Новый Завет. Последние дни земной жизни Господа Иисуса Христа.
32 (XVI). Вход Господень в Иерусалим
32.t.1
Τῇ κυριακῇ τῆς ϛʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον εἰς τὰ βαΐα φέρον
ἀκροστιχίδα τήνδε·[ εἰς τὰ βαΐα Ῥωμανοῦ]
ἦ χος πλάγιος βʹ.
Προοίμιον I
32.pro 1.1 Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς ἐποχούμενος, Χριστὲ ὁ Θεός,καὶ τῶν ἀγγέλων τὴν αἴνεσιν καὶ τῶν παίδων ἀνύμνησιν προσεδέχου βοώντων σοι· «Εὐλογημένος εἶὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.»
Προοίμιον II
32.pro 2.1 Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον οἱ ἀγνώμονες Χριστὸν Ἰουδαῖοι τὸν Θεόν·ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ ἀεὶ τιμῶντες ὡς εὐεργέτην βοήσωμεν αὐτῷ· "Εὐλογημένος εἶ
32.pro 2.5ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.1.1
Ἐπειδὴ Ἅιδην ἔδησας καὶ θάνατον ἐνέκρωσας καὶ κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε, Χριστέ, ὡς νικητήν, κραυγάζοντά σοι σήμερον· "Ὡσαννὰ τῷ υἱῷ Δαυίδ.
32.1.5Οὐκέτι γάρ, φησίν, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ,ἀλλ᾿ ὑπὲρ πάντων νηπίων καὶ πρεσβύτων μόνος σταυροῦσαι· οὐκέτι καθ᾿ ἡμῶν χωρήσει τὸ ξίφος·ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ,ὅθεν ἀγαλλόμενοι φαμέν· Ἑὐλογημένος εἶ
32.1.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.’"
32.2.1
Ἰδού ὁ βασιλεύς ἡμῶν ὁ πρᾶος καὶ ἡσύχιος,τῷ πώλῳ καθήμενος, σπουδῇ παραγίνεται ἐπὶ τὸ παθεῖν καὶ τὰ πάθη τεμεῖν, ὁ Λόγος ἐπὶ ἄλογον λογικούς θέλων ῥύσασθαι·
32.2.5καὶ ἦν θεάσασθαι τοῖς νώτοις τοῦ πώλου τὸν ἐπὶ ὤμων Χερουβίμ,τόν ποτε Ἠλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβόντα, πτωχεύοντα βουλῇ τὸν πλούσιον φύσει καὶ γνώμῃ ἀσθενῆ τὸν ἐνδυναμοῦντα πάντας τούς κραυγάζοντας αὐτῷ· "Εὐλογημένος εἶ
32.2.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» 32.3.1 Σιὼν ἐσείσθη ἅπασα καθώς ποτε ἡ Αἴγυπτος·ἐκεῖ μὲν τὰ ἄψυχα, ἐνταῦθα δὲ ἔμψυχοι ἐσαλεύθησαν μολοῦντός σου, σωτήρ, οὐχ ὅτι ταραχώδης εἶ – φυτουργὸς γὰρ εἰρήνης εἶ – ,
32.3.5ἀλλ᾿ ὅτι ἅπασαν ἐχθροῦ μαγγανείαν λύεις ὡς πάντων ποιητής,πανταχόθεν τοῦτον ἐλαύνων ὡς παντὸς τόπου βασιλεύων. Τὰ εἴδωλα αὐτῶν κατέπεσαν πάλαι,καὶ νῦν οἱ τὰ αὐτῶν φρονοῦντες δονοῦνται τῶν βρεφῶν ἀκούοντες φωνάς· "Εὐλογημένος εἶ
32.3.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.4.1 "Τίς ἐστιν οὗτος;» ἔλεγον οἱ γνώμῃ ἀγνοοῦντές σε·φησὶ γάρ, οὐκ ᾔδεισαν τίς ἦν ὁ υἱὸς Δαυὶδ ὁ ῥυσάμενος αὐτούς ἐκ τῆς φθορᾶς. Ἀκμὴν λύουσι Λάζαρον, καὶ οὐκ οἶδαν τίς ἤγειρεν·
32.4.5ἀκμὴν δὲ πάσχουσι τούς ὤμους οἱ τότε βαστάσαντες χήρας υἱόν, καὶ δῆθεν ἠγνόουν τίς ἐστιν ὁ ἁρπάσας αὐτὸν θανάτου·
[Ἰα]είρου τὴν αὐλὴν οὐδέπω ἐξῆλθον,καὶ τίς ὁ τὴν αὐτοῦ ζωώσας οὐκ οἶδαν·οἶδαν, ἀλλ᾿ οὐ θέλουσιν εἰπεῖν· "Εὐλογημένος εἶ
32.4.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.5.1 Ἀγνωμονοῦντες ἄνομοι τὴν ἄγνοιαν ἠσπάσαντο,καὶ δῆθεν ἠγνόησαν ὃν κτεῖναι ἐσκέπτοντο·οὐκ ἠπίσταντο οἱ τοῦ ψεύδους υἱοί. Οὐ ξένον ὅπερ λέγουσιν· τὰ γὰρ πρῶτα καινίζουσιν·
32.5.5Μωσῆς ἐξαγαγὼν αὐτούς ἐξ Αἰγύπτου εὐθύς ἠρνήθη ὑπ᾿ αὐτῶν,καὶ Χριστὸς ὁ σώσας αὐτούς ἐκ τοῦ θανάτου νῦν ἠγνοήθη·
ἠγνόησαν Μωσῆν οἱ γνόντες τὸν μόσχον,ἠρνήσαντο Χριστὸν οἱ φίλοι Βελίαρ·τότε μέν· «Τί γέγονε;», νῦν δέ· »Τίς ἐστιν, ἔλεγον,
32.5.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι;» 32.6.1 Βαΐοις βρέφη ὕμνουν σε υἱὸν Δαυὶδ καλοῦντές σε,εἰκότως, ὦ δέσποτα· καὶ σύ γὰρ ἀπέκτεινας τὸν ὀνειδιστὴν νοητὸν Γολιάθ· ἐκεῖνον αἱ χορεύουσαι μετὰ νίκην εὐφήμησαν·
32.6.5"Ἀπέκτεινε Σαούλ ἐν ταῖς χιλιάσι καὶ μυριάσιν ὁ Δαυίδ."Ὅ ἐστιν ὁ νόμος καὶ μετ᾿ αὐτὸν ἡ χάρις σου, Ἰησοῦ μου· ὁ νόμος ἦν Σαούλ φθονῶν καὶ διώκων,Δαυὶδ δὲ διωχθεὶς τὴν χάριν βλαστάνει·σύ γὰρ εἶ ὁ κύριος Δαυίδ· εὐλογημένος εἶ
32.6.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
32.7.1
Ἅρμα φωτὸς ὁ ἥλιος, καὶ οὗτός σοι δεδούλωται·φαιδρὸς μὲν εἰς ὄχημα, καὶ οὗτος ὑπόκειται τῇ κελεύσει σου ὡς πλάστου καὶ Θεοῦ· καὶ πῶλός σε νῦν ἔτερψε· προσκυνῶ σου τὸ εὔσπλαγχνον·
32.7.5ποτὲ γὰρ δι᾿ ἐμὲ ἐτέθης ἐν φάτνῃ ἐν τοῖς σπαργάνοις εἰληθείς, καὶ νῦν τῷ πώλῳ ἐπέβης, οὐρανὸν θρόνον κεκτημένος· οἱ ἄγγελοι ἐκεῖ τὴν φάτνην ἐκύκλουν,ἐνταῦθα μαθηταὶ τὸν πῶλον συνεῖχον·«Δόξα» τότε ἤκουες, καὶ νῦν· »Εὐλογημένος εἶ
32.7.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.8.1
Ἰσχύν τὴν σὴν ἐνδείκνυσαι τὰ εὐτελῆ αἱρούμενος· πτωχείας γὰρ εἶδος ἦν ἐν πώλῳ καθίσαι σε,ἀλλ᾿ ὡς ἔνδοξος σαλεύεις τὴν Σιών· εὐτέλειαν ἐσήμαινε μαθητῶν τὰ ἱμάτια,
32.8.5ἀλλ᾿ ἦν τοῦ κράτους σου ὁ ὕμνος τῶν παίδων καὶ ἡ τοῦ ὄ#8004;χλου συνδρομὴ "Ὡσαννά, κραζόντων – ὅ ἐστι· σῶσον δή – , ὁ ἐν τοῖς ὑψίστοις, σῶσον ὁ ὑψηλὸς τούς ταπεινωθέντας,ἐλέησον ἡμᾶς τοῖς κλάδοις προσέχων·κλῶνες οἱ δονούμενοι κινήσουσι τὰ σπλάγχνα σου,
32.8.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι. 32.9.1 Ἀδὰμ ἡμῖν ἐποίησε τὸ χρέος ὃ ὀφείλομεν,φαγὼν ὃ οὐκ ὤφειλε, καὶ μέχρι τῆς σήμερον ἀπαιτούμεθα ἀντ᾿ αὐτοῦ οἱ αὐτοῦ· οὐκ ἤρκεσε τῷ χρήσαντι ἔχειν τὸν χρεωστήσαντα,
32.9.5ἀλλὰ καὶ τοῖς αὐτοῦ ἐφίσταται τέκνοις πατρῷον χρέος ἀπαιτῶν καὶ κενοῖ τὸν οἶκον ἁπλῶς τοῦ ὀφειλέτου, πάντας ἐκσύρων. Διὸ ὡς δυνατῷ προσφεύγομεν πάντες·εἰδὼς ὅτι ἡμεῖς πτωχεύομεν σφόδρα,σύ αὐτὸς ὡς πλούσιος ἀπόδος ἃ ὀφείλομεν,
32.9.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
32.10.1
Ῥύσασθαι πάντας ἤλυθας, καὶ μάρτυς ὁ προφήτης σου ὁ οὕτως καλέσας σε πραότατον, δίκαιον καὶ σῴζοντα Ζαχαρίας ποτέ.
Ἐκάμομεν, ἡττήθημεν, πάντοθεν ἐξεβλήθημεν·
32.10.5τὸν νόμον λυτρωτὴν ἐδόξαμεν ἔχειν, καὶ κατεδούλωσεν ἡμᾶς· τούς προφήτας πάλιν, καὶ οὗτοι ἐπ᾿ ἐλπίδι ἡμᾶς ἀφῆκαν· διὸ μετὰ βρεφῶν σὲ γονυπετοῦμεν·ἐλέησον ἡμᾶς τούς ταπεινωθέντας,θέλησον, σταυρώθητι καὶ σχίσον τὸ χειρόγραφον,
32.10.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
32.11.1
– Ὦ πλάσμα τῆς παλάμης μου», ὁ πλάστης ἀπεκρίνατο τοῖς ταῦτα κραυγάζουσιν, "εἰδὼς ὡς οὐκ ἴσχυσε νόμος σῶσαί σε ἐλήλυθα ἐγώ· οὐκ ἦν τοῦ νόμου σῶσαί σε ἐπειδήπερ οὐκ ἔπλασεν,
32.11.5ἀλλ᾿ οὔτε προφητῶν, διότι καὶ οὗτοι πλάσμα ἐμὸν ὥσπερ καὶ σύ·ἐμοὶ μόνῳ πρέπει τοῦ λῦσαί σε τοῦ χρέους τοῦ βαρυτάτου· πωλοῦμαι ὑπὲρ σοῦ καὶ ἐλευθερῶ σε,σταυροῦμαι διὰ σὲ καὶ σύ οὐ νεκροῦσαι·θνῄσκω καὶ διδάσκω σε βοᾶν· Εὐλογημένος εἶ
32.11.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι. 32.12.1 Μὴ γὰρ ἀγγέλους ἔστερξα; Σὲ τὸν πτωχὸν ἐφίλησα,τὴν δόξαν μου ἔκρυψα καὶ πένης ὁ πλούσιος ἑκὼν γέγονα· πολύ γάρ σε ποθῶ.
Ἐπείνασα, ἐδίψησα διὰ σὲ καὶ ἐμόχθησα·
32.12.5ἐν ὄρεσι, κρημνοῖς καὶ νάπαις διῆλθον σὲ τὸν πλανώμενον ζητῶν·ἀμνὸς ὠνομάσθην ἵν᾿ ὅπως τῇ φωνῇ μου σε θέλξας ἄξω, ποιμήν, καὶ διὰ σὲ ψυχὴν θέλω θεῖναι ἵνα σε τῆς χειρὸς τοῦ λύκου ἁρπάσω·πάντα πάσχω θέλων σε βοᾶν· Εὐλογημένος εἶ
32.12.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.13.1 Ἀλλὰ μετὰ τὰ ῥήματα ἐνδείκνυται τὰ πράγματα·τὴν πόλιν γὰρ ἔφθασε καὶ πάντας ἠρέθιζε τούς ἐχθρούς αὐτοῦ ὁ ὕμνος τῶν παίδων.
Ἐπάρας δὲ τὰ ὄμματα, τῇ Σιὼν ἐνητένιζε
32.13.5καὶ θρῆνον ἐπ᾿ αὐτῇ ὑφάνας ἐβόα· "Στέναξον, Ἱερουσαλήμ, ὅτι εὗρες παῖδας πατέρων διδασκάλους τούς ὑϊούς σου· νεάζεις τῷ κακῷ καὶ τῇ πονηρίᾳκαὶ πρὸς τὸ ἀγαθὸν τῷ γήρᾳ βαρύνει·κρείττους σου οἱ κράζοντες ἐμοί· Εὐλογημένος εἶ
32.13.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι. Νῦν δὲ ἐν σοὶ ἐλεύσομαι καὶ ῥίψας σε ἀπώσομαι,οὐχ ὅτι ἐμίσησα, ἀλλ᾿ ὅτι μισήσασαν σὲ κατέλαβον ἐμὲ καὶ τούς ἐμούς· σταυρόν μοι ἐτεκτόνευσαν ἀντὶ τίνος τὰ τέκνα σου;
32.14.5Ἀνθ᾿ ὧν τὴν θάλασσαν καθάπερ χιτῶνα ἔρρηξα ῥάβδῳ πρὸ αὐτῶν;Λατομοῦσι τάφον ἀνθ᾿ ὧν αὐτοῖς παρέσχον σκέπην νεφέλην; Καὶ χαίρω ἐπειδὴ αὐτῶν χάριν ἦλθον,καὶ στέργω τοῦ παθεῖν ποθῶν τὸν πεσόντα,ἵνα οἱ ποθοῦντές με φασίν· Εὐλογημένος εἶ
32.14.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.» 32.15.1 Οὕτω τὴν νωθροκάρδιον ὁ βλέπων τὰ ἐγκάρδια ἐλέγξας, εἰσέρχεται σύν πᾶσι τοῖς βρέφεσι ἐν τῷ ἱερῷ ὡς [ἱε]ρεύς τοῦ παντός· ἐν οἴκῳ τοῦ πατρὸς αὐτοῦ ὁ υἱὸς παρεγένετο
32.15.5καὶ ἔξω ἔβαλεν ὁμοῦ τούς πωλοῦντας καὶ ἀγοράζοντας, εἰπών·"Μηδὲν μεινάτω ἐνταῦθα, μεταβαίνομεν γὰρ ἐντεῦθεν ἐγὼ καὶ ὁ πατὴρ ὁμοῦ καὶ τὸ πνεῦμα·νῦν εὕραμεν αὐλὴν τῶν πράων τὴν γνώμην τῶν πιστῶς κραζόντων μοι φωναῖς· Εὐλογημένος εἶ
32.15.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι."
32.16.1 Yἱὲ Θεοῦ πανάγιε, μετὰ τῶν ὑμνησάντων σε ἡμᾶς συναρίθμησον καὶ δέξαι τὴν δέησιν τῶν οἰκέτων σου ὡς τῶν παίδων ποτέ· ἐλέησον οὓς ἔπλασας, οὓς φιλῶν ἐπεδήμησας·
32.16.5εἰρήνην δώρησαι ταῖς σαῖς ἐκκλησίαις σαλευομέναις ὑπ᾿ ἐχθρῶν, καὶ ἐμοὶ τὴν λύσιν κατάπεμψον, σωτήρ, τῶν ἁμαρτιῶν μου· παράσχου μοι λαλεῖν ἃ θέλεις ὡς θέλεις·μὴ νωθρόν μου τὸν νοῦν ἡ λύπη ποιήσῃ·δεῖξόν με καλλίεργον βοᾶν· "Εὐλογημένος εἶ
32.16.10ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.»
33 (XVII). Умовение ног Христом и предательство Иуды
Ἕ τερον κοντάκιον τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ εἰς τὸν νιπτῆρα, φέρον
ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ποίημα]
ἦ χος γʹ, ἰδιόμελον. Προοίμιον I
33.pro 1.1 Πάτερ ἐπουράνιε, φιλόστοργε, φιλάνθρωπε,ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
Προοίμιον II
33.pro 2.1 Δεσπότου χερσὶ πόδας νιπτόμενος Ἰούδας ὡς κλέπτης κρυφῇ γλῶσσαν ἠκόνησε δολίαν ὁ παράνομος, Χριστὲ ὁ Θεός·ἀλλὰ τοιαύτης ἀπανθρωπίας
33.pro 2.5 λύτρωσαι τούς ἐν τῷ οἴκῳ τῆς Θεοτόκου ψάλλοντας· "Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν, ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος."
33.1.1 Τίς ἀκούσας οὐκ ἐνάρκησεν ἢ τίς θεωρήσας οὐκ ἐτρόμασε τὸν Ἰησοῦν δόλῳ φιλούμενον,τὸν Χριστὸν φθόνῳ πωλούμενον, τὸν Θεὸν γνώμῃ κρατούμενον; Ποία γῆ ἤνεγκε τὸ τόλμημα;
33.1.5Ποία δὲ θάλασσα ὑπέμεινεν ὁρῶσα τὸ ἀνοσιούργημα; Πῶς οὐρανὸς ὑπέστη, πῶς δὲ αἰθὴρ συνέστη, πῶς καὶ ὁ κόσμος ἔστη συμφωνουμένου, πωλουμένου τότε, προδιδομένου τοῦ κριτοῦ;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.2.1
Ὅτε δόλον ἐμελέτησεν, ὅτε σοι τὸν φόνον κατεσκεύασεν ὁ φιληθεὶς καὶ ἀθετήσας σε,ὁ κληθεὶς καὶ καταλείψας σε, ὁ στεφθεὶς καὶ ἐνυβρίσας σε, τότε σύ, εὔσπλαγχνε, μακρόθυμε,
33.2.5δεῖξαι τῷ φονευτῇ βουλόμενος τὴν ἄφατον φιλανθρωπίαν σου, ἔπλησας τὸν νιπτῆρα, ἔκλινας τὸν αὐχένα, γέγονας δοῦλος δούλων·καὶ ἐπεδίδου σοι Ἰούδας πόδας ἵν᾿ ἀποπλύνῃς, λυτρωτά.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.3.1
Ὕδασι πόδας ἀπέπλυνας τούς δραμόντας εἰς τὴν προδοσίαν σου,καὶ μυστικῇ βρώσει ἐξέθρεψας τὸν ἐχθρὸν τῆς εὐσπλαγχνίας σου καὶ γυμνὸν τῆς εὐλογίας σου·
ὕψωσας τὸν πτωχὸν χαρίσμασιν,
33.3.5ηὔξησας τὸν οἰκτρὸν δωρήμασιν, ἐπλούτισας καὶ ἐμακάρισας· ὑποταγὴν δαιμόνων, ἀπαλλαγὴν δὲ πόνων εἶχεν ἐπὶ τῆς γλώττης,καὶ ἀντὶ τούτων πάντων διεσχίσθη κα[ὶ ο]ὐ κατενύγη ὁ φονεύς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.4.1 Τίς εἶδε πόδας νιπτόμενον καὶ λακτίζειν ἤδη ἐπειγόμενον;Τίς ἤκουσε κτῆνος θαλπόμενον καὶ βαλεῖν κατεπειγόμενον τὸν αὐτῷ ἐπικαθήμενον;
Ἔλουεν, ἔτρεφεν ὁ Κύριος·
33.4.5ἔτρεχεν, ἔβρυχεν ὁ δόλιος ὡς μονιὸς ἀνημερώτατος· πεπληρωμένης φάτνης, ὁ ἀπηνὴς ἐξαίφνης φεύγει τὸν κεκτημένον καὶ ὑποτίθησι τὸν νῶτον ὄντως ἵν᾿ ἐπιβῇ ὁ Σατανᾶς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.5.1
Ἄδικε, ἄστοργε, ἄσπονδε, πειρατά, προδότα, πολυμήχανε,τί γέγονεν, ὅτι ἠθέτησας;Τί ἰδὼν οὕτως ἠφρόνησας; Τί παθὼν οὕτως ἐμίσησας; Οὐκ αὐτοῦ φίλον σε ὠνόμασεν;
33.5.5Οὐκ αὐτὸς ἀδελφόν σε κέκληκε, καίτοι εἰδὼς ὅτι δεδόλωσαι; Τὸ τῶν χρημάτων λῆμμα τὸ ἐν τῷ γλωσσοκόμῳ δέδωκε τῇ σῇ πίστει,καὶ ἀσυνείδητος ἐν τούτοις πᾶσιν ἐφάνης ἄφνω πρὸς αὐτόν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.6.1 Πέτρος τότε παρῃτήσατο, ὅτε ὁ μονογενὴς παρίστατο νιπτοποδεῖν κατεπειγόμενος,καί φησι· «Κύριε, κύριε, οὐ μὴ σύ νίψῃς τούς πόδας μου.»
Ὁ νιπτὴρ ἔκειτο κα[ὶ ἐ]πέπληστο,
33.6.5ὁ σωτὴρ ἵστατο καὶ ἔζωστο ὁ λυτρωτὴς ὡς ἀργυρώνητος· αἱ τῶν ἀγγέλων τάξεις ἄνωθεν κατιδοῦσαι ἔκραζον θαμβηθεῖσαι,καὶ ὁ ἀναίσχυντος οὐκ ἐνετράπη, ἀλλ᾿ ἐξετράπη κατ᾿ αὐτοῦ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.7.1
Ἵσταντο φόβῳ οἱ πύρινοι καὶ ἐξίσταντο χοροὶ ἀόρατοι ὁρῶντες τὸν ἀπερινόητον γνωμικῶς κατακαμπτόμενον καὶ πηλῷ διακονούμενον. Γαβριὴλ ἔλεγε πτοούμενος·
33.7.5'Ἅγιοι ἄγγελοι, συνόμιλοι, κατίδετε καὶ καταπλάγητε· τείνει τὸν πόδα Πέτρος κα[ὶ ὁ] ἐκ παρθένου μήτρας δέχεται κα[ὶ ἀ]ποπλύνει·καὶ οὐ τὸν Πέτρον μόνον νίπτει, ἀλλὰ καὶ τὸν Ἰούδαν μετ᾿ αὐτοῦ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.8.1 Νίπτει τὴν πλίνθον ἡ θάλασσα, ἀποπλύνει τὴν πηλὸν ἡ ἄβυσσος κα[ὶ ο]ὐκ ἀναιρεῖ τούτου τὴν σύστασιν ἀλλὰ σφίγγει τὴν ὑπόστασιν κα[ὶ ἀ]ποσμήχει τὴν προαίρεσιν. Βλέπετε πόση τοῦ ποιήσαντος,
33.8.5ἴδετε ποταπὴ τοῦ πλάσαντος διάθεσις περὶ τὰ πλάσματα· κέκλινται καὶ εἱστήκει, τρέφονται καὶ παρέχει, νίπτονται κα[ὶ ἀ]ποσμήχει,καὶ οὐ χωνεύονται γηΐνων πόδες ἐν ταῖς παλάμαις τοῦ πυρός.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.»
33.9.1 Οὕτω μὲν ἔφη ὁ ἄγγελος, ὅτε καὶ κατεῖδέν σε τὴν ἄμπελον τὰ ἑαυτῆς κλήματα τρέφουσαν καὶ εἰς γῆν πᾶσαν ἐκτείνουσαν καὶ εἰς ὕψος ἐπανάγουσαν· Πέτρος δέ, ἡ ἀρχὴ τῶν φίλων σου,
33.9.5ὁ κανὼν τῶν ἀκολουθούντων σοι, ὁ στρατηγὸς τῆς φαμιλίας σου, ἰδών σε ἐζωσμένον, ἔλεγεν ἀδημονῶν· "Σύ μου τούς πόδας νίπτεις;Οὐ μή μου νίψῃς πόδας εἰς αἰῶνας, ἡ χεὶρ ἡ πλάσασα ἐμέ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.10.1
Ὕπνος μοι ἔλθοι εἰς θάνατον ἐάν σε ἐάσω τὸν ἀθάνατον καμφθῆναί μοι τῷ ὑπὸ θάνατον·ὁ ἐχθρὸς ἐπιγελάσοι μοι ἐὰν σύ τοῦτο τελέσῃς μοι. Οὐκ ἀρκεῖ ὅτι σὸς νενόμισμαι;
33.10.5Οὐ πολύ ὅτι σοὶ λελόγισμαι καὶ πρῶτος τῶν φίλων σου κέκλημαι, ἀλλὰ καὶ πλύνεις πόδας τοῦ ὀστρακίνου σκεύους ὁ κεραμεύς τοῦ κόσμου,καὶ τὰ φθαρτά μου σκέλη καὶ τὰ ἴχνη σύ θέλεις πλῦναι, λυτρωτά;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.»
33.11.1
Ῥήμασι τούτοις χρησάμενος ὁ ἀπόστολος πρὸς τὸν διδάσκαλον·"Ἐὰν μὴ νῦν νίψω σε, ἤκουσε,μετ᾿ ἐμοῦ μέρος οὐ δώσω σοι, ἀλλ᾿ ἐχθρὸν ἀποκαλέσομαι.» Τοῦτο δὲ λέξαντος τοῦ πλάσαντος,
33.11.5φόβος καὶ θόρυβος ἐπέπεσε τῷ μαθητῇ, ὅθεν καὶ ἔφησε· "Κύριέ μου, εἰ πλύνεις, μή μου τούς πόδας μόνον, ἀλλὰ καὶ δέμας ὅλον·καὶ ἐπὶ πλεῖον πλῦνόν με, εἰ θέλεις, ἵνα τῶν σῶν μὴ στερηθῶ.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος."
33.12.1
Ὢ πόσοις πόσα συνήπτετο καὶ Ἰούδας φίλος οὐκ ἐγίνετο.Ὢ ποταποὶ λόγοι καὶ πράγματα κα[ὶ ὁ] ἐχθρὸς οὐ κατηλλάσσετο, ὁ σκληρὸς οὐκ ἡπαλύνετο·
ἅμα γὰρ τῷ φαγεῖν ὃ ἔφαγεν
33.12.5καὶ πιεῖν ὃ πιστῶς οὐκ ἔπιεν, ἐπῆρε τὴν πτέρναν, ὡς γέγραπται, καὶ ἐξελθὼν τῆς μάνδρας ὥρμησε πρὸς τούς θῆρας, καταλιπὼν τούς ἄρνας καὶ τὸν γλυκύτατον μασθὸν ἐάσας ἦλθεν ἐπὶ θηλὴν πικράν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.13.1 Μάτην πρώην ὑπεχώρησε τὸν δεινὸν Ἰούδαν ὁ διάβολος·ἰδού γὰρ νῦν οὗτος ἐχώρησε πρὸς τὸν πρὶν ὑποχωρήσαντα καὶ ἔστιν ὅλως διάβολος. Μάτην ἦν φοβερὸς τοῖς πάθεσιν·
33.13.5ὤφθη γὰρ φθονερὸς ἐν ἅπασι καὶ τολμηρὸς κατὰ τοῦ πλάσαντος· μάτην αὐτοῦ λαλοῦντος ἔφευγον πᾶσαι νόσοι· εἶχε γὰ#8048;ρ ἤδη νόσον τῆς ἀθεΐας καὶ φιλαργυρίας· ἐντὸς αὐτοῦ ἦν ἡ πληγή.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.14.1
Ἄρας τούς πόδας ὁ ἄνομος ηὐτομόλησε πρὸς τὸ παράνομον καὶ φατριὰν φθάσας φονεύτριαν,τὸν Χριστὸν ὥσπερ ἀλλότριον παραδούς, γίνεται μέτριος. "Τί ἐμοὶ θέλετε δωρήσασθαι;"
33.14.5λέγει τοῖς θέλουσιν ὠνήσασθαι τὸ αἷμα τοῦ ζῶντος καὶ μένοντος.
Ἄκουσον, γῆ, καὶ φρῖξον· θάλασσα, φεύγειν σπεῦσον· φόνος γὰρ συμφωνεῖται,τοῦ ἀτιμήτου τίμημα λαλεῖται καὶ ζωοδότου ἡ σφαγή.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.15.1 Νῦν σου ἐφάνη τὸ ἄπληστον, νῦν ἐφανερώθη τὸ ἀκόρεστον,ἀχόρταστε, ἄσωτε, ἄσπονδε,ἀναιδέστατε καὶ λαίμαργε, ἀσυνείδητε, φιλάργυρε. "Τί ἐμοὶ θέλετε δωρήσασθαι;"
33.15.5λέγεις τοῖς θέλουσιν ὠνήσασθαι τὸ αἷμα τοῦ ζῶντος καὶ μένοντος· τί γὰρ καλὸν οὐκ εἶχες; τίνος δὲ οὐ μετεῖχες; τίνος ποτὲ ἀπεῖχες;Μετὰ τῶν κάτω καὶ τὰ ἄνω εἶχες καὶ τὸν Θεόν σου προδιδεῖς;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.16.1
Ὅλον τὸν πλοῦτον ἐβάσταζες, θησαυρὸς ὑπῆρχες ἀδαπάνητος·πάντοθεν ἦς πάντοτε πλούσιος,ἐν χερσὶν ἔχων τὰ χρήματα καὶ φρεσὶ φέρων τὸν πλάσαντα. Τί οὖν σοι γέγονεν, ὦ ἄθλιε,
33.16.5ὅτι νῦν ὡς πτωχὸς πεπόρευσαι πρὸς τούς οὐδὲν ἔχοντας δοῦναί σοι; Τί γὰρ καὶ δώσουσί σοι, τί προσενέγκωσί σοι ἀντὶ τοῦ πωλουμένου;Τὸν οὐρανόν τε καὶ τὴν γῆν ἢ πάντα τὸν κόσμον αὐτὸν ἀντ᾿ αὐτοῦ;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.17.1
Ὕπαγε, ἄφρον, ἀνάνηψον, τὴν αὐθάδειάν σου ἀναχαίτισον,τὴν τολμηρὰν γνώμην σου κώλυσον,ταῖς φρεσί σου ἐπιτίμησον καί, μωροί, ποτὲ φρονήσατε· οὔτε γὰρ δύνασαι τιμήσασθαι
33.17.5οὔτ᾿ αὐτοὶ ἱκανοὶ ὠνήσασθαι τὸν τῇ χειρὶ πάντα συνέχοντα.
Ἐὰν δὲ καὶ πωλήσῃς καὶ μὴ αὐτὸς θελήσῃ, τίς ὁ τολμῶν κρατῆσαι;Τίς ἐπενέγκῃ τούτῳ χεῖρας, ἐὰν μὴ συγχωρήσῃ ὡς Θεός;
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.18.1 Πένης Ἠλίας ἐτύγχανε καὶ ὡς εὔπορος πυρὶ ἀνάλωσε τούς ἐπ᾿ αὐτὸν τότε ὁρμήσαντας,πεντηκόνταρχον καὶ ἕτερον, τούς αὐτῷ καταθαρρήσαντας·
Ἠλιού γέγονεν ἀκράτητος,
33.18.5καὶ Θεὸς Ἠλιοῦ καὶ κύριος τῷ ἀναιδεῖ εὐκαταφρόνητος.
Ὢ τῆς παραπληξίας· δοῦλος ἦν ὁ Ἠλίας τοῦ νῦν πιπρασκομένου κα[ὶ ο]ὐδ᾿ ὡς προφήτην ὁ προδότης ἔσχε τὸν ποιητὴν τῶν προφητῶν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.19.1 Οὕτως δέ, ἄφρον, ἐμέθυες αὐθαδείᾳ σου καὶ οὐκ ἐνόησας τὸν ὑπὸ σοῦ γνώμῃ πωλούμενον,κἂν τὰ σύμφωνα γνωρίσῃ σοι τίς ἐστιν ὁ συμφωνούμενος·
Ἔλαβες χρύσινα τριάκοντα·
33.19.5ψήφισον, Ἰούδα, καὶ νόησον τίς προφητῶν οὕτω πεπώληται· ὁ Ἰωσὴφ ἐκεῖνος τοῦ Ἰησοῦ ἦν τύπος οὗ τὴν τιμὴν λαμβάνεις,καὶ δι᾿ αὐτῆς καταλαμβάνεις Ἅιδην τὸν βρόχον ἔχων ἀγχόνην.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.20.1
Ἵλεως, ἵλεως, ἵλεως· ποταπὸν ὁ μαθητὴς ὠλίσθησε καὶ ποταποῦ ὕψους ἀπέτυχε·ποταπὸν πτῶμα κατέπεσε, ποταπὸν κτύπον ἐποίησε. Πρώην μὲν ἔπεσε διάβολος
33.20.5ἀστραπὴν δείξας τὴν κατάπτωσιν· αὐτὸν καὶ Ἰούδας ἐζήλωσε· τῷ γὰρ Χριστῷ ἀντάρας καὶ ἀνιῶν πρὸς κέντρα, τὰς βάσεις συνετρίβη καὶ ἐν βαράθρῳ κατηνέχθη Ἅιδου, ἐκεῖ τὸ κέρδος πληρωθείς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.21.1
Ἦλθεν οὖν τρέχων ὁ ἄνομος καὶ φιλεῖ ἐν δόλῳ τὸν φιλάνθρωπον καὶ ἀναιρεῖ κατὰ διάνοιαν τὸν βουλῇ πάθος ἑλόμενον καὶ ζωὴν πᾶσι δωρούμενον· πρόβατον τοῦ Χριστοῦ ἐμάνθανε,
33.21.5λύκος δὲ τῷ ποιμένι γέγονεν ὡς ἄγριος θὴρ ἐπερχόμενος. Φίλημα σὸν προσφέρεις; Φίλημα ποῖον, ἄφρον; Φίλημα προδοσίας·καὶ οὐκ αἰσχύνῃ τὸν ἐχθρὸν ζηλώσας, αὐτοῦ μανθάνων τὰς βουλάς.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.22.1 Μεῖνον μικρόν, ὦ πανάθλιε, ἵνα ὄψῃ δίκην ἀμετάθετον·τὸ συνειδός σου κατακρίνει σε,ἵνα γνῷς ὅπερ ἐποίησας τῷ δεινῷ μόρῳ νεκρούμενος· δένδρον σοι γίνεται ὡς δήμιος
33.22.5ἄξιον τὸν μισθόν σοι φέροντα· καὶ ποῦ σοι τὸ χρῆμα, φιλόπλουτε; Ἀλλὰ καὶ τοῦτο δώσεις καὶ σεαυτὸν οὐ σώσεις μετανοῶν ἀκαίρως,ὅτι προέδωκας ὃν εἶχες πλοῦτον τὸν ψυχικόν σου, τὸν Χριστόν.
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
33.23.1
Ἅγιε, ἅγιε, ἅγιε, ὁ Θεὸς τῶν πάντων, ὁ τρισάγιος,τούς δούλους σου ῥῦσαι τοῦ πτώματος καὶ τὸ πλάσμα σου ἀνάστησον τοῦ φυγεῖν τοιοῦτον κίνδυνον. Ταῦτα οὖν, ἀδελφοί, γινώσκοντες
33.23.5καὶ τὴν τοῦ πράτου πτῶσιν βλέποντες, τούς ἑαυτῶν πόδας στηρίξωμεν· στήσωμεν οὖν τὰς βάσεις ἐπὶ τὰς ἀναβάσεις τῶν ἐντολῶν τοῦ κτίστου καὶ τὴν τοῦ Ἅιδου φύγωμεν πορείαν βοῶντες πρὸς τὸν λυτρωτήν·
Ἵλεως, ἵλεως, ἵλεως γενοῦ ἡμῖν,ὁ πάντων ἀνεχόμενος καὶ πάντας ἐκδεχόμενος.
34 (XVIII). Отречение Апостола Петра
34.t.1
Τῇ ἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ, κοντάκιον αʹ· κοντάκιον εἰς τὴν ἄρνησιν
Πέτρου, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος]
ἦ χος πλάγιος δʹ
Προοίμιον I
34.pro.1
Ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων,σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
Προοίμιον II
34.pro 1.1 Τῶν φοβερῶν κυμάτων ἐπιλησθεὶς καὶ τῷ ῥητῷ τῆς κόρης ἀλλοιωθείς, ὁ Πέτρος ἔλεγε· "Χριστὲ ὁ Θεός,τῇ ζάλῃ βυθιζόμενος ἀξίως ἐδειλίασα καὶ λόγῳ ἐρωτώμενος ἀρνήσει ὑποπέπτωκα,
34.pro 1.5ἀλλὰ δακρύων βοῶ σοι· Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου."
Προοίμιον III
Ἄλλος βυθὸς ἐπὶ γῆς ἡ παιδίσκη· ἀλλὰ εὑρὼν ὕστερον κορυφαῖα, ἐπὶ σὲ τὸν λιμένα καταφεύγω·Κύριε, τὰ δάκρυά [μου] εἰς πρεσβείαν κινήσω σοι, καὶ κράξω σοι διὰ τοῦτο·
34.pro 2.5 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.1.1 Τὸν νοῦν ἀνυψώσωμεν, τὴν φρένα ὑφάψωμεν, τὸ πνεῦμα μὴ σβέσωμεν, τῇ ψυχῇ διαναστῶμεν καὶ σπουδάσωμεν σχεδὸν συμπαθεῖν τῷ ἀπαθεῖ· ἀφήσωμεν πάντα λογισμὸν πολυμέριμνον καὶ προσκολληθῶμεν τῷ ἐν σταυρῷ·
34.1.5ἄγωμεν πάντες, εἰ δοκεῖ, ἅμα τῷ Πέτρῳ εἰς τὴν Καϊάφα αὐλὴν σύν αὐτῷ. Βοήσωμεν Χριστῷ τὰς τοῦ Πέτρου πάλαι φωνάς· "Κἂν ἐν ξύλῳ ἀνέρχῃ, κἂν ἐν τάφῳ κατέρχῃ, μετὰ σοῦ πάσχομεν καὶ θνήξομεν καὶ κράξομεν·
34.1.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου."
34.2.1 Οὐ μάτην ἐμνήσθημεν τοῦ Πέτρου, φιλόχριστοι, ἀλλ᾿ ἵνα ζηλώσωμεν τὴν ἀγάπησιν τοῦ φίλου, οὐ τὴν ἄρνησιν τοῦ ὄντως δειλοῦ καὶ τὴν φυγήν. Τῷ φίλτρῳ γὰρ Πέτρος ὑπερζέσας τὸ πρότερον, τῷ φόβῳ ἐσβέσθη μετὰ μικρόν·
34.2.5ὅμως δεξάμενος αὐτοῦ τὴν προθυμίαν, τὴν ταλαιπωρίαν συνέγνω Χριστός, εἰδὼς τὴν ἀσθενῆ φύσιν ταύτην καὶ ταπεινήν, τὴν ἑκάστῳ ἀνέμῳ κλονουμένην καλάμην, τὴν ἀεὶ τρέμουσαν τὸν κίνδυνον καὶ κράζουσαν·
34.2.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.3.1
Ὑμεῖς οὖν, φιλόχριστοι, τοῦ Πέτρου ἀκούσαντες τὰ ὦτά μοι κλίνατε καὶ τοῖς τοῦ εὐαγγελίου ὑπακούσατε ῥητοῖς καὶ αὐτοῖς δότε τὸν νοῦν. Φησὶ γὰρ Ματθαῖος ἐν τῇ βίβλῳ [ἣν] ἔγραψε· Μετὰ τὸ δειπνῆσαι εἶπε Χριστός·
34.3.5"Τέκνα μου, φίλοι μαθηταί, τῇ νυκτὶ ταύτῃ ἀρνεῖσθέ με πάντες καὶ φεύγετέ με.» Καὶ πάντων ὁμαδὸν ἐκπλαγέντων, Πέτρος βοᾷ· "Εἰ καὶ πάντες ἀρνοῦνται, ἀλλ᾿ ἐγὼ οὐκ ἀρνοῦμαι· μετὰ σοῦ ἔσομαι καὶ θνήξομαι καὶ κράξω σοι·
34.3.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.4.1 Τί λέγεις, διδάσκαλε; ὁ Πέτρος ἐβόησεν. Ἐγώ σε ἀρνήσωμαι; Ἐγὼ λίπω σε καὶ φύγω; Καὶ οὐ μνήσκομαι τῆς κλήσεώς σου καὶ τῆς τιμῆς; Ἀκμὴν ἐνθυμοῦμαι πῶς τούς πόδας μου ἔνιψας, καὶ λέγεις· ‘Ἀρνεῖσαί με’, λυτρωτά;
34.4.5Ἔτι λογίζομαι, σωτήρ, πῶς τὸν νιπτῆρα βαστάζων προσῆλθες τοῖς ἴχνεσί μου, ὁ φέρων τὴν ξηρὰν καὶ βαστάζων τὸν οὐρανόν· ταῖς χερσὶν αἷς ἐπλάσθην νῦν τούς πόδας ἐπλύθην, καὶ βοᾶς ὅτι σκανδαλίζομαι κα[ὶ ο]ὐ κράζω [σοι]·
34.4.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
34.5.1 Ἀκμήν, ἀναμάρτητε, ἀκμήν, ἀτελεύτητε, τὸν νόστον τοῦ δείπνου σου ἐν τῷ στόματί μου ἔχω, καὶ πῶς δύναμαι ἀρνήσασθαί σου τὴν δωρεάν; Εἰ γένωμαι, οἴμοι, ὡς προδότης ὁ μύστης σου, καλὸν τὸ θανεῖν με ἢ γὰρ τὸ ζῆν·
34.5.5εἴπερ λανθάνω ἀκριβῶς τοῦ μυστηρίου οὗ οἶδα καὶ εἶδον καὶ πάλιν ὁρῶ, συμφέρει μοι τὰ νῦν πρὸς τὸν ᾅδην ζῶντα δραμεῖν· κολληθήτω ἡ γλῶσσα ἄρτι τῷ λάρυγγί μου, ἐάν σε ψεύσωμαι ἢ παύσωμαι τοῦ κράζειν σοι·
34.5.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου."
34.6.1 Πρὸς ταῦτα τὰ ῥήματα ὁ πλάσας τὸν ἄνθρωπον τῷ Πέτρῳ ἀντέφησε· "Τί μοι λέγεις, φίλε Πέτρε; Οὐκ ἀρνεῖσαί με; Οὐ φεύγεις ἐμέ; Οὐκ ἀθετεῖς; Κἀγὼ τοῦτο θέλω, ἀλλ᾿ ἡ πίστις σου ἄστατος καὶ οὐκ ἀντιβαίνεις τοῖς πειρασμοῖς·
34.6.5μέμνησαι πῶς παρὰ μικρὸν κατεποντίσθης, εἰ μὴ τὴν παλάμην ἐπέδωκά σοι
Ἐπέζευσας μὲν γὰρ ἐν θαλάσσῃ ὥσπερ κἀγώ, ἀλλ᾿ εὐθέως ἐσείσθης καὶ ταχέως ἐλήφθης· καὶ λοιπὸν ἔφθασά σε κράζοντα καὶ λέγοντα·
34.6.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμην σου.
34.7.1
Ἰδού καὶ νῦν λέγω σοι ὅτι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ψεύσῃ με †καὶ ὡς κύματα θαλάσσης περικλύζων καὶ βυθίζων τὸν νοῦν,† τρὶς ἀπαρνῇ· καὶ τότε μὲν κράξας, νῦν δὲ κλαύσας, εὑρήσεις με οὐ χεῖρά σοι δόντα ὥσπερ τὸ πρίν·
34.7.5ταύτῃ γὰρ κάλαμον λαβών, ἄρχομαι γράφειν συγχώρησιν πᾶσι τοῖς ἐκ τοῦ Ἀδάμ· ἡ σάρξ μου, ἣν ὁρᾷς, ὥσπερ χάρτης γίνεταί μοι, καὶ τὸ αἷμά μου μέλαν ὅθεν βάπτω καὶ γράφω, δωρεὰν νέμων ἀδιάδοχον τοῖς κράζουσι·
34.7.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.8.1 – Νῦν οὖν, ἀτελεύτητε, ὁ Πέτρος ἀντέφησε, νῦν ὅτι ἐσήμανας τὸ ποσάκις σε ἀρνοῦμαι, ἐμφανίζω σοι κἀγὼ τὴν ἐμὴν γνώμην, σωτήρ. Εἰ γὰρ καὶ γινώσκεις πρὶν εἰπεῖν με, φιλάνθρωπε, ἀλλ᾿ ὅμως δηλῶ σοι ἅπερ φρονῶ·
34.8.5ἐπὶ ἀγγέλων καὶ βροτῶν καὶ σοῦ τοῦ κτίστου τῶν ἄνω καὶ κάτω νῦν ὁμολογῶ· κἂν δέῃ με θανεῖν, οὐκ ἀρνοῦμαι σέ, λυτρωτά· μετὰ σοῦ θέλω ζῆσαι, μετὰ σὲ δὲ μὴ ζῆσαι· διὰ τί βλέπω γὰρ τὸν ἥλιον, μὴ κράζων σοι·
34.8.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμην σου;»
34.9.1
Ὁ Πέτρος μὲν πρόθυμος ὡς φίλος ἐπίσημος, ὁ πλάστης δὲ ἕτοιμος βοηθῆσαι πάλιν Πέτρῳ, ὡς εἰδὼς αὐτοῦ τὸ ὀλισθηρὸν καὶ τὸ σαθρόν. Τοιαῦτα οὖν λέξας καὶ ἀκούσας ὁ Κύριος ἀπήγετο θέλων πρὸς τὸ παθεῖν
34.9.5ὑπὸ ἀνόμων κρατηθείς, ὡς ἠβουλήθη, καὶ ὑπὸ Ἰούδα, ὡς οἶδεν, πραθείς· καὶ ἤχθη εἰς τὴν τοῦ Καϊάφα τότε αὐλήν· ἠκολούθει δὲ Πέτρος ἵνα ἴδῃ τὸ τέλος, καὶ ἰδὼν ἔπτηξεν, ἐτρόμασεν, ἐκραύγασεν·
34.9.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.10.1
Ὑπὸ διαθέσεως πολλῆς ὁ ἀπόστολος τῷ ὄχλῳ προσπλέκεται καὶ εἰσέρχεται σπουδαίως· καὶ γενόμενος ἐντὸς τῆς αὐλῆς, βλέπει ἐκεῖ τὸ πῦρ δεδεμένον καὶ τὸν χόρτον καθήμενον, Χριστὸν παρεστῶτα τῷ ἱερεῖ·
34.10.5καὶ μὴ βαστάσας τὸ κακόν, ἤδη δακρύει καὶ τύπτει τὸ στῆθος καὶ λέγει σιγῇ· "Δεδέσμευσαι, Χριστέ, καὶ ἀνέχει καὶ καρτερεῖς, καὶ ἐμπτύει τὴν ὄψιν δι᾿ ἣν κρύπτει τὰς ὄψεις Σεραφὶμ φρίττοντα καὶ τρέμοντα καὶ κράζοντα·
34.10.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.11.1
Ῥαπίζει, διδάσκαλε, καὶ ζῶ καὶ προσέχω σοι; Ὑβρίζει, φιλάνθρωπε, καὶ ὁρᾷ ἡ γῆ καὶ στέγει καὶ οὐ σχίζεται τοῦ καταπιεῖν τούς ἀπειθεῖς;
Ἐμπαίζει καὶ βλέπει οὐρανὸς κα[ὶ ο]ὐκ εἱλίσσεται, κα[ὶ ο]ὐκ ἀγανακτοῦσιν οἱ ἐν αὐτῷ;
34.11.5Καὶ οὐ θυμοῦται Μιχαὴλ σοῦ ῥαπισθέντος, καὶ καίει καὶ φλέγει τούς ἐπὶ τῆς γῆς; Καὶ στέγει Γαβριὴλ καὶ οὐ φλέγει τούς τολμηρούς; Εἰ καὶ πᾶσαι δυνάμεις αἱ τῶν ἄνω σιγῶσιν, ἀλλ᾿ ἐγὼ πλήττομαι καὶ φύρομαι καὶ κράζω σοι·
34.11.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου."
34.12.1
Ὡς ταῦτα δὲ ἔφησεν, ὁ Πέτρος ἠσύχασε καὶ ὑπὸ ἐκπλήξεως συσχεθεὶς οὐδὲν προσεῖπεν· ἀλλ᾿ ἐξαίφνης ὁ σιγήσας καλῶς ἔφη κακῶς,
ἵνα ἀληθεύσῃ ὁ Χριστός, ἡ ἀλήθεια, καὶ γένηται ψεύστης πᾶς γηγενής.
34.12.5Τί οὖν ἐροῦμεν, ἀδελφοί; Ὅτι ὁ πλάστης ἵνα ἀληθεύσῃ, ἀρνεῖται Κηφᾶς; Μὴ γένοιτο ἱνὰ οὕτως εἴπω περὶ Χριστοῦ, ἀλλὰ οὕτως νοήσω ὅτι πάντα προβλέπει καὶ δηλοῖ καὶ προασφαλίζεται τούς κράζοντας·
34.12.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.13.1 Μικρὸν οὖν ἡσύχασεν ὁ Πέτρος, ὡς πρόειπον· ὀλίγον ἐπαύσατο ἀπὸ τῆς ἀδημονίας καὶ ἐκάθητο ἐντὸς τῆς αὐλῆς σύννους, στυγνός. Παιδίσκη δὲ μία τοῦτον περιεβλέπετο καὶ περιεκύκλου τὸν μαθητήν·
34.13.5ἄνω καὶ κάτω ἀκριβῶς κατανοοῦσα καὶ καταλαβοῦσα, βοᾷ πρὸς αὐτόν· «Καὶ σύ ποτε σύν τῷ Γαλιλαίῳ ἦσθα σαφῶς.» Ἀπεκρίθη δὲ Πέτρος· »Οὐ γινώσκω ἃ λέγεις, ἀγνοῶ τοῦτον ὃν κηρύττουσιν οἱ κράζοντες·
34.13.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.»
34.14.1 Ἀφῆκες, ἀπόστολε, ταχέως τὸ κράτημα, καὶ κόρη σε ἔρριψεν· ἀλλ᾿ ἀνάστηθι, ἐξάλλου καὶ ἀνάζωσαι τὴν πρώτην ἰσχύν, ὡς ἀθλητής· οὐκ ἔσχες τὴν πάλην πρός τινα δυνατώτερον, καὶ πῶς κατηνέχθης λόγῳ ψιλῷ;
34.14.5Κόρη προσῆλθέ σοι μικρά, ἥτις καὶ τάχα ψελλίζουσα εἶπεν ἃ εἶπεν πρὸς σέ, καὶ ταύτης ὡς βρυγμὸν δειλιάσας τὸν ψελλισμόν, ἀπεφήνω πρὸς ταύτην· "Οὐ γινώσκω ἃ λέγεις». Διὰ τί κόρη σε ἐπτόησε κα[ὶ ο]ὐκ ἔκραξας·
34.14.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
34.15.1 Νομίζων ὁ δίκαιος ὅτι τὸ κοράσιον τοῖς ἔσω προσβέβληται, τὴν αὐλὴν καταλιμπάνει καὶ προσκόψας τῷ πυλῶνι αὐτῆς πίπτει κἀκεῖ. Παιδίσκη γὰρ ἄλλη προσελθοῦσα, ὡς γέγραπται, τοῖς θερμαινομένοις οὕτω φησίν;
34.15.5ὅτι "καὶ οὗτος ὁ ἀνὴρ τῷ Ναζωραίῳ συνῆν καθ᾿ ἑκάστην, καὶ δῆλός ἐστι.» Πρὸς ταῦτα δὲ Κηφᾶς ἀπεκρίθη θορυβηθείς· "Οὐ γινώσκω τὸν ἄνδρα, οὐκ ἐπίσταμαι τοῦτον· ἀγνοῶ ἄνθρωπον ὃν λέγουσιν οἱ κράζοντες·
34.15.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.»
34.16.1 Οὐκ οἶδας τὸν ἄνθρωπον, ὦ Πέτρε, ὡς ἔφησας; Οὐκ οἶδας τὸν ἄνθρωπον; Μή τι τοῦτο θέλεις λέγειν ὅτι ἄνθρωπον οὐκ οἶδας ψιλόν, ἀλλὰ θεόν; Μὴ ἄρα διδάξαι τούς ἀνόμους ἐσπούδασας ὅτι Θεὸς πέλει ὁ σταυρωθείς;
34.16.5Εἰ γὰρ καὶ ἔπαθεν σαρκὶ σάρκα ὁ φέρων, ἐκ τῆς ἀμιάντου ἀσπόρως τεχθείς, ἀλλ᾿ οὖν ἐστὶ Θεὸς καὶ οὐ θνῄσκει θνῄσκων σαρκί· ὡς ὁρᾶται, κρατεῖται· ὡς δὲ μὴ θεωρεῖται, οὐδενὶ πρόσκειται εἰ μή τι δ᾿ ἂν τοῖς κράζουσι·
34.16.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.17.1
Ὑμνοῦμέν σε, δέσποτα, ὅτι ἀγαθὸν ψαλμός· αἰνοῦμέν σε, Κύριε, ὅτι πάντα σύ ὑπέστης, καὶ ὁ Πέτρος σου μηδὲν ὑποστὰς ψεύδεταί σε· αὐτὸς ἐμαστίζου καὶ ὁ Πέτρος ἠρνεῖτό σε, μηδὲν ὑπομείνας ὁ ἀθλητής· 34.17.5ἤδη γὰρ δεύτερον βληθεὶς ὑπὸ θηλείων, τὸ τρίτον ἡττᾶται ὑπ᾿ ἄλλων ἀνδρῶν. Καὶ γὰρ μετὰ μικρὸν προσελθόντες ἄλλοι τινὲς ἐπιτίθενται Πέτρῳ, καὶ ἀρνεῖται μεθ᾿ ὅρκων, καὶ εὐθύς ὄρνις τοῦτον ἤλεγξε, καὶ ἔκραξε·
34.17.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.18.1 Ἀκούσας τοῦ ὄρνιθος ὁ Πέτρος φωνήσαντος, εὐθέως ἐκραύγασε κωκυτὸν μετὰ δακρύων· "Οἴμοι, οἴμοι, ποῦ ἀπέλθω; ποῦ στῶ; ποῦ δὲ φανῶ; τί λέξω; τί φράσω; τί ἀφήσω; τί λήψομαι; τί πράξω; τί πάθω; τί ὑποστῶ;
34.18.5ποίαν θρηνήσω μου πληγήν; πρώτην; δευτέραν; Τριπλῆ γὰρ ὀδύνη ἐπῆλθεν ἐμοί· τρισσῶς ὁ δολερὸς ἔβαλέ με τὸν ἀφελῆ· ἀφανῶς ἐτοξεύθην, φανερῶς κατεβλήθην· ποῦ τὸν νοῦν τοῦτον μετεώρισα κα[ὶ ο]ὐκ ἔκραξα·
34.18.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;
34.19.1
Ἰσχύς μου καὶ ὕμνησις ὑπάρχεις, φιλάνθρωπε· μὴ ἐγκαταλίπῃς με.» Ταῦτα Πέτρος ἔφη κλαίων ὅτε ἤρχετο πρὸς τούς μαθητὰς τοῦ λυτρωτοῦ. Τὰς χεῖρας δὲ θήσας ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐβόησεν· "Οἴμοι, δοῦλοι Χριστοῦ·
34.19.5ἤδη ἐπλήρωσα Χριστοῦ τὴν προφητείαν ἐπὶ τῇ ἀρνήσει ἐμοῦ τῇ τριπλῇ. Συγκλαύσατέ μοι οὖν καὶ θρηνοῦντες λέξατέ μοι· ’Ποῦ ὁ πόθος καὶ ζῆλος; Ποῦ ἡ πίστις καὶ νῆψις; Ποῦ ὁ νοῦς οὗτος ὃς ἐρέμβετο κα[ὶ ο]ὐκ ἔκραξε·
34.19.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου;’"
34.20.1 Νικᾶται ὁ εὔσπλαγχνος τοῦ Πέτρου τοῖς δάκρυσι καὶ πέμπει τὴν ἄφεσιν· τῷ λῃστῇ γὰρ ὁμιλήσας ὑπαινίττεται τὸν Πέτρον ἐκεῖ ἐν τῷ σταυρῷ·
"Ὦ φίλε λῃστά μου, μετ᾿ ἐμοῦ γενοῦ σήμερον, ἐπειδὴ ὁ Πέτρος ἔλιπέ με·
34.20.5ὅμως ἐκείνῳ τε καὶ σοὶ καὶ τοῖς ζητοῦσιν ἀνοίγω τὰ σπλάγχνα, φιλάνθρωπος ὤν. Δακρύων, ὦ λῃστά, ‘Μνήσθητί μου’, λέγεις ἐμοί, καὶ ὁ Πέτρος δὲ κλαίων· ‘Μὴ ἀφήσῃς με’, κράζει·δι᾿ αὐτὸ σοὶ κἀκείνῳ λέγω σύν τοῖς κράζουσι·
34.20.10Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.21.1 Οὐδεὶς ἀναμάρτητος, οὐδεὶς ἀκατάβλητος· μὴ ὀλιγωρήσητε, ἐγὼ μόνος δίχα μώμου· διὸ ἅπασιν ὑμῖν ἐφαπλῶ τὴν δωρεάν.» Ἀλλ᾿ ἴσως ἐρεῖ τις· "Πόθεν τοῦτο, ὦ ἄνθρωπε, ὅτι ἀνεκλήθη Πέτρος πεσών;"
34.21.5Ἤδη δεικνύω ἀκριβῶς καὶ διὰ τίνος ἐπέμφθη τὸ δῶρον τῷ Πέτρῳ ποτέ· ἀγγέλου ἦν φωνὴ ὁμιλοῦντος ταῖς γυναιξίν· "Ὅταν εἴπητε πᾶσιν, εἴπατε καὶ τῷ Πέτρῳ· μὴ φοβοῦ, εἶπεν ὁ διδάσκαλος· ἀνάκραξον·
34.21.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.22.1 Συνάντησον, ἅγιε, καὶ δέξαι τὸν Κύριον πρὸς σὲ πορευόμενον ἐκ ταφῆς ὡς ἐκ παστάδος· δι᾿ ἐμοῦ γὰρ τοῦ ἀγγέλου αὐτοῦ λέγει πρὸς σὲ τοιαῦτα εἰπάντος· Μὴ ἀπογνῷς τὴν ἄφεσιν, ἀλλ᾿ εὔχου μὴ πίπτειν εἰς πειρασμόν.»
34.22.5Μὴ οὖν πλεκέτω ἡμῖν τις ὅτι τῷ Πέτρῳ οὐ συνεχωρήθη τὸ πταῖσμά ποτε· συγχώρησιν Χριστὸς θέλων δοῦναι ἦλθεν εἰς γῆν, συγχωρῆσαι θελήσας τῷ σταυρῷ προσηλώθη, συγχωρῶν θάνατον ὑπέταξε τοῖς κράζουσι·
34.22.10 Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
34.23.1 "Συγχώρησον, δέσποτα», τῷ πλάστῃ βοήσατε, ὑμεῖς οἱ νεόλεκτοι, ἐπειδὴ τῆς κολυμβήθρας ἀπογεύεσθε γλυκείας πηγῆς καὶ ἀγαθῆς· φωτίζεσθε μᾶλλον καὶ μὴ μόνον βαπτίζεσθε· μὴ δόλῳ τὸ δῶρον δέξασθε νῦν,
34.23.5μήποτε εἴπῃ ὁ Θεός· "Ὅτε εἰσῆλθον, ἐμίαναν οὗτοι τὴν γῆν τὴν ἐμήν.» Μὴ γένοιτο δὲ νῦν ἵνα οὕτως λέξῃς, Χριστέ,ἀλλ᾿ ἵν᾿ ἔλθῃς ταχέως, ἵνα δέξῃ ἡδέως σύν ἡμῖν τούτους [τούς ἐν πίστει] σοι κραυγάζοντας·
34.23.10Σπεῦσον, σῶσον, ἅγιε, τὴν ποίμνην σου.
35 (XIX). Плач Богородицы при Кресте
35.t.1
Κοντάκιον ἕτερον τῇ μεγάλῃ παρασκευῇ εἰς τὸ πάθος τοῦ Κυρίου καὶ εἰς
τὸν θρῆνον τῆς Θεοτόκου, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος μέ[σος] δʹ Προοίμιον Τὸν δι᾿ ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν·αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ ξύλου καὶ ἔλεγεν·«Εἰ καὶ σταυρὸν ὑπομένεις, σύ ὑπάρχεις ὁ υἱὸς καὶ Θεός μου.»
35.1.1 Τὸν ἴδιον ἄρνα [ἡ ἀ]μνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον ἠκολούθει [ἡ] Μαρία τρυχομένη μεθ᾿ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα· "Ποῦ πορεύῃ, τέκνον; Τίνος χάριν τὸν ταχύν δρόμον τελέεις;
35.1.5Μὴ ἕτερος γάμος πάλιν ἔστιν ἐν Κανᾶκἀκεῖ νυνὶ σπεύδεις ἵν᾿ ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; Συνέλθω σοι, τέκνον, ἢ μείνω σε μᾶλλον;Δός μοι λόγον, Λόγε· μὴ σιγῶν παρέλθῃς με,ὁ ἁγνὴν τηρήσας με, ὁ υἱὸς καὶ Θεός μου.
35.2.1 Οὐκ ἤλπιζον, τέκνον, ἐν τούτοις ἰδεῖν σε,οὐδ᾿ ἐπίστευόν ποτε ἕως τούτου τούς ἀνόμους ἐκμανῆναι καὶ ἐκτεῖναι ἐπὶ σὲ χεῖρας ἀδίκως· ἔτι γὰρ τὰ βρέφη τούτων κράζουσί σοι τὸ ‘εὐλογημένος’·
35.2.5ἀκμὴν δὲ βαΐων πεπλησμένη ἡ ὁδὸς μηνύει τοῖς πᾶσι τῶν ἀθέσμων τὰς πρὸς σὲ πανευφημίας. Καὶ νῦν τίνος χάριν ἐπράχθη τὸ χεῖρον;Γνῶναι θέλω, οἴμοι, πῶς τὸ φῶς μου σβέννυται,πῶς σταυρῷ προσπήγνυται ὁ υἱὸς καὶ Θεός μου.
35.3.1
Ὑπάγεις, ὦ τέκνον, πρὸς ἄδικον φόνον,καὶ οὐδείς σοι συναλγεῖ· οὐ συνέρχεταί σοι Πέτρος ὁ εἰπών σοι·Ὀὐκ ἀρνοῦμαί σέ ποτε, κἂν ἀποθνῄσκω’· ἔλιπέ σε Θώμας ὁ βοήσας· ‘Μετ᾿ αὐτοῦ θάνωμεν πάντες’·
35.3.5οἱ ἄλλοι δὲ πάλιν, οἱ οἰκεῖοι καὶ υἱοί,οἱ μέλλοντες κρίνειν τὰς δώδεκα φυλάς, ποῦ εἰσιν ἄρτι; Οὐδεὶς ἐκ τῶν πάντων, ἀλλ᾿ εἷς ὑπὲρ πάντων θνῄσκεις, τέκνον, μόνος, ἀνθ᾿ ὧν πάντας ἔσωσας,ἀνθ᾿ ὧν πᾶσιν ἤρεσας, ὁ υἱὸς καὶ Θεός μου."
35.4.1 Τοιαῦτα Μαρίας ἐκ λύπης βαρείας καὶ ἐκ θλίψεως πολλῆς κραυγαζούσης καὶ κλαιούσης, ἐπεστράφη πρὸς αὐτὴν ὁ ἐξ αὐτῆς οὕτω βοήσας· "Τί δακρύεις, μήτηρ; Τί ταῖς ἄλλαις γυναιξὶ συναποφέρῃ;
35.4.5Μὴ πάθω; μὴ θάνω; Πῶς οὖν σώσω τὸν Ἀδάμ;Μὴ τάφον οἰκήσω; Πῶς ἑλκύσω πρὸς ζωὴν τούς ἐν τῷ ᾅδῃ; Καὶ μήν, καθὼς οἶδας, ἀδίκως σταυροῦμαι·τί οὖν κλαίεις, μήτηρ; Μᾶλλον οὕτω κραύγασον ὅτι ‘Θέλων ἔπαθεν ὁ υἱὸς καὶ Θεός μου.’
35.5.1 Ἀπόθου οὖν, μῆτερ, ἀπόθου τὴν λύπην·οὐ γὰρ πρέπει σοι θρηνεῖν, ὅτι κεχαριτωμένη ὠνομάσθης·τὴν οὖν κλῆσιν τῷ κλαυθμῷ μὴ συγκαλύψῃς· μὴ ταῖς ἀσυνέτοις ὁμοιώσῃς ἑαυτήν, πάνσοφε κόρη·
35.5.5ἐν μέσῳ ὑπάρχεις τοῦ νυμφῶνος τοῦ ἐμοῦ·μὴ οὖν ὥσπερ ἔξω ἱσταμένη τὴν ψυχὴν καταμαράνῃς· τούς ἐν τῷ νυμφῶνι ὡς δούλους σου φώνει·πᾶς γὰρ τρέχων τρόμῳ ὑπακούσει σου, σεμνή,ὅταν εἴπῃς· ‘Ποῦ ἐστιν ὁ υἱὸς καὶ Θεός μου;’
35.6.1 Πικρὰν τὴν ἡμέραν τοῦ πάθους μὴ δείξῃς·δι᾿ αὐτὴν γὰρ ὁ γλυκύς οὐρανόθεν νῦν κατῆλθον ὡς τὸ μάννα,οὐκ ἐν ὄρει τῷ Σινᾷ, ἀλλ᾿ ἐν γαστρί σου: ἔνδοθεν γὰρ ταύτης ἐτυρώθην, ὡς Δαυὶδ προανεφώνει·
35.6.5τὸ τετυρωμένον ὄρος νόησον, σεμνή· ἐγὼ γὰρ ὑπάρχω, ὅτι λόγος ὢν ἐν σοὶ σὰρξ ἐγενόμην· ἐν ταύτῃ οὖν πάσχω, ἐν ταύτῃ καὶ σῴζω·μὴ οὖν κλαύσῃς, μῆτερ, μᾶλλον οὕτω βόησον·’Θέλων πάθος δέχεται ὁ υἱὸς καὶ Θεός μου.’
35.6bis.1
[Ἐν τούτοις τοῖς λόγοις ἡ πάναγνος μήτηρ τῷ ἀφράστως ἐξ αὐτῆς σαρκωθέντι καὶ τεχθέντι, ἐπὶ πλεῖον τρυχωθεῖσα τὴν ψυχήν, οὕτως ἐβόα· "Τί μοι λέγεις, τέκνον· ‘Μὴ ταῖς ἄλλαις γυναιξὶ συναποφέρῃ;’
35.6bis.5Καὶ γὰρ ὥσπερ αὗται ἐν κοιλίᾳ ὑϊὸν σὲ ἔσχον ἐν μήτρᾳ καὶ μαστοῖς σοι τοῖς ἐμοῖς γάλα παρέσχον. Πῶς οὖν θέλεις ἄρτι μὴ κλαύσω σε, τέκνον,θάνατον ἀδίκως ὑποστῆναι σπεύδοντα,τὸν νεκρούς ἐγείροντα, ὁ υἱὸς καὶ Θεός μου;"]
35.7.1
– Ἰδού, φησί, τέκνον, ἐκ τῶν ὀφθαλμῶν μου τὸν κλαυθμὸν ἀποσοβῶ, τὴν καρδίαν μου συντρίβω ἐπὶ πλεῖον,ἀλλ᾿ οὐ δύναται σιγᾶν ὁ λογισμός μου. Τί μοι λέγεις, σπλάγχνον· Ἑἰ μὴ πάθω, ὁ Ἀδὰμ οὐχ ὑγιαίνει;’
35.7.5Καὶ μὴν ἄνευ πάθους ἐθεράπευσας πολλούς·λεπρὸν γὰρ καθῆρας καὶ οὐκ ἤλγησας οὐδέν, ἀλλ᾿ ἠβουλήθης· παράλυτον σφίγξας οὐ κατεπονήθης·πῆρον πάλιν λόγῳ ὀμματώσας, ἀγαθέ,ἀπαθὴς μεμένηκας, ὁ υἱὸς καὶ Θεός μου.
35.8.1 Νεκρούς ἀναστήσας νεκρὸς οὐκ ἐγένου οὐδ᾿ ἐτέθης ἐν ταφῇ· πῶς οὖν λέγεις· Ἑἰ μὴ πάθω, εἰ μὴ θάνω,ὁ ταλαίπωρος Ἀδὰμ οὐχ ὑγιαίνει’;
Κ#922;έλευσον, σωτήρ μου, καὶ ἐγείρεται εὐθύς κλίνην βαστάζων·
35.8.5εἰ δὲ καὶ ἐν τάφῳ κατεχώσθη ὁ Ἀδάμ, ὡς Λάζαρον τάφου ἐξανέστησας φωνῇ, οὕτως καὶ τοῦτον· δουλεύει σοι πάντα ὡς πλάστῃ τῶν πάντων.Τί οὖν τρέχεις, τέκνον; Μὴ ἐπείγου πρὸς σφαγήν,μὴ φιλήσῃς θάνατον, ὁ υἱὸς καὶ Θεός μου.
35.9.1 – Οὐκ οἶδας, ὦ μῆτερ, οὐκ οἶδας ὃ λέγω·διὸ ἄνοιξον τὸν νοῦν καὶ εἰσοίκισον τὸ ῥῆμα ὃ ἀκούεις καὶ αὐτὴ καθ᾿ ἑαυτὴν νόει ἃ λέγω. Οὗτος ὃν προεῖπον ὁ ταλαίπωρος Ἀδάμ, ὁ ἀρρωστήσας
35.9.5οὐ μόνον τὸ σῶμα, ἀλλὰ γὰρ καὶ τὴν ψυχὴν ἐνόσησε θέλων· οὐ γὰρ ἤκουσεν ἐμοῦ καὶ κινδυνεύει· γνωρίζεις ὃ λέγω· μὴ κλαύσῃς οὖν, μῆτερ,μᾶλλον τοῦτο κράξον· ‘Τὸν Ἀδὰμ ἐλέησον καὶ τὴν Εὔαν οἴκτειρον, ὁ υἱὸς καὶ Θεός μου.’
35.10.1
Ὑπὸ ἀσωτίας καὶ ἀδηφαγίας ἀρρωστήσας ὁ Ἀδὰμ κατηνέχθη ἕως ᾅδου κατωτάτου,καὶ ἐκεῖ τὸν τῆς ψυχῆς πόνον δακρύει· Εὔα δὲ ἡ τοῦτον ἐκδιδάξασά ποτε τὴν ἀταξίαν
35.10.5σύν τούτῳ στενάζει· σύν αὐτῷ γὰρ ἀρρωστεῖ,ἵνα μάθωσιν ἅμα τοῦ φυλάττειν ἰατροῦ παραγγελίαν. Συνῆκας κἂν ἄρτι; Ἐπέγνως ἃ εἶπον;Πάλιν, μήτηρ, κράξον· Τῷ Ἀδὰμ εἰ συγχωρεῖς,καὶ τῇ Εὔᾳ σύγγνωθι, ὁ υἱὸς καὶ Θεός μου."
35.11.1
Ῥημάτων δὲ τούτων ὡς ἤκουσε τότε ἡ ἀμώμητος ἀμνάς, ἀπεκρίθη πρὸς τὸν ἄρνα· "Κύριέ μου,ἔτι ἅπαξ ἂν εἰπῶ, μὴ ὀργισθῇς μοι· λέξω σοι ὃ ἔχω, ἵνα μάθω παρὰ σοῦ πάντως ὃ θέλω.
35.11.5Ἂν πάθῃς, ἂν θάνῃς, ἀναλύσεις πρὸς ἐμέ; Ἂν περιοδεύσῃς σύν τῇ Εὔᾳ τὸν Ἀδάμ, βλέψω σε πάλιν; Αὐτὸ γὰρ φοβοῦμαι, μήπως ἐκ τοῦ τάφου ἄνω δράμῃς, τέκνον, καὶ ζητοῦσά σε ἰδεῖν κλαύσω, κράξω· Ποῦ ἐστιν ὁ υἱὸς καὶ Θεός μου;"
35.12.1
Ὡς ἤκουσε ταῦτα ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν, ἀπεκρίθη πρὸς Μαρίαν· "Θάρσει, μῆτερ,ὅτι πρώτη με ὁρᾷς ἀπὸ τῶν τάφων· ἔρχομαί σοι δεῖξαι πόσων πόνων τὸν Ἀδὰμ ἐλυτρωσάμην
35.12.5καὶ πόσους ἱδρῶτας ἔσχον ἕνεκεν αὐτοῦ·δηλώσω τοῖς φίλοις τὰ τεκμήρια δεικνύς ἐν ταῖς χερσί μου· καὶ τότε θεάσῃ τὴν Εὔαν, ὦ μῆτερ,ζῶσαν ὥσπερ πρώην, καὶ βοήσεις ἐν χαρᾷ·’Τούς γονεῖς μου ἔσωσεν ὁ υἱὸς καὶ Θεός μου.’ 35.13.1 Μικρὸν οὖν, ὦ μῆτερ, ἀνάσχου, καὶ βλέπεις πῶς καθάπερ ἰατρὸς ἀποδύομαι καὶ φθάνω ὅπου κεῖνται καὶ ἐκείνων τὰς πληγὰς περιοδεύω, τέμνων ἐν τῇ λόγχῃ τὰ πωρώματα αὐτῶν καὶ τὴν σκληρίαν·
35.13.5λαμβάνω καὶ ὄξος, καταστύφω τὴν πληγήν,τῇ μήλῃ τῶν ἥλων ἐρευνήσας τὴν νομὴν χλαίνῃ μοτώσω· καὶ δὴ τὸν σταυρόν μου ὡς νάρθηκα ἔχων,τούτῳ χρῶμαι, μῆτερ, ἵνα ψάλλῃς συνετῶς·’Πάσχων πάθος ἔλυσεν ὁ υἱὸς καὶ Θεός μου.’
35.14.1 Ἀπόθου οὖν, μῆτερ, τὴν λύπην ἀπόθου,καὶ πορεύου ἐν χαρᾷ· ἐγὼ γάρ, δι᾿ ὃ κατῆλθον, ἤδη σπεύδω ἐκτελέσαι τὴν βουλὴν τοῦ πέμψαντός με· τοῦτο γὰρ ἐκ πρώτης δεδογμένον ἦν ἐμοὶ καὶ τῷ πατρί μου,
35.14.5καὶ τῷ πνεύματί μου οὐκ ἀπήρεσέ ποτε τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν με διὰ τὸν παραπεσόντα. Δραμοῦσα, ὦ μῆτερ, ἀνάγγειλον πᾶσιν ὅτι· ‘Πάσχων πλήττει τὸν μισοῦντα τὸν Ἀδὰμ καὶ νικήσας ἔρχεται ὁ υἱὸς καὶ Θεός μου.’
35.15.1 – Νικῶμαι, ὦ τέκνον, νικῶμαι τῷ πόθῳ,καὶ οὐ στέγω ἀληθῶς ἵν᾿ ἐγὼ μὲν ἐν θαλάμῳ, σύ δ᾿ ἐν ξύλῳ,ἵν᾿ ἐγὼ ἐν οἰκιᾷ, σύ δ᾿ ἐν μνημείῳ.
Ἄφες οὖν συνέλθω· θεραπεύει γὰρ ἐμὲ τὸ θεωρεῖν σε·
35.15.5κατίδω τὴν τόλμαν τῶν τιμώντων τὸν Μωσῆν·αὐτὸν γὰρ ὡς δῆθεν ἐκδικοῦντες οἱ τυφλοὶ κτεῖναί σε ἦλθον· Μωϋσῆς δὲ τοῦτο τῷ Ἰσραὴλ εἶπεν ὅτι ‘Μέλλεις βλέπειν ἐπὶ ξύλου τὴν ζωήν.’Ἡ ζωὴ δὲ τίς ἐστιν; Ὁ υἱὸς καὶ Θεός μου. – Οὐκοῦν εἰ συνέρχῃ, μὴ κλαύσῃς, ὦ μῆτερ,μηδὲ πάλιν πτοηθῇς, ἐὰν ἴδῃς σαλευθέντα τὰ στοιχεῖα·τὸ γὰρ τόλμημα δονεῖ πᾶσαν τὴν κτίσιν. Πόλος ἐκτυφλοῦται κα[ὶ ο]ὐκ ἀνοίγει ὀφθαλμὸν ἕως ἂν εἴπω·
35.16.5ἡ γῆ σύν θαλάσσῃ τότε σπεύσωσι φυγεῖν· ναὸς τὸν χιτῶνα ῥήξει τότε κατὰ τῶν τοῦτο τολμώντων· τὰ ὄρη δονοῦνται, οἱ τάφοι κενοῦνται·ὅταν ἴδῃς ταῦτα, ἐὰν πτήξῃς ὡς γυνή,κράξον πρὸς μέ· Φεῖσαί μου, ὁ υἱὸς καὶ Θεός μου."
35.17.1 Yἱὲ τῆς παρθένου, Θεὲ τῆς παρθένου,καὶ τοῦ κόσμου ποιητά, σὸν τὸ πάθος, σὸν τὸ βάθος τῆς σοφίας·σύ ἐπίστασαι ὃ ἧς καὶ ὃ ἐγένου· σύ παθεῖν θελήσας κατηξίωσας ἐλθεῖν ἀνθρώπους σῶσαι·
35.17.5σύ τὰς ἁμαρτίας ἡμῶν ἦρας ὡς ἀμνός, σύ ταύτας νεκρώσας τῇ σφαγῇ σου, ὁ σωτήρ, ἔσωσας πάντας· σύ εἶ ἐν τῷ πάσχειν καὶ ἐν τῷ μὴ πάσχειν,σύ εἶ θνῄσκων, σῴζων, σύ παρέσχες τῇ σεμνῇπαρρησίαν κράζειν σοι· "Ὁ υἱὸς καὶ Θεός μου.»
36 (ΧΧ). Страсти Христовы
36.t.1
Κοντάκιον ᾀδόμενον τῇ μεγάλῃ παρασκευῇ, φέρον ἀκροστιχίδα τήνδε·[ εἰς τὸ πάθος ψαλμὸς Ῥωμανοῦ]
ἦ χος γʹ, ἰδιόμελον.
Προοίμιον I
36.pro 1.1 Σήμερον ἐταράττετο τῆς γῆς τὰ θεμέλια, ὁ ἥλιος ἠλλοιοῦτο μὴ στέγων θεωρῆσαι·ἐν σταυρῷ γὰρ περιέκειτο ὁ πάντων ζωοδότης, παράδεισος ἠνέῳκτο· τῇ πάλαι παραβάσει
36.pro 1.5 μόνος χορεύει ὁ Ἀδάμ.
Προοίμιον II
36.pro 2.1 Τῆς ἔχθρας ἐλύθη τὸ τύραννον, τῆς Εὔας ἐπαύθη τὸ δάκρυον διὰ τοῦ πάθους σου, φιλάνθρωπε, Χριστὲ ὁ Θεός·ἐν αὐτῷ γὰρ ὁ θανὼν ἀνεκαίνισται, δι᾿ αὐτοῦ δὲ ὁ λῃστὴς εἰσοικίζεται·
36.pro 2.5 μόνος χορεύει ὁ Ἀδάμ.
36.1.1
Ἔκστηθι σήμερον, οὐρανέ· δῦνον εἰς χάος, ὦ γῆ· μὴ τολμήσῃς, ἥλιε, σὸν δεσπότην κατιδεῖν ἐπὶ τοῦ ξύλου βουλήσει κρεμάμενον·
ῥαγήτωσαν πέτραι,
36.1.5 ἡ γὰρ πέτρα τῆς ζωῆς νῦν τοῖς ἥλοις τιτρώσκεται· σχισθήτω τοῦ ναοῦ τὸ καταπέτασμα, σώματος δεσποτικοῦ λόγχῃ νυσσομένου ὑπὸ ἀνόμων·ἁπλῶς πᾶσα ἡ κτίσις τοῦ κτίστου τὸ πάθος φρίξῃ, στενάξῃ· μόνος χορεύει ὁ Ἀδάμ.
36.2.1 Εἵλου, σωτήρ μου, τὰ ἐμὰ ἵν᾿ ἐγὼ λάβω τὰ σά· κατεδέξω τὸ παθεῖν  nbsp;ἵν᾿ ἐγὼ νῦν τῶν παθῶν καταφρονήσω· σῷ θανάτῳ ἀνέζησα· ἐτέθης ἐν τάφῳ
36.2.5 καὶ εἰς οἴκησιν ἐμοὶ ἐδωρήσω παράδεισον· εἰς βάθος κατελθὼν ἐμὲ ἀνύψωσας· πύλας Ἅιδου καθελὼν πύλας οὐρανίους ἠνέῳξάς μοι·σαφῶς πάντα ὑπέστης διὰ τὸν πεσόντα, πάντα ἠνέσχου ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.3.1 Σὲ τὸν κρατοῦντα τῇ χειρὶ πάντα τὸν γῦρον τῆς γῆς συλλαβόντες ἄνομοι ἤγαγον νῦν εἰς αὐλὴν τοῦ Καϊάφα τὸν κόσμῳ ἀχώρητον. Καὶ μόνον σε εἶδον,
36.3.5 οἱ μὴ βλέποντες νοῒ ἐκμανῶς ἀνεβόησαν·
"Ὁ νόμον καὶ Μωσῆν ὑβρίζων ἤλυθεν· ὅστις οὖν τιμᾷ Μωσῆν καὶ σέβει τὸν νόμον, δείξῃ τὸν ζῆλον·μηδεὶς ῥαθυμησάτω· ὁ γὰρ πλάνος ἥκει πάσχειν, ὡς ἔφη, ἵνα χορεύῃ ὁ Ἀδάμ.»
36.4.1 Ταῦτα μὲν κράζοντος τοῦ λαοῦ, ἔφησεν ὁ ἱερεύς· "Οὐ καλῶς εἶπον τὸ πρίν· Συμφέρει ἀπολέσθαι τοῦτον μόνον καὶ μὴ ὅλον τὸ ἔθνος;» Τίς εἶδεν ἀσπίδα
36.4.5 ἀντὶ τοῦ ἰοῦ αὐτῆς γλυκύ μέλι προφέρουσαν; Τίς ἐθεάσατο φλόγα δροσίζουσαν; Τίς ἀκήκοέ ποτε ψεῦδος ἀληθεῦον ὡς Καϊάφαν;Μὴ θέλων προφητεύει ὅτι ὑπὲρ πάντων θνῄσκεις, σωτήρ μου, ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.5.1 Οὕτω μὲν ἔφη ὁ ἱερεύς, τοῦτο δὲ οὐ συνῆκεν· οὐ γὰρ εἴασεν αὐτῷ ὁ φθόνος, ἀλλ᾿ ἠρέθισε πρὸς φόνον· φθόνῳ φόνος γὰρ ἕπεται· καὶ μάρτυς ὁ Ἄβελ
36.5.5 ὑπὸ Κάιφθονηθείς, φονευθεὶς δὲ μετέπειτα·
ὃ δὴ καὶ ὁ Χριστὸς ὑπομεμένηκε· βάσκανον λαὸν ποθῶν, εἰς ὀργὴν ἐκίνει στοργὴν δεικνύων·ἰάτρευε νοσοῦντας, κα[ὶ ἀ]ντ᾿ εὐχαριστίας πάσχει, σταυροῦται ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.6.1 Πλήθει θαυμάτων ἀντιπαθῶν ὄχλος ὁ τῶν ἀνόμων "Ἆρον, σταύρωσον αὐτόν» ἐπεβόων παραστήσαντες Πιλάτῳ τὸν πάντα συστησάμενον· τὸν μέλλοντα κρίνειν
36.6.5 βασιλεῖς τε καὶ πτωχούς κριτηρίῳ παρέπεμψαν· τὸν δίκαιον κριτὴν [κρίνει κα]τάκριτος καὶ τὸν ῥύστην ὡς λῃστὴν ἠπείλει φονεύειν ὁ ζῶν ἀδήλως·αὐτὸς δὲ ἵνα πάθῃ σιγῶν τέως στέγει ἄλαλος στήκων, ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.7.1
Ἄφωνος ἵστατο ὁ βροντῶν, λόγου ἐκτὸς ὁ Λόγος· εἰ γὰρ ἔρρηξε φωνήν, οὐχ ἡττᾶτο, καὶ νικῶν οὐκ ἐσταυροῦτο καὶ Ἀδὰμ οὐκ ἐσῴζετο· διὸ ἵνα πάθῃ
36.7.5 ὁ δρασσόμενος σοφούς σιωπήσας ἐνίκησε.
Ὁρῶν δὲ ὁ κριτὴς τὸν μὴ φθεγγόμενον, ἀπορίᾳ συσχεθεὶς ἔφη· «Τί ποιήσω τῷ μὴ λαλοῦντι;»Οἱ δέ· «Ἔνοχός ἐστιν ὃν ἡμεῖς αἰτοῦμεν· ὅθεν κωφεύει ἵνα χορεύῃ ὁ Ἀδάμ.»
36.8.1 «Θάνατον ὀφείλω νῦν ἐγώ,» ἔφησεν ὁ σωτήρ μου πρὸς τὸν ἄνομον λαόν – τὸν Πιλᾶτον οὐδὲ λόγου γὰρ ἠξίου, λογισάμενος ἄλογον, – »ἀνθ᾿ ὧν Ἰαείρου
36.8.5 τὸ θυγάτριόν ποτε λόγῳ μόνῳ ἀνέπραξα, ἀνθ᾿ ὧν μονογενῆ τῆς χήρας ἤγειρα καὶ τὸν Λάζαρον φωνῇ τρέχοντα τὸν ἄπνουν ἔδειξα πᾶσι;Μὴ τάχα διὰ ταῦτα, μᾶλλον δ᾿ ἀντὶ τούτων πάσχω καὶ θνῄσκω ἵνα χορεύῃ ὁ Ἀδάμ;»
36.9.1
Ὅτε δὲ ἤκουσεν ὁ λαὸς τῶν μελιρρύτων λόγων, ὡς πικρίας ἐμπλησθεὶς ἀπεκρίθη· "Χάριν τούτων οὐ σταυροῦσαι, ἀλλ᾿ ὡς λύων τὸ σάββατον. – Καὶ τί καλὸν ἄρα,
36.9.5 ἐλεῆσαι ἀσθενεῖς ἢ τιμῆσαι τὸ σάββατον;
Ἐλύσατε ὑμεῖς πολλάκις σάββατα, καὶ ἐκ κόλπων πατρικῶν οὐ παρεγενόμην χάριν σαββάτων·ἠσθένησεν ἡ φύσις, καὶ βλέπων ἐξ ὕψους τάχος κατῆλθον ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.10.1 Σάββατον Ἅιδης οὐ δειλιᾷ, τοῦτο οὐ φεύγει νόσος, οὐκ ἰᾶται ἀσθενεῖς, εἰ μὴ μόνος ὁ δεσπότης τοῦ σαββάτου, ἐγὼ ὁ σταυρούμενος. Πολλῶν γὰρ σαββάτων
36.10.5 φύλαξ γέγονε τυφλός, καὶ τῷ ζόφῳ συνέζευκτο· ἐτίμησε πολλὰ πολλάκις σάββατα ὁ παράλυτος νοσῶν ὀκτὼ καὶ τριάντα ἔτη τὸ πάρος,ἀλλ᾿ ὅμως οὐκ ἰάθη, κλίνης οὐκ ἠγέρθη ἕως οὗ ἦλθον ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.11.1 Ψόγον ἠκούσατε ἐκ πολλῶν τῶν παροικούντων κύκλῳ ὡς τηροῦντες σάββατα καὶ νοσοῦντες· τὰ γὰρ ἔθνη πάντως εἶπον· ‘Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τὰς νόσους σοβείτω
36.11.5 ἀπ᾿ αὐτῶν ὁ ὑπ᾿ αὐτῶν διὰ νόμου τιμώμενος.’ Τοιαῦτα λέγοντες καὶ οἱ ἐχθροὶ ὑμῶν ἐμυκτήρισαν ὑμᾶς ὀνειδίζοντες καὶ καταλαλοῦντες·ἐγὼ δὲ πάντας σώσας τῷ σαββάτῳ πλέον κλέος παρέσχον, ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.12.1
Ἄδικος ἔδοξα δικαιῶν πόρνην μετανοοῦσαν τὴν τούς πόδας τούς ἐμούς διδασκάλους σωφροσύνης κεκτημένην, τὴν καλῶς μοι πιστεύσασαν, τὴν βρέξασαν ἴχνη
36.12.5 ἃ οὐκ ἔβρεξε βυθὸς ψιλοῖς τότε τοῖς δάκρυσιν, τὴν μύρῳ κεφαλὴν ἐμὴν ἀλείψασαν ἣν ὁ Πρόδρομος θιγεῖν ἐφοβήθη ἕως οὗ ἐκελεύσθη,τὴν ταῦτα προδηλοῦσαν ἃ νῦν ὑπομένω θέλων καὶ στέργων ἵνα χορεύῃ ὁ Ἀδάμ."
36.13.1 Λέγοντος ταῦτα τοῦ Ἰησοῦ ἤκουσεν αἱμοβόρος ὁ ἀνήμερος λαός, καὶ ὡς λέων ὠρυᾶτο τοῦ ἁρπάσαι τὴν ψυχὴν τοῦ ἀμνοῦ Χριστοῦ. Πιλᾶτος δὲ τούτων
36.13.5 τὴν βουλὴν ἀποπληρῶν σὲ τὸν πρᾶον ἐμάστιξεν· ἐπὶ τὸν νῶτόν σου οὕτως ἐτέκταινε, σύ δὲ τούτου τὴν πλευρὰν βασανίζων ἔδειξας τὴν ἰσχύν σου·γυνὴ γὰρ τούτου τότε ἐδήλου βοῶσα· «Σὸν κριτὴν κρίνεις ἵνα χορεύῃ ὁ Ἀδάμ.»
36.14.1 Μάστιγας φέρει ὁ λυτρωτής, δέσμιος ἦν ὁ λύτης, γυμνωθεὶς καὶ ἐκταθεὶς ἐπὶ στύλου ὁ ἐν στύλῳ πρὶν νεφέλης Μωϋσεῖ κα[ὶ Ἀ]αρὼν λαλῶν· ὁ τῆς γῆς τούς στύλους
36.14.5 στερεώσας, ὡς Δαυὶδ ἔφη, στύλῳ προσδέδεται· ὁ δείξας τῷ λαῷ ὁδὸν εἰς ἔρημον – πύρινος γὰρ πρὸ αὐτῶν ἐφαίνετ[ο ὁ] στύλος – στύλῳ προσήφθη,ἡ πέτρα ἐπὶ στύλου, καὶ λαξεύεταί μοι ἡ ἐκκλησία ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.15.1
Ὅμως μαστίξας τὸν ἰατρὸν νίπτεται τὰς παλάμας ὁ Πιλᾶτος ἐπ᾿ αὐτῷ, διὰ τούτου προσδοκήσας ἀθῳοῦσθαι, ἀλλ᾿ εὑρέθη ὑπεύθυνος· καὶ γὰρ φραγελλώσας
36.15.5 παρεδίδου τῷ σταυρῷ καί· «Ἀθῷός εἰμι» φησί. Τίς ἤκουσέ ποτε φονέως λέγοντος τῇ μαχαίρᾳ ἑαυτοῦ· »Ἐν σοὶ ἀποκτείνας δίκας οὐ δώσω»;Τῷ ξίφει τῶν ἀνόμων χρώμενος Πιλᾶτος σφάττει τὸν κτίστην ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.16.1 "Σταύρωσον», ἤκουσεν ὁ φονεύς τῶν ἀσεβῶν κραζόντων, καὶ τὸ θέλημ^#945; αὐτῶν ἀπεπλήρου παραδούς οὐκ ἐξ ἀνάγκης τὸν βουλήσει σταυρούμενον. Ἀκούσας γὰρ ὅτι
36.16.5 "ἔσῃ Καίσαρος ἐχθρός», ἐπτοήθη ὁ δείλαιος· τοῦ παντοκράτορος ἢ γὰρ τοῦ Καίσαρος θέλει εἶναι δυσμενής, τῆς Ζωῆς τὴν ζωὴν νῦν προτιμήσας·ἀθῷος οὖν οὐκ ἔσται ὁ [διὰ] τῶν ἀνόμων κτείνας τὸν ζῶντα ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.17.1
Ῥίψας τὸ ἔγκλημα ἐπ᾿ αὐτούς κτείνει Χριστὸν δι᾿ αὐτῶν, ὑπουργούς αὐτούς εὑρὼν τούς εἰπόντας [ὡς] "τὸ αἷμα αὐτοῦ ἔσται ἐπ᾿ αὐτούς σύν τοῖς τέκνοισιν.» Yἱοῖς μὴ τεχθεῖσιν
36.17.5 οἱ πατέρες τῆς ἀρᾶς τὸν χιτῶνα ηὐτρέπισαν, τοῖς γόνοις τῇ πληγῇ πληγὴν προσέθηκαν δίκην ἕλκοντες κακῶν εἰς τὰς γενεὰς αὐτῶν εἰς αἰῶνα·ἡμεῖς δὲ τοῦ σωτῆρος τὸ αἷμα λαβόντες εὕρομεν λύτρον ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.18.1
Ὤλετο δίψῃ ὁ γηγενής, καύσωνι κατεφλέχθη ἐν ἐρήμῳ πλανηθείς, ἐν ἀνύδρῳ, καὶ ἰάσασθαι τὴν δίψαν οὐχ εὗρεν ὁ δύστηνος· διὸ ὁ σωτήρ μου,
36.18.5 ἡ πηγὴ τῶν ἀγαθῶν, ζωῆς νάματα ἔβλυσε βοῶν· "Διὰ τῆς σῆς πλευρᾶς ἐδίψησας· πίε τῆς ἐμῆς πλευρᾶς καὶ οὐ μὴ διψήσεις εἰς τὸν αἰῶνα·διπλοῦν ταύτης τὸ ῥεῖθρον· λούει καὶ ποτίζει τούς ῥυπωθέντας ἵνα χορεύῃ ὁ Ἀδάμ."
36.19.1 Μήτις οὖν τοῦ Χριστοῦ τὴν πλευρὰν εἴπῃ ψιλοῦ ἀνθρώπου· ἄνθρωπος γὰρ ὁ Χριστὸς καὶ Θεὸς ἦν, οὐ σχιζόμενος εἰς δύο· εἷς ἐστιν ἐξ ἑνὸς πατρός· καὶ πάσχων αὐτὸς ἦν
36.19.5 καὶ μὴ πάσχων ὁ αὐτός, θνῄσκων καὶ μὴ νεκρούμενος· θεότητι γὰρ ζῶν, νεκροῦται σώματι· οὗ καὶ τύπος ὁ πατὴρ Ἰσαὰκ ἐγένετο ἐν τῷ ὄρει·ἐσφάγη ἐν ἀρνίῳ καὶ ζῶν κατηνέχθη ὡς ὁ σωτήρ μου, ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.20.1
Ἄλλος δὲ τύπος τοῦ Ἰησοῦ γέγονεν ὁ προφήτης Ἰωνᾶς ἐν κοιλιᾷ τοῦ κήτους· κατεπόθη, οὐκ ἐπέφθη, ὡς ἐν τάφῳ ὁ Κύριος· ἐκεῖνος ἐξῆλθεν
36.20.5 ἐκ τοῦ κήτους μετὰ τρεῖς, ὡς Χριστὸς ἐκ τοῦ μνήματος· ἐκεῖνος Νινευὶ κηρύξας ἔσωσε, πᾶσαν δὲ τὴν γῆν Χριστὸς ἐλυτρώσατο καὶ τὴν οἰκουμένην·τὰ πάντα ἐν προφήταις ἡμῖν προδηλώσας ἦλθε πληρῶσαι ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.21.1 Νίκην παρέχων τοῖς ταπεινοῖς, δίκην τροπαίου φέρων ἐπὶ ὤμων τὸν σταυρὸν ἐξῆλθε σταυρωθῆναι καὶ σταυρῶσαι τὸν ἡμᾶς κατατρώσαντα. Πληρώσας γὰρ πάντα
36.21.5 ἃ ὠφείλαμεν ἡμεῖς, καὶ πρὸς θάνατον ἔτρεχε·
ῥαπίσμασί ποτε μορφὴν ὑπέθηκεν ἣν οὐ φέρουσιν ἰδεῖν Σεραφίμ· καλύπτουσι γὰρ τὰς ὄψεις·αἰσχύνης διαπτύων, ἐνεδύθη θέλων χλαίνην εἰς χλεύην ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.22.1
Ὄξος ἐπότισαν τὴν πηγὴν τῶν γλυκερῶν ναμάτων καὶ χωλὴν ἐπέδωκαν τῷ τὸ μάννα ὑετίσαντι καὶ νᾶμα ἐκ τῆς πέτρας πηγάσαντι· καλάμῳ τὴν κάραν
36.22.5 τυπτηθείς, τὴν τῶν ἐχθρῶν ἐξορίαν ὑπέγραφε· γυμνὸς ἐπὶ σταυροῦ ταθεὶς ἀπέδυσε τῆς ζωῆς τούς δυσμενεῖς, νεκροῖς τε καὶ ζῶσι γέλωτα δείξας·τοῦ ξύλου κατηνέχθη, σινδόνι εἰλήθη, τάφῳ ἐδόθη ἵνα χορεύῃ ὁ Ἀδάμ.
36.23.1
Ὕμνησον τοῦτον, ὁ γηγενής, αἴνεσον τὸν παθόντα καὶ θανόντα διὰ σέ, ὃν καὶ ζῶντα μετ᾿ ὀλίγον θεωρήσας τῆς ψυχῆς ἔνδον εἴσδεξαι· τῶν τάφων γὰρ μέλλει
36.23.5 ἐξανίστασθαι Χριστὸς καὶ καινίζειν σε, ἄνθρωπε· ψυχὴν οὖν καθαρὰν αὐτῷ εὐτρέπισον, ἵνα ταύτην οὐρανὸν κατοικῶν ποιήσῃ ὁ βασιλεύς σου· μικρὸν ὅσον καὶ ἥξει καὶ χαρᾶς ἐμπλήσει τούς λυπηθέντας ἵνα χορεύῃ ὁ Ἀδάμ.
37 (XXI). Кондак Великого канона, о Распятии и адских силах
37.t.1
Τῇ εʹ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν ψαλλόμενον
ἡνίκα καὶ ὁ μέγας κανὼν ᾄδεται, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ αἶνος]
ἦ χος πλάγιος βʹ
Προοίμιον
37.pro.1 Ψυχή μου, ψυχή μου, ἀνάστα· τί καθεύδεις;Τὸ τέλος ἐγγίζει καὶ μέλλεις θορυβεῖσθαι· ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν.
37.1.1 Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν,ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο,
37.1.5 καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε·"Τί ποιήσω τῷ υἱῷ τῆς Μαριάμ; Κτείνει με ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν.
37.2.1
Ὁ κόσμος ὅλος ἐπλήσθη τῶν αὐτοῦ ἰαμάτων, κἀγὼ τὰ ἔνδοθεν πονῶ, καὶ μάλιστα ἀκούων ὅτι καὶ δωρεὰν ἰατρεύθησαν.
Ὁ μὲν γὰρ τὴν λέπραν ἀπέθετο,
37.2.5 ὁ δὲ καὶ τὰς κόρας ἐκομίσατο,ἄλλος κλίνην ἐπὶ ὤμοισι λαβὼν χορεύει βοῶν· ‘Ἤγειρέ με ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.’
37.3.1
Ὑμεῖς οὖν, φίλοι τῆς ζάλης καὶ ἐχθροὶ τῆς γαλήνης, τί συμβουλεύετέ μοι νῦν ποιῆσαι τῷ τοιούτῳ;Δότε λογισμὸν τῇ διανοίᾳ μου· καὶ γὰρ συνεχύθην, ἀπόλωλα,
37.3.5 οὐδὲν ἐνθυμοῦμαι, οὐ γὰρ δύναμαι· κατεπλάγην, ἠμαυρώθη μου ὁ νοῦς· ἐξαίφνης [γὰρ] ἐθάμβησέ με ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν."
37.4.1 Τοιαῦτα τότε λαλήσας πρὸς τούς αὐτοῦ ὁ πλάνος, εὐθύς ἀκούει παρ᾿ αὐτῶν· "Βελίαρ, μὴ δειλία·θάρσησον, κραταίωσον τὰς φρένας σου· τῶν πρώτων καμάτων μνημόνευε·
37.4.5 τὰ ἐν παραδείσῳ ἀνακαίνισον· τοῖς τοῦ Κάϊν ἐὰν πάλιν κολληθῇς, ὡς Ἄβελ ἀνελεῖται δόλῳ ὁ πανταχοῦ [παρὼν καὶ τὰ πάντα πληρῶν.]
37.5.1 Ἀκμήν εἰσιν ἐν τῷ κόσμῳ τῆς σπορᾶς τοῦ φονέως καὶ ἱερεῖς καὶ γραμματεῖς, Ἰούδας καὶ Κα[ϊά]φας·τί ὀλιγωρεῖς ὡς ἀπερίστατος;
Ἡρώδης σου φίλος διάπυρος·
37.5.5 Πιλᾶτος δὲ πλέον θεραπεύει σε·τὰς ἀρχαίας ὑπουργίας σου εὑρών, μὴ κλαῖε βοῶν· ‘Ἔλυσέ με ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.’
37.6.1 Πολλῶν σου γέμει δραμάτων πᾶσα ἡ οἰκουμένη· εἰς γενεὰν καὶ γενεὰν λαλεῖται ἡ ἰσχύς σου·πῶς οὖν νῦν σαυτὸν ἐταλαιπώρησας; Οἱ κατακλυσθέντες [τοῖς] ὕδασιν
37.6.5[καὶ] οἱ ἐμπρησθέντες σὲ γνωρίζουσιν·ὡς οὖν πάντες ἀπεγεύσαντο τῶν σῶν, καὶ οὗτος αὐτῶν ἀπολαύσει ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν]."
37.7.1 Εὐθύς δὲ τούτων ἀκούσας ὁ διάβολος ἥσθη καὶ χαίρων ἔφη τοῖς αὐτοῦ· "Εὐφράνθην, ὦ φίλοι,ὅτι τοῖς ἐμοῖς με ἐστηρίξατε· διὸ θαρσαλέως πορεύομαι
37.7.5 καὶ τοῖς Ἰουδαίοις συμβάλλομαι,ἵν᾿ ἐκείνους ἐξαρτήσας τοῖς ἐμοῖς διδάξω βοᾶν· ‘Σταυρωθήτω ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.’
Ἰδού δὴ τῶν Ἰουδαίων τὸ συνέδριον βλέπω καθ᾿ ἑαυτὸ ἀδολεσχοῦν καὶ ἀπησχολημένον·τάχα ἃ λογίζομαι βουλεύονται.
Ἐγγίσας οὖν εἴπω· ‘Ἀνδρίζεσθε,
37.8.5 ὅτι τὴν βουλήν μου προλαμβάνετε·ἐπειδὴ οὖν σπουδαιότεροί ἐστε, τί λέγετε νῦν ἵνα πάθῃ ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν;’
37.9.1 Νύξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν [τὴν] ζοφοφόρον· τῷ Σατανᾷ τὰ ἑαυτῶν δηλοῦσιν Ἰουδαῖοι λέγοντες· "Ἀπόθου τὴν φροντίδα σου·
ἃ εἶχες τελέσαι, ἐτελέσαμεν·
37.9.5 μηδέν σοι μελήσῃ, ἀμερίμνησον·παρεδόθη καὶ ἠρνήθη Ἰησοῦς, ἐδέθη, ἐδόθη Πιλάτῳ ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.
37.10.1 – Οὐχ ὡς ῥᾳθύμοις προσέχων ἦλθον, ὦ Ἰουδαῖοι· καὶ γὰρ γινώσκω τὴν ὑμῶν σπουδὴν τὴν περὶ ταῦτα·μέμνημαι τῶν πρώτων ὧν ἐπράξατε,
ὡς μάννα φαγόντες ἠρνήσασθε
37.10.5 καὶ γάλα πιόντες ἐψεύσασθε·οἱ οὖν μόσχον προτιμήσαντες Θεοῦ,τί θέλετε [νῦν] ἵνα πάθῃ ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν;
37.11.1
Ὑπὲρ ὑμῶν τῷ στρατῷ μου ἐγὼ ἀπολογοῦμαι ὅτι ἡμέτεροί ἐστε ἐξ ὅλης διανοίας·μόνον δὲ τῷ στόματι μισεῖτέ με· καὶ χαίρω ἐν τούτῳ τῷ σχήματι·
37.11.5 πολλούς γὰρ ἐκ τούτου συναρπάζετε,ἵν᾿ ἐγὼ μὲν ἐν τοῖς λόγοις μισηθῶ, ἐκεῖνος δὲ καὶ ἐν τοῖς ἔργοις ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.
37.12.1
Ῥητὰ τοῦ νόμου Μωσέως βλέπω ὅτι κρατεῖτε, ἀλλὰ μὴ σφίγξητε αὐτὰ ἐντὸς τῆς διανοίας·γλώσσῃ καὶ μὴ γνώμῃ περιφέρετε· χερσὶ τὰ βιβλία βαστάζετε,
37.12.5 φρεσὶ δὲ μηδ᾿ ὅλως αὐτῶν θίγετε·ἀναγνώστας καὶ μὴ γνώστας τῶν γραφῶν καλείτω ὑμᾶς καὶ ἡγείσθω ὁ πανταχοῦ [παρὼν καὶ τὰ πάντα πληρῶν.]"
37.13.1
Ὡς οὖν ἐστήριξε τούτοις τούς ἀνόμους ὁ πλάνος καὶ τὸν θεμέλιον αὐτῶν ἐνέθηκε τῇ ψάμμῳ,ἔδραμε σαλεῦσαι καὶ τὸν Θάνατον· πρὸς ὃν ἐλθὼν εἶπεν· "Ἀνάστηθι
37.13.5 καὶ οἷς ἀπαγγέλλω ἐπευφράνθητι·παρεδόθη καὶ ἠρνήθη Ἰησοῦς, ἐδέθη, ἐδόθη Πιλάτῳ ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.
37.14.1 – Μετὰ πολλῆς ἡδονῆς μοι λέγεις τοῦτο, ὦ δαῖμον· ἐγὼ δὲ μόνον εἶδόν σε ὀδύνης ἐνεπλήσθην,φόβῳ ἐνθυμούμενος τὰ δεύτερα.
Ὁ γὰρ σιωπήσας ὡς κρίνεται
37.14.5 φιμῶσαί με ἔχει ἐν τῷ θάπτεσθαι·εἰ Πιλάτῳ οὐκ ἐλάλησεν οὐδέν, τὰ κάτω σαλεῦσαι σπουδάζει ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.»
37.15.1 Ἀκούσας ταῦτα ὁ δαίμων γέλωτος ἐνεπλήσθη, καὶ τῷ Θανάτῳ ὡς δειλῷ ἐμβλέψας ἀπεκρίθη·"Ἤδη σε καὶ ἄτονον καὶ ἄθλιον ἐκ τῶν τοῦ Λαζάρου ἐπίσταμαι
37.15.5 κα[ὶ ἐ]κ τῶν ἄλλων πάντων ὧν ἀφῄρησαι,ὅτι τρέμεις καὶ τὴν φήμην Ἰησοῦ, καὶ δοῦλόν σε ἀχρεῖον ἔχει ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν].
37.16.1 – Νῦν ὀνειδίζων με λέγεις ὅπερ λέγεις, ὦ δράκον· ἐγὼ δὲ πλέον οἶδά σε φοβούμενον καὶ τρέμω,οἶδα καὶ δονούμενον καὶ τρέμοντα. Οὐκ ἐκ τῶν μνημάτων σὲ ἀπήλασεν;
37.16.5 Οὐ τῆς Χαναναίας ἀπεδίωξε;Μετὰ ταῦτα τοῦ ἀλάλου καὶ κωφοῦ ἀλλότριον ἐποίησέ σε ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν].
37.17.1 – Οὐκ ἀγνοῶ ὅπερ λέγεις· ἔγνων καὶ παρὰ γνώμην ὅτι ἀήττητος Χριστὸς ἐν φύσει νικωμένῃ·ὅμως δὲ τῆς πάλης οὐκ ἀφίσταμαι·
ἠρξάμην γὰρ ἤδη τοῦ σκάμματος·
37.17.5 ἐὰν οὖν ἐκφύγω, καταισχύνομαι.Ἀνδριζέσθω Ἰουδαίων ὁ αὐχὴν ὃν πάλαι καὶ νῦν οὐ κατέγνυ ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν].
37.18.1
Ὑπάγω οὖν πρὸς ἐκείνους τούς τὰ πάντα τολμῶντας, καὶ τὴν αὐθάδειαν αὐτῶν φορῶν ὡς θωρακεῖον τῷ Βηθλεεμίτῃ ἀντιτάσσομαι· ἀεὶ Βηθλεέμ μοι ἀντίκειται,
37.18.5 τὸ γέννημα ταύτης ἀεὶ βλάπτει με·ἐκεῖθεν γὰρ Δαβὶδ καὶ ὁ ἐκ Δαβὶδ ἔφυγε κα[ὶ ἐ]φυγάδευσέ με ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν.]"
37.19.1 Ἀπερχομένου δὲ ἤδη τοῦ πικροῦ πρὸς τούς χείρω, ἐπῆρεν ἄνω τὴν φωνὴν ὁ Θάνατος καὶ εἶπε·"Βλέπε μοι τί πράττεις, πολυμήχανε· ἐμοὶ τῷ Θανάτῳ μὴ πρόσεχε·
37.19.5 οὐ γὰρ κοινωνῶ σοι τοῦ τολμήματος·ἐὰν νεύσῃ, προσεγγίζω τῷ σταυρῷ· εἰ μὴ γὰρ θελήσει, οὐ θνῄσκει ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.»
37.20.1
Ἰδὼν δὲ ταῦτα ὁ δράκων, τοῦ Θανάτου τὸν φόβον, τοῖς Ἰουδαίοις προσελθών, εὑρίσκει ἃ ἐζήτει·ἦραν γὰρ αὐτὸν καὶ ἐθεράπευσαν κραυγάζοντες· "Δεῦρο καὶ θεώρησον
37.20.5 τὸν σὲ καὶ τὸν κόσμον θορυβήσαντα·μετὰ ὕβρεις, μετὰ μάστιγας πολλάς, ὡς σάλπιγξ ἐν τῷ ξύλῳ κεῖται ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.
37.21.1 Νέον δὲ ἄλλο ἂν μάθῃς, πλέον ἔχεις γελάσαι· εἷς τῶν λῃστῶν τῶν μετ᾿ αὐτοῦ δικαίως σταυρωθέντων κράζει αὐτῷ· ‘Μνήσθητί μου, Κύριε.’» Ἀκούσας δὲ ταῦτα ἐστύγνασε
37.21.5 καὶ κάμψας τὴν κάραν ἐκραύγασεν· "Εἰ ἐν ξύλῳ μαθητὰς χειροτονεῖ, ἐν τάφῳ παιδευτὰς καθίσει ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα [πληρῶν.]
37.22.1 Οὐκοῦν οὐδὲν ἠδικήθη Ἰησοῦς ἐκ τοῦ πάθους, ἐγὼ δὲ μᾶλλον ἑαυτῷ ἐπλήθυνα τούς γόους·Θάνατε, καλῶς μοι οὐ συνῄνεσας· κάλλιον δὲ πράξεις, ἐὰν φείσῃ μου
37.22.5 καὶ λάβῃς με κάτω καὶ παιδεύσῃς με·οὐ γὰρ φέρω τὴν αἰσχύνην τὴν πολλὴν ἣν ἔδωκέ μοι ἐκ τοῦ ξύλου ὁ πανταχοῦ [παρὼν καὶ τὰ πάντα πληρῶν.]"
37.23.1 Σωτὴρ ἁπάντω_#957; ἀνθρώπων, μάλιστα πιστευόντων, ὅτι βουλῇ ἐσταυρώθης καὶ γνώμῃ ἐνεκρώθης λέγουσι μὴ θέλοντες οἱ ἄνομοι· λῃστῶν [γὰρ] τὰ σκέλη κατεάξαντες,
37.23.5 τὰ σὰ οὐ κατέαξαν, ἵνα μάθωσιν ὅτι ἄκων οὐκ ἐγένου ἐν νεκροῖς, ἑκὼν δὲ ἀφῆκες τὸ πνεῦμα, ὁ πανταχοῦ [παρὼν καὶ] τὰ πάντα πληρῶν.
38 (XXII). Торжество Креста
38.t.1
Τῇ τετράδι τῆς μεσονηστίμου, κοντάκιον σταυρώσιμον, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος βαρύς, ἰδιόμελον. Προοίμιον I
38.pro 1.1 Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε, παράδοξος δέσις, τὸ ξύλον τοῦ σταυροῦ·θανάτου τὸ κέντρον καὶ ᾅδου τὸ νῖκος ἐνήλωτο· ἐπέστης δέ, σωτήρ μου, βοῶν τοῖς ἐν ᾅδῃ· "Εἰσάγεσθε
38.pro 1.5 πάλιν εἰς τὸν παράδεισον."
Προοίμιον II
38.pro 2.1
Ὡς ἀληθῶς λύτρον ἀντὶ πολλῶν προσηλωθεὶς τῷ τύπῳ τοῦ σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξηγοράσω ἡμᾶς·τῷ τιμίῳ γὰρ φιλανθρώπως αἵματι τὰς ψυχὰς ἡμῶν ἐκ θανάτου ἥρπασας,
38.pro 2.5 συνεισενέγκας ἡμᾶς πάλιν εἰς τὸν παράδεισον.
Προοίμιον III
38.pro 3.1 Τὰ οὐράνια καὶ τὰ ἐπίγεια συγχαίρουσι δικαίως τῷ Ἀδὰμ ὅτι κέκληται πάλιν εἰς τὸν παράδεισον.
38.1.1 Τρεῖς σταυρούς ἐπήξατο ἐν Γολγοθὰ ὁ Πιλᾶτος,δύο τοῖς λῃστεύσασι καὶ ἕνα τῷ ζωοδότῃ·ὃν εἶδεν ὁ Ἅιδης καὶ εἶπε τοῖς κάτω·
"Ὦ λειτουργοί μου καὶ δυνάμεις μου,
38.1.5τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; Ζυλίνη με λόγχη ἐκέντησεν ἄφνω καὶ διαρρήσσομαι·τὰ ἔνδον πονῶ, τὴν κοιλίαν μου ἀλγῶ·τὰ αἰσθητήριά μου· μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι
38.1.10τὸν Ἀδὰμ καὶ τούς Ἀδὰμ ξύλῳ δοθέντας μοι·ξύλον τούτους εἰσάγει πάλιν εἰς τὸν παράδεισον.»
38.2.1
Ὅτε τούτων ἤκουσεν ὁ δολιόβουλος ὄφις, ἔδραμε συρόμενος καὶ κράζει· "Ἅιδη, τί ἔχεις; Τί μάτην στενάζεις; Τί λόγους προσφέρεις; Τοῦτο τὸ ξύλον ὅπερ ἔφριξας
38.2.5 τῷ ἐκ Μαρίας ἄνω ἐτεκτόνευσα· ἐγὼ Ἰουδαίοις ὑπέδειξα τοῦτο πρὸς τὸ συμφέρον ἡμῖν·ἔστι γὰρ σταυρὸς ᾧ προσήλωσαν Χριστόν·ξύλῳ γὰρ θέλ[ω ἀ]νελεῖν τὸν Ἀδὰμ τὸν δεύτερον. Μὴ οὖν ταράξῃ σε, οὐχ ἁρπάσει σε·
38.2.10μεῖνον ἔχων οὓς κρατεῖς; ὧν γὰρ δεσπόζομεν οὐδὲ εἷς ἀποφεύγει πάλιν εἰς τὸν παράδεισον.
38.3.1
– Ὕπαγε, ἀνάνηψον, Βελίαρ, κράζει ὁ Ἅιδης·δράμε, ἀποκάλυψον τούς ὀφθαλμούς σου, καὶ ἴδε τοῦ ξύλου τὴν ῥίζαν ἐντὸς τῆς ψυχῆς μου· κάτω κατῆλθεν εἰς τὰ βάθη μου
38.3.5ἵν᾿ ἀνασπάσῃ τὸν Ἀδὰμ ὡς σίδηρον. Τὴν τούτου εἰκόνα ποτὲ Ἐλισσαῖος προεζωγράφησεν ἐκ τοῦ ποταμοῦ τὴν ἀξίνην ἀνελών·τῷ ἐλαφρῷ τὸ βαρύ ὁ προφήτης εἵλκυσε, προοιμιάζων σοι καὶ διδάσκων σε
38.3.10ὅτι ξύλῳ ὁ Ἀδὰμ μέλλει ἀνάγεσθαι ἀπὸ ταλαιπωρίας πάλιν εἰς τὸν παράδεισον.
38.4.1 – Τίς τοιαύτην ἔννοιαν ὑπέθετό σοι, ὦ Ἅιδη;Πόθεν ἐδειλίασας ἐν φόβῳ οὗ οὐκ ἦν φόβος,ἐκ ξύλου ἀτίμου, ξηροῦ καὶ ἀκάρπου, τοῦ γενομένου πρὸς ἀναίρεσιν
38.4.5τῶν κακουργούντων καὶ χαιρόντων αἵμασι; Πιλᾶτος γὰρ τοῦτο ἐφεῦρε, πεισθείς μου τοῖς συμβουλεύμασι,καὶ τρέμεις αὐτό, καὶ ἡγεῖσαι δυνατόν;Τὸ τιμωρὸν πανταχοῦ παρὰ σοῦ σωτήριον; Τίς ὁ πλανήσας σε; Τίς δ᾿ ὁ πείσας σε
38.4.10ὅτι ξύλῳ ὁ πεσὼν ξύλῳ ἀνίσταται καὶ καλεῖται οἰκῆσαι πάλιν εἰς τὸν παράδεισον;
38.5.1
– Ἄφρων ἄφνω γέγονας, ὁ πρώην φρόνιμος ὄφις·πᾶσα ἡ σοφία σου διὰ σταυροῦ κατεπόθη καὶ ἐν τῇ παγίδι τῇ σῇ ἐζωγρεύθης·
ἆρον τὸ ὄμμα καὶ θεώρησον
38.5.5ὅτι εἰς βόθρον ὃν εἰργάσω ἔπεσας.
Ἰδού γὰρ τὸ ξύλον ἐκεῖνο, ὃ λέγεις ξηρὸν καὶ ἄκαρπον,βλαστάνει καρπὸν οὗ γευσάμενος λῃστὴς τῶν ἀγαθῶν τῆς Ἐδὲμ κληρονόμος γέγονεν· ὑπὲρ τὴν ῥάβδον γὰρ τὴν ἐξάξασαν
38.5.10ἐξ Αἰγύπτου τὸν λαὸν τοῦτο ἐνήργησε·τὸν Ἀδὰμ γὰρ εἰσάγει πάλιν εἰς τὸν παράδεισον.
38.6.1 – Παῦσαι, Ἅιδη ἄθλιε, δειλῶν ἀπόσχου ῥημάτων·οὗτοι γὰρ οἱ λόγοι σου τούς λογισμούς σου δηλοῦσι·σταυρὸν ἐφοβήθης καὶ τὸν σταυρωθέντα,
ὧν οὐδὲ εἷς με παρεσάλευσε·
38.6.5τῆς γὰρ βουλῆς μου δράματα ὑπάρχουσιν· θελήσω δὲ πάλιν καὶ μνῆμα ἀνοίξω καὶ ἐντυμβεύσω Χριστόν,ἵν᾿ οὕτως ἔχῃς τὴν δειλίαν σου διπλῆν,ἀπὸ τοῦ τάφου αὐτοῦ ὡς ἐκ τοῦ σταυροῦ αὐτοῦ· ἐγὼ δὲ βλέπων σε ἐγγελάσω σε·
38.6.10θαπτομένου γὰρ Χριστοῦ, ἔρχομαι λέγων σοι·’Τὸν Ἀδὰμ τίς εἰσάγει πάλιν εἰς τὸν παράδεισον;’"
38.7.1
Ἔκραξε δὲ ἄθροον πρὸς τὸν διάβολον Ἅιδης·πῆρος τῷ μὴ βλέποντι, τυφλὸς τυφλῷ λέγει· "Βλέψον,ἐν σκότει πορεύει, ψηλάφα μὴ πέσῃς· νόει ὃ λέγω, βαρυκάρδιε,
38.7.5ὅτι ὃ πράττεις ἔσβεσε τὸν ἥλιον. Αὐτὸ γὰρ τὸ ξύλον εἰς ὃ ἐγκαυχᾶσαι τὸ πᾶν ἐσάλευσεν,ἐκλόνησε γῆν, ἐκάλυψεν οὐρανόν, ἔρρηξε πέτρας ὁμοῦ καὶ τὸ καταπέτασμα, καὶ τούς ἐν μνήμασιν ἐξανέστησε,
38.7.10καὶ βοῶσιν οἱ νεκροί· ‘Ἅιδη, κατάλαβε·ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον.’
– Ἴσχυσε πτοῆσαί σε τοῦ Ναζωραίου τὸ ξύλον;"ἔφη ὁ διάβολος πρὸς τὸν ὀλέθριον Ἅιδην."Σταυρῷ ἐνεκρώθης ὁ πάντας νεκρώσας;
Ὅλως εἰ ξύλον σε ἐπτόησε,
38.8.5ἔδει σε φρῖξαι τοῦ Ἀμὰν τὴν σταύρωσιν κἀκεῖνον τὸν πάσσαλον ᾧπερ ἀνεῖλε τὸν Σισάρα Ἰαὴλ καὶ πέντε σταυρούς οἷς προσήλωσέ ποτε τούς τυραννοῦντας αὐτῷ Ἰησοῦς ὁ τοῦ Ναυῆ· περισσοτέρως δὲ πτοησάτω σε
38.8.10τὸ φυτὸν τὸ ἐν Ἐδέμ, ὅτι ἐξήγαγε τὸν Ἀδὰμ κα[ὶ ο]ὐκ εἰσάγει πάλιν εἰς τὸν παράδεισον.
38.9.1 – Νῦν καιρὸς ἀνοῖξαί σοι τὰς ἀκοάς σου, Βελίαρ·νῦν ἡ ὥρα δείξει σοι τὴν τοῦ σταυροῦ δυναστείαν καὶ τοῦ σταυρωθέντος πολλὴν ἐξουσίαν. Σοὶ μὲν μωρία ὁ σταυρός ἐστι,
38.9.5πάσῃ δὲ κτίσει θρόνος τεθεώρηται ἐν ᾧ Ἰησοῦς ἡλωμένος, καθάπερ ἐπικαθήμενος,ἀκούει λῃστοῦ ἐκβοῶντος πρὸς αὐτόν· ’Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου.’ Καὶ ἀποκρίνεται ὡς ἐκ βήματος
38.9.10ὅτι· ‘Σήμερον, πτωχέ, συμβασιλεύσεις μοι·μετ᾿ ἐμοῦ γὰρ εἰσέρχῃ πάλιν εἰς τὸν παράδεισον.’"
38.10.1
Ὅτε τούτων ἤκουσεν ὁ πολυμήχανος δράκων,ὥρμησε τρυχόμενος καὶ ἅπερ ἤκουσεν εἶδε,λῃστὴν μαρτυροῦντα Χριστῷ μαρτυροῦντι·
ὅθεν πρὸς ταῦτα ἐκπληττόμενος,
38.10.5τύπτει τὸ στῆθος καὶ διαλογίζεται· "Λῃστῇ ὁμιλεῖ, καὶ τοῖς κατηγοροῦσιν οὐκ ἀποκρίνεται·Πιλᾶτόν ποτε οὐδὲ λόγου ἀξιῶν,νῦν προσφωνεῖ τῷ φονεῖ λέγων· ‘Δεῦρο τρύφησον.’ Τί τὸ γενόμενον; Τί ἑώρακεν
38.10.10ἐν σταυρῷ πρὸς τὸν λῃστήν, ἔργα ἢ ῥήματα,διὰ ποῖον λαμβάνει τοῦτον εἰς τὸν παράδεισον;»
38.11.1
Ὕψωσε δὲ δεύτερον φωνὴν ἰδίαν ὁ δαίμων κράζων· "Ἅιδη, δέξαι με, πρὸς σὲ ἡ ἀποστροφή μου·τὰ σὰ γὰρ ὑπέστην τοῖς σοῖς μὴ πιστεύσας. Εἶδον τὸ ξύλον ὅπερ ἔφριξας
38.11.5πεφοινιγμένον αἵματι καὶ ὕδατι καὶ ἔφριξα, οὐκ ἐκ τοῦ αἵματος λέγω, ἀλλ᾿ ἐκ τοῦ ὕδατος·τὸ μὲν γὰρ δηλοῖ τὴν σφαγὴν τοῦ Ἰησοῦ,τὸ δὲ τὴν τούτου ζωήν· ἡ ζωὴ γὰρ ἔβλυσεν ἐκ τῆς πλευρᾶς αὐτοῦ· οὐχ ὁ πρῶτος γάρ,
38.11.10ἀλλ᾿ ὁ δεύτερος Ἀδὰμ Εὔαν ἐβλάστησε,τὴν μητέρα τῶν ζώντων, πάλιν εἰς τὸν παράδεισον."
38.12.1
Ῥήμασι χρησάμενος τοιούτοις ὁ παμπανοῦργος μόλις ὡμολόγησε συμπεπτωκέναι τῷ Ἅιδῃ·ἀμέλει γοῦν ἅμα θρηνοῦσι τὸ πτῶμα· "Τί, φησί, τοῦτο ὃ ὑπέστημεν;
38.12.5Πόθεν τῷ ξύλῳ τούτῳ ἐνεπέσαμεν; Εἰς ὄλεθρον ἡμῶν ἡ τούτου φυτεία ἐνερριζώθη τῇ γῇ·στελέχη πικρὰ ἐγκεντρίσαντες αὐτῷ,τὸν ἐν αὐτῷ γλυκασμὸν οὐ μετεποιήσαμεν. – Οἴμοι συνόμιλε. – Οἴμοι σύντροφε·
38.12.10ὡς ἐπέσαμεν ὁμοῦ, οὕτω πενθήσωμεν·ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον.
38.13.1
Ὢ πῶς οὐκ ἐμνήσθημεν τῶν τύπων τούτου τοῦ ξύλου·πάλαι γὰρ ἐδείχθησαν πολυμερῶς, πολυτρόπως,ἐν τοῖς σῳζομένοις καὶ ἀπολλυμένοις. Ζύλῳ ὁ Νῶε διεσῴζετο,
38.13.5κόσμος δὲ ὅλος ἀπειθήσας ὤλετο· Μωσῆς δι᾿ αὐτοῦ ἐδοξάσθη, τὴν ῥάβδον καθάπερ σκῆπτρον λαβών,ἡ Αἴγυπτος δὲ ταῖς πληγαῖς ταῖς ἐξ αὐτοῦ ὥσπερ βαθείαις πηγαῖς ἐμπεσοῦσα πνίγεται.
Ἃ νῦν γὰρ ἔπραξε, πάλαι ἔδειξεν
38.13.10ἐν εἰκόνι ὁ σταυρός· τί οὖν οὐ κλαίομεν;Ὁ Ἀδὰμ γὰρ ὑπάγει πάλιν εἰς τὸν παράδεισον. 38.14.1 – Μεῖνον, Ἅιδη ἄθλιε», στενάζων ἔφη ὁ δαίμων."Σίγησον, καρτέρησον, ἐπίθες στόματι χεῖραν·φωνῆς γὰρ ἀκούω χαρὰν μηνυούσης·
ἦχός μοι ἦλθεν ἀγαθάγγελος,
38.14.5κτύπος ῥημάτων ὥσπερ φύλλων τοῦ σταυροῦ· Χριστὸς γάρ, ὡς μέλλων νεκροῦσθαι, ἐβόα τὸ ‘Πάτερ, ἄφες αὐτοῖς’·ἀλλ᾿ ἔθλιψέ με τὸ μετέπειτα εἰπὼν ὅτι Ὁὐκ οἴδασι τί ποιοῦσιν οἱ ἄνομοι.’
Ἡμεῖς δὲ οἴδαμεν ὅτι κύριος
38.14.10δόξης ἐστὶν ὁ παθὼν καὶ ὅτι βούλεται τὸν Ἀδὰμ εἰσενέγκαι πάλιν εἰς τὸν παράδεισον.
38.15.1
– Ἆρα ὅπερ ἔδειξε τῷ Μωϋσῇ ὁ δεσπότης ξύλον ὃ ἐγλύκανε ποτὲ τὸ ὕδωρ εἰς Μέρραν,ἐδίδαξε τί ἦν καὶ τίνος ἡ ῥίζα; τότε οὐκ εἶπεν· οὐ γὰρ ἤθελε·
38.15.5νῦν δὲ τοῖς πᾶσι τοῦτο ἐφανέρωσεν.
Ἰδού γὰρ τὰ πάντα ἡδύνθη, ἡμεῖς δὲ παρεπικράνθημεν·ἐκ ῥίζης ἡμῶν ἀνεβλάστησε σταυρὸς ὃς ἐνεβλήθη τῇ γῇ καὶ γλυκεῖα γέγονεν· ἡ ἀνατείλασα τὰς ἀκάνθας πρὶν
38.15.10νῦν ὡς ἄμπελος Σωρὴχ κλάδους ἐξέτεινε μεταφυτευομένους πάλιν εἰς τὸν παράδεισον.
38.16.1 – Νῦν οὖν, Ἅιδη, στέναξον, καὶ συμφωνῶ σοι τοῖς γόοις·κλαύσωμεν θεώμενοι ὃ ἐφυτεύσαμεν δένδρον μεταβεβλημένον εἰς ἅγιον πρέμνον, οὗ ὑποκάτω κατεσκήνωσαν
38.16.5καὶ ἐπὶ κλάδοις τούτου ἐννοσσεύουσι λῃσταί, φονευταὶ καὶ τελῶναι καὶ πόρναι, ἵνα τρυγήσωσι καρπὸν γλυκασμοῦ ἀπὸ τοῦ δῆθεν ξηροῦ·ὡς γὰρ φυτῷ τῆς ζωῆς τῷ σταυρῷ προσπλέκονται, ἐπερειδόμενοι καὶ νηχόμενοι
38.16.10ἐκπερῶσι δι᾿ αὐτοῦ καὶ προσορμίζονται,ὡς εἰς εὔδιον κόλπον, πάλιν εἰς τὸν παράδεισον. 38.17.1
– Ὄμοσον οὖν, τύραννε, λοιπὸν μηδένα σταυρῶσαι. – Στῆσον καὶ σύ, Τάρταρε, βουλὴν μηδένα νεκρῶσαι·ἐλάβομεν πεῖραν, συστείλωμεν χεῖραν· γένηται ἡμῖν ὃ ὑπέστημεν
38.17.5πρὸς ἐπιστήμην εἰς τὰ ἐπερχόμενα· μηδεὶς ἐξ ἡμῶν τοῦ λοιποῦ τυραννήσῃ κατὰ τοῦ γένους Ἀδὰμ ἐσφράγισται γὰρ τῷ σταυρῷ ὡς θησαυρὸς ἔχων ἐν σκεύει φθαρτῷ μαργαρίτην ἄσυλον,
ὃν ἐπὶ τοῦ σταυροῦ ἀπεσύλησεν
38.17.10εὐφυέστατος λῃστής· κλέψας καθήλωτο καὶ λῃστεύσας ἐκλήθη πάλιν εἰς τὸν παράδεισον.»
38.18.1
Ὕψιστε καὶ ἔνδοξε Θεὲ πατέρων καὶ νέων,γέγονε τιμὴ ἡμῶν ἡ ἑκουσία σου ὕβρις·ἐν γὰρ τῷ σταυρῷ σου καυχώμεθα πάντες· τούτῳ τὰς φρένας προσηλώσωμεν,
38.18.5ἵν᾿ ἐπὶ τούτῳ ὄργανα κρεμάσωμεν καὶ ᾄσωμεν σοί, τῷ τῶν ὅλων κυρίῳ, ἐκ τῶν ᾠδῶν τῆς Σιών.Ἡ ναῦς ἐκ Θαρσὶς ἀπεκόμιζέ ποτε τῷ Σολομῶντι χρυσὸν ἐν καιρῷ, ὡς γέγραπται· ἡμῖν τὸ ξύλον σου ἀποδίδωσι
38.18.10καθ᾿ ἡμέραν καὶ καιρὸν πλοῦτον ἀτίμητον·τούς γὰρ πάντας εἰσάγει πάλιν εἰς τὸν παράδεισον.
39 (XXIII). Поклонение Кресту.
39.t.1
Τῇ παρασκευῇ τῆς μεσονηστίμου, κοντάκιον εἰς τὴν προσκύνησιν τοῦ
τιμίου σταυροῦ, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦτο τὸ ἔπος ἐστὶν Ῥωμανοῦ]
ἦ χος πλάγιος βʹ, ἰδιόμελον· ... πρός· Τὸν ἀγεώργητον
Προοίμιον
39.pro.1 Τὸ σεβάσμιον ξύλον προσκυνοῦντες τοῦ τιμίου σταυροῦ σου, Χριστὲ ὁ Θεός,δυσωποῦμέν σε, Κύριε, τὸν ἐν αὐτῷ προσηλωθέντα· κινδύνων ἐλευθέρωσον τὸ γένος τῶν ἀνθρώπων διὰ τῆς Θεοτόκου
39.pro.5δι᾿ ἧς Ἀδὰμ ἀνεκλήθη πάλιν ἐν τῷ παραδείσῳ.
39.1.1 Τὸ τρισμακάριστον ξύλον, τὸ δῶρον τῆς ζωῆς ἡμῶν, ἐν μέσῳ τοῦ παραδείσου ἐφύτευσεν ὁ ὕψιστος,ἵνα τούτῳ προσεγγίζων τῆς αἰωνίου καὶ ἀθανάτου ὁ Ἀδὰμ τύχῃ ζωῆς.
39.1.5 Ἀλλ᾿ ἐκεῖνος μὲν οὐκ ἐσπούδασε γνωρίσαι τὴν ζωὴν αὐτοῦ, καὶ ταύτης διήμαρτε καὶ τὸν θάνατον ἔδηξε· λῃστὴς δὲ ἰδὼν τοῦτο ἐν Ἐδὲμ τὸ φυτὸν ἐν τῷ Γολγοθᾷ πῶς μετεφυτεύθη καλῶς,τὴν ζωὴν ἐγνώρισε τὴν ἐν αὐτῷ καὶ λέγει πρὸς ἑαυτόν·
39.1.10 "Τοῦτό ἐστιν ὅπερ πρώην ὁ πατήρ μου ἀπώλεσεν ἐν τῷ παραδείσῳ."
39.2.1
Ὅτε γὰρ οὗτος ὑψώθη ἐν ξύλῳ ὁ κατάκριτος καὶ πίστει ἐδικαιώθη καὶ ταύτην ὡμολόγησε,διηνοίχθη τῆς καρδίας αὐτοῦ τὸ ὄμμα, καὶ ἐθεώρει τὴν τρυφὴν τὴν ἐν Ἐδέμ·
39.2.5 ἐν [τῷ] μέσῳ δὲ ἐθεάσατο τὸν τύπον ἐξαστράπτοντα ὃν ἔβλεπεν ἔχοντα τὸν σταυρὸν ὃν ἐπήξαντο· ἰσόμετρος γὰρ πάσης ἡλικίας ἐστὶν ἀνθρώπων θνητῶν, τοῦτο τὸ φυτὸν τῆς ζωῆς·τὴν αὐτὴν δὲ ἔβλεπε λάμπειν ζωὴν ἐν ἀμφοτέροις φυτοῖς
39.2.10 καὶ στενάζει ὅτι ταύτης ὁ Ἀδὰμ ἀπωλίσθησεν ἐν τῷ παραδείσῳ.
39.3.1
Ὑπὸ χαρᾶς τε καὶ λύπης κατείχετο κρεμάμενος· τὴν μὲν ζωὴν ἐθεώρει ἐν ξύλῳ καὶ εὐφραίνετο,τὸν Ἀδὰμ δ᾿ εἰς ἀρρωστίαν ὁρῶν συμπάσχει, καταφρονήσας τῆς πληγῆς τῆς ἑαυτοῦ.
39.3.5 Ἀλλὰ γνούς Χριστὸς τὴν διάνοιαν τοῦ ὁμολογητοῦ αὐτοῦ· "Μὴ στέναζε, ἔλεγε, τὸν Ἀδὰμ τὸν προπάτορα· ἐγὼ γάρ εἰμι δεύτερος Ἀδὰμ ἀληθὴς καὶ ἦλθον ἑκὼν σῶσαι τὸν Ἀδὰμ τὸν ἐμόν·ἐγὼ τούτῳ δέδωκα πᾶσαν τρυφὴν σύν τῷ ξύλῳ τῆς ζωῆς,
39.3.10 ἀλλ᾿ ἐκεῖνος στασιάσας τὴν κατάραν ἐκτήσατο ἐν τῷ παραδείσῳ.
39.4.1 Τούτου οὖν χάριν κατῆλθον ἐξ ὕψους ὡς φιλάνθρωπος, ἵνα τὸ γένος ἐκείνου λυτρώσωμαι ὡς εὔσπλαγχνος,καὶ κατάρα ἐγενόμην ἵνα κατάρας ἐλευθερώσω τὸν Ἀδὰμ καὶ τούς αὐτοῦ·
39.4.5 διὰ ξύλου δὲ ἡ παράβασις εἰσήχθη τῷ προπάτορι δι᾿ οὗ ὥσπερ ἄνομος παραδείσου ἐκβέβληται, εἰσέρχεται δὲ πάλιν διὰ ξύλου ζωῆς· εἰσέρχου δὲ σύ πρῶτος μετ᾿ αὐτοῦ ἐν αὐτῷ·ἐν νομῇ γενόμενος κάλει βροτούς καὶ προσδέχου τούς πιστούς·
39.4.10 σήμερον γὰρ εἰσελεύσῃ μετ᾿ ἐμοῦ εὐφραινόμενος ἐν τῷ παραδείσῳ.
39.5.1
Ὅτε δὲ τοῦ παραδείσου ὠθίσθη ὁ πρωτόπλαστος, τὰ Χερουβὶμ προσετάγη φυλάττειν τὴν ὁδὸν αὐτοῦ·ἀλλὰ λάβε τὸν σταυρόν μου ἐπὶ τῶν ὤμων, καὶ οὕτως ἔρχου ἐν Ἐδὲμ μετὰ σπουδῆς·
39.5.5 εἰ μὴ ἴδῃ σε ἀποφέροντα τοῦ τίτλου τὰ θεσπίσματα, ῥομφαία συγκαύσει σε τῆς φλογὸς ἡ φυλάττουσα. Τὸ πρόγραμμα δὲ τοῦτο τοῦ σταυροῦ τοῦ ἐμοῦ βαστάζων, λῃστά, βάδιζε πρὸς τὰ Χερουβίμ,καὶ γνωρίσει σύμβολον τὸ τῆς ζωῆς καὶ δώσει σοι ἐν χερσὶν
39.5.10 ἐξουσίαν τοῦ ἀνοίγειν καὶ εἰσάγειν τούς φίλους μου ἐν τῷ παραδείσῳ.»
39.6.1 Ταῦτα λῃστὴς ἐπακούσας ἐπ᾿ ὤμων ἐπεφέρετο, ὡς εἶπεν ὁ πανοικτίρμων, τὸ γνώρισμα τῆς χάριτος,καὶ βαδίζων ἀνευφήμει σταυροῦ τὸ δῶρον καὶ ψάλλων ἔλεγεν ἀεὶ ᾆσμα καινόν·
39.6.5 "Σύ ψυχῶν ἀκάρπων ἐγκέντρισμα, σύ ἄροτρον γεγένησαι, γεώργιον κάλλιστον καθαρίζον διάνοιαν, σύ ῥίζα καλὴ τῆς ἀναστάσης μου ζωῆς, σύ ῥάβδος πληγῆς τύπτουσα ἐχθρὸν τοῦ Ἀδάμ,σύ τὰς θύρας ἤνοιξας τὰς τῆς τρυφῆς ἃς ἀπέκλεισέ ποτε
39.6.10 [ἡ ἁ]μαρτία ἥνπερ τότε [ὁ] Ἀδὰμ ἐπλημμέλησεν ἐν τῷ παραδείσῳ.
39.7.1
Ὅλην ζωὴν ἐχαρίσω, ὦ ξύλον τρισμακάριστον, ἐμοὶ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἔχουσι τὴν χάριν σου·σύ ὑπάρχεις βακτηρία χειραγωγοῦσα πρὸς τὴν ζωὴν ἁμαρτωλούς στέργοντάς σε·
39.7.5 ἀπεδείχθης δὲ λικμητήριον σκορπίζον εἰς τὴν ἅλωνα ἐντέχνως τὸ ἄχυρον εἰς τὸ πῦρ ἐμβαλλόμενον
ἵνα ὁ καρπὸς εἰς τὰς ἀποθήκας τεθῇ· ἐγένου ζυγός, δάμαστρον Ἑβραίων δεινῶν·τοῦ δὲ σκάφους γέγονας τῆς ἐν Χριστῷ ἐκκλησίας τῆς σεμνῆς
39.7.10 θεία κώπη τούς δικαίους καὶ πιστούς ἀπευθύνουσα ἐν τῷ παραδείσῳ.
39.8.1 Εὔκαιρον εὕρηκα δρόμον τῆς ἐξομολογήσεως καὶ ἀνυμνήσω σε, ξύλον βαστάσαν τὴν ζωὴν ἡμῶν·σύ εἶ τίτλος εὐνομίας τῶν οἰκημάτων, τῆς εὐσεβείας τῶν πιστῶν φύλαξ καλός,
39.8.5 σύ βωμὸς ἐγένου θειότατος, καλὸν θυσιαστήριον τὸ αἷμα δεξάμενον τῆς θυσίας τὸ ἄχραντον, σύ δόρυ φρικτὸν πλῆττον τῶν δαιμόνων ἰσχύν, σύ κέρας ἁγνὸν φύον ἐν προβάτοις Χριστοῦ·σύ κρανίῳ ἤγγισας τῷ τοῦ Ἀδὰμ καὶ ἐμβέβληκας χαράν·
39.8.10 καὶ ἐγὼ δὲ πεποιθώς σοι ἐν σπουδῇ ἀπελεύσομαι ἐν τῷ παραδείσῳ.
39.9.1 Πατρίδα βλέπω ἁγίαν ἣν εἶχεν ὁ προπάτωρ μου· φωτὸς γὰρ εὗρον χορείαν τῷ σκότει μὴ ἐμπίπτουσαν·εἰ τὰ ἔξωθεν τοιαῦτα, μεγάλα ὄντως ὑπάρχει ἔνδον τῆς τρυφῆς τὰ ἀγαθά·
39.9.5 ὀφθαλμὸς γὰρ οὐχ ἑώρακεν, ἀλλὰ οὐδὲ οὖς ἤκουσε, καρδία οὐκ ἔγνωκεν ἃ ἡτοίμασε Κύριος τοῖς φίλοις αὐτοῦ τοῖς συσταυρουμένοις αὐτῷ, οἷς πρῶτος ἐγὼ ἤνοιξα ζωῆς τὴν ὁδόν·τοῦ σταυροῦ τὸ σύμβολον παρέλαβον πρὸς ἀσφάλειαν ζωῆς·
39.9.10 ὁ γὰρ στέργων τὴν σφραγῖδα τοῦ σταυροῦ εἰσελεύσεται ἐν τῷ παραδείσῳ.
39.10.1 Οὐ δειλιῶ τὴν φλογίνην ῥομφαίαν τὴν φυλάττουσαν· τοῦ γὰρ σταυροῦ τὴν σφραγῖδα βαστάζω καὶ τεθάρρηκα."Ταῦτα λέγων, προσεγγίζει τῷ παραδείσῳ καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χερουβὶμ
39.10.5 καὶ κραυγάζει· "Φύλαξ πιστότατε, κλειδοῦχε ἀσφαλέστατε, τετράμορφε ἅγιε, Χερουβὶμ πολυόμματε, σφραγῖδα Χριστοῦ ἦλθον ἐμφανίσαι ὑμῖν πεμφθεῖσαν παρ᾿ αὐτοῦ σήμερον ἐκ γῆς Ἰσραήλ.Τὸ οὖν γράμμα σκόπησον καθ᾿ ἑαυτὸν καὶ παράδος τὰς νομὰς
39.10.10 τοῦ πατρός μου τὰς ἀρχαίας, ἃς κρατῶν ἐπευφραίνετο ἐν τῷ παραδείσῳ.
39.11.1 Σφραγῖδα δέχου βεβαίαν καὶ θεῖα ἐγχαράγματα, ὑπογραφὴν βασιλέως Θεοῦ τοῦ πανοικτίρμονος."Ταῦτα λέγων ἐπεδίδου τοῦ βασιλέως τὰ διατάγματα Χριστοῦ μετὰ σπουδῆς·
39.11.5 Χερουβὶμ δὲ ὑποδεξάμενα ἐγνώριζε τὰ γράμματα ἐκλάμποντα χάριτι πορφυρίδος τοῦ αἵματος· ἐτέρπετο δὲ πῶς ὑπηγορεύθη καλῶς· λαβὸν γὰρ εὐθύς εὕρισκε λόγους τούς σοφούς,ἀναγνούς τὴν δύναμιν τὴν ἐν αὐτοῖς φθεγγομένην τῷ λῃστῇ
39.11.10 ὅτι "Σήμερον εἰσέρχῃ μετ᾿ ἐμοῦ εὐφραινόμενος ἐν τῷ παραδείσῳ."
39.12.1
"Ἔρχου, λῃστά, τοῦ πατρός σου παράλαβε τὰ δίκαια, τὰ Χερουβὶμ ἀπεκρίθη· ἐγνώρισα τὸ θέσπισμα βασιλέως τοῦ μεγάλου· ἰδού τὰ σκεύη τοῦ παραδείσου ἐν χερσὶ δίδωμι νῦν·
39.12.5 τὰς νομὰς δὲ σύ παραλάμβανε πατρίδος τῆς ἀρχαίας σου, τὴν κτῆσιν ἀνάλαβε τὴν πατρῴαν, τὴν ἄφθαρτον· τὴν δήμευσιν γὰρ ἔλυσε νυνὶ ὁ σταυρὸς ὃν ἦλθες κρατῶν, ἄρτι ἐμφανίσας ἐμοί·ἐν αὐτῷ συνέζευκται ἡ παρὰ σοῦ ἱκεσία πρὸς Χριστὸν
39.12.10 καὶ ἡ ψῆφος ἡ διδοῦσα τὴν νομήν σοι ἀσάλευτον ἐν τῷ παραδείσῳ.
39.13.1 Σοῦ οὖν τὰ νῦν κλειδουχοῦντος ἀφίσταμαι γηθόμενος· οὐ γὰρ ἐμοὶ ὡς δεσπότῃ παράδεισος ἐκδέδοται·ἡ νομὴ γὰρ ἐχαρίσθη τοῦ παραδείσου τῷ πρωτοπλάστῳ ἐξ ἀρχῆς παρὰ Θεοῦ·
39.13.5 ἐδημεύθη δὲ ἐκ προστάξεως καὶ ἐν φθορᾷ ἐξώριστο καὶ φύλαξ προβέβλημαι ὧν ἐκεῖνος ἐκέκτητο. Χωρία γάρ μοι ἕτερά ἐστι νοητὰ σύν τοῖς Σεραφίμ, ἀφιερωμένα, φρικτά·σύ δὲ τὴν ἀνάκλησιν τὴν τοῦ Ἀδὰμ ἐνεφάνισας ἐμοί,
39.13.10 ἀλλὰ δέχου τῶν δικαίων ὧν Ἀδὰμ πρὸ σοῦ κέκτητο ἐν τῷ παραδείσῳ."
39.14.1 Τούτων λῃστὴς ἐπακούσας παράδεισον παρέλαβε, καὶ τὴν σφραγῖδα κατέχων ἐγένετο δριμύτερος τῆς ῥομφαίας τῆς φλογίνης τῷ διαβόλῳ θεασαμένῳ τὸν λῃστὴν ἐν τῇ τρυφῇ·
39.14.5 ὀδυρόμενος γὰρ ἐβόησε· "Δεινὸν ἐμοὶ συμβέβηκε· λῃστὴς δεδικαίωται καὶ παράδεισον ἤνοιξεν· ἐν ὅσῳ ἐγὼ Πέτρον ὑποκλέψαι ζητῶ, ὁ κλέπτης ἐγὼ ἤδη ὑπεκλάπην λῃστήν·ὡς γελῶ μαινόμενον τὸν μαθητήν, τὸν προδότην τοῦ Χριστοῦ,
39.14.10 ὑπὸ τούτου ἐγελάσθην τοῦ δραμόντος ἐκ πίστεως ἐν τῷ παραδείσῳ.
39.15.1
Ἱστάμην τούς ἀποστόλους πανούργως τεχναζόμενος· αὐτοῖς γὰρ ὡς πολεμίοις τὰ βέλη μου ηὐτρέπιζον·ἐγυμνώθην δὲ τοῦ φίλου ἐν ὅσῳ θέλω ἑτέρους δοῦναι τῷ λῃστῇ συλλειτουργούς.
39.15.5 Τὸν Ἰούδαν εἰ ἐθεώρησα παράδεισον λαμβάνοντα, μή τι ὣς ἂν ἤνεγκα ἐπ᾿ ἐκείνῳ τὸ ἄλγημα; Οὐκ ἦν γὰρ ἐμός, ἀλλὰ τοῦ Χριστοῦ μαθητής· λῃστὴς δὲ ἐμὸς γέγονε πιστὸς μαθητὴς καὶ ἀφείς με ἔδραμε πρὸς Ἰησοῦν καὶ ἐμίσησε[ν ἐ]μέ·
39.15.10 τὸ δὲ χεῖρον, διὰ ξύλου καὶ κλειδοῦχος ἐγένετο ἐν τῷ παραδείσῳ.
39.16.1 Νῦν οὖν ἐγὼ εὐτρεπίσω τὸν πόλεμον βαρύτερον καὶ τὴν ὁδὸν ἀποκλείσω τὴν ἐπὶ τὸν παράδεισον,ἵνα δείξω τῷ κλειδούχῳ ὅτι εἰς μάτην κατεπιστεύθη κλειδουχεῖν τὰ ἐν Ἐδέμ.»
39.16.5 Ταῦτα λέγων τρέχει μαινόμενος, καὶ πρῶτον μὲν ἠρέθιζεν Ἑβραίους βδελύττεσθαι τὸ τῆς πίστεως κήρυγμα, τούς δὲ βασιλεῖς γ[όη]τας καὶ τυράννους τῆς γῆς ὀξύνει σφοδρῶς κατὰ τοῦ σταυροῦ τῆς ζωῆς·διωγμούς ἐκίνησε κατὰ Χριστοῦ καὶ τῶν δούλων τῶν αὐτοῦ,
39.16.10 ὑποπτεύων ὡς ἐπέχει τούς θνητούς εἰσπορεύεσθαι ἐν τῷ παραδείσῳ.
39.17.1
Ῥαίνων τὸ αἷμα τῶν πράων ἡττᾶτο ὁ παμπόνηρος· διώξας τούς ἀποστόλους, ὁμοῦ τε καὶ τούς μάρτυρας,αἰσχυνόμενος ἐπένθει ὁρῶν τὴν τούτων τῶν ἀθλοφόρων τοῦ Χριστοῦ ὑπομονήν.
39.17.5
Ἱκανὰ δὲ ἔτη ἐτάραξεν ἀνόμοις συμφραξάμενος τυράννοις καὶ ἄρχουσι, βασιλεῦσι καὶ δόγμασι, ποτὲ ἀφανῶς, ποτὲ δὲ πάλιν ἐμφανῶς· οὐδέποτε δὲ ἥττης ἀνεχώρει ἐκτός·τῶν ἁγίων ἔβλεπε τὴν ἀρετὴν καὶ ἐθρήνει τὴν ὁδὸν
39.17.10 τῶν τρεχόντων διὰ νίκης πρὸς λῃστὴν τὸν πιστότατον ἐν τῷ παραδείσῳ.
39.18.1
Ὡς πάντας γὰρ τούς αἰῶνας διέπων ἐν χρηστότητι, ἐν τῇ βουλῇ τῇ πανσόφῳ ἐξήγειρεν ὁ εὔσπλαγχνος Κωνσταντῖνον βασιλέα ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ καὶ τοῦ Δαυὶδ ὄντα πιστόν·
39.18.5 ἐμιμήσατο τὸν προπάτορα καὶ ἔδειξε συγγένειαν βεβαίαν καὶ ἔπαυσεν ἐκκλησίας τὸν πόλεμον· δέκα καὶ ὀκτὼ καὶ τριακοσίους λαβὼν ὁπλίτας πιστούς, πόλεμον νικᾷ Ἀβραάμ·ἐν τοσούτοις ἔπαυσε καὶ ὁ πιστὸς καὶ ἀνδρεῖος βασιλεύς
39.18.10 τὰς αἱρέσεις τὰς ἀθέους οὐκ ἐώσας πορεύεσθαι ἐν τῷ παραδείσῳ.
39.19.1 Μεγάλα ὄντως τὰ ἔργα Χριστοῦ καὶ ἀδιήγητα, ἀπίστοις καὶ ἀναξίοις οὐκ ἀποκαλυπτόμενα,ἀλλ᾿ ἀξίοις καὶ δικαίοις· ὅπερ συνέβη ἐπὶ Ἑλένῃ τῇ μητρὶ τούτου ποτέ·
39.19.5
ὡς ἀξία γὰρ ἐπεθύμησε τὸ ξύλον τῆς ζωῆς ἡμῶν τῷ χρόνῳ κρυπτόμενον ἐξευρεῖν ἡ φιλόθεος, καὶ τρέχει σπουδῇ ὅπου ἐσταυρώθη Χριστός, λιποῦσα ταχύ τὰς ἐν βασιλείοις αὐλάς,καὶ τὸν ὄκνον ἔρριψεν ἀφ᾿ ἑαυτῆς καὶ τὸν πόνον τῆς ὁδοῦ·
39.19.10 τὸν γὰρ λύχνον ἐπεπόθει ἐξευρεῖν τὸν εἰσάγοντα ἐν τῷ παραδείσῳ.
39.20.1 Αὐτῆς τὴν πρόθεσιν βλέπων ὁ πάντας ἐκδεχόμενος, ὡς περὶ ὥραν μὲν πρώτην καὶ μέχρι ἑνδεκάτης δὲ οὐκ ὀκνήσας ἐξιέναι καὶ προσκαλεῖσθαι τούς ἐκλεκτούς καὶ τούς κλητούς πρὸς τὴν ζωήν,
39.20.5
ὥσπερ Παῦλον πρώην ἐζήτησε καὶ εὗρε καὶ ἐκάλεσε καὶ ἔδειξε κήρυκα ἑαυτοῦ καὶ ἀπόστολον, οὕτως ἐκλεκτὸν ἔκρινεν Ἰούδαν ποτὲ ὃς εὗρε σταυρὸν καὶ μετωνομάσθη καλῶς·τοῦ προδότου ὄνομα εἶχε τὸ πρίν, ἀλλ᾿ ἐνήλλαξεν αὐτό,
39.20.10 ἐπειδήπερ οὐ προδότης ἀνεδείχθη, ἀλλ᾿ ἔφθασεν ἐν τῷ παραδείσῳ.
39.21.1 Νῦν πίστιν τῆς φιλοθέου ἐδέξατο ὁ Κύριος, τὸν ὑπουργὸν ἀναδείξας σπουδαῖον καὶ πιστότατον,τὸν ποτὲ μὲν Ἰουδαίων, μετὰ δὲ ταῦτα ποιμένα κάλλιστον λαῶν χριστιανῶν.
39.21.5 Φερωνύμως γὰρ καὶ ὠνόμασται Κυριακὸς ὁ ἅγιος ἀνδρείαν ζωσάμενος καὶ σταυρὸν ἐξευράμενος.
Ἠρεύνησε δὲ ποῖός ἐστιν ὁ τοῦ Χριστοῦ· ὁ θάνατος δὲ ἤλεγχε καὶ νῦν τὴν ζωήν·ὡς ἐν τάφῳ πρότερον ἐπὶ Χριστοῦ, οὕτως νῦν ὑποχωρεῖ
39.21.10 ὅτε εἶδε πρὸ τῆς κλίνης τὴν ζωὴν τὴν ἀπάγουσαν ἐν τῷ παραδείσῳ.
39.22.1
Ὅμως ἵνα τέλειον ᾖ τὸ δώρημα τῆς χάριτος, τούς ἥλους ἀνακαλύπτει Χριστὸς ὁ βασιλεύς ἡμῶν,οὓς εὑροῦσα ἡ ὁσία ὡς μαργαρίτας περιεπτύξατο αὐτούς σύν τῷ σταυρῷ.
39.22.5 Καὶ τούς ἥλους μὲν σαλιβάριον ποιήσασα ἐπλήρωσε προφήτου τὸ κήρυγμα Ζαχαρίου κραυγάζοντος
ὡς "ἔσται ποτὲ ἅγιον τὸ τοῦ χαλινοῦ» εἰς νίκην ἀεὶ τῶν πεπιστευκότων αὐτῷ·τὸν σταυρὸν [δὲ] δέδωκε ταῖς γενεαῖς εἰς ἀσφάλειαν ζωῆς·
39.22.10 οἱ γὰρ τούτῳ πεποιθότες μετὰ δόξης εἰσέρχονται ἐν τῷ παραδείσῳ.
39.23.1
Ὑπὸ σταυροῦ σκεπασθέντες σκιρτῶμεν ἀγαλλόμενοι· ἁμαρτωλοί, νήψωμεν οὖν, παράδεισος ἠνέῳκται,ὁ λῃστὴς δὲ φύλαξ ἐστὶ τοῦ παραδείσου ὃν ἐξελέξατο Χριστὸς ἐν τῷ σταυρῷ.
39.23.5 Μὴ τὸν ἄκλειστον ἀποκλείσωμεν· φιλόχριστος καθέστηκε λῃστὴς συμπαθέστατος ξενοδόχος φιλόστοργος. Τιμῶμεν σταυρὸν φύλακα ζωῆς τῆς ἡμῶν· ζωῆς γ̣ά̣ρ̣ ἐστι πρόξενος τῆς τῶν οὐρανῶν·οὗτος πάντας ῥύεται τοῦ πονηροῦ καὶ τῆς τούτου προσβολῆς·
39.23.10 οἱ εἰς τοῦτον σφραγισθέντες εἰσελθῆναι πιστεύουσιν ἐν τῷ παραδείσῳ.
39.24.1 Yἱὸς Μαρίας ἐγένου, υἱὲ Θεοῦ, σωτὴρ ἡμῶν, καὶ τῷ σταυρῷ προσηλώθης Θεὸς ὑπάρχων ἔνσαρκος,ἵνα σώσῃς τούς ἐν θλίψει καὶ ἐλεήσῃς ἁμαρτωλούς ὡς δυνατὸς καὶ ἀγαθός.
39.24.5 Σύ παράσχου πᾶσι κατάνυξιν τοῖς ἐπὶ σοὶ ἐλπίζουσι προθύμως δουλεύειν σοι ἐν ψαλμοῖς καὶ δεήσεσι· μετὰ τοῦ λῃστοῦ κράζομέν σοι ὡς ἐν σταυρῷ· "Μνήσθητι ἡμῶν ἐν τῇ βασιλείᾳ τῇ σῇ·τοῦ χοροῦ ἀξίωσον πάντας ἡμᾶς τῶν ἁγίων σου, Χριστέ,
39.24.10 ὡς λαβόντας τὴν σφραγῖδα τοῦ σταυροῦ σου εἰς ἕνωσιν ἐν τῷ παραδείσῳ.»