Скрыть
1:2
1:3
1:4
1:6
1:8
1:13
1:14
1:17
1:19
1:22
1:23
1:25
1:27
1:30
1:32
παροιμίαι Σαλωμῶν­τος υἱοῦ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ
γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως
δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν
ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν
τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτή­σε­ται
νοήσει τε παρα­βολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα
ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποι­οῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν
ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοι­ὸν χρύσεον περὶ σῷ τραχήλῳ
υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρα­καλέσωσί σε λέγον­τες
ἐλθὲ μεθ᾿ ἡμῶν κοινώνησον αἵμα­τος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως
κατα­πίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶν­τα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ κατα­λαβώμεθα πλή­σωμεν δὲ οἴκους ἡμετέρους σκύλων
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάν­τιον κτησώμεθα πάν­τες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν
μὴ πορευθῇς ἐν ὁδῷ μετ᾿ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν
οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς
αὐτοὶ γὰρ οἱ φόνου μετέχον­τες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ κατα­στροφὴ ἀνδρῶν παρα­νόμων κακή
αὗται αἱ ὁδοί εἰσιν πάν­των τῶν συν­τελούν­των τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦν­ται
σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει
ἐπ᾿ ἄκρων δὲ τειχέων κηρύσ­σεται ἐπι­̀ δὲ πύλαις δυναστῶν παρεδρεύ­ει ἐπι­̀ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
ὅσον ἂν χρόνον ἄκακοι ἔχων­ται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσον­ται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄν­τες ἐπι­θυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
καὶ ὑπεύ­θυνοι ἐγένον­το ἐλέγχοις ἰδοὺ προ­ήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προ­σείχετε
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπι­γελάσομαι κατα­χαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ κατα­στροφὴ ὁμοίως κατα­ιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος
ἔσται γὰρ ὅταν ἐπι­καλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν
ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προ­είλαν­το
οὐδὲ ἤθελον ἐμαῖς προ­σέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους
τοιγαροῦν ἔδον­ται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλη­σθήσον­ται
ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσον­ται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
ὁ δὲ ἐμοῦ ἀκούων κατα­σκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπο­̀ παν­τὸς κακοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible