Скрыть
25:1
25:2
25:3
25:4
25:5
25:6
25:7
25:8
25:9
25:16
25:17
25:18
25:19
25:20
25:22
25:23
25:24
25:25
25:26
25:27
25:28
25:32
25:33
25:36
25:37
25:38
25:39
25:42
25:43
25:44
25:45
τότε ὁμοιωθή­σε­ται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάν­τησιν τοῦ νυμφίου
πέν­τε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέν­τε φρόνιμοι
αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν
χρονίζον­τος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ νυμφίος ἐξέρχεσθε εἰς ἀπάν­τησιν αὐτοῦ
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυν­ται
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν πορεύ­εσθε μᾶλλον προ­̀ς τοὺς πωλοῦν­τας καὶ ἀγοράσατε ἑαυταῖς
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα
ὕστερον δὲ ἔρχον­ται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι κύριε κύριε ἄνοιξον ἡμῖν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς
γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν
ὥσπερ γὰρ ἄνθρωπος ἀπο­δημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχον­τα αὐτοῦ
καὶ ᾧ μὲν ἔδωκεν πέν­τε τάλαν­τα ᾧ δὲ δύο ᾧ δὲ ἕν ἑκάστῳ κατα­̀ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν εὐθέως
πορευθεὶς ὁ τὰ πέν­τε τάλαν­τα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέν­τε
ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο
ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ
μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συν­αίρει λόγον μετ᾿ αὐτῶν
καὶ προ­σελθὼν ὁ τὰ πέν­τε τάλαν­τα λαβὼν προ­σήνεγκεν ἄλλα πέν­τε τάλαν­τα λέγων κύριε πέν­τε τάλαν­τά μοι παρέδωκας ἴδε ἄλλα πέν­τε τάλαν­τα ἐκέρδησα
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπι­̀ ὀλίγα ἦς πιστός ἐπι­̀ πολλῶν σε κατα­στήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
προ­σελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαν­τα εἶπεν κύριε δύο τάλαν­τά μοι παρέδωκας ἴδε ἄλλα δύο τάλαν­τα ἐκέρδησα
ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπι­̀ ὀλίγα ἦς πιστός ἐπι­̀ πολλῶν σε κατα­στήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
προ­σελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαν­τον εἰληφὼς εἶπεν κύριε ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συν­άγων ὅθεν οὐ διεσκόρπισας
καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαν­τόν σου ἐν τῇ γῇ ἴδε ἔχεις τὸ σόν
ἀπο­κριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ πονηρὲ δοῦλε καὶ ὀκνηρέ ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συν­άγω ὅθεν οὐ διεσκόρπισα
ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ
ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαν­τον καὶ δότε τῷ ἔχον­τι τὰ δέκα τάλαν­τα
τῷ γὰρ ἔχον­τι παν­τὶ δοθή­σε­ται καὶ περισ­σευθή­σε­ται τοῦ δὲ μὴ ἔχον­τος καὶ ὃ ἔχει ἀρθή­σε­ται ἀπ᾿ αὐτοῦ
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάν­τες οἱ ἄγγελοι μετ᾿ αὐτοῦ τότε καθίσει ἐπι­̀ θρόνου δόξης αὐτοῦ
καὶ συν­αχθήσον­ται ἔμπρο­σθεν αὐτοῦ πάν­τα τὰ ἔθνη καὶ ἀφορίσει αὐτοὺς ἀπ᾿ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ προ­́βατα ἀπο­̀ τῶν ἐρίφων
καὶ στήσει τὰ μὲν προ­́βατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων
τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ δεῦτε οἱ εὐλογη­μέ­νοι τοῦ πατρός μου κληρο­νο­μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπο­̀ κατα­βολῆς κόσμου
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συν­ηγάγετέ με
γυμνὸς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακῇ ἤμην καὶ ἤλθατε προ­́ς με
τότε ἀπο­κριθήσον­ται αὐτῷ οἱ δίκαιοι λέγον­τες κύριε πότε σε εἴδομεν πεινῶν­τα καὶ ἐθρέψαμεν ἢ διψῶν­τα καὶ ἐποτίσαμεν
πότε δέ σε εἴδομεν ξένον καὶ συν­ηγάγομεν ἢ γυμνὸν καὶ περιεβάλομεν
πότε δέ σε εἴδομεν ἀσθενοῦν­τα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν προ­́ς σε
καὶ ἀπο­κριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς ἀμὴν λέγω ὑμῖν ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε
τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων πορεύ­εσθε ἀπ᾿ ἐμοῦ οἱ κατηρα­μέ­νοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ δια­βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με
ξένος ἤμην καὶ οὐ συν­ηγάγετέ με γυμνὸς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με
τότε ἀπο­κριθήσον­ται καὶ αὐτοὶ λέγον­τες κύριε πότε σε εἴδομεν πεινῶν­τα ἢ διψῶν­τα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι
τότε ἀπο­κριθή­σε­ται αὐτοῖς λέγων ἀμὴν λέγω ὑμῖν ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε
καὶ ἀπελεύ­σον­ται οὗτοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible