ἄγωμεν, σπεύσωμεν ὥσπερ οἱ μάγοι,καὶ προσκυνήσωμεν καὶ προσκομίσωμεν
40.1.10τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις,ἀλλ᾿ ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν καὶ κράξωμεν· ‘Ὦ δέσποτα, ἐξεγέρθητι,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"
40.2.1
Ὅτε δὲ ταῦτα ἑαυταῖς ἔφησαν αἱ θεοφόροι,ἐσκόπησαν καὶ ἄλλο ὅ ἐστι σοφίας πλήρης καί φησιν ἀλλήλαις· "Γυναῖκες, τί ἀπατᾶσθε; Πάντως γάρ, ὅτι ἐν τῷ τάφῳ πέλει ὁ Κύριος.
40.2.5Ἆρα ἕως ἄρτι εἶχε κρατεῖσθαι ὁ ἡνιοχεύων τὴν τῶν κινουμένων πνοήν; Ἀκμὴν νεκρὸς κατάκειται;
Ἄπιστον, ἄστατον τοῦτο τὸ ῥῆμα·διὸ συνήσωμεν καὶ οὕτω πράξωμεν·
40.2.10ἀπέλθῃ Μαρία καὶ ἴδῃ τὸν τάφον καὶ οἷς ἂν εἴπῃ ἀκολουθῶμεν· πολλάκις γάρ, ὡς πρόειπεν, ἐγήγερται ὁ ἀθάνατος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."
40.3.1
Ὑπὸ δὲ τούτου τοῦ σκοποῦ αἱ συνεταὶ ῥυθμηθεῖσαι προέπεμψαν, ὡς οἶμαι, τὴν Μαγδαληνὴν Μαρίαν ἐπὶ τὸ μνημεῖον, ὡς λέγει ὁ Θεολόγος.
Ἦν δὲ σκοτία, ἀλλ᾿ ἐκείνην πόθος κατέλαμπεν·
40.3.5ὅθεν καὶ κατεῖδε τὸν μέγαν λίθον ἐκκεκυλισμένον ἀπὸ τῆς θύρας τῆς ταφῆς καὶ εἶπεν ὑποστρέψασα· "Μαθηταί, μάθετε τοῦτο ὃ εἶδον καὶ μή με κρύψητε, ἐὰν νοήσητε·
40.3.10ὁ λίθος οὐκέτι καλύπτει τὸν τάφον·μὴ ἄρα ἦραν τὸν Κύριόν μου; Οἱ φρουροὶ γὰρ οὐ φαίνονται, ἀλλ᾿ ἔφυγον· μὴ ἐγήγερται ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν;"
40.4.1 Τούτων ὡς ἤκουσε Κηφᾶς καὶ ὁ υἱὸς Ζεβεδαίου,ἐξέδραμον εὐθέως ὡς ἐρίζοντες ἀλλήλοις,καὶ τοῦ Πέτρου πρῶτος εὑρέθη ὁ Ἰωάννης·
ὅμως καὶ φθάσας οὐκ εἰσῆλθεν ἔνδον τοῦ μνήματος,
40.4.5ἀλλὰ ἀναμένει τὸν κορυφαῖον,ἵνα ὡς ποιμένι ἀκολουθήσῃ ὁ ἀμνός· καὶ ὄντως οὕτως ἔπρεπε. Πέτρῳ γὰρ εἴρηται· «Πέτρε, φιλεῖς με;Καὶ τὰ ἀρνία μου ὡς θέλεις ποίμαινε»·
40.4.10τῷ Πέτρῳ ἐρρέθη· "Μακάριε Σίμων,τὰς κλεῖς σοι δώσω τῆς βασιλείας"· Τῷ Πέτρῳ πρὶν ὑπέταξε τὰ κύματα ἃ ἐπέζευσεν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
40.5.1 Ἀλλ᾿ ὡς προεῖπον πρὸ μικροῦ, Πέτρος τε καὶ Ἰωάννης κατέλαβον τὸ μνῆμα δι᾿ ὃ εἶπεν ἡ Μαρία,καὶ εἰσῆλθον ἔνδον· τὸν Κύριον δὲ οὐχ εὗρον.
Ὅθεν πρὸς ταῦτα πτοηθέντες εἶπον οἱ ἅγιοι·
40.5.5'Ἆρα τίνος χάριν ἡμῖν οὐκ ὤφθη;Μὴ τὴν παρρησίαν ἡμῶν ἡγήσατο πολλήν; Πολύ γὰρ ἐτολμήσαμεν· ἔδει γὰρ ἔξωθεν ἡμᾶς σταθῆναι καὶ περιβλέψασθαι τὰ ἐν τῷ μνήματι·
40.5.10ὁ τάφος γὰρ οὗτος οὐκέτι ὡς τάφος,ἀλλ᾿ ὄντως θρόνος Θεοῦ ὑπάρχει· ἐν τούτῳ γὰρ ἐγένετο καὶ ᾤκησεν ὡς εὐδόκησεν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. 40.6.1 Περιετράπη οὖν ἡμῖν ἡ παρρησία εἰς τόλμαν καὶ μᾶλλον ἐλογίσθη καταφρόνησις τὸ θάρσος·διὰ τοῦτο τάχα οὐκ ὤφθη ὡς ἀναξίοις.» Ταῦτα λαλούντων τῶν γνησίων φίλων τοῦ πλάσαντος,
40.6.5εἶπεν ἡ Μαρία ἀκολουθοῦσα·"Μύσται τοῦ Κυρίου καὶ ὄντως θερμοὶ ἐρασταί, μὴ ὣς ὑπολαμβάνητε, ἀλλ᾿ ὑπομείνατε, μὴ ἀθυμεῖτε·τὸ γὰρ γενόμενον οἰκονομία ἦν
40.6.10ἵνα αἱ γυναῖκες ὡς πρῶται πεσοῦσαι ἴδωσι πρῶται τὸν ἀναστάντα· ἡμῖν θέλει χαρίσασθαι τὸ ‘χαίρετε’ ταῖς πενθήσασιν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.7.1
Ἐπειδὴ οὕτως ἑαυτὴν ἐπληροφόρει Μαρία,παρέμεινε τῷ τάφῳ ἀπελθόντων τῶν ἁγίων·ἀκμὴν γὰρ ἐδόκει ὅτι ἐπήρθη τὸ σῶμα·
ὅθεν ἐβόα οὐχὶ ῥήμασιν, ἀλλὰ δάκρυσιν·
40.7.5"Οἴμοι, Ἰησοῦ μου, ποῦ σε μετῆραν;Πῶς δὲ κατεδέξω κεκηλιδωμέναις χερσὶν βαστάζεσθαι, ἀμώμητε;
’Ἅγιος, ἅγιος, ἅγιος’ κράζει τὰ ἑξαπτέρυγα καὶ πολυόμματα·
40.7.10καὶ τούτων οἱ ὦμοι μόλις φέρουσί σε,καὶ πλάνων χεῖρες ἐβάστασάν σε· ὁ Πρόδρομος βαπτίζων σε ἐκραύγαζε· ‘Σύ με βάπτισον,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’
40.8.1
Ἰδού τριήμερος νεκρὸς πέλεις, ὁ πάντα καινίζων·ὁ Λάζαρον ἐγείρας μετὰ τέσσαρας ἡμέρας καὶ δρομαῖον δείξας τὸν κηριαῖς δεδεμένον, κεῖσαι ἐν τάφῳ, καὶ ὡς εἴθε ᾔδειν ποῦ τέθαψαι,
40.8.5ἵνα ὡς ἡ πόρνη δάκρυσι βρέξω μὴ μόνον τούς πόδας, ἀλλὰ καὶ ὅλον ἀληθῶς τὸ σῶμα καὶ τὸ μνῆμά σου, λέγουσα· ‘Δέσποτα, ὡς τὸν τῆς χήρας υἱὸν ἀνέστησας, σαυτὸν ἀνάστησον·
40.8.10ὁ τὴν Ἰαείρου παιδίσκην ζωώσας,τί ἔτι μένεις ἐν τῷ μνημείῳ; Ἀνάστηθι, ἐπίστηθι, ἐμφάνηθι τοῖς ζητοῦσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"
40.9.1 Νενικημένην τῷ κλαυθμῷ καὶ ἡττημένην τῷ πόθῳἰδὼν ὁ πάντα βλέπων τὴν Μαγδαληνὴν Μαρίαν,ἐσπλαγχνίσθη τότε καὶ ὤφθη λέγων τῇ κόρῃ· «Γύναι, τί κλαίεις; Τίνα θέλεις ἔνδον τοῦ μνήματος;»
40.9.5Εἶτα ἡ Μαρία στραφεῖσα εἶπε·"Κλαίω ὅτι ἦραν τὸν κύριόν μου τῆς ταφῆς κα[ὶ ο]ὐκ οἶδα ποῦ κατάκειται. Πάντως δὲ σόν ἐστι τοῦτο τὸ ἔργον·εἰ μὴ πλανῶμαι γάρ, ὁ κηπουρὸς εἶ σύ·
40.9.10λοιπὸν εἰ ἐπῆρες τὸ σῶμα, εἰπέ μοι,κἀγὼ λαμβάνω τὸν λυτρωτήν μου· ἐμὸς πέλει διδάσκαλος καὶ κύριος ὁ ἐμός ἐστιν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."
40.10.1
Ὁ τὰς καρδίας ἐρευνῶν καὶ τούς νεφρούς ἐμβατεύων,εἰδὼς ὅτι γνωρίζει τὴν φωνὴν αὐτοῦ Μαρία,ὡς ποιμὴν ἐφώνει τὴν μηκωμένην ἀμνάδα λέγων· "Μαρία». Ἡ δ᾿ εὐθέως εἶπε γνωρίσασα·
40.10.5'Ὄντως ὁ καλός μου ποιμὴν φωνεῖ με ἵνα τοῖς ἐννέα καὶ ἐνενήκοντα ἀμνοῖς λοιπὸν συναριθμήσῃ με· βλέπω γὰρ ὄπισθεν τοῦ με καλοῦντος ἁγίων σώματα, δικαίων τάγματα·
40.10.10διὸ οὔτε λέγω· ‘Τίς εἶ ὁ καλῶν με;’·σαφῶς γὰρ ἔγνων τίς ὁ καλῶν με· αὐτός ἐστιν, ὡς πρόειπον, ὁ κύριος ὁ ἐμός, ἔστιν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."
40.11.1
Ὑπὸ δὲ πόθου τοῦ θερμοῦ καὶ τῆς ἐμπύρου ἀγάπης ἡ κόρη κατεπείχθη καὶ κρατῆσαι ἠβουλήθη τὸν ἀπεριγράπτως τὴν κτίσιν πᾶσαν πληροῦντα·
ὅμως ὁ πλάστης τὴν σπουδὴν αὐτῆς οὐκ ἐμέμψατο,
40.11.5ἀλλ᾿ ἐπὶ τὰ θεῖα αὐτὴν ἀνάγει λέγων· "Μή μου ἅπτου· ἦ μόνον βροτόν με νοεῖς; Θεός εἰμι, μὴ ἅπτου μου.
Ὦ σεμνή, πέτασον ἄνω τὸ ὄμμα καὶ κατανόησον τὰ ἐπουράνια·
40.11.10ἐκεῖ ζήτησόν με· καὶ γὰρ ἀναβαίνω πρὸς τὸν πατέρα ὃν οὐκ ἀφῆκα· αὐτοῦ πέλω ὁμόχρονος καὶ σύνθρονος καὶ ὁμότιμος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
40.12.1
Ῥητορευέτω δὲ λοιπὸν ταῦτα ἡ γλῶσσά σου, γύναι,καὶ διερμηνευέτω τοῖς υἱοῖς τῆς βασιλείας τοῖς καραδοκοῦσι τὴν ἔγερσίν μου τοῦ ζῶντος. Σπεῦσον, Μαρία, καὶ τούς μαθητάς μου συνάθροισον·
40.12.5σάλπιγγί σοι χρῶμαι μεγαλοφώνῳ·ἤχησον εἰρήνην εἰς τὰς ἐμφόβους ἀκοὰς τῶν κεκρυμμένων φίλων μου, ἔγειρον ἅπαντας ὥσπερ ἐξ ὕπνου,ἵν᾿ ὑπαντήσωσι καὶ δᾷδας ἅψωσιν·
40.12.10εἰπέ· ‘Ὁ νυμφίος ἠγέρθη τοῦ τάφου κα[ὶ ο]ὐδὲν ἀφῆκεν ἐντὸς τοῦ τάφου· ἀπώσασθε, ἀπόστολοι, τὴν νέκρωσιν, ὅτ[ι ἐ]γήγερται ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’» 40.13.1
Ὡς οὖν ἀκήκοε σαφῶς ὅλων τῶν λόγων τοῦ Λόγου,ὑπέστρεψεν ἡ κόρη καί φησι ταῖς ὁμοτρόποις·"Θαυμαστά, γυναῖκες, ἃ εἶδον καὶ διηγοῦμαι· μή τις οὖν δόξῃ ὡς ληρήματά μου τὰ ῥήματα·
40.13.5οὐ γὰρ ἐφαντάσθην, ἀλλ᾿ ἐνεπνεύσθην·πέπλησμαι τῆς θέας καὶ τῆς ὁμιλίας Χριστοῦ, καὶ πῶς καὶ πότε μάθετε.
Ὅτε με ἔλιπον οἱ περὶ Πέτρον,ἱστάμην κλαίουσα ἐγγύς τοῦ μνήματος·
40.13.10ἐδόκουν γὰρ ὅτι ἐπήρθη τοῦ τάφου τὸ θεῖον σῶμα τοῦ ἀθανάτου· ἀλλ᾿ εὐθέως οἰκτείρας μου τὰ δάκρυα, ἐπεφάνη μοι ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
40.14.1 Μετεποιήθη ἄθροον εἰς εὐφροσύνην ἡ λύπη καὶ γέγονέ μοι πάντα ἱλαρὰ καὶ γεγηθότα·οὐκ ὀκνῶ δὲ λέγειν· ‘Ὥσπερ Μωσῆς ἐδοξάσθην’· εἶδον γάρ, εἶδον, οὐκ ἐν ὄρει, ἀλλ᾿ ἐν τῷ μνήματι,
40.14.5οὐχ ὑπὸ νεφέλην, ἀλλ᾿ ὑπὸ σῶμα, τὸν τῶν ἀσωμάτων δεσπότην καὶ τῶν νεφελῶν τὸν πρὶν καὶ νῦν καὶ πάντοτε λέγοντα· ‘Μαριάμ, σπεῦσον καὶ φράσον τοῖς ἀγαπῶσί με ὅτι ἐγήγερμαι·
40.14.10ὡς κάρφος ἐλαίας λαβοῦσά με γλώσσῃ,τοῖς ἐκ τοῦ Νῶε εὐαγγελίζου σημα #943;νουσα ὡς πέπαυται ὁ θάνατος καὶ ἐγήγερται ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’» Ἀκούσας τούτων ὁ χορὸς τῶν εὐσεβῶν νεανίδων συμφώνως ἀπεκρίθη τῇ Μαγδαληνῇ Μαρίᾳ·"Ἀληθὲς ὃ εἶπας καὶ συναινοῦμέν σοι πᾶσαι· οὐκ ἀπιστοῦμεν, ἀλλὰ τοῦτο μόνον θαυμάζομεν
40.15.5ὅτι ἕως ἄρτι ἦν ἐν τῷ τάφῳκαὶ συναριθμεῖσθαι τοῖς τεθνεῶσιν ἡ ζωὴ ἠνείχετο τριήμερον·
ὅτι γὰρ ἤμελλεν ἐκ τῶν χθονίων ἐλθεῖν ἠλπίζομεν· διὸ ἐλέγομεν·
40.15.10’Τοῦ κήτους οἰκέτην ἐξήγαγε τότε,καὶ πῶς κρατεῖται ὑπὸ θανάτου; Εἰ τοῦ θηρὸς ἀνήρπασεν, ἀνίσταται καὶ ἐκ μνήματος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’
40.16.1 Νῦν οὖν μὴ νόμιζε, σεμνή, ὅτι χωλεύει ἃ λέγεις·ὀρθῶς ἡμῖν ἐφθέγξω καὶ οὐδὲν ἐν τούτοις σκάζον·ἀληθὴς ὁ λόγος καὶ προσηνής σου ὁ τρόπος·
ὅμως, Μαρία, κοινωνῆσαί σοι βουλευόμεθα
40.16.5ἵνα μὴ ἓν μέλος ἡμῶν τρυφήσῃ,μείνῃ δὲ τὰ ἄλλα νεκρὰ καὶ ἄγευστα ζωῆς ἐκείνης ἧς ἀπήλαυσας· γένωνται ἅμα σοι στόματα πλεῖστα ἐπισφραγίζοντα τὴν μαρτυρίαν σου·
40.16.10ἀπέλθωμεν πᾶσαι ἐπὶ τὸ μνημεῖον καὶ βεβαιοῦμεν τὴν ὀπτασίαν· κοινὸν ἔστω, συνόμιλε, τὸ καύχημα ὃ παρέσχε σοι ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.17.1 Οὕτω λαλῶν ὁ σύλλογος τῶν θεοφόρων θηλείων ἐξήρχετο τὴν πόλιν μετὰ τῆς διηγουμένης καὶ ἰδὼν τὸν τάφον ἀπὸ μακρόθεν ἐβόα·
"Ἴδε ὁ τόπος, μᾶλλον δὲ ὁ κόλπος ὁ ἄχραντος·
40.17.5ἴδε ὁ βαστάσας τὸν βασιλέα,ἴδε ὁ χωρήσας ὃν οὐ χωροῦσιν οὐρανοί, χωροῦσι δὲ οἱ ἅγιοι. Αἶνός σοι, ὕμνος σοι, ἅγιε τάφε,μικρὲ καὶ μέγιστε, πτωχὲ καὶ πλούσιε,
40.17.10ζωῆς ταμιεῖον, εἰρήνης δοχεῖον,χαρᾶς σημεῖον, Χριστοῦ μνημεῖον· ἑνὸς μνῆμα, τοῦ κόσμου δὲ τὸ καύχημα, ὡς ηὐδόκησεν ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.» 40.18.1
Ὑμνολογήσασαι λοιπὸν τοῦ ζωοδότου τὸν τάφον,ἐστράφησαν καὶ εἶδον τὸν καθήμενον τῷ λίθῳκαὶ ἀπὸ τοῦ φόβου εἰς τὰ ὀπίσω ἀπῆλθον, εὐλαβηθεῖσαι, κάτω κλίνασαι καὶ τὰ πρόσωπα
40.18.5καὶ μετὰ δειλίας λαλοῦσαι ταῦτα·"Τί τοῦτο τὸ εἶδος ἐστίν, ἢ τίνος ἡ μορφή; Τίς πέφυκεν ὃν βλέπομεν; ἄγγελος; ἄνθρωπος; ἄνωθεν ἦλθεν ἢ τάχα κάτωθεν ἡμῖν ἀνέτειλεν;
40.18.10Πῦρ πέλει, φῶς πέμπει, ἀστράπτει, αὐγάζει·φύγωμεν, κόραι, μὴ φλογισθῶμεν· ὄμβρε θεῖε, οὐράνιε, ἐπίσταξον ταῖς διψῶσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
40.19.1 Ψυχαγωγήσουσιν ἡμᾶς νῦν ὡς σταγόνες οἱ λόγοι τοῦ στόματός σου, Λόγε, ἡ χαρὰ τῶν θλιβομένων,ἡ ζωὴ τῶν πάντων, μὴ νεκρωθῶμεν τῷ φόβῳ.» Ταῦτα, ὡς οἶμαι, ἐλιτάνευον αἱ θεόπνευστοι·
40.19.5ὅθεν ἐμειλίχθη ὁ ἐν τῷ λίθῳκαὶ πρὸς τὰς γυναῖκας φησί· "Μὴ φοβεῖσθε ὑμεῖς, ἀλλ᾿ οὗτοι οἱ φυλάσσοντες· φρίξουσι, πτήξουσι καὶ νεκρωθῶσιν ἀπὸ τοῦ φόβου μου, ἵνα καὶ μάθωσιν
40.19.10ὅτι τῶν ἀγγέλων δεσπότης ὑπάρχει ὃν νῦν φρουροῦσιν, ἀλλ᾿ οὐ κρατοῦσιν· ἀνέστη γὰρ ὁ Κύριος κα[ὶ ο]ὐκ ἔγνωσαν πῶς ἐγήγερται ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
40.20.1 Ἀθανατίσθητε λοιπόν, θήλειαι, μὴ νεκρωθῆτε·τὸν κτίστην τῶν ἀγγέλων ἐζητεῖτε θεωρῆσαι,καὶ ἑνὸς ἀγγέλου τὴν ὄψιν τί δειλιᾶτε; Δοῦλος ὑπάρχω τοῦ τὸν τάφον τοῦτον οἰκήσαντος,
40.20.5τάξιν ὑπηρέτου καὶ φύσιν ἔχω· ἅπερ προσετάχθην ἐπέστην κηρῦξαι ὑμῖν· ’Ἐγήγερται ὁ Κύριος, ἔτριψε τὰς χαλκᾶς πύλας τοῦ ᾅδου καὶ σιδηροῦς μοχλούς αὐτοῦ συνέθλασε,
40.20.10καὶ τῇ προφητείᾳ ἐπέθηκε πέρας,καὶ τῶν ἁγίων ὕψωσε κέρας.’ Δεῦτε, κόραι, καὶ ἴδετε ποῦ ἔκειτο ὁ ἀθάνατος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."
40.21.1 Λαβοῦσαι θάρσος ἄμεμπτον ἐκ τῆς φωνῆς τοῦ ἀγγέλου,φρονίμως αἱ γυναῖκες ἀπεκρίθησαν πρὸς τοῦτον·"Ἀληθῶς ἀνέστη ὁ Κύριος, καθὼς ἔφης· ἔδειξας ἡμῖν καὶ τῷ ῥήματι καὶ τῷ σχήματι
40.21.5ὅτιπερ ἀνέστη ὁ ἐλεήμων·εἰ μὴ γὰρ ἀνέστη καὶ ἐπορεύθη τῆς ταφῆς, οὐκ ἂν αὐτὸς ἐκάθισας· πότε γὰρ στρατηγός, τοῦ βασιλέως παρόντος, κάθηται ἢ διαλέγεται;
40.21.10Εἰ δὲ καὶ τελεῖται ἐν γῇ τὰ τοιαῦτα, ἀλλ᾿ ἐν ὑψίστοις οὐκ ἔστι ταῦτα,
ὅπου θρόνος ἀθέατος καὶ ἄφραστος ὁ καθήμενος,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν."
40.22.1 Μίξασαι φόβῳ τὴν χαρὰν καὶ εὐφροσύνην τῇ λύπῃὑπέστρεψαν τοῦ τάφου, ὡς διδάσκει τὸ βιβλίον,πρὸς τούς ἀποστόλους καὶ ἔλεγον αἱ γυναῖκες· "Τί ἀθυμεῖτε; Τί τὰ πρόσωπα συγκαλύπτετε;
40.22.5Ἄνω τὰς καρδίας· Χριστὸς ἀνέστη.Στήσατε χορείας καὶ εἴπατε ἅμα ἡμῖν· ’Ἐγήγερται ὁ Κύριος’· ἔλαμψεν ὁ τεχθεὶς πρὸ ἑωσφόρου·μὴ οὖν στυγνάσητε, ἀλλ᾿ ἀναθάλλετε·
40.22.10τὸ ἔαρ ἐφάνη· ἀνθήσατε, κλῶνες,καρποφορίαν, μὴ δυσφορίαν· πάντες χεῖρας κροτήσωμεν καὶ εἴπωμεν· ‘Ἐξεγήγερται ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"· 40.23.1 Οἱ δὲ ἀκούσαντες σαφῶς καὶ εὐφρανθέντες τῷ λόγῳἐξέστησαν εὐθέως καί φησι πρὸς τὰς γυναῖκας·"Πόθεν τοῦτο, κόραι, ἐμάθετε ὃ λαλεῖτε;
Ἄγγελος εἶπεν; – Ναί, φησίν, καὶ εἶπε καὶ ἔδειξε,
40.23.5καὶ ὁ τῶν ἀγγέλων Θεὸς καὶ πλάστης ὤφθη τῇ Μαρίᾳ καὶ ἔφη· ‘Λέξον τοῖς ἐμοῖς· ἐγήγερται ὁ Κύριος.’ Δεῦτε οὖν, ὡς κριοὶ καὶ ὡς ἀρνία προβάτων ἅπαντες σκιρτῶντες εἴπωμεν·
40.23.10’Ποιμὴν ἡμῶν, δεῦρο, συνάγαγε ἡμᾶς τούς σκορπισθέντας ὑπὸ δειλίας· ἐπάτησας τὸν θάνατον, ἐπίστηθι τοῖς ποθοῦσί σε,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.’"
40.24.1 Συναναστήτω σοι, σωτήρ, ἡ νεκρωθεῖσα ψυχή μου,μὴ φθείρῃ ταύτην λύπη καὶ λοιπὸν εἰς λήθην ἔλθῃτῶν ᾀσμάτων τούτων τῶν ταύτην ἁγιαζόντων· ναί, ἐλεήμων, ἱκετεύω σε μὴ παρίδῃς με
40.24.5τὸν ταῖς πλημμελείαις κατεστιγμένον·ἐν γὰρ ἀνομίαις καὶ [ἐν] ἁμαρτίαις ἐμὲ ἐκίσσησεν ἡ μήτηρ μου, Πάτερ μου #7941;γιε καὶ φιλοικτίρμον,ἁγιασθήτω σου ἀεὶ τὸ ὄνομα
40.24.10ἐν τῷ στόματί μου καὶ τοῖς χείλεσί μου,ἐν τῇ φωνῇ μου καὶ τῇ ᾠδῇ μου· δός μοι χάριν κηρύττοντι τούς ὕμνους σου, ὅτι δύνασαι,ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
41 (XXIV). Воскресение Христово (кондак 2 (I))
41.t.1
[Ἕ τερ]ον κοντάκιον εἰς τὴν τριήμερον ἀνάστασιν τοῦ κυρίου καὶ σωτῆρος
ἡμῶν Ἰησοῦ Χριστοῦ, [φέρ]ον ἀκροστιχίδα τήνδε·[ τοῦ κυροῦ Ῥωμανοῦ αἶνος]
ἰδιόμελον.
Προοίμιον
41.pro.1 Κατεπόθη ὁ θάνατος εἰς νῖκος τῇ ἐκ νεκρῶν ἐγέρσει σου, Χριστὲ ὁ Θεός·διὸ οἱ τῷ πάθει σου ἐγκαυχώμενοι, ἀεὶ ἑορτάζοντες εὐφραινόμεθα καὶ ἀγαλλιῶντες βοῶμεν·
41.pro.5 "Ἀνέστη ὁ Κύριος.»
41.1.1 Τὴν ζωὴν τῇ ταφῇ, τῷ θανάτῳ Θεὸν καὶ τῷ ᾅδῃ τὸν ᾅδην σκυλεύσαντα παρέδωκέ ποτε τῶν ἀνόμων λαός,
ὡς θνητὸν τούς θνητούς ἀθανατίσαντα,
41.1.5 ὡς δὲ νεκρὸν τούς νεκρούς ἀναστήσαντα ῥήματι· φύλακας ἔθεντο μνήματι τοῦ πάντα φέροντος νεύματι. Ὢ ἀφροσύνης τῶν ἀνόμων· εἰ νεκρός, μὴ πτοοῦ· εἰ δὲ ζῇ, παραιτοῦ καὶ βόα σύν ἡμῖν· «Ἀνέστη ὁ Κύριος.»
41.2.1
Ὅτε μετὰ σταυρὸν κατετέθη ταφῇ ὑπὸ τοῦ Ἰωσὴφ ὁ Θεὸς Ἰωσήφ,ὁ ἐκ λάκκου ποτὲ σώσας τὸν Ἰωσὴφ ὁρατῶς ὡς θνητὸς ἐφυλάττετο,
41.2.5 ἀλλ᾿ ἀοράτως τούς φύλακας φόβῳ ἐνέκρωσε· λίθος ἦν ἐπὶ τοῦ μνήματος, πέτρα δὲ ἔνδον τοῦ μνήματος· γέγοναν λίθοι οἱ τηροῦντες θεωροῦντες τὸν ἄγγελον λίθῳ καθήμενον λέγοντα· "Ἀνέστη ὁ Κύριος.»
41.3.1
Ὑπὸ τῶν πονηρῶν λογισμῶν οἱ κριταὶ τῶν ἀνόμων συνείχοντο λέγοντες·"Ἰδού κεῖται εἰς γῆν ὁ δονήσας τὴν γῆν, [ὁ] παντὶ λαλητὸς καὶ περιβόητος·
41.3.5 οὗ πᾶσα γαῖα τὰ ἔργα ἐθαύμασε, τέθνηκε. Νήψωμεν οὖν μὴ τὰ ἔσχατα χεί[ρω] τῶν πρώτων γενήσεται, μή ποτε κλέψωσι τὸ σῶμα τὸ αὐτοῦ [οἱ] αὐτοῦ καὶ ψευδόμενοι πᾶσι κηρύξωσιν· ’Ἀνέστη ὁ Κύριος.’
41.4.1 Κουστωδίαν ἡμεῖς αἰτησόμεθα νῦν τὸν [Πιλᾶτον, καὶ] δώσει φυλάττοντας.Καὶ ζῶν γὰρ καὶ θανὼν φ[οβε]ρὸς Ἰησοῦς· ἐν τῇ ζωῇ αὐτοῦ σάββατον ἔλυσεν,
41.4.5 ἐ[ὰν δὲ νῦν] ἐκ νεκρῶν ἀναστῇ, νόμος λέλυται· κεῖται νεκρὸς [καὶ ἐλ]πίζεται, δέδεται καὶ προσδοκᾶται ζῆν· οἱ μαθηταὶ [τού]του γὰρ πάντες ’Μετὰ τρίτην, φησί, τὸν διδάσκαλον [βλέ]ποντες λέγομεν· Ἀνέστη ὁ Κύριος.’
41.5.1
Ὑπὸ σοῦ καὶ ἡμεῖς καὶ οἱ ἀλλογενεῖς, ὦ Πιλᾶτε, σαφῶς ἰθυνόμεθα·διὰ τοῦτο οἱ σοὶ σοὶ προσφεύγομεν· δι[ὰ σοῦ] στήτω τοῦ ἔθνους τὰ δίκαια·
41.5.5 μὴ καταλύσῃ θνητὸς [Θεοῦ] νόμον δεόμεθα.» Τί ἀφρονεῖτε, παράνομοι; Νόμου [Πιλᾶ]τος προΐσταται· Πόσῳ Πιλάτου Χριστὸς κρείττων; Ὃς καὶ [νό]μον στηρίζει καὶ χάριν παρέχει τοῖς κράζουσιν· «Ἀνέστη ὁ Κύριος.»
41.6.1
"Ῥῆμα ἔστιν αὐτοῦ πρὸς τούς φίλους αὐτοῦ ὅτι ‘μετὰ τὰς τρεῖς ἀναστήσομαι·κἂν γὰρ θάνω – φησίν – , τὸν θάνατον πατῶ.’ Οὐχ ὅτι τοῦτο γίνεται φοβούμεθα,
41.6.5 ἀλλ᾿ ὅτι κλέπτε[ται] ὑπὸ τινῶν λογιζόμεθα·
ὅτι γὰρ οὐκ ἀναστήσεται ἀνέγνωμεν καὶ ἐπέγνωμεν· ’Πνεῦμ[α ἐ]ξελθὸν οὐκ ἐπιστρέφει’, εἰ μὴ εἴπῃ Θεός· εἰ δὲ οὗτος Θεός ἐστιν, εἴπωμεν· ’Ἀνέστη ὁ Κύριος.’"
41.7.1
Ὁ Πιλᾶτος ἀκούσας φησὶ πρὸς αὐτούς· "Πλήρης γέλωτος ὑμῶν τὰ ῥήματα·Τίς γὰρ κλέπτει νεκρόν; Τί δὲ κέρδος νεκροῦ;
Ὁ φιλῶν φίλον φιλεῖ μέχρι μνήματος,
41.7.5 μετὰ δὲ τὴν ταφὴν μάτην τὸ φίλτρον ἐνδείκνυται· κεῖται νεκρὸς μὴ κινούμενος· τί ὠφελεῖτε τὸν κείμενον; Θάψαντες ἄφετε τὸν νέκυν· οὐ γὰρ κλέπτεται οὐδέ, ἂν μὴ ἀναστῇ, ἐκβοήσωσιν· ’Ἀνέστη ὁ Κύριος.’
41.8.1
Ὑπ᾿ ἐμοῦ μαστιχθείς, ὑφ᾿ ὑμῶν σταυρωθείς, ὑπὸ τοῦ Ἰωσὴφ ἐν [τῷ] τάφῳ τεθείς,σαφής ἐστι νεκρός, ἀψευδὴς δὲ θνητός·
ὥσπερ οὖν πάντων βλεπόντων ἀπέθανεν,
41.8.5 οὕτω καὶ πάντων βλεπόντων ἀνέλθ[ῃ ἐ]κ τοῦ μνήματος. Κλέπτουσι τοῦτον, ὡς λέγετε, καὶ λέγουσιν ὅ[τ[ι ἐ]γή]γερται; Μὴ καὶ τὰ ὄμματα τυφλοῦσιν; Εἰ ἅπερ [εἶπε] [βλ]έπομεν, ταῦτα πιστεύοντες εἴπωμεν· ’Ἀνέστη ὁ Κύριος.’
41.9.1
[Ῥαψῳδεῖ]ν μοι δοκεῖ πᾶς τοιαῦτα λαλῶν, ὅτι κλέπτεται ἢ καὶ ἐγείρεται·καὶ τοῦτο γὰρ ψευδές, καὶ τοῦτο ἀσαφές· εἰ δὲ τοῦτο [ὑμᾶς] θεραπεύει τὰ νῦν,
41.9.5 τοῦ φυλαχθῆναι τὸ μνῆμα τούς φύλακας λάβετε· βλέπετε δὲ μὴ οἱ φύλακες πάλιν πλα[νώ]μενοι εἴπωσιν· ’Ὄντως Θεοῦ υἱὸς ἦν οὗτος’, ὡς ποτὲ ἐν σταυρῷ, καὶ νῦν ἐν τῷ μνημείῳ βοήσωσιν· ’Ἀνέστη ὁ Κύριος.’» 41.10.1
[Ὣς] δὲ ταῦτα αὐτοῖς ὁ Πιλᾶτός φησιν· "Ἔχετε κουστωδίαν, πορεύεσθε,τὸ συμφέρον ὑμῖν ποιήσατε νυνί."
Ὦ Πιλᾶτε, [νῦν π]λῦνον τὰς φρένας σου
41.10.5 ὡς καὶ τὰς χεῖράς ποτε, καὶ εἰπέ· «Ἀθῷός εἰμι.»
Ἢ τάχα τότε τὸ ὅραμα τῆς γυναικός σε κα[τ]έπληξε; Τί οὖν ποιήσεις, ἂν ἀκούσῃς οὐρανίων, γηΐνων, βοώντων μετὰ τὴν ἀνάστασιν· "Ἀνέστη ὁ Κύριος»;
41.11.1 «[Μή], φησίν, νυσταγμὸν τοῖς βλεφάροις ὑμῶν νῦν παράσχητε, ἀλλ᾿ ὑπομείνατε»,οἱ ἄνομοι πρὸς τούς στρατιώτας ποτέ· »[κο]πιάσατε μικρὸν ἀγρυπνήσαντες
41.11.5 ἵνα εἰς τέλος νε[κ]ρὸς Ἰησοῦς λογισθήσεται· τοῦ γὰρ Πιλάτου τὸ θέλημα ποιεῖτε, [ἂν] τοῦτο δράσητε· ἔσται δ᾿ ὑμῖν κέρδος ὁ κόπος καὶ ἡμῖν [κ]λέος, ὅτι μετὰ τὴν φθορὰν οὐδεὶς λέγει σαφῶς· ’Ἀνέστη ὁ Κύριος.’ [Ἀ]νωφέλητον δὲ τὸ ἐπίταγμα νῦν μὴ λογίσησθε· καὶ γὰρ σπου[δά]ζομεν θεραπεῦσαι ὑμᾶς μετὰ κόπον ὑμῶν· τῷ Ἰούδα [ἐ]δόθη τριάκοντα,
41.12.5 λάβετε νῦν καὶ ὑμεῖς ἐν διπλῷ τὰ τρι[άκον]τα. Τοῦτό ἐστιν ὅπερ εἴπομεν, ζῶν καὶ θανὼν ἐπιζή[μιος]· ὅμως μὴ κάμωμεν εἰς μάτην· μὴ χρυσὸς ἀφ᾿ ἡμῶν [καὶ] Χριστὸς καθ᾿ ἡμῶν καὶ οἱ λέγοντες· ’Ἀνέστη ὁ Κύριος.’"
41.13.1 [Νευ]ρωθέντες εὐθύς τῇ ματαίᾳ βουλῇ τῶν ἀνόμων τὸ μνῆμα κατέλαβον,καὶ ἐφρούρει Χριστὸν βασιλέα στρατός. Στρατιῶται τοῦ μνήματος ἔξωθεν,
41.13.5καὶ ἔνδον πόλεμος ἦν τοῦ Χριστοῦ πρὸς τὸν θάνατον, τοῦ μὲν τὸ κράτος ἁρπάζοντος, τοῦ δὲ τοῦ κράτους ἐκπίπτοντος, τοῦ μὲν ἁρπάζοντος τούς κάτω, τοῦ δὲ τοῖς κατωτέρω βοῶντος· "[⏑-⏑⏑] κράζωμεν· ’Ἀνέστη ὁ Κύριος.’»
41.14.1 Οὕτω δὲ νικωμένου θανάτου ποτὲ καὶ τοῦ ᾅ[δου θορύ]βους κινήσαντος,οἱ φύλακές φησι· "Τίς νῦν ἡ ταραχή; [Πρώτη] νύξ, κα[ὶ ἠ]ρεμοῦσαν οἱ ἔνδοθεν·
41.14.5 δευτέρα δέ, καὶ ἡσύχ[αζον]· τρίτην σαλεύονται· κλαίουσιν ἅμα καὶ χαίρουσιν, [ὀδύ]ρονται καὶ ἀγάλλονται· ’οἴμοι οἴμοι’ πρὸς ἀλλήλους· ἀλλήλοις δὲ ἄλλοι γηθόμενοι ‘εὖ’ οὕτω λέγουσιν, ’ἀνέστη ὁ Κύριος’.
41.15.1
Ὑπὸ φόβου πολλοῦ ἐσαλεύθη ἡ γῆ καὶ ὁ λίθος δὲ ἤρθη τοῦ μνήματος·μὴ πολλάκις ὃν πρὶν ἐφυλάττομεν ἐν σταυρῷ καὶ ἐφρίξαμεν ἅπαντες,
41.15.5 οὗτος καὶ νῦν τὸν Ἀδὰμ ἀναστήσας ἐγείρεται; Τότε τὰς πέτρας διέρρηξε, νῦ[ν δὲ] τὸν λίθον ἐσάλευσε· μᾶλλον αὐτός ἐστιν ὁ τότε καταπ[έτα]σμα σχίσας καὶ μνῆμα ἀνοίξας· ὑπνούντων ἡμῶν ἀνέστη ὁ Κύριος.
41.16.1 Ἀναστάντες ἡμεῖς ἐρευνήσωμεν νῦν τὸ μνημεῖον, ὦ φίλοι, καὶ ἴδωμεν·ὁ λίθος γὰρ εἰκὸς μετετέθη σεισμῷ. Ε[ἰ ὁ] νεκρὸς ἔνδοθεν κεῖται, σιγήσωμεν·
41.16.5 εἰ δ᾿ ἀφανὴς ὁ θανών, σύν [τοῖς] κάτω δακρύσωμεν· τότε γὰρ Θάνατος ἔκλαιε, καὶ [Ἅιδης] μᾶλλον ὠδύρετο, ὅτε ἡμεῖς συνεζητοῦμεν· ’Τίς ὁ λέγων· οὐαί, καὶ τίς κράζει τό· εὖ, καὶ τίνων αἱ φωναί· ἀνέστη ὁ Κύριος;’
41.17.1
– Ἰδού ἔνδον οὐδείς· ἐν τῷ λίθῳ δὲ τίς ὃν ὁρῶ ἢ δοκῶ ἢ φαντάζομαι; – Τάχα νύξ σε πλανᾷ; – Φίλε, νύξ με πλανᾷ; – Σύν ἡμῖν κατακλίθητι καὶ ὕπνωσον·
41.17.5 πνεῦμά ἐστι τὸ φαντάζον σε· σίγα, καθεύδησον. – Μᾶλλον δὲ νῦν ἀγρυπνήσωμεν τῇδε κἀκεῖσε προσέχοντες, μή τις θηρᾷ ἡμῶν τὸν ὕπνον καὶ ἐλθὼν κλέψει τοῦτον, καὶ τίς δυσωπήσει τούς [κράζοντας· ’Ἀνέστη ὁ Κύριος]’;
41.18.1 Νύξ παρῆλθε λοιπόν, εἰ παρῆλθε σαφῶς, καὶ ὃ εἶπας, ὦ φίλε, τὸ πρὶν ἀληθές,καὶ ὁ τότε θανὼν νῦν πέλει φαεινός· οὗτος ἐντὸς τὸν λίθον ἐσάλευσεν,
41.18.5 οὗτος ἐφόβησεν ἡμᾶς τοῖς λόγοις· ἔστι γὰρ φρικτός· φῶς φορεῖ, φῶς πέμπει, φῶς ἐστι· τάχα φωτὸς ὑϊός ἐστι καὶ τοῦ φωτὸς δὲ ὑπηρέτης, [⏑⏑-⏑] τὰ ῥήματα ταῖς γυναιξὶν ἃ ἐβόησεν· ’Ἀνέστη ὁ Κύριος’."
41.19.1
Ὁ [μὲν λάκ]κος αὐτῶν, τὸ δὲ κέρδος ἡμῶν· τῶν ἀνόμων τὸ α[ἶσχος], τὸ καῦχος δ᾿ ἡμῶν·ἐκείνοις ἡ πληγή, ἡμῶν δὲ [ἡ ζωή]· καὶ γὰρ ὄντως ἀνέστη ὁ Κύριος.
41.19.5 Εἰ κα[ὶ ο]ἱ τηροῦντες τὸ [μνῆμα] ἀργύριον ἔλαβον
ἵνα σιγήσωσι θέλοντες, οἱ λίθοι μᾶλλον κράξουσιν ὅτι ἄνευ χειρῶν λίθος ὁ ἐξ ὄρους τμη[θείς], ὡς ποτὲ ἐκ γαστρός, καὶ νῦν ἐκ τῆς ταφῆς ἀνέστη ὁ Κύριος.
41.20.1 [Σύ, σωτήρ], ἐκ γαστρὸς ἦλθες ἄνευ σπορᾶς τῇ παρθένῳ τὰ τῆς παρθενίας λιπών,ὡς νῦν τὰ τῆς ταφῆς ἀνεῖλες τῇ ταφῇ·
ὡς σινδόνα [Ἰω]σὴφ καταλείψας ταφῇ,
41.20.5 ἔλαβες δὲ τῆς ταφῆς τὸν γεννήσαντα τὸν Ἰωσήφ.
Ἦλθεν Ἀδάμ σοι ἑπόμενος, Εὔα δέ σοι ἠκολούθησε· τῇ Μαριὰμ Εὔα δουλεύει, σὲ [δὲ] πᾶσα ἡ γῆ προσκυνεῖ ἐπινίκιον ᾄδουσα· "Ἀνέστη ὁ Κύριος.»
42 (XXV). Воскресение Христово (кондак 3 (II))
42.t.1
Ἕ τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος]
ἦ χος πλάγιος βʹ, ἰδιόμελον ... πρός· Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν.
Προοίμιον
42.pro.1 Τὸν σταυρόν σου προσκυνῶ, Χριστὲ ὁ Θεός,καὶ τὴν ταφήν σου δοξάζω, ἀθάνατε,καὶ τὴν ἀνάστασίν σου ἑορτάζων κραυγάζω σοι· "Ἀνέστη ὁ Κύριος.» Τὴν ὁδόν σου, σωτήρ μου, τὴν εἰς Ἅιδην οὐδεὶς ἔγνω σαφῶς, [εἰ] μὴ ὁ Ἅιδης·ἠδυνήθη γὰρ ἀφ᾿ ὧν εἶδεν, ἀφ᾿ ὧν ἔπαθεν, μαθεῖν σου τὴν δύναμιν· αὐτὸν οὖν πρῶτον θέλω ἐρωτῆσαι [ὅ τι] γέγονε,καὶ τότε μετὰ τοῦτον τούς φυλάξαντας τὸ μνῆμά σου τίς ὁ κλέψας τὸ σῶμά σου.
42.1.5 Εἰ γὰρ καὶ ἔγνων ἀκριβῶς πῶς ἀνέστης, ἀτελεύτητε,μαθὼν ἐκ τῶν φίλων σου, ὅμως κα[ὶ ἐ]κ τῶν μισούντων σε ἐπείγομαι πιστώσασθαι τούς λόγους τῶν κραζόντων· «Ἀνέστη ὁ Κύριος.»
42.2.1
[Ὁ] φιλῶν γὰρ ὡς φίλον μεγαλύνει· ὁ μισῶν καὶ μὴ θέλων ἀληθεύει,καθὼς γέγραπται· "Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ τῶν μισούντων ἡμᾶς.» Εἰπὲ οὖν πρῶτος, Ἅιδη, ὁ ἀεὶ ἐχθρὸς τοῦ γένους μου,πῶς εἶχες ἐν τῷ τάφῳ τὸν ποθήσαντα τὸ γένος μου; Τίς σοι οὗτος λελόγιστο;
42.2.5 Πάντως ὡς πάντες οἱ ἐκ γῆς ἐλογίσθη σοι, ταλαίπωρε,λοιπὸν δὲ καὶ ἄπορε· οὓς γὰρ εἶχες ἀπώλεσας,καὶ ὃν κατέχειν ἔλεγες οὐχ εὗρες· ἀληθῶς γὰρ ἀνέστη ὁ Κύριος.
42.3.1
"Ὑπ᾿ ἐμοῦ θέλεις, ἄνερ, διδαχθῆναι πῶς ἐμοὶ κατεπέβη ὁ φονεύς μου;Διαλέλυμαι κα[ὶ ο]ὐκ ἰσχύω σοι [ἐρεύξα]σθαι· ἀκμὴν γὰρ τεθάμβημαι αὐτὸν νομίζων [βλέ]πειν τὸν καιρὸν ἐκεῖνον, ἄνθρωπε,ἐν ᾧ κατανοήσας [ἐθεώ]ρουν σαλευόμενον τοῦ κειμένου τὸ λείψανον·
42.3.5 καὶ με[τ᾿ ὀ]λίγον δυνατῶς ἐξαλλόμενον ἀνίστατο καὶ χεῖρα[ς ἃς] ἔδησα τῷ λαιμῷ μου ἐπέθηκε,καὶ πάντας οὓς κατέπιον ἐξέμεσα βοῶντας· ’Ἀνέστη ὁ Κύριος.’
42.4.1 Τί δὲ κλαίω νεκρούς οὓς ἀφῃρέθην; Ἐμαυτὸν θρηνῳ[δῶ] πῶς ἐχλευάσθην·καὶ οὐκ ἤρκεσε τοῦτο μόνον εἰς αἰσχύνην μου, ἀλλ᾿ ὅτι κα[ὶ ἐ]μπαίζομαι· λίχνον γὰρ καὶ παμφάγον οἱ φυγόντες με καλοῦσί με,καὶ ῥήμασι τοιούτοις παροξύνουσί με λέγοντες ‘Τί γὰρ χαίνεις ὑπέρμετρα;
42.4.5 Τί τῷ λαιμῷ σου ἐνωθεῖς εἴ τι δήποτε ὡς δήποτε,ἀκόρεστε, ἄπληστε; Τί ἠπείχθης πρὸς ἔδεσμα ταράσσων τὴν γ[αστέ]ρα σου; Ἰδού γάρ σε κενώσας ἀνέστη ὁ Κύριος.’
42.5.1 Ἀλλ᾿ εἰ δέχονται, ἔχω ἀντιλέγειν· καὶ τίς ἄρα οὐκ εἶχε πλανηθῆναι θεωρῶν αὐτὸν τῇ σινδόνι ἐνειλούμενον καὶ τάφῳ [δι]δόμενον; Τίς οὕτως ἦν κτηνώδης μὴ νοῆσαι ὅτι τέθνηκεν,ὁπότε σμῆγμα σμύρνης καὶ ἀλόης ἐπεχρίετο πρὸς ἐμὲ πορευόμενος;
42.5.5 Τίς εἶπε πάλιν μὴ νεκρὸν βλέπων λίθον ἐπικείμενον οὗ ἦν οὗτος κείμενος; Τίς τοιοῦτον ἐνόησεν ἢ τ[ίς] ποτε ἐπήλπιζε βοῆσαι περὶ τούτου· ’Ἀνέστη ὁ Κύριος’;
42.6.1 Παρ᾿ ἐμοὶ οὖν οὐδὲν ὧν ἐγκαλοῦσι· πρὸς ἐμὲ γὰρ αὐτὸς ἑκὼν κατῆλθε,καὶ τὰ πρῶτα μὲν ὠδυνώμην, τελευτ[αῖ]ον δὲ οὐκ οἶδα τί πέπονθα· τὸ ἄνθος τὸ γλυκάζον ἐμοὶ γέγονε τι #952;ύμαλλος καὶ ὅλος μου ὁ φάρυγξ ἐπικράνθη ἐκ τῆς γεύσεως, καὶ οὓς εἶχον ἀπέπτυσα.
42.6.5 Οὐδεὶς τοιοῦτον κατ᾿ ἐμοῦ ἐνενόησεν ἢ ἔπραξεν ὡς οὗτος ἐποίησε· βασιλέων ἐδέσποζον καὶ προφητῶν ἐκράτησα καὶ τούτων τῶν κραζόντων· ’Ἀνέστη ὁ Κύριος.’ 42.7.1
Ἰδού πέλω δεσμώτης ὁ δεσπότης καὶ δουλεύω ὁ πρώην βασιλεύων,καὶ γεγένημαι ὁ ἐπίφοβος ἐπίληπτος καὶ πᾶσιν εἰς [γέλωτα]· παντόθεν γυμνητεύω, τὰ γὰρ πάντα μου ἀφήρπασε·ἐκέλευσε, καὶ ἄφνω τοῦτον ἅπαντες ἐκύκλωσαν ὡς κηρίον αἱ μέλισσαι,
42.7.5 κἀμὲ δὲ δήσας [ἰσχυ]ρῶς ἔλεγεν αὐτοῖς ἐμπαίζειν μοι καὶ παίειν τὴν κάραν μου καὶ τὸν νῶτον συγκάμπτειν μου καὶ τὴν σκληρὰν καρδίαν μου συντρίβειν, καὶ κραυγάζειν· ’Ἀνέστη ὁ Κύριος.’
42.8.1 Νύξ μὲν ἦν ὅτε ταῦτα ἐκαρτέρουν, πρὸς τὸν ὄρθρον δὲ ἄλλο ἐθεώρουν,ὡς ἐπείχθησαν εἰς τὴν τούτου ὑπαπάντησιν αἱ πύρινοι σύνοδοι· καὶ ἔξωθεν μὲν φόβοι, ἔσωθεν δὲ μάχαι εἶχόν με·τὸ βλέμμα μου δὲ πέμπειν οὐδ᾿ ἑτέρῳ κατεθάρρησα, ὅτι πάντες ἠπείλουν μοι.
42.8.5 Διὸ ἐγκρύψας τὴν μορφὴν ἀνὰ μέσον τῶν γονάτων μου,δακρύων ἐβόησα· ‘[Ὁ] τὰς πύλας συντρίψας μου καὶ τούς μοχλούς συνθλάσας μου, πορεύου ἵνα κράζω· Ἀνέστη ὁ Κύριος’.
42.9.1
[Ὁ μὲ]ν οὖν ἐπὶ τούτοις μειδιάσας τοῖς ὀπίσω φησίν· ‘Ἀκολουθεῖτε’·τοῖς δὲ ἔμπροσθεν ἔφη πάλιν· ‘Προηγεῖσθέ μου, διὸ καὶ κατήλθατε.’ Καὶ ἄφνω ἡσυχία καὶ δειλία κατεκράτησε τῆς κτίσεως ἁπάσης· ὁ δεσπότης γὰρ τῆς κτίσεως τῶν μνημάτων ἐξήρχετο·
42.9.5 προφῆται πάντες πρὸ αὐτοῦ δευτεροῦντες ἃ προέφησαν καὶ πᾶσι γνωρίζοντες ὅτι οὗτος αὐτός ἐστιν ὁ γνώμῃ καταβὰς εἰς γῆν· καὶ γνώμῃ νῦν ἐκ ταύτης ἀνέστη ὁ Κύριος.
42.10.1
Ὑψηλῇ τῇ φωνῇ ὁ Σοφονίας τῷ Ἀδὰμ ἀνεβόα· Ὁὗτός ἐστιν ὃν ὑπέμεινας εἰς ἡμέραν ἀναστάσεως ὃν τρόπον προεῖπόν σοι.’ Ναούμ δὲ μετὰ τοῦτον τὸν πτωχὸν εὐηγγελίζετο,’ἐκ γῆς ἀνέβη, λέγων, ἐμφυσῶν σου εἰς τὸ πρόσωπον ἐξαιρούμενος θλίψεως’,
42.10.5 καὶ Ζαχαρίας χαριεὶς κράζων· ‘Ἦλθες ὁ Θεὸς ἡμῶν μετὰ τῶν ἁγίων σου’, καὶ Δαυὶδ ψάλλων εὔσημα·’Ὡς δυνατὸς ἐγήγερται καὶ ὥσπερ ἀπὸ ὕπνου ἀνέστη ὁ Κύριος.’
42.11.1
Ῥαπιζόντων δὲ τούτων τὴν μορφήν μου προφητείαις, ψαλμοῖς καὶ ὑμνῳδίαις,ἀνεφύησαν καὶ γυναῖκες προφητεύουσαι, ἐμοῦ κατορχούμεναι· καὶ τούτων μὲν ἡ πρώτη Μωϋσέως ἦν ἡ σύγγονος σκιρτῶσα καὶ δονοῦσα τῇ χειρὶ αὐτῆς τὸ τύμπανον ὃ καὶ πρώην ἐπέφερε,
42.11.5 καὶ ὥσπερ ἄλλην ἐρυ[θρὰν διελ]θοῦσά μου τὰ δώματα τερπνῶς ἐτυμπάν[ιζεν· ‘Ἄι]σωμεν τῷ Θεῷ ἡμῶν·ἐνδόξως γὰρ δεδόξασται· [τὸν Ἅι]δην ἐδαφίσας ἀνέστη ὁ Κύριος.’
42.12.1
Ὢ τοιούτων κακῶν μία νύξ μήτηρ καὶ τοσούτων δεινῶν [πατὴρ] εἷς ὄρθρος·ἡ μὲν ἔτεκεν, ὁ δὲ φθάσας προστέθεικε τ[ῷ ἄλ]γει μου ὄνομα· ἀνάστασιν καλοῦσι τὴν ἡμέραν μ[ου τῆς] πτώσεως,πανήγυριν τελοῦσι τὸν καιρὸν τῆς ἀπωλεί[ας] μου· οἴμοι οἴμοι, τί ἔπαθον."
42.12.5 Τοιαῦτα Ἅιδης πρὸς ἐ[μὲ] ἐρωτήσαντα ἐφώνησεν,οὐ ῥήμασι πείσας με, ἀλλὰ πράγμασι δείξας μοι ὅτι γυμνὸν καὶ ἔρημον παντόθεν [αὐ]τὸν δείξας ἀνέστη ὁ Κύριος.
42.13.1 Μετὰ δὲ τοιαῦτα καὶ τοσαῦτα, ὡς εὗρον τούς φυλάξαντας τὸ μνῆμα,εἰς ἐρώτησιν ἐκινήθην, καὶ ἐπείγο[μαι] πληρῶσαι ἃ πρόειπον. Μηδεὶς οὖν ὡς ληροῦντα ἢ [παρὰ] καιρόν τι λέγοντα ἡγήσηταί με, φίλοι· ἀναγκαῖον γὰρ ἐνόμισα ἀποδοῦναι ἃ ὤφειλον.
42.13.5 "Εἴπατε οὖν μοι καὶ ὑμεῖς, [στρα]τιῶται ληρωδέστατοι,τί ἦν τὸ γενόμενον; Τίς τὸν λίθ[ον] ἐκύλισε καὶ τὸν νεκρὸν ἐσύλησε καὶ εἶπεν μετὰ ταῦτα· ’Ἀνέστη ὁ Κύριος’;"
42.14.1 Ἀλλ᾿ ἀκούσαντες ταῦτα οἱ τηροῦντες τὸ μνημεῖόν ποτε [τοῦ] ἀθανάτου ἀπεκρίθησαν οὐ φωνῇ μοι ὁμιλήσαντες, φυγῇ δὲ δηλώσαντες· "Τί βλέπεις ἡμᾶς, ἄνερ, εἰρηνεύοντας ἢ φεύγοντας;Ἐκ τούτου οὖν ἐννόει ὅτι πάντως κατεπλάγημεν· οὐ γὰρ ὅτι ἐκλάπημεν·
42.14.5 οὐ γὰρ παρέσχε νυσταγμὸν ὁ καθεὶς ἡμῶν τοῖς ὄμμασιν,οὐ ταῖς φρεσὶ θάμβημα, ἀλλὰ πάντες ἐγρήγοροι,πάντες ἀεὶ ἐφυλάττομεν κα[ὶ ][οὐ]κ οἴδαμεν πῶς ἄφνω ἀνέστη ὁ Κύριος.
42.15.1 – Νῦν ἐμοὶ ἀπαράδεκτον τὸ ῥῆμα ὅ φατε, οἱ φυλάττοντες τὸ μνῆμα,καὶ οὐ πείθομαι ὅτι πάντως ἠγνοήσατε Χριστοῦ [τὴν] ἀνάστασιν· οἱ πάντα πανταχόθεν πρὸς ἀσφάλειαν π[οιή]σαντες,πῶς εἴχετε μὴ γνῶναι τί γεγόνει ὁ τηρούμενος; Ὡς οὖν γνόντες σημάνατε.
42.15.5 – Οὐδεὶς ἰσχύει ἀκριβῶς ἅπ[ερ θέλεις] ἀπαγγεῖλαί σοι,φησί μοι οἱ φύλακες, οὐδὲ εἷς τῶν ἐν [σώματι],ἀλλ᾿ οὐδὲ ὁ ἀσώματος ὁ ἐν τῷ τάφῳ λέξας· ’Ἀνέστη ὁ Κύριος.’
42.16.1
[Ὅπερ οἴδ]αμεν, τοῦτο καὶ δηλοῦμεν· κἂν ἡμεῖς γὰρ αὐτὰ νῦν σιωπῶμεν,οἱ λίθοι κράξουσι καὶ ἐλέγξουσι τὴν πώρωσιν [ἡμῶ]ν καὶ τὴν τύφλωσιν. Τὴν ὥραν μὲν ἐκείνην τῆς ἐγέρ[σεω]ς οὐκ οἴδαμεν,ἐκ ταύτης δὲ τῆς ὥρας ἃ ὑπέστημεν γνω[ρίζο]μεν· ἀλλ᾿ ἀνάσχου καὶ ἄκουσον.
42.16.5
Ἐπαγρυπνοῦντες τῇ τα[φῇ καὶ] σκοποῦντες μή τι γένηται, ἐξάπινα βλέπομεν πυ[ραυγ]εῖς χεῖρας ἕλκοντας τὸν λίθον ἐκ τοῦ μνήματος καὶ [στό]μα λαλοῦν ταῦτα· ’Ἀνέστη ὁ Κύριος.’
42.17.1
[Ὑπ᾿ ἐ]κείνου ὁ λίθος ἐκυλίσθη καὶ ἡμῶν πᾶς ὁ τόνος ἐξελύθη,[καὶ οὐ]δὲν ἡμῖν ὑπελείφθη πρὸς βοήθειαν, οὐ ῥῆμα, οὐ νόημα· [νεκρ]οὶ γὰρ ἦμεν πάντες οἱ νεκρόν ποτε φυλάσσοντες,καὶ πᾶ[σα ἡ] σοφία κατεπόθη ἡμῶν ἄθροον θεωρούντων τὸ δρώμε[νον]·
42.17.5 φωτοειδὴς γὰρ ἡ μορφὴ τοῦ τὸν λίθον ἐκκυλίσαντος ἡμῖν [ἐπ]εφαίνετο, καὶ θυμὸν ἐπεφέρετο τῇ γῇ, ὥσπερ θυμούμενος [τοῖς μὴ] ὁμολογοῦσιν· ’Ἀνέστη ὁ Κύριος.’
42.18.1
[Ἅπερ θέ]λεις μαθεῖν ἵνα θαυμάσῃς, γυναιξὶ προσιτὸς ἦν [ὁ τοι]οῦτος καὶ ἀπρόσιτος τοῖς ἀθλίοις ἡμῖν γέγονεν ἐκεῖνος [ὁ πύρι]νος· ἐκείναις συνωμίλει καὶ ἡμῖν ἠπείλει θάνατον,[ἐκείνα]ς ἐκραταίου καὶ ἡμᾶς τῷ φόβῳ ἔκαμπτεν καὶ [προ]τρέχων κατέθαπτε·
42.18.5 πρὸς τὰς γυναῖκας ἱλαρός, πρὸς ἡ[μᾶς] δὲ [σο]βαρώτερος ἐξαίφνης ἐγένετο, καὶ ἡμᾶς μὲν ἐνέ[κρως]ε,ἐκείνας δὲ ἐνεύρωσε βοήσας· ‘Μὴ φοβεῖσθε, ἀνέστη ὁ Κύριος.’
42.19.1
[Ἱσταμ]ένων δὲ τότε τῶν θηλείων καὶ σοφῶς ἐμβλεπόντων [τῷ] σπηλαίῳ,ἀπεκρίνατο πρὸς ἐκείνας ὁ ἀσώματος· ‘Ἠ[γέρθη] ὃν θέλετε· εἰ δ᾿ ἔτι ἀπιστεῖτε καὶ ὡς φάσμα με νομίζετε,[ἐμοὶ] ἀκολουθεῖτε καὶ τὸν τόπον θεωρήσατε ὅπου ἔκειτ[ο ὁ] Κύριος.’
42.19.5 Τούτων ἔνδον εἰσελθουσῶν, τότε καὶ ἡμεῖς ἐφύγομεν καὶ [ταῦτ]α ἐφήσαμεν· Ἑἰ ὁ δοῦλος ἐλήλυθε καὶ γῆν πάντων ἐς[άλ]ευσε, τί ἆρά γε ποιήσας ἀνέστη ὁ Κύριος;’
42.20.1 Νῦν οὖν, ἄνθρωπε, μὴ ἐγκαταλέξῃς σεαυτὸν τοῖς [παρά]φροσιν ἐκείνοις καὶ πεισθῇς ἡμῖν ψευδομένοις ὅτι κέκλεπται Χριστὸς κα[ὶ ο]ὐκ ἐγήγερται· χρυσός ἐστιν ὁ [πείσας] ἡμᾶς κρύψαι τὴν ἀλήθειαν,χρυσὸς ὁ πάντα τρέπ[ων] ἅπερ θέλουσιν ὡς θέλουσιν οἱ ἐν τούτῳ καυχώμενοι·
42.20.5 [διὸ] πραθέντες ἀκριβῶς καὶ γενόμενοι τοῦ λήμματος, τὸ ῥῆμα τοῦ κλέμματος παρὰ πᾶσιν ἡπλώσαμεν,[κα]θάπερ ἠγοράσθημεν μὴ λέγειν ὅτι ὄντως ἀνέστη ὁ Κύριος."
42.21.1
Ὁ μὲν Ἅιδης τοιαῦτά μοι προεῖπεν, οἱ δὲ φύλακες [παραυ]τὰ τοσαῦτα ἐπιτέθεικαν ὡς σφραγῖδα οἷς ἐλάλης[εν] ἐκεῖνος ὁ ἄπληστος.
Ἐγὼ δὲ ἐκ τῶν δύο τὸ ζητούμε[νον ἐ]θέρισα καὶ ψεύστων ἀπὸ ζεύγλης τὴν ἀλήθειαν ἐτρ[ύγησα]· διὰ τοῦτο καὶ γέγηθα
42.21.5
ὅτι ὃ εἶπεν ὁ Σαμψὼν πρὸ το[σού]των χρόνων πρόβλημα ἐγὼ νῦν ἐγνώρισα· ἀπὸ [Ἅιδου] ἐσθίοντος καὶ ἀπὸ ἰσχυροῦ στρατοῦ ἐξῆλθε γλυκύ ῥῆ[μα]· ἀνέστη ὁ Κύριος.
42.22.1 Σύ οὖν, ἄναρχε, τέλος [ὁ] μὴ ἔχων, ποιητὰ καὶ Θεὲ τῆς [ἀληθεί]ας,ὁ τὸν θάνατον θανατώσας, τὸν δὲ ἄνθρωπον ποιήσας [ἀ]θάνατον, ἐν τῇ ἐσχάτῃ ὥρᾳ ὅταν ἔρχῃ ἀναστῆσαί [με] – ἐλεύσῃ γάρ, σωτήρ μου, οὐχ ὡς ἄρτι ἐκ τοῦ μνήματος, ἀλλ᾿ [ἐκ] τοῦ στερεώματος – ,
42.22.5 διὸ καὶ τότε ἑαυτὸν βλέπων ἐν [ἐμοί], φιλάνθρωπε, – φιλῶν σε γὰρ ἔχω σε – , μὴ οὖν κρίνῃς με δέ[ομαι],ἵν᾿ εἴπω· "Οὐκ εἰς κόλασιν, ἀλλ᾿ εἰς τὸ ῥύσασθαί με ἀνέστη ὁ Κύριος.»
43 (XXVIII). Воскресение Христово (кондак 4 (V))
43.t.1
Ἕ τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος εἰς τὸ πάθος]
ἦ χος πλάγιος βʹ, ἰδιόμελον.
Προοίμιον
43.pro.1 Τὸν σὸν ἑκούσιον θάνατον ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε καὶ μόνε τῶν ὅλων Θεέ·σύ γὰρ ἐν τῇ [σε]πτῇ σου ἐγέρσει πάντας ἀνεκαλέσω, οἰκτίρμων,
43.pro.5 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον.
43.1.1 Τὸ μυστήριον τῆς σῆς οἰκονομίας, ὦ σωτὴρ ἡμῶν, ἄφραστόν ἐστιν, ἀκατάληπτον,ὡς μεμένηκας ὁμοούσιος τῷ Πατρὶ καὶ ἡμῖν· ἀλλὰ ἵνα σαφῶς ἕνα ἐξ ἀμφοῖν ἀσυγχύτως νοήσωμεν,
43.1.5 [ἔμει]νας ὃ ἦς, γέγονας ὃ οὐχ ὑπῆρχες, ἐκ παρθένου ἀφθόρου σαρκωθεὶς δι᾿ ἡμᾶς ὡς ἡμεῖς ἁμαρτίας ἐκτός· καὶ Θεὸς ὢν ἀληθείᾳ κα[ὶ ἄ]νθρωπος οὐ φαντασίᾳ εἷς ὁ αὐτὸς κατ[εδέ]ξω τὸ πάθος οἰκονομίᾳ,ἵνα τῶν παθῶν δώσῃς [τοῖς βροτοῖς] ἐλευθερίαν,
43.1.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.2.1
[Ὁ] ποιήσας τὰ πάντα προστάγματι, ἐπὶ γῆς ὤφθης γενέτου μένων ἀμέριστος·οὐκ ἀρχὴν γὰρ θεότητος κέκτησαι [οὔτε] χρόνῳ τινὶ ἐποιήθης αὐτός, ἀλλὰ σύν Πατρὶ διαμένεις [προ]άναρχος· 43.2.5 οὐ γὰρ κτίσμα εἶ, ἀλλὰ ὑπάρχεις γέννημα, [συνα]ΐδιος Λόγος ἀεὶ τῷ γεννήσαντί σε ὁμοούσιος.
Ὅθεν ἐν μίᾳ οὐσίᾳ ἅμα Πατρὶ καὶ τῷ Πνεύματι ὑπὸ πιστῶν καταγγέλλῃ [ὡς] ἀμερὴς ἐν τριάδι,εἰ καὶ τὸ κατὰ σάρκα σταυρωθῆναι κατεδέξω
43.2.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.3.1
[Ὑ]ϊὸς τῇ ἀνάρχῳ θεότητι τοῦ Πατρὸς πέλων γέγονας θέλων καὶ ἄνθρωπος·τὴν μὲν θείαν οὐσίαν οὐκ ἔτρεψας ἐκ μητρὸς προσλαβὼν τὴν τοῦ δούλου μορφήν, εἷς μονογενὴς ὑπὸ πάντων δηλούμενος·
43.3.5 ἄκτιστος μὲν γὰρ ὡς ἀκατάληπτος Λόγος, ἀλλὰ [κτ]ίσμα σαρκὶ θεαθεὶς διὰ γένος βροτῶν τῇ τοῦ δούλου μορφῇ· ἄνω ἀόρατος, γέγονας κάτω ὁρώμενος πᾶσι· σωματικῶς δὲ τὸ πάθος ὑπὲρ ἡμῶν κατεδέξω [⏑⏑- ⏑⏑-⏑ ⏑⏑-⏑ ⏑⏑-⏑]
43.3.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.4.1 [Τὸν] αὐτὸν οὖν Χριστὸν ἐπιστάμεθα ὑϊὸν ἕνα, ἅμα Θεόν τε καὶ ἄνθρωπον,τῇ ἀνάρχῳ μὲν φύσει ἀθάνατον, ὑπομείναντα δὲ θάνατον τῇ σαρκί· πᾶν γὰρ ὑλικὸν τὰ βροτῶν ὑποδέχεται,
43.4.5
ἃ καὶ δεῖ εἰπεῖν ὕβρεις καὶ ταλαιπωρίας, ἐμπαιγμούς τε λοιπὸν καὶ πληγάς· ἀπαθὲς δὲ ὑπάρχει τὸ ἄκτιστον. Οὕτως πιστεύων, [ὦ] ἄνθρωπε, οὐδέποτε ἁμαρτήσεις, σωματικῶς σταυρωθέντα τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον·οὔτε γὰρ διαιρεῖται † ἡ τῶν φύσεων ἑνότης †,
43.4.10 ὁ λύσας [τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.5.1 Ἀγνοήσας σε κτίστην τῶν ὅλων τὸ κτιστὸν λαβόντα, δόλον Ἰούδας ἐξειργάσατο καὶ φιλάργυρον τρόπον κτησάμενος τοῖς ἀνόμοις πωλεῖ τὸν καλὸν θησαυρόν, θείαν δὲ βουλὴν ἀποκρύπτειν οὐκ ἴσχυσε·
43.5.5 σῶμα γὰρ τὸ σὸν μεταλαμβάνων εἰς βρῶσιν τῷ θανάτῳ εὐθύς προδιδοῖ, ἀλλ᾿ οὐκ ἔλαθέ σε τὸν γνώστην τῶν κρυπτῶν, καὶ ἐλεγχθεὶς οὐκ ᾐδέσθη γνώμην ὡς πλάνος προφέρων, μᾶλλον δὲ ῥέπων πρὸς φόνον τούς ἀπειθεῖς προσκαλεῖται· ὅθεν φίλτρῳ δολίως ἐξεδόθης πρὸς τὸ πάθος,
43.5.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.6.1 Παρανόμων ἀπάνθρωπα πλήθη ἀσεβῶς τελοῦντα ἄδικον τόλμαν ἐνεδείξαντο,καὶ ῥαπίζοντες πρόσωπον ἄχραντον ὑστεροῦνται εὐθύς τῆς ἀρχαίας τιμῆς, [λόγους] προφητῶν οὐδαμῶς ἐπιστά #956;ενοι.
43.6.5
Ὢ τῆς δυσμενοῦς, ὢ ἀσυνέτου πωρώσεως· ὡς φησὶν Ἡσαΐας ποτὲ διελέγχ[ων αὐ]τῶν τὸ ἀσύγγνωστον, ἀποφθεγγόμενος· "Ἥξει ἐπὶ σφαγὴν [τὸ] ἀρνίον, ὃς οὐκ ἀνοίγει τὸ στόμα ἐν τῇ αὐτοῦ ταπεινώσει [ὅ]πως ἄρας τὴν κρίσιν χορηγήσῃ εὐσπλαγχνίαν»,
43.6.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.7.1
Ἐπὶ τούτοις δὲ μᾶλλον οἱ ἄνομοι ἰοβόλῳ γνώμῃ ἄδικα [πράτ]τειν ἐβουλεύσαντο·διεσχίσθησαν καὶ οὐ κατενύγησαν [οἱ πολ]λάκις πολλὰ εὑρηκότες καλά, πρότερον τρυφὴν ἐν [ἐρ]ήμῳ κτησάμενοι· 43.7.5 νόμον δὲ τιμᾶν διὰ τῶν ἔργων δοκοῦντες, τὸν τοῦ νόμου αὐτῶν πληρωτὴν σταυρωθῆναι σαρκὶ παρ[αδέ]δωκαν, τὸν διαλάμψαντα χάριν βλάσφημον λέγειν [τολ]μῶντες, τὸν τούς νεκρούς ἀνιστῶντα ἔνοχον εἶναι θανά[του],ὅτι πάθος μανίας διελέγχει μακροθύμως
43.7.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.8.1
Ἰησοῦ τοῦ Ναυῆ πολεμοῦντος ἐναντίων πόλεις, ὦ Ἰουδαῖ[ε, συ]νεβάδιζες,θεωρῶν ἐκχεόμενα αἵματα καὶ δυνά[στων] πολλῶν πρὸς τὸ ἔδαφος τείχη ὀχυρὰ καταπτώσει τυγ[χά]νοντα·
43.8.5
ἦλθεν Ἰησοῦς, τὸ τῆς παρθένου βλάστημα, ἐν σαρ[κὶ] τοῖς ἀνθρώποις φανεὶς καὶ ζωὴν τοῖς θανοῦσι δωρούμενος· καὶ νῦν τὸν σὸν εὐεργέτην ὅλως ἀχάριστος πέλων κ[αθυ]ποβάλλεις Πιλάτῳ, ἀξιῶν τοῦ σταυρωθῆναι·ἀλλὰ θέλων σταυρ[οῦται] ἵνα σώσῃ τούς φθαρέντας
43.8.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.9.1 Νόμον θεῖον φυλάττειν ἐνόμιζε παρανόμων πλῆθος [καὶ κα]τακρίνει τὸν νόμου ποιητήν·τῷ Πιλάτῳ γὰρ ἔκραζεν· "[Σταύ]ρωσον τὸν ἀεὶ βεβηλοῦντα τὸ σάββατον καὶ τοῦ Μωϋσῆ [τὰς] φωνὰς παρατρέψαντα."
43.9.5
Ὢ τῆς ἀναιδοῦς καὶ ἀπανθρώπου πράξεως· οὐκ αἰδοῦνται ἐκδοῦναι σταυρῷ ὃν προφῆται σαφῶς [προηγό]ρευσαν· ἀλλ᾿ ὡς μακρόθυμος φέρων τὰς τῶν ἀπί[στων ἐν]νοίας σωματικῶς θανατοῦται, ἵνα τὸν κόσμον [λυτρώς]ῃ,ἄφεσιν ὑπογράφων τῷ πεσόντι πρωτοπλάστῳ
43.9.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.10.1
[Ὅτε δὲ] κατὰ σάρκα ἐσταύρωσαν προσηλώσαντες ξύλῳ τὸν [πόλο]ν καὶ γαῖαν πλαστουργήσαντα,θεωρῶν ἐσκοτίζετο [ἥλιος], οὐρανὸς δὲ καλύπτει τὰ ὄμματα, ὅμοιος νυκτὶ ὁ αἰ[θὴρ] ἀπεδείκνυτο·
43.10.5 φόβου ἐκτομὴ πέτρας εὐθέως διέρρη[ξε]· καταπέτασμα δὲ μυστικὸν διεσχίσθη εἰς μέσον ἔνδον τοῦ [ναοῦ]· καὶ τῶν ἀπίστων ὁ δῆμος βλέπων οὐδὲν κατενύγη, [ἀλλὰ] προσέφερον λόγους ἀσυνέτους βοῶντες·"Εἰ υἱὸς Θεοῦ πέλει, [ἑαυτ]ὸν ἐλευθερώσει
43.10.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον].»
43.11.1
[Ὑψω]θέντα ὁρῶν τὸν φιλάνθρωπον ὁ κακοῦργος τότε ὃς προσηλώθη [εὐώ]νυμος αὐτῷ καὶ αὐτὸς τοῖς κακούργοις συνέπραττε, [βλας]φημῶν εἰς Χριστὸν καὶ λέγων τὰ αὐτῶν· ὅμως παρευθύς [διελέγ]χοντα ἔβλεπε
43.11.5 τὸν ἐκ δεξιῶν οὕτως φθεγγόμενον τότε· "[Βλασφημεῖς] καὶ τολμᾷς ἀτεθεῖν σταυρωθέντα κριτήν, ὦ κατάκριτε; Σύ μὲν δικαίως κολάζει, ὥσπερ κἀγώ, ἐκ τῶν ἔργων, αὐτὸς δὲ πάσχει [θελή]σει ἵνα τὰ πάθη συντρίψῃκαὶ κουφίσῃ τοῦ ἄλγους τὸν [πληγ]έντα παραβάσει
43.11.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον]."
43.12.1
[Ῥιζω]θεὶς πρὸς τελείαν διόρθωσιν, ὁ ποτὲ κακοῦργος ῥῆμα συμ[φέ]ρον ἐφθέγξατο·τὸν βουλήσει τὸ πάθος ἑλόμενον ἐπιγνούς [ἀπα]θῆ τῇ θεότητι, ἔφη πρὸς αὐτόν· "Ἱκετεύω μὴ ἐάσῃς με·
43.12.5
ὅτε [γηγ]ενῶν δημοσιεύσεις τὰς πράξεις, μὴ μνησθῇς τῶν ἐμῶν [πον]ηρῶν ὧν ἐτέλουν ἐγὼ ἐν τῷ βίῳ τὸ πρίν, ἀλλὰ ὡς νῦν συν[αλ]γεῖς μοι, ὄφθητι τότε συμπάσχων καὶ ἐν τῇ σῇ βασιλείᾳ μνήσθητί μου ὡς οἰκτίρμων διὰ τοῦτο γὰρ θνῄσκεις, ἁμαρτήσαντας οἰκτεῖραι,
43.12.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον]."
43.13.1
[Ὢ δει]νῆς διαβόλου πωρώσεως, ὢ ἀπίστων γνώμης· οἱ τὰ [ἐνα]ντία φρονοῦντες τῶν γραφῶν τὴν ἀλήθειαν γὰρ ἀποκρύπτουσι διαφόρους ὁδούς ἐφευρίσκοντες· ἕνα ὑϊὸν τὸν Χριστὸν μὴ γινώσκοντες
43.13.5 θέλουσί τινες τὴν θείαν οὐσίαν μερίζειν [καὶ] βροτὸν ὀνομάζειν ψιλὸν τὸν ὀφθέντα ἐν κόσμῳ [σαρ]κὶ δι᾿ ἡμᾶς· ἀλλὰ Θεὸς ἐπεγνώς[θη] φ[ύσει] ἀθάνατος μένων, εἰ καὶ βροτὸς ἐθεάθη δούλου μο[ρφὴν] ἐπιφέρων·θέλων γὰρ ἐσταυρώθη ἵνα τὴν φθορὰν νε[κρώσῃ]
43.13.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.14.1 Μέγα πέλει ἐν κόσμῳ μυστήριον τὸ τῆς σῆς παρουσίας, ὃ βλασφημοῦσιν Ἀρείου μαθηταί,ὅτι σὲ τὸν Πατρὶ ὁμ[οούσι]ον ποιητὸν καὶ κτιστὸν καταγγέλλουσι, λόγους γραφ[ικούς] κακεμφάτως τιθέμενοι.
43.14.5 Λάβε κατὰ νοῦν – ὢ δυς[με]νοῦς πωρώσεως – , εἴπερ κτίσμα τὸν κτίστην καλεῖς [καὶ] Θεὸν ληρωδεῖς πλασθέντα ἐκ Θεοῦ, θεοποιεῖς καὶ ἀγγέλους [τούς] ἐξ ἀΰλου οὐσίας· ἀλλὰ καὶ χρόνος ὑπάρχει ὅτε οὐκ ἦ[σαν] ἐκεῖνοι·μόνος ἄχρονος πέλει τοῦ γεννήτορος ὁ λόγος
43.14.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.15.1 Ἀναπτύξας Χριστοῦ τὴν ἀνάστασιν, ἐξ αὐτῆς γνῶθι πῶς τῇ Μαρίᾳ ἐφάνη ἐγερθεὶς καὶ φησί· "Μή μου ἅπτου, ὦ γύναιον, μὴ ἐγγίσῃς σαρκὶ τῇ παθούσῃ σταυρόν· οὔπω γὰρ αὐτὴν ἐν [ὑψί]στοις ἀνήγαγον·
43.15.5 σπεῦσον οὖν ταχύ τοῖς μαθηταῖς μου [κηρῦ]ξαι ὅτι ἤδη πορεύομαι νῦν πρὸς πατέρα ἐμὸν καὶ πατέρα ὑμ[ῶν], πατέρ[α ὑ]μῶν κατὰ χάριν, πατέρ[α ἐ]μὸν κατὰ φύσιν· οὔτε γὰρ [χρό]νος ὑπάρχει ὅτε ἐγὼ οὐχ ὑπῆρχον,ἀλλὰ σύν τῷ πατρί μου [καὶ] τῷ πνεύματι τιμῶμαι
43.15.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον]."
43.16.1 Νευρωθέντες τοῦ Παύλου τοῖς ῥήμασιν οἱ πικρῶς νοοῦντες καὶ κακοτρόπως ἑρμηνεύοντες ἐπουράνιον σάρκα σημαίνουσι προσλαβόντα Χριστὸν καὶ οὐχὶ ἐκ μητρός· "Οἷος γάρ, φησίν, ἔστιν ὁ ἐπουράνιος,
43.16.5 τοιοῦτοί εἰσιν οἱ ἐπουράνιοι πάντες.» Ἀλλὰ γνῶθι, κακῶν ἐραστά, τούς δικαίους ὁποῖοι γεγόνασιν· ὁ Ἀβραὰμ ὁ προπάτωρ, αἱρετικέ, τί δοκεῖ σοι ὁ γεννηθεὶς ἐκ τοῦ Θάρρα κα[ὶ ο]ὐκ ἐλθὼν ἐκ τῶν ὑψίστων;Λέγει δὲ οὐρανίους οὓς ἡγίασεν ὁ πλάστης
43.16.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.17.1
Ὅτε ἔλαμψας κόσμῳ τὴν ἔγερσιν ἀναστὰς σῇ δυνάμει, ὁ πάντας ζωώσας τῇ θεότητι,ὁ ἀρχέκακος ὄφις ὠδύρετο τῷ Θανάτῳ βοῶν· "Νῦν ἡττήθημεν· ἕνα γὰρ [λαβόντες] τῶν πολλῶν ἐστερήθημεν·
43.17.5 ἄνθρωπον ψιλὸν εἶναι αὐτὸν [ὑπενόουν], καὶ οὐκ ᾔδειν ὁ τάλας ἐγὼ ὅτι κρύπτει τὴν φύ[σιν] τὴν ἄναρχον
ἵνα ἐμὲ πολεμήσῃ ἃ ἐξ ἐμοῦ ὑπομέ[νει]. [Τί] μοι καὶ ὄξος σκευάσαι μετὰ χολῆς μεμιγμένον καὶ [Πιλᾶ]τον κινῆσαι ἵνα θάνῃ ἐπὶ ξύλου
43.17.10 ὁ λύσας τοῦ Βελίαρ τὰ [βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον];
43.18.1
– [Ὑπὸ] σοῦ ταῦτα πάντα ὑφίσταμαι, ὅτι σύ ἡ αἰτία ταύτης [τῆς] ἥττης ἡμῖν γέγονας»,πρὸς τὸν δόλιον ὄφιν ὁ Θάνατος· "[διὰ σοῦ] βασιλείας ἐστέρημαι· εἶπον ἐξ ἀρχῆς· ‘Μὴ ἐνέγκῃς [μοι τὸν] Χριστόν·
43.18.5 ἔγνων γὰρ σαφῶς τὴν ἐν αὐτῷ οὖσαν δύναμιν [διὰ] τῆς Ἰαείρου παιδὸς ἣ ἐκ μόνης φωνῆς ἥρπασεν ἀπ᾿ ἐ[μοῦ], ἀλλὰ καὶ Λάζαρον πάλιν ἥλκυσεν ἐκ τῶν δεσμῶν μου· [εἰ οὖν δι᾿] ἔργων τοιαῦτα ἔδρασέ μοι τῷ μελέῳ,πόσῳ διὰ τὴν σάρκα ἣν ἀνέλαβεν ἀτρέπτως
43.18.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον];’
43.19.1
– [Ἀλλ᾿] ἐμοὶ τὸ δεινότερον ἔδρασεν ὁ Μαρίας γόνος», ἔφη τῷ [Ἅι]δῃ ὁ ἀλλότριος,"ὅτι ὅσους ἐγὼ ἐταπείνωσα καὶ ἐν νόσοις [πικρ]αῖς παραδέδωκα, τούτους ὑγιεῖς τῷ προστάγματι [ἔδει]ξε·
43.19.5 πῆρον ἐκ μητρὸς βλέπων ἐγὼ κατεγέλων, καὶ ἐλθὼν [ἵν]α ἴδῃ αὐτὸν ἀνατέλλει εὐθύς τῇ φωνῇ φωτισμόν· ἀλλὰ ὑπέλαβον ὅτι, ἐὰν αὐτὸν θανατώσω, ἐκ τοῦ λοιποῦ καταδήσω [οὓ]ς ἐμαστίγωσα πρώην,καὶ οὐκ ᾔδειν ὁ τάλας ὅτι παύει μου τὸ κράτος
43.19.10 ὁ λύ[σας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.20.1
– [Ἰο]βούλευτε ὄφι, τί ἔδρασας, ὦ τρικέφαλε δράκον; Ἤκουσα γάρ σου καὶ ἡττήθην ἐγώ»,πρὸς τὸν πλάνον ὁ Ἅιδης ἀντέλεγε· "θρηνῳδοῦμεν πικρῶς οἱ ἀμφότεροι, ὅτι κατελθὼν τῆς γαστρός μου καθήψατο·
43.20.5
ὅθεν ἐξεμέσω οὕσπερ κατέπιον πρώην· ἀλλὰ θρήνησον νῦν σύν ἐμοί· τῆς γὰρ δόξης κοινῶς ἐστερήθημεν· ὁ γὰρ Ἀδὰμ ἐλυτρώθη ἐκ τῶν προτέρων δεσμῶν μου, ὁ δὲ προφήτης κραυγάζει· ‘Ποῦ σου, Ἅιδη, τὸ νῖκος;’Γήθεται καὶ ἡ Εὔα ὅτι ἔσωσεν ἐκείνην
43.20.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.21.1 [Ν]εκρωθεὶς ὁ Χριστός, ὡς ὑπέλαβον, τοῖς νεκροῖς συνήφθη· ὅμως οὐκ ἔγνων τὰ συμβαίνοντά μοι·ἀλλὰ νῦν εἰς αἰσχύνην καθέστηκα καὶ βροτοῖς ἀπεδείχθην εἰς γέλωτα. Τί οὖν ὠφελῶ ἐγκαλῶν σοι, ὁμόψυχε;
43.21.5
Ὅλως ἡττηθεὶς τί καὶ τα[ράττομαι] μάτην; Ἀλλὰ ἄφες εἰδέναι ἡμᾶς ὅτι κράτου[ς ἐκτὸς ἐ]γενόμεθα· τὸ γὰρ τῆς γνώσεως πρέμνον θάν[ατον ἔφε]ρε κόσμῳ, τὸ δὲ τῆς θνήσεως ξύλον πᾶσιν ἀνάς[τασις] ὤφθη·τὰ ἐμὰ ταμιεῖα ἀπορεῖν παρασκευάζει
43.21.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον]."
43.22.1
Ὁ μὲν Θάνατος ταῦτα ἐφθέγξατο, διελέγχων τὸν π[λά]νον ὅσα ἐν βίῳ ἀπετέλεσεν·ἀμφοτέροις μὲν ἧττα[ν εἰρ]γάσατο ὁ παγεὶς ἐπὶ γῆς πολύτιμος σταυρός· ξύλον τῆς ζ[ωῆς] τοῖς ἀνθρώποις δεδήλωται,
43.22.5
ὅπου ὁ καρπὸς τῶν ἀγαθῶν [προ]σηλώθη ἵνα θνῄσκων ἀνθήσῃ βροτοῖς ἐκ τῶν κάτ[ω λει]μώνων ἀνάστασιν ὁ ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἐκ Δαυὶδ κατὰ σάρκα, ὁ σύν Πατρὶ διαμένων καὶ ἐκ Μαρίας βλαστήσα[ς]πάντων εἰς σωτηρίαν καὶ ἀπόγνωσιν ἀπίστων,
43.22.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.23.1 Στεναγμοῖς ἐθρηνῴδει ὁ δόλιος καὶ πολέμιος δράκων [ἅ]περ ὑπέστη ἐξ ἀρχῆς δι᾿ Ἀδάμ,"Ὅτε ἔπλασε, λέγων, τὸν [ἄνθρωπον] ἀπὸ γῆς ὁ Θεὸς καὶ προσέταξεν ἅπασιν ἡμῖν ὡς προγ[νώ]στης καὶ κύριος,
43.23.5 ’Δεῦτε, ἐκβοῶν, πᾶσαι ὁμοῦ αἱ δυνάμεις, προσκυνήσατε πάντες νυνὶ τὴν εἰκόνα μου ἥνπερ ἐποίησα’, καὶ δὴ ἀπέδρασα τότε ὡς μὴ βουλόμενος τοῦτον ἐγὼ κτίσμα γεγονότα, μὴ θέλων τοῦ προσκυνῆσαι,καὶ οὐκ [ᾔ]δειν ὁ τλήμων ὅτι σῴζει τὸν φθαρέντα
43.23.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον]."
43.24.1
[Ἐπιμένων ὁ Ἅιδης τοῖς ῥήμασιν ἀνεβόησε φόβῳ· "Θάνατε, δεῦρο θεασώμεθα πῶς τὸ φῶς τοῖς ἐν σκότει ἐξέλαμψε καὶ ἐφώτισε νῦν τὰ κάτω ἡμῶν καὶ τούς ἐξ Ἀδὰμ ἐκ τῶν τάφων ἀνέστησε·
43.24.5 δεῦρο σύν ἐμοὶ καὶ φυλακίσωμεν τοῦτον τὸν ἐλθόντα ὀλέσαι ἡμᾶς καὶ σύν τούτῳ κριθῆναι σπουδάσωμεν.» Ταῦτα φθεγγόμενος τότε τρέχει ὁ ἄδικος Ἅιδης καὶ ἐπελάβετο τούτου ἐκ τῆς σαρκὸς τῆς παθούσης·ἄνθρωπον γὰρ ἐδόκει, ἀλλ᾿ ἔστι Θεὸς καὶ Λόγος
43.24.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.25.1
Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ ὕπνου ἐξανίσταται τότε, ἐδέσμει δὲ τούτου τὰς παλάμας σφοδρῶς τοῖς ἐν Ἅιδου κραυγάζων· "Ἀνάστητε [καὶ ⏑-]τες τῷ Ἅιδῃ ἐμπαίζετε λέγοντες αὐτῷ· ‘Ποῦ[ σου, Ἅιδη, τὸ ν]ίκημα;’
43.25.5 Τοῦτον γὰρ ἐγὼ Ταρτάρῳ σειραῖς πα[ραδώσω], ὡς ὑπεύθυνον δὲ τὸν Ἀδὰμ τοῖς ὀφλήμασι πά[ντως π]αρέδωκα· καὶ τὸν αὐχένα πατοῦντες, ‘Νῦν κατεπό[θη, βοᾶ]τε, σύν τῷ Θανάτῳ ὁ Ἅιδης καὶ κατεβλήθη τοῦ κράτ[ους]’·[δ]ι᾿ ὑμᾶς γὰρ ἐφάνην ἐπὶ γῆς ἐνανθρωπήσας
43.25.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.26.1 Σ[⏑ ⏑]ητε οὖν πάντες τοῖς ᾄσμασι καὶ ψαλμοῖς ἐκβοᾶτε· ’[Κεῖσαι] ὁ Ἅιδης ἀδύνατος,καὶ σύ, Θάνατε, ἅμα πεπάτησαι [νῦν ἀνω]φελῆ ἔχων τὴν δύναμιν·πᾶς γὰρ γηγενῶν ἀποφεύγων [δουλώ]σει σε.’"
43.26.5
Ἅιδης δὲ λοιπὸν ἀνταπεκρίθη βοήσας,ὥσπερ ἄναξ [προ]στάττων εὐθύς τοῖς αὐτοῦ ὑπηρέταις, λέγων πρὸς αὐτούς· "[Νῦν] καθορῶντές με ἄρτι πάσχοντα ἄδικον τόλμαν συνδρά[με]τε ὡς δυνάσται, κλείσατε τὰς χαλκᾶς πύλας· βούλεται γὰρ [κρι]θῆναι μετ᾿ ἐμοῦ ὁ ἐκ Μαρίας
43.26.10ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ [Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον]."
43.27.1 [Ταῦ]τα λέξας ὁ Ἅιδης ὁ δείλαιος ἀπεκρίθη εὐθέως πρὸς τὸν Σωτῆρα [καὶ βο]ᾷ πρὸς αὐτόν·"Πάντων νῦν τῶν ἀνθρώπων ἐδέσποζον καὶ τοῦ [γέν]ους Ἀδὰμ ἐκυρίευον·λέγε οὖν ἐμοὶ τίς ὑπάρχεις, ὦ ἄνθρωπε,
43.27.5 πῶς [δὲ] σύ νυνὶ ἐνταῦθα ἐλήλυθας ἄρτι·δῆλόν ἐστιν ὡς ἄνθρωπος εἶ· καὶ γὰρ σῶμα ἀνθρώπινον βλέπω ἐν σοί· καὶ γὰρ ἐμοὶ κτῆμά ἐστι πᾶς [ὢν ἐ]κ γένους ἀνθρώπων· τί οὖν βιάζῃ με ἄρτι ἐληλυθὼς ὑπὲρ πάντων;Ἀλλ᾿ ἀνάστασις πέλεις καὶ ζωὴ τῶν τεθνηκότων
43.27.10 ὁ λύσας τοῦ Βελίαρ [τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον]."
43.28.1
[Ὅ]τε ταῦτα Χριστοῦ ἐπυνθάνετο, παραυτὰ ἐκβοήσας ἔφη τῷ Ἅιδῃ [ὁ] Κύριος·"Συνδικάζομαι σοὶ καὶ συγκρίνομαι· οὐ γὰρ θέλω ἐγὼ τυραννῆσαί ποτε· σύ γὰρ ἀναιδὴς εἶ καὶ κρίματος ἄξιος,
43.28.5 ἀλλ᾿ ὥσπερ [ὁ]ρᾷς, ἄνθρωπος γέγονα ἄρτι· ἀναμάρτητος Λόγος εἰμί, παντοδύναμος κτίστης τῶν ὅλων Θεός· κἂν ὁρατός σοι ὁρῶμαι, οὐ κρίνομαι ὡς δεσπότης, ἀλλ᾿ ὡς Ἀδὰμ ὁ γεώδης λέγω νῦν δίκην μετὰ σοῦ καὶ νικήσας ἐκβάλω σὲ τῆς πρώτης τυραννίδος
43.28.10 ὁ λύσας [τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.29.1 – Παῦσαι, ἄδικε, ἄνομε, δόλιε, τῶν δολίων ῥημάτων», ἔφη τῷ Ἅιδῃ ὁ ἀλλότριος·"μὴ τυράννει λοιπόν, ὦ ταλαίπωρε· τὴν γὰρ γνώμην τὴν τούτου μεμάθηκας, ὥσπερ ἐξ ἀρχῆς τὰ δεινὰ ἡμῖν ἔδρασε·
43.29.5 τί οὖν τὸ λοιπὸν σπεύδεις αὐτὸν λοιδο[ρῆσαι]; Οὐ γὰρ δύνασαι φέρειν αὐτοῦ τὰς ἐννοίας ἃς πᾶσι[ν ἐ]πέδειξεν.
Ὁ γὰρ σταυρὸς τοῦ Σωτῆρος ὄλεθρος ἡμῖν ἐφάνη, [καὶ ἡ ἐν] τούτῳ φυτεία ἐνερριζώθη τῇ κτίσει·στέλεχος ἐγκεν[τρίσας] δι᾿ αὐτοῦ τούς πάντας σῴζει
43.29.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, [τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
Ἄρα ὅπερ καὶ πρώην ὑπέδειξε τῷ Μωσεῖ ὁ δεσπότης [ξύλον] ἐκεῖνο ἤνθησε καθ᾿ ἡμῶν·ἐὰν τοῦτο ἐγνώσθη τ[οῖς ἅ]πασιν, ἡ βουλὴ ἡμῶν νῦν κατεβλήθη σαφῶς· π[άντες] γὰρ αὐτῷ προσδραμόντες εὐφραίνονται.
43.30.5 Εἴθε οὖν [ἐγὼ] μὴ ὑπ᾿ αὐτοῦ ἐζωγρήθην, μὴ τοῖς λόγοις μου τοῖς μι[αροῖς] τὸν Ἰούδαν προδοῦναι ἠνάγκασα καὶ τὸν Πιλᾶτο[ν δικά]σαι καὶ τῷ σταυρῷ παραδοῦναι καὶ τὸ λοιπὸν τυρανν[ῆσαι] κατὰ Χριστοῦ βασιλέως·πάντων γὰρ ἐστερήθην, καὶ τὸ κράτ[ος μου καθεῖλεν]
43.30.10 [ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ Θανάτου τὸ κέντρον].
43.31.1 Θέλω γνῶναί σε, Ἅιδη ὁμόψυχε, ὅτι πάντα ὑπέστη σῶς[αι] θελήσας τὸ γένος τῶν βροτῶν·δι᾿ ἀνθρώπους ὡράθη ὡς [ἄνθρωπος] καὶ ἀνέλαβε σάρκα βουλόμενος, ἵνα τὸν Ἀδὰμ ς[ύν] τῇ Εὔᾳ ζωώσῃ ὡς Θεός."
43.31.5 Ταῦτα θρηνῳδῶν ἔφη Βελίαρ τῷ Ἅιδῃ· "Εἰ μὴ ἔσπευσα κτεῖναι Χριστόν, οὐκ ἂν οὕτως ἡ[μᾶς] ἐνίκησέ ποτε· ἀλλ᾿ ἐσπουδάσαμεν τοῦτον ὥσπερ [θνη]τὸν κατασχεῖν καὶ ἀντιβῆναι ταῖς πύλαις καὶ τοῖς μοχλοῖς ἀσφαλίσαι,καὶ ἡμῶν τὰς ἐννοίας νῦν κατέδησεν ἐκεῖνος
43.31.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος καὶ [Θανάτου τὸ κέντρον].
43.32.1
Ὃ ὑπέστημεν ἄρτι ὡς ἄπειροι ἐννοήσωμεν τοῦτο, πῶς τῷ μνημείῳ ἐπέστησάν τινες πυραυγεῖς μὲν τῇ ὄψει ὁρώμεν[οι] καὶ στολὴν τὴν λευκὴν περιβέβληντο, καὶ ὡς ἀστραπὴν ἐκ χειλέων ἐξέπεμπον,
43.32.5 καὶ τὸν φοβερὸν λίθον ἐκύλισαν τότε καὶ τούς φύλακας πάντας ὁμοῦ ὡς νεκρούς ἐπὶ τάφον ἀνέδειξαν καὶ δὴ γυναῖκες ἐλθοῦσαι εἶδον αὐτούς νεκρωθέντας καὶ ἐν τῷ λίθῳ τούς δύο φυλάττοντας τὸ μνημεῖον λέγοντας αὐταῖς ταῦτα ὅτι ‘ἠγέρθη ἐκ τοῦ τάφου
43.32.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον]’»
43.33.1 [Σφρα]γισθέντες τῷ ξύλῳ σου, δέσποτα, μεγαλύνομεν [-⏑] τὴν σὴν δι᾿ ἀνθρώπους ἐνανθρώπησιν,ἀθανῆ καὶ θνη[τόν σε] γινώσκοντες ὡς Θεὸν καὶ βροτόν, ἕνα ὑϊόν· εἰ γὰρ [καὶ] παθεῖν σαρκικῶς ᾠκονόμησας,
43.33.5
ὅμως ἀμερὴς μέ[νει]ς ἀεὶ ἐν τριάδι· ἀλλ᾿ ἐν πίστει τοιαύτῃ, Σωτήρ, τὴν σὴν ἐκ[κλ]ησίαν κραταίωσον, τὸν δὲ λαόν σου στηρίξας σῶσον [ὡς] μόνος οἰκτίρμων, ἵνα τῇ σῇ ἀναστάσει πάντες ἡμεῖς προσκυνοῦμεν·σύ γὰρ πᾶσι παρέχεις φωτισμόν, ζωὴν καὶ γνῶσιν,
43.33.10 ὁ λύσας τοῦ Βελίαρ τὰ βέλη, τοῦ Ἅιδου τὸ νῖκος [καὶ Θανάτου τὸ κέντρον].]
44 (XXVI). Воскресение Христово (кондак 5 (III)).
44.t.1
Ἕ τερον κοντάκιον ἀναστάσιμον, φέρον ἀκροστιχίδα τήνδε:[ᾠ δὴ Ῥωμανοῦ]
Προοίμιον
44.pro.1 "Τῷ πάθει σου, σωτὴρ ἡμῶν, παθῶν ἠλευθερώθημεν»,Ἀδὰμ ἀνεβόα σοι· καὶ Ἅιδης ἐξεπλήττετο διὰ τῆς ἀναστάσεως.
44.1.1
Ὥσπερ οὐρανοῦ ὑετὸν ἡ γῆ ἀπεκδέχεται, οὕτως ἐν τῷ Ἅιδῃ Ἀδὰμ κρατούμενος ἔμενέν σε τὸν τοῦ κόσμου σωτῆρα καὶ ζωῆς τὸν δοτῆρα καὶ ἔλεγε τῷ Ἅιδῃ· "Τί μέγα φρονεῖς;
44.1.5 Μεῖνόν με, μεῖνον μικρόν, ἵν᾿ ὄψει μετὰ μικρὸν τὸ κράτος σου λυθέντα καὶ ἐμὲ ἀνυψωθέντα. Νῦν με κατέχεις καὶ γένος μου δέσμιον, μετ᾿ ὀλίγον δὲ ὄψει ἀπὸ σοῦ ἐκλυτρωθέντα·δι᾿ ἐμὲ γὰρ ἥξει ὁ Χριστός, καὶ σύ φρίξεις
44.1.10 καὶ τὴν τυραννίδα σου καταλύσει διὰ τῆς ἀναστάσεως. – Δύναμιν τοιαύτην οὐδεὶς οὐδέπω ηὐπόρησε· πάντων γὰρ εἰμὶ βασιλεύς», ὁ Ἅιδης εἶπε τῷ Ἀδάμ."Τίς οὖν ἕτερος ἥξει καὶ ἐμὲ ὑπερέξει καὶ διαδέξηταί μου βασίλειον;
44.2.5 Ἀβραὰμ καὶ Ἰσαὰκ κα[ὶ Ἰ]ακὼβ καὶ Ἰωσὴφ καὶ πάντας τούς προφήτας ἐν τῷ κράτει μου κατέχω· σοῦ δὲ κατάρχω ὡς πάντων πρωτεύοντος· πῶς οὖν ἔρχεσθαι ἔφης τὸν ἐμὲ καταπατοῦντα;Ἆρα τούτων πάντων ἀνώτερός ἐστιν
44.2.10 ἵνα ἐκλυτρώσῃ σε, ὥσπερ ἔφης, διὰ τῆς ἀναστάσεως;"
44.3.1
Ἤκουσε τοῦ Ἅιδου Ἀδὰμ τοιαῦτα κομπάζοντος καὶ εὐθύς φησι πρὸς αὐτὸν ὁ πρωτοπλάστης τῶν βροτῶν·"Ἄκουσόν μου ῥημάτων καὶ μὴ μάτην ἐπαίρου· ἐμὲ γὰρ ὃν κατέχεις οὐ δύνῃ κρατεῖν·
44.3.5 παραδείσου τῆς τρυφῆς διὰ σὲ τὸν δολερὸν ἀπόβλητος ἐδείχθην [καὶ] πρὸς σὲ νῦν κατεπέμφθην· φύλαξ μου πέλεις, οὐ δύνῃ ὀλέσαι με· βασιλέα γὰρ ἔχω ὃς ἐκλύσει σου τὸ κράτος·[βοηθῷ ἀνθρώπων] αὐτῷ ἐστρατεύθην
44.3.10 ἵνα ἀναγάγῃ με ἐν ὑψίστοις διὰ τῆς ἀναστάσεως.
44.4.1
– [Ῥῆξ]αι τὸ χειρόγραφόν σου, οὐδείς σου προΐσταται· ὃν γὰρ σύ καλεῖς βοηθόν, καὶ τούτου ἐγὼ βασιλεύς·λήψομαι γὰρ καὶ τοῦτον ὡς καὶ πάντας ἀνθρώπους· οὐκ ἔστι γάρ μου μείζων οὐδεὶς οὐδαμοῦ.
44.4.5 Μὴ πλανῶ λοιπόν, Ἀδάμ· τί εἰς μάτην κοπιᾷς; Ἐγώ σε ἐντυμβεύω καὶ τοῦ γένους σου κατάρχω·
ὃν σύ νομίζεις ἔχειν ἀντιλήπτορα νῦν σταυρούμενον ὄψει κα[ὶ ὑ]π᾿ ἐμοῦ καταποθέντα.Πῶς οὖν ἔφης ὅτι ἀπ᾿ ἐμοῦ σε λυτροῦται;
44.4.10 Νῦν κρατεῖν τὸ γένος σου προσετάχθην διὰ τῆς ἀναστάσεως.
– Ὥστε καὶ πληγὰς δι᾿ ἐμὲ οὐκ ἂν παραιτήσηται, δεύτερος Ἀδὰμ δι᾿ ἐμὲ γενήσεταί μου ὁ Σωτήρ·τὴν ἐμὴν τιμωρίαν δι᾿ ἐμὲ ὑπενέγκῃ τὴν σάρκα μου φορέσας, καθάπερ κἀγώ·
44.5.5
ὃν Χερουβὶμ οὐχ ὁρᾷ, τούτου νύξουσι πλευρὰν καὶ ὕδωρ ἀναβλύσει καὶ τὸν καύσωνά μου σβέσει·
ὃν σύ νομίζεις κατέχειν ὡς ἄνθρωπον, ὡς βροτὸν καταπίῃς, ὡς Θεὸν δὲ ἐξεμέσεις μετὰ τρεῖς ἡμέρας· οὐ γὰρ δύνῃ φέρειν
44.5.10 ἅσπερ εἰσαγάγῃ σοι τιμωρίας διὰ τῆς ἀναστάσεως."
44.6.1 Μάθωμεν λοιπόν, ἀδελφοί, τί πράττει ὁ Κύριος· ὄξος γὰρ αὐτὸς καὶ χολὴν γευσάμενος ἐν τῷ σταυρῷ ἔφη· "Τέλος ὑπάρχει τῶν ἐμῶν παθημάτων», καὶ κλίνας τὸν αὐχένα ἔδωκε ψυχήν.
44.6.5
Ἥλιος καὶ σελήνη καὶ ἀστέρες οὐρανοῦ, μὴ φέροντες τὴν ὕβριν, κατεκάλυπτον τὸ φέγγος· βουνοὶ καὶ ὄρη φυγὴν ἐμελέτησαν· τοῦ ναοῦ δὲ τὸ τέμβλον καὶ αὐτὸ ἐρράγη μέσον·ὁ πρωτόπλαστος δὲ ἐκ βάθους ἐβόα·
44.6.10 "Ὁ Θεός μου, ῥῦσαί με ἐκ τοῦ Ἅιδου διὰ τῆς ἀναστάσεως.»
44.7.1 Ἀλλ᾿ ἦλθε Χριστὸς ἡ ζωὴ ὑπᾶξαι τὸν θάνατον· δέχεται ὁ Ἅ[ιδης] Χριστὸν ὡς ἕκαστον τῶν γηγενῶν·καταπίνει ὡς δέλος τὸν οὐράνιον ἄρτον, τιτρώσκεται ἀγκίστρῳ θεότητος.
44.7.5
[Ὁ Ἅ]ιδης δὲ ὀδυνηρὰς ἀνεβόησε φωνάς· "Κεντῶμαι τὴν κοιλίαν, ὃν κατέπιον οὐ πέπτω· ξένην μοι βρῶσιν παρέσχεν ὃ ἔφαγον· ὅσους ἤσθιον πάλαι οὐδὲ εἷς ἐνώχλησέ μοι·τάχα οὗτος [ἔστιν] ὃν Ἀδάμ μοι προεῖπεν,
44.7.10 ὅτι ‘Μαστιγώσει σε, ὅταν ἔλθῃ διὰ τῆς ἀναστάσεως’;
44.8.1 – Νῦν μέμνησαι ῥημάτων ἐμῶν ὧν πάλαι σοι ἔλεγον, ὅτι ὁ ἐμὸς βασιλεύς ἰσχύει μᾶλλον ὑπὲρ σέ·σύ δὲ ἔδοξας εἶναι ὄναρ τούτους τούς λόγους· ἡ πεῖρά σε διδάξει αὐτοῦ τὴν ἰσχύν·
44.8.5 οὔτε γὰρ μόνον ἐμέ, ἀλλὰ καὶ τούς μετ᾿ ἐμὲ καὶ πάντας ἀπολέσας, ἐκ πάντων ἐρημωθήσει. Χριστὸς ὃν εἶδες ἐν ξύλῳ κρεμάμενον αὐτὸς νῦν σε δεσμ[ή]σει, καὶ χαρεὶς ἀποκριθῶ σοι·’Ποῦ σου, Ἅιδη, τὸ νῖκος ἢ ποῦ σου τὸ κράτος;
44.8.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ [τῆς ἀναστάσεως.]’ 44.9.1 – Οὕτως Ἰωνᾶν τριταῖον τὸ κῆτος ἐξέμεσε· νῦν κἀγὼ ἐμέσω Χριστὸν καὶ πάντας τούς ὄντας Χριστοῦ·ἕνεκεν γὰρ τοῦ γένους τοῦ Ἀδὰμ τιμωροῦμαι.» Ὁ Ἅιδης ταῦτα στένων ἐβόα θρηνῶν·
44.9.5 "Μὴ πιστεύσας τῷ Ἀδὰμ ταῦτα λέγοντί μοι πρὶν ὑψαύχουν καὶ ἐβόων λέγων· Ὁὐδείς μου κατάρχει.’ Πάντων γὰρ ἄναξ ὑπάρχων τὸ πρότερον νῦν ἀπώλεσα πάντας, καὶ γελῶντές με βοῶσι·’Ποῦ σου, Ἅιδη, τὸ νῖκος ἢ ποῦ σου τὸ κράτος;
44.9.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου [διὰ τῆς ἀναστάσεως.]’
44.10.1
– Ὑψηλὴν ἰσχύν σου Χριστὸς ἐλθὼν ἐταπείνωσεν· ὅλην γὰρ ἐμοῦ τὴν μορφὴν λαβὼν ἐτροπώσατό σε·αἵματι γὰρ τιμίῳ νῦν ἐγὼ ἠγοράσθην, φθορᾶς ἀπήλλαξέ με ὁ ἄνευ φθορᾶς.
44.10.5
Ὅπου δ᾿ ἂν περιστραφῇς, πανταχόθεν θεωρεῖς τούς τάφους κενωθέντας † καὶ γυμνόν, ἄσχημον ὄντα. † Ποῦ σου τὰ κλεῖθρα ὑπάρχει, ὦ ἄθλιε; Ἰησοῦς μου κατῆλθε καὶ συνέτριψέ σου πάντα·ποῦ σου, Ἅιδη, τὸ νῖκος ἢ ποῦ σου τὸ κράτος;
44.10.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ τῆς ἀναστάσεως.
44.11.1
Ὕψωσέ με ἐν οὐρανοῖς ὁ σὲ τροπωσάμενος· σύνθρονός εἰμι τὸ λοιπόν, οὐκέτι ὑπόκειμαί σοι·ἐμὸν ἔλαβε σῶμα ἵνα ἀνακαινίσας ἀθάνατον ποιήσῃ καὶ σύνθρονον·
44.11.5 βασιλεύσω σύν αὐτῷ, συνηγέρθην γὰρ αὐτῷ· οὐκέτι μου κατάρχεις, ἀλλ᾿ ἐγώ σου κυριεύω.
Ἄνω ὑπάρχει τ[ὸ ἐ]μὸν νῦν ἐνέχυρον, σύ δὲ κάτω πατεῖσαι ὑπὸ πάντων τῶν βοώντων·’Ποῦ σου, Ἅιδη, τὸ νῖκος ἢ ποῦ σου τὸ κράτος;
44.11.10 Ὁ Θεὸς κατέλυσε τὴν ἰσχύν σου διὰ τῆς ἀναστάσεως.’»
45 (XXVII). Воскресение Христово (кондак 6 (IV)), и о 10 драхмах
45.t.1
Κυ[ριακῇ] γʹ, κοντάκιον εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου καὶ εἰς τὰς δέκα
δραχμάς, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦτο ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος αʹ, πρός· Τῷ ἀρχαγγέλῳ.
Προοίμιον
45.pro.1 [Οἱ συνταφέ]ντες Χριστῷ διὰ τοῦ βαπτίσματος καὶ ἀναστάν[τες σύν] αὐτῷ, ψάλλοντες κραυγάσωμεν, λέγοντες·«Ποῦ σοῦ, [Θάνατε,] τὸ νῖκος; Ποῦ σοῦ, Ἅιδη, τὸ κέντρον;»Ἀνέστη γὰρ ὁ Κύριος, [ἡ ζωὴ] καὶ ἀνάστασις.
45.1.1 [Τῆς το]ῦ Χριστοῦ παραβολῆς τῆς ἐν τοῖς εὐαγγελίοις ἣν ὁ [Λουκ]ᾶς διηγεῖται ἀκούοντες μὴ πάρεργον σχῶμεν ταύτην, [ἀλλὰ] πίστει ζητήσωμεν ἡ γυνὴ καὶ αἱ δραχμαὶ τίνες εἰσί, [ποί]αν δὲ τούτων ἀπώλεσεν, ἣν ζητεῖ ἐπιμελῶς ἅψασα λύ[χνον] φωτὸς καὶ σαρώσασα
45.1.5
ὅλον τὸν οἶκον αὐτῆς· εὑροῦσα [δὲ τ]αύτην συγκαλεῖ τὰς ἐκ γειτόνων· "Δεῦτε, συγχάρητε, εὗρον [ἥν]περ ἀπώλεσα». Νῦν οὖν ἡμεῖς δεηθῶμεν τοῦ Χριστοῦ λέγοντες· "[Κύριε,] [σύ] καταύγασον τὰς ψυχὰς ἡμῶν, ὅτι φῶς καθέστηκας
45.1.10 ἡ ζωὴ καὶ ἀνάστασις."
[Ὁ ἀ]ριθμὸς ὁ τῶν δραχμῶν δῆλος ὑπάρχει τοῖς πᾶσι· δέκα γάρ εἰσιν αἱ πᾶσαι ἃς κέκτηται ὁ Κύριος ὁ ποιήσας ἐν σοφίᾳ [τὰ] σύμπαντα·ἡ γυνή ἐστι, φησίν, ἡ ἀρετὴ καὶ ἡ σοφία τοῦ [πλ]άσαντος, ἥτις ἐστὶν ὁ Χριστὸς ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις·
45.2.5 εἰσὶ [δὲ] δέκα δραχμαὶ ἀρχαί, ἐξουσίαι, αἱ δυνάμεις καὶ οἱ θρόνοι [καὶ] κυριότητες, ἄγγελοι καὶ ἀρχάγγελοι, τὰ χερουβὶμ ἅμα καὶ τὰ σεραφίμ, καὶ ὁ πρωτόπλαστος ὃν ἀπώλεσε καὶ ἐζήτησε καὶ πεσόντα εὕρηκεν
45.2.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.3.1
Ὑπὸ στοργῆς ἐκνικηθείς, ἦλθεν ἐν κόσμῳ ζητῆσαι τὸ πλανηθὲν αὐτοῦ κτίσμα ὁ ἄναρχος καὶ ἄφραστος ὑϊός τε τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν,καὶ σοφῶς καὶ θεϊκῶς ὥσπερ Θεὸς τούτου ποιεῖται τὴν ζήτησιν, καὶ σαρκοῦται ἐκ μητρὸς ἣν ἐσάρωσε καὶ ἡγίασε,
45.3.5 καὶ ὥσπερ λύχνον φωτὸς προφέρει τὴν σάρκα, τῷ πυρὶ καὶ τῷ ἐλαίῳ τῷ τῆς θεότητος καταυγάσας τὰ σύμπαντα· πῦρ γὰρ ἀεὶ καὶ πηλὸς λύχνον ποιεῖ· οὕτως οὖν ἔλαμψεν ἐκ θεότητος καὶ σαρκώσεως τὸ τοῦ λύχνου φῶς, Χριστός,
45.3.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.4.1 Τότε ἀνῆλθεν ἐν σταυρῷ ὡς ἐν λυχνίᾳ ὁ λύχνος, καὶ ἐθεώρει ἐκεῖθεν ἐν σκότει καθεζόμενον καὶ ἐν γνόφῳ τὸν Ἀδὰμ τὸν πρωτόπλαστον,καὶ σπουδάζει πρὸς αὐτὸν ἀποδημεῖν διὰ σαρκὸς ὁ ἀχώριστος, ὁ τῶν κόλπων τοῦ πατρὸς μὴ [χωρις]θεὶς καὶ πληρῶν τὰ γινόμενα.
45.4.5
Ἔλαβε μεθ᾿ ἑαυτοῦ [χολήν] τε καὶ ὄξος, τούς τε ἥλους καὶ τὴν λόγχην,
ἵνα τῇ [λόγχῃ] μὲν καὶ τοῖς ἥλοις τὸν Θάνατον τρώσῃ εὐθύς καὶ [πικρά]νῃ τῇ χολῇ Ἅιδην τὸν ἄδικον συναντήσαντα, δριμ[υχθέν]τα δὲ ὄξει ὅπερ ἔπιεν
45.4.10 ἡ ζωὴ καὶ ἀνάστασις.
Ὅτε μετὰ τὴν σταύρωσιν ἔφθασέ τε καὶ κατῆλθεν ὁ [βασιλεύς] ἐν τῷ ᾅδῃ, ἐφαίνετο τὸ φῶς αὐτοῦ ἐν σκοτίᾳ καὶ τὰ [κά]τω ἐφώτισε·τὸ δὲ σκότος τὸν Χριστὸν καταλαβεῖν οὐδ[' ἐν] τῷ σκότει ἐξίσχυσε· καὶ γὰρ δὴ ὡς Ἰωνᾶς ἦν καὶ αὐτὸς [ἐν] κοιλίᾳ τοῦ μνήματος,
45.5.5 ἐν τάφῳ μὲν πορευθείς, καθ[ὼς] ἠβουλήθη, ἐν σορῷ δὲ ἀγρυπνήσας· οὐ γὰρ κεχώριστ[ο ἡ] θεότης τοῦ σώματος· ὅθεν ἰδὼν τὸ φρικτὸν θαῦμα [αὐ]τοῦ Ἅιδης ἐβόησε· "Δεῦρο, Θάνατε, νῦν κατίδωμεν π[οῖον] φῶς ἐξέλαμψεν
45.5.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.6.1 Τάχος τολμήσωμεν, φησί· σῶμα γὰρ ἀνθρώπου ἐστὶ τὸ κο[μις]θὲν ἐν τῷ τάφῳ· τοῖς κλείθροις φυλακίσωμεν τὸν [ἐλ]θόντα καὶ φθορᾷ παραδώσωμεν."Καὶ εὐθύς ταῦτα εἰ[πὼν] τρέχει ταχύ καὶ τῆς σαρκὸς ἐπελάβετο. Ἰησοῦς δὲ ὁ Χριστὸς ὥς[περ] ἐξ ὕπνου τινὸς ἐξανίσταται·
45.6.5 δεσμεῖ δὲ τοῦτον σφοδρῶς καὶ τίθησι κάτω καὶ κραυγάζει τοῖς ἐν Ἅιδου· "Πάντ[ες] ἀνάστητε καὶ τὸν Ἅιδην πατήσατε· δεῦρο, Ἀδάμ, σύν Εὔ[ᾳ] νῦν πρὸς ἐμέ· μὴ δειλιάσητε ὡς ὑπεύθυνοι τοῖς ὀφλήμασιν· πάντα γὰρ ἀπέδωκα,
45.6.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.7.1 Ἀλλὰ ῥαπίσατε, θνητοί, Ἅιδου τὰς ὄψεις ἀτίμως, καὶ τὸν αὐχένα πατοῦντες εἰσέλθατε κραυγάζοντες· ‘Κατεπόθη καὶ ὁ Ἅιδης κα[ὶ ὁ] Θάνατος.’Δι᾿ ὑμᾶς ἦλθον ἐγώ· καὶ γάρ εἰμι πάντων ζωὴ καὶ ἀνάστασις· ἀλλὰ πάντες σύν χαρᾷ εἴπατε νῦν τούς ψαλμούς καὶ τὰ ᾄσματα·
45.7.5 ’Ποῦ ἐστι νῖκος τὸ σόν, ὦ ἄτιμε Ἅιδη; Ποῦ σοῦ, Θάνατε, τὸ κέντρον; Κεῖσθε ἀδύνατοι· Θάνατε, τεθανάτωσαι· Ἅιδη, καὶ σύ κατ[αδέδε]σαι δεινῶς· οἱ βασιλεύσαντες, ἐδουλώθητε θεα[σάμε]νοι ὅτι παρεγένετο
45.7.10 ἡ ζωὴ καὶ ἀνάστασις.’»
45.8.1 [Πρὸς] τὰ τοιαῦτα ὁ ἐχθρὸς Ἅιδης μετὰ τοῦ Θανάτου καὶ δεδεμένος σύν τούτῳ καὶ κείμενος ἐκραύγαζε καὶ ὡς ἄναξ τοῖς αὐτοῦ διετάττετο·"Πυλωροί, δράμετε νῦν [βλ]έποντές με ὡς ἀδικίαν ὑφίσταμαι· ἀλλ᾿ ὑμεῖς δεῦτε, ταχύ κλείσατε πύλας χαλκᾶς καὶ φυλάττετε,
45.8.5 βάλετε τούς σιδηρούς μοχλούς ἐν ταῖς πύλαις καὶ ἐάσητε μη[δέ]να τούτων ὧν ἤγειρεν ἐξελθεῖν ἀπὸ μνήματος· βούλομαι γὰρ νῦν κριθῆναι μετ᾿ αὐτοῦ τοῦ ἐπελθόντος μοι· ἀσφαλίσασθε καὶ κρατήσατε τούς βοῶντας· ‘Ἤλυθεν
45.8.10 ἡ ζωὴ καὶ ἀνάστασις.’
45.9.1
Ἐγὼ ὁποῖον ἄδικον ὑφίσταμαι βασιλεύσας μέχρι τοῦ νῦν τῶν ἀνθρώπων. Εἰπέ μοι οὖν, ὦ ἄνθρωπε, τίς ὑπάρχεις, πῶς δ᾿ ἐνταῦθα ἐλήλυθας·ὅτι γὰρ ἄνθρωπος εἶ δῆλόν ἐστι – σῶμα γὰρ βλέπω ἀνθρώπινον – , ἀλλ᾿ ἐμὸν κτῆμά ἐστι πᾶς ἐκ τοῦ γένους Ἀδὰμ καταγόμενος·
45.9.5 τί οὖν βιάζεις ἐμὲ ἐκ πάντων ὑπάρχων, ὡς ἐλθὼν ὑπὲρ ἁπάντων;
Ἅπας γὰρ ἄνθρωπος ἔστι μοι ὑποχείριος, κἄν τε πολύν κἄν τ᾿ ὀλίγον ἐν τῇ γῇ χρόνον βιώσηται· πῶς σύ γέγονας ὑπὲρ ἄνθρωπον καὶ ἀνθρώπων λύτρωσις,
45.9.10 ἡ ζωὴ καὶ ἀνάστασις;
45.10.1
Ἰδού οὖν εἴπω τὴν πρὸς σὲ δίκην ὡς ἠδικημένος· υἱὸν ἀνθρώπου γὰρ βλέπω, Θεοῦ δὲ ἔργα κέκτησαι, οὐκ ἀνθρώπου, ὁ ὁρώμενος ἄνθρωπος·καθορῶ σου τὴν πληγὴν τὴν τῆς πλευρᾶς καὶ τὴν τῶν ἥλων καθήλωσιν· θεωρῶ δὲ τὴν ἰσχύν καὶ ἐξαστράπτον τὸ φῶς σου τὸ ἄχραντον.
45.10.5 Εἰ τοίνυν ἄνθρωπος εἶ, ὑπόκεισαι πάντως τῷ Θανάτῳ καὶ τῷ Ἅιδῃ· εἰ δέ, γενόμενος ἄνθρωπος τὸ ὁρώμενον, πέλεις Θεὸς τὸ νοούμενον ἐν σοί, νῦν μοι ἑρμήνευσον, ἵνα ἴδωμεν ὡς, κἂν ἄνθρωπος φαίνῃ, σύ καθέστηκας
45.10.10 [ἡ] ζωὴ καὶ ἀνάστασις."
45.11.1 Νῦν ὅτε ταῦτα ὁ Χριστὸς ἤκουσε τούτου βοῶντος, εἶπεν πρὸς τοῦτον εὐθέως· "Δικάζομαι καὶ κρίνομαι· οὐ γὰρ θέλω ἀδικῆσαί σε ἔν τινι·κἂν γὰρ σύ ἄδικος εἶ καὶ ἀναιδὴς καὶ κατακρίσεως ἄξιος, ἀλλ᾿ ἐγὼ ἄνθρωπος μὲν γέγονα, ὥσπερ ὁρᾷς, ἀναμάρτητος,
45.11.5 Θεοῦ δὲ λόγος εἰμὶ καὶ κτίστης τῶν ὅλων καὶ Θεὸς πάν[των δυ]νάστης· κἂν δὲ Θεός εἰμι, ὡς δεσπότης οὐ κρίνομαι, ἀλ #955;' ὡς Ἀδὰμ δίκην λέγω μετὰ σοῦ· τοῦτο γὰρ γέγονα· κα[ὶ νική]σω σε καὶ ἐκβάλω σε τῆς ἀρχῆς ἧς κέκτησαι,
45.11.10 ἡ [ζωὴ καὶ ἀνάστασις].
45.12.1
Ὅλην τὴν χάριν τῆς ζωῆς εἶχεν Ἀδὰμ τῆς ἀφθάρτου [ὅσπερ] παρήχθη ἐν πρώτοις· ζωὴ δὲ ἐνυπόστατος ἐγὼ πέ[λω ὁ] ποιήσας τὰ σύμπαντα,ἀλλὰ σύ, Ἅιδη [⏑-] τὸ πρὶν οὐκ ἦς, [οὐ]δὲ Θανάτου ὑπόστασις· ἁμαρτίας δὲ δεινῆς πάθος ἐκεῖ[νον] καὶ σὲ ἀπεγέννησε·
45.12.5 διόπερ οὖν ὁ Ἀδὰμ ἀπάτῃ [τοῦ πλά]νου δουλωθεὶς τῇ ἁμαρτίᾳ καὶ ὑποχείριος γέγονε καὶ αἰχμάλωτος σοί τε αὐτῷ καὶ Θανάτῳ τῷ πικρῷ· ὅθεν ὑπάρχετε ἀνυπόστατοι καὶ εὐάλωτοι· πῶς οὖν ἐκρατήσατε
45.12.10 τὴν ζωὴν καὶ ἀνάστασιν; 45.13.1
Ὑπὸ ἀνοίας ἐπαρθείς, τούς ἐξ Ἀδὰμ γεννηθέντας ὡς ἁμαρτίας μετόχους ἐκράτεις καὶ συνέκλειες ὡς πατρῷον ἐποφείλοντας ὄφλημα·ἀλλὰ ἦν ἔνοχός σοι πᾶς ἐξ Ἀδὰμ ἐν ἁμαρτίαις τικτόμενος, ἐκ φθορᾶς ὁ γεννηθεὶς καὶ συνουσίας ἀνδρὸς καὶ ἐκ μίξεως·
45.13.5 ἐγὼ δὲ τούτων εἰμὶ ἐλεύθερος πάντων, ἁμαρτίας, συνουσίας· κἂν γὰρ γεγένημαι ἄνθρωπος, ὡς ἠθέλησα, παρθενικὴ ἀπεκύησε γαστὴρ τὸν ἀναμάρτητον, καὶ τὸ αἷμά μου τῷ γεννήσαντι ὑπὲρ πάντων δέδωκα,
45.13.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.14.1
Ῥᾴως ἐρεύνησον ἐμὲ καὶ βλέπε ὡς οὐχ εὑρήσεις ἄδικον πρᾶγμα καὶ λόγον· ἐν πράξει γὰρ οὐχ ἥμαρτον, οὐδὲ δόλον ἐφθεγξάμην ἐν στόματι·διὰ τοῦτο οὖν φημι· ‘Τίς ἐξ ὑμῶν ἐφ᾿ ἁμαρτίᾳ ἐλέγξει με;’ Ἐν γὰρ πᾶσι τοῖς νεκροῖς νῦν περὶ πάντα ἐδείχθην ἐλεύθερος
45.14.5 καὶ πάντων τῶν σαρκικῶν ἁμαρτιῶν ξένος· πῶς ἐτόλμησας οὖν, Ἅιδη, τὸν ἀναμάρτητον κατασχεῖν ὡς ὑπεύθυνον; Ὅλον ἐμὲ κατερεύνα ἀκριβῶς· θέλω γὰρ γνῶναί σε τὴν ἀλήθειαν, ὡς δικαίως σε ἄρτι διαδέχομαι,
45.14.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.15.1
Ὡς ἀναιδὴς ἀγανακτεῖς· κρίσις γάρ ἐστι δικαία καὶ ἐκβληθή[σεσθε ἔξ]ω, οἱ ἄρχοντες οἱ ἄδικοι οἱ τοῦ σκότους, παραβάντες [τὸ δίκ]αιον.Ἐὰν οὖν καὶ ἐν ἐμοὶ εὕρηκάς τι τῆς ἁμαρτίας [κἂν] λείψανον, χρῆσαι νῦν καὶ ἐπ᾿ ἐμοὶ πᾶσί σου τοῖς δικαιώμα[σιν], ἄδικε·
45.15.5 εἰ δὲ εὑρήσεις οὐδέν, ἀπόδος συντόμως ὃ κατέχεις [γρ]αμματεῖον,
ὅτιπερ γέγονας τούτῳ ἐπερειδόμενος κατὰ [Χριστοῦ] ἀναμαρτήτου θρασύς, καὶ ἑτοιμάσθητι πρὸς ἀπόδοσιν [ὧν] προείληφας, οὕσπερ καὶ ἀνέστησα,
45.15.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.16.1 [Μό]νον ἵνα μὴ ἀγνοῇς ἅπερ ὑπέστης, ὦ Ἅιδη· οὐ μόνον γὰρ ἀποδώσεις οὓς ἔλαβες καὶ ἤγειρα, οὓς λαμβάνω μετ᾿ ἐμοῦ ἐξερχόμενος,ἀλλὰ γὰρ ὅσοι δ᾿ ἄν σοι καὶ τοῦ λοιποῦ παραπεμφθῶσιν ἐγείρονται, ἐπειδὴ πάντας ὁμοῦ ἐξαναστήσω φωνῇ τῇ τῆς σάλπιγγος,
45.16.5
ὅτι ἐτόλμησας σύ υἱὸν βασιλέως ἀναμάρτητον κρατῆσαι.» Ταῦτα δὲ λέγοντος Ἅιδης ἦν ὑποβρύ[χι]ος· οἱ πυλωροὶ ἀπορρίψαντες τὰς κλεῖς ἔφυγον, βλέποντες πῶς συνέτριψε καὶ διέρρηξε τούς μοχλούς αὐτῶν Χριστός,
45.16.10 ἡ ζωὴ καὶ ἀνάστασις.
45.17.1
[Ἄφ]νω νεκρῶν τὰ σώματα ἐψυχωμένα ἠγέρθη καὶ κατεπάτουν τὸν Ἅιδην, «Ὦ ἄδικε, κραυγάζοντες, ποῦ σου νῖκος, ποῦ σου κέντρον, ὦ Θάνατε;»Ἠνεῴχθησαν μὲν οὖν πάντα εὐθύς ἐξ αὐτομάτου τὰ μνήματα· οἱ νεκροὶ δὲ ἐξ αὐτῶν πάντες ἐξήλλοντο καὶ ἐχόρευον·
45.17.5 ἀλλ᾿ ἄγγελος κατελθὼν κυλίει τὸν λίθον ἐκ τοῦ τάφου τοῦ σωτῆρος. "Δέσποτα Κύριε, σύ τούς τάφους ἠνέῳξας νεύματι σῷ, οὐ δεόμενος τινός· πῶς ἐδεήθης οὖν τοῦ κυλίοντος ἐκ τοῦ τάφου σου λίθον ἐπικείμενον,
45.17.10 ἡ ζωὴ καὶ ἀνάστασις;
45.18.1 – Νῦν ἵνα μηδεὶς πλανηθῇ, λέξω τε καὶ ἑρμηνεύσω τὸ παρ᾿ ὑμῶν προβληθέν μοι· ὁ λίθος μοι πρὸς ἔξοδον οὐδὲ ὅλως [οὐκ] ἐγένετο κώλυμα,ἐπειδὴ πάντα ἐμοὶ ὥσπερ Θεῷ εἴκει τε καὶ ὑποτάσσεται· εἰ καὶ γέγονα σάρξ, πάντων εἰμὶ ποιητής τε καὶ κύριος,
45.18.5 καὶ νεύματι τῷ ἐμῷ ἡ θάλασσα πρώην ὥσπερ χέρσος ἀπεδείχθη· ὁ Ἰορδάνης δὲ εἰς τ[ὰ ὀ]πίσω ἀνέκαμψε· νάματα δὲ ἐν ἐρήμῳ τοῖς λαοῖς πέτρα ἐπήγασε καὶ ὁ ἥλιος ὑπεχώρησεν, ὅτε με ἐσταύρωσαν
45.18.10 τὴν ζωὴν καὶ ἀνάστασιν.
45.19.1
Ὁ μόνῳ νεύματι καὶ νῦν πάντας τούς τάφους ἀν[οίξας] καὶ τούς νεκρούς ἀπολύσας οὐδέποτε οὐκ ἔχρῃ[ζον τοῦ] ἀγγέλου τοῦ τὸν λίθον κυλίσαντος·ἀλλὰ νῦν μά[θετέ] μου τέχνην σοφήν· τοῦτο γὰρ δέδωκα σύμβολον, καὶ σημεῖον τοῖς θνητοῖς τούτου τοῦ λίθου ἐκ τάφων ἡ ἔπαρσις,
45.19.5
[ὡς] ἐν τῇ ὥρᾳ αὐτῇ αἱ πύλαι τοῦ ᾅδου ἀνεσπάσθησαν ἐκ [μέ]σου, οὐ χρηματίζουσαι ἐν τοῖς τάφοις ὡς πρότερον· ὅθεν λαμπρᾷ τῇ ἐσθῆτι ἐκφανεὶς τότε ὁ ἄγγελος ἐπινίκιον ὕμνον ᾖσέ μοι, λέγων ὡς ἐγήγερται
45.19.10 ἡ ζωὴ καὶ ἀνά[στασις]."
45.20.1
Ὑπὲρ δὲ τούτων, λυτρωτά, τί ἔχομεν ἀντιδοῦναι, εἰ μὴ τὴν δοξολογίαν; Διὸ τῶν δοξαζόντων σου τὸν σταυρὸν καὶ [τὴν] ταφὴν καὶ ἀνάστασιν ὡς Θεὸς φεῖσαι, Χριστέ· δὸς δὲ ἡμῖν πλημμελημάτων συγχώρησιν καὶ ἀξίωσον ἡμᾶς, ὅταν ἡ πάνδημος γένηται ἔγερσις,
45.20.5 τὸ πρόσωπόν σου ἰδεῖν μετὰ παρρησίας καὶ ἀκοῦσαι τῆς φωνῆς σου σύν τοῖς ἁγίοις σου· "Δεῦτε κληρονομήσατε μετὰ χαρᾶς βασιλείαν τὴν ἐμήν.» Δὸς οὖν κατάνυξιν ταῖς ψυχαῖς ἡμῶν, πολυέλεε, ἵνα σε δοξάζωμεν
45.20.10 τὴν ζωὴν καὶ ἀνάστασιν.