Скрыть
22:1
22:3
22:4
22:5
22:6
22:8
22:9
22:10
22:11
22:12
22:13
22:16
22:17
22:18
22:19
22:20
22:22
22:25
22:26
22:27
22:28
22:29
22:31
22:33
22:34
22:36
22:38
22:40
22:41
22:43
22:45
22:46
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παρα­βολαῖς αὐτοῖς λέγων
ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλη­μέ­νους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοῖς κεκλη­μέ­νοις ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάν­τα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους
οἱ δὲ ἀμελήσαν­τες ἀπῆλθον ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ὃς δὲ ἐπι­̀ τὴν ἐμπορίαν αὐτοῦ
οἱ δὲ λοιποὶ κρατήσαν­τες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν
ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύ­ματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν
τότε λέγει τοῖς δούλοις αὐτοῦ ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλη­μέ­νοι οὐκ ἦσαν ἄξιοι
πορεύ­εσθε οὖν ἐπι­̀ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους
καὶ ἐξελθόν­τες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συν­ήγαγον πάν­τας οὓς εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλή­σθη ὁ γάμος ἀνακειμένων
εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακει­μέ­νους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
καὶ λέγει αὐτῷ ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ὁ δὲ ἐφιμώθη
τότε ὁ βασιλεὺς εἶπεν τοῖς δια­κόνοις δήσαν­τες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
τότε πορευθέν­τες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύ­σωσιν ἐν λόγῳ
καὶ ἀπο­στέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ἡρῳδια­νῶν λέγον­τες διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς προ­́σωπον ἀνθρώπων
εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ
γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν τί με πειράζετε ὑποκριταί
ἐπι­δείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου οἱ δὲ προ­σήνεγκαν αὐτῷ δηνάριον
καὶ λέγει αὐτοῖς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπι­γραφή
λέγουσιν αὐτῷ Καίσαρος τότε λέγει αὐτοῖς ἀπό­δοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
καὶ ἀκούσαν­τες ἐθαύμασαν καὶ ἀφέν­τες αὐτὸν ἀπῆλθαν
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προ­σῆλθον αὐτῷ Σαδδουκαῖοι λέγον­τες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν
λέγον­τες διδάσκαλε Μωϋσῆς εἶπεν ἐάν τις ἀπο­θάνῃ μὴ ἔχων τέκνα ἐπι­γαμβρεύ­σει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί καὶ ὁ πρῶτος γήμας ἐτελεύ­τησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ
ὁμοίως καὶ ὁ δεύ­τερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά
ὕστερον δὲ πάν­των ἀπέθανεν ἡ γυνή
ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή πάν­τες γὰρ ἔσχον αὐτήν
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζον­ται ἀλλ᾿ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγον­τος
ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ ζών­των
καὶ ἀκούσαν­τες οἱ ὄχλοι ἐξεπλή­σ­σον­το ἐπι­̀ τῇ διδαχῇ αὐτοῦ
οἱ δὲ Φαρισαῖοι ἀκούσαν­τες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συν­ήχθησαν ἐπι­̀ τὸ αὐτό
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
διδάσκαλε ποία ἐν­τολὴ μεγά­λη ἐν τῷ νόμῳ
ὁ δὲ ἔφη αὐτῷ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ δια­νοίᾳ σου
αὕτη ἐστὶν ἡ μεγά­λη καὶ πρώτη ἐν­τολή
δευτέρα δὲ ὁμοία αὐτῇ ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν
ἐν ταύταις ταῖς δυσὶν ἐν­τολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προ­φῆται
συν­ηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
λέγων τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν λέγουσιν αὐτῷ τοῦ Δαυίδ
λέγει αὐτοῖς πῶς οὖν Δαυὶδ ἐν πνεύ­ματι καλεῖ αὐτὸν κύριον λέγων
εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου
εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν
καὶ οὐδεὶς ἐδύνατο ἀπο­κριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible