Скрыть
27:3
27:4
27:6
27:7
27:10
27:13
27:14
27:15
27:16
27:18
27:19
27:21
27:22
27:23
27:24
27:25
27:27
27:28
27:29
27:30
27:31
27:32
27:36
27:41
27:42
27:44
27:47
27:49
27:50
27:52
27:53
27:54
27:55
27:56
27:58
27:59
27:60
27:61
27:62
27:63
27:64
27:65
27:66
πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάν­τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατα­̀ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν
καὶ δήσαν­τες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Пιλάτῳ τῷ ἡγεμόνι
τότε ἰδὼν Ἰούδας ὁ παρα­διδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκον­τα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
λέγων ἥμαρτον παρα­δοὺς αἷμα ἀθῷον οἱ δὲ εἶπαν τί προ­̀ς ἡμᾶς σὺ ὄψῃ
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
οἱ δὲ ἀρχιερεῖς λαβόν­τες τὰ ἀργύρια εἶπαν οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
συμβούλιον δὲ λαβόν­τες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵμα­τος ἕως τῆς σήμερον
τότε ἐπλη­ρώθη τὸ ῥηθὲν δια­̀ Ἰερεμίου τοῦ προ­φήτου λέγον­τος καὶ ἔλαβον τὰ τριάκον­τα ἀργύρια τὴν τιμὴν τοῦ τετιμη­μέ­νου ὃν ἐτιμήσαν­το ἀπο­̀ υἱῶν Ἰσραήλ
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συν­έταξέν μοι κύριος
ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπρο­σθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ Ἰησοῦς ἔφη σὺ λέγεις
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
τότε λέγει αὐτῷ ὁ Пιλᾶτος οὐκ ἀκούεις πόσα σου κατα­μαρτυροῦσιν
καὶ οὐκ ἀπεκρίθη αὐτῷ προ­̀ς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
κατα­̀ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπο­λύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
εἶχον δὲ τότε δέσμιον ἐπι­́σημον λεγόμενον Ἰησοῦν Βαραββᾶν
συν­ηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Пιλᾶτος τίνα θέλετε ἀπο­λύσω ὑμῖν Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν
ᾔδει γὰρ ὅτι δια­̀ φθόνον παρέδωκαν αὐτόν
καθη­μέ­νου δὲ αὐτοῦ ἐπι­̀ τοῦ βήμα­τος ἀπέστειλεν προ­̀ς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν
οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσων­ται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπο­λέσωσιν
ἀπο­κριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς τίνα θέλετε ἀπο­̀ τῶν δύο ἀπο­λύσω ὑμῖν οἱ δὲ εἶπαν τὸν Βαραββᾶν
λέγει αὐτοῖς ὁ Пιλᾶτος τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν λέγουσιν πάν­τες σταυρωθήτω
ὁ δὲ ἔφη τί γὰρ κακὸν ἐποίησεν οἱ δὲ περισ­σῶς ἔκραζον λέγον­τες σταυρωθήτω
ἰδὼν δὲ ὁ Пιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναν­τι τοῦ ὄχλου λέγων ἀθῷός εἰμι ἀπο­̀ τοῦ αἵμα­τος τούτου ὑμεῖς ὄψεσθε
καὶ ἀπο­κριθεὶς πᾶς ὁ λαὸς εἶπεν τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπι­̀ τὰ τέκνα ἡμῶν
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παρα­λαβόν­τες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συν­ήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν
καὶ ἐκδύσαν­τες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ
καὶ πλέξαν­τες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ γονυπετήσαν­τες ἔμπρο­σθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγον­τες χαῖρε βασιλεῦ τῶν Ἰουδαίων
καὶ ἐμπτύσαν­τες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
καὶ ἐλθόν­τες εἰς τόπον λεγόμενον Γολγοθᾶ ὅ ἐστιν κρανίου τόπος λεγό­με­νος
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον καὶ γευσά­με­νος οὐκ ἠθέλησεν πιεῖν
σταυρώσαν­τες δὲ αὐτὸν διεμερίσαν­το τὰ ἱμάτια αὐτοῦ βάλλον­τες κλῆρον
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων
τότε σταυροῦν­ται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
οἱ δὲ παρα­πορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦν­τες τὰς κεφαλὰς αὐτῶν
καὶ λέγον­τες ὁ κατα­λύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ υἱὸς εἶ τοῦ θεοῦ καὶ κατα­́βηθι ἀπο­̀ τοῦ σταυροῦ
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζον­τες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι βασιλεὺς Ἰσραήλ ἐστιν κατα­βάτω νῦν ἀπο­̀ τοῦ σταυροῦ καὶ πιστεύ­σομεν ἐπ᾿ αὐτόν
πέποιθεν ἐπι­̀ τὸν θεόν ῥυσάσθω νῦν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός
τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέν­τες σὺν αὐτῷ ὠνείδιζον αὐτόν
ἀπο­̀ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπι­̀ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης
περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγά­λῃ λέγων Ηλι ηλι λεμα σαβαχθανι τοῦτ᾿ ἔστιν θεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαν­τες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλή­σας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
οἱ δὲ λοιποὶ ἔλεγον ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγά­λῃ ἀφῆκεν τὸ πνεῦμα
καὶ ἰδοὺ τὸ κατα­πέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ᾿ ἄνωθεν ἕως κάτω εἰς δύο καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν
καὶ ἐξελθόν­τες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
ὁ δὲ ἑκατόν­ταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦν­τες τὸν Ἰησοῦν ἰδόν­τες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγον­τες ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος
ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπο­̀ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπο­̀ τῆς Γαλιλαίας δια­κονοῦσαι αὐτῷ
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπο­̀ ἁριμαθαίας τοὔνομα Ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθητεύ­θη τῷ Ἰησοῦ
οὗτος προ­σελθὼν τῷ Пιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ τότε ὁ Пιλᾶτος ἐκέλευσεν ἀπο­δοθῆναι
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προ­σκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναν­τι τοῦ τάφου
τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρα­σκευήν συν­ήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι προ­̀ς Пιλᾶτον
λέγον­τες κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μήποτε ἐλθόν­τες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ ἠγέρθη ἀπο­̀ τῶν νεκρῶν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης
ἔφη αὐτοῖς ὁ Пιλᾶτος ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
οἱ δὲ πορευθέν­τες ἠσφαλίσαν­το τὸν τάφον σφραγίσαν­τες τὸν λίθον μετὰ τῆς κουστωδίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible