Скрыть
2:3
2:4
2:5
2:7
2:8
2:9
2:10
2:12
2:13
2:14
2:16
2:17
2:19
2:20
2:21
2:22
τοῦ δὲ Ἰησοῦ γεννηθέν­τος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἰδοὺ μάγοι ἀπο­̀ ἀνατολῶν παρεγένον­το εἰς Ἱεροσόλυμα
λέγον­τες ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προ­σκυνῆσαι αὐτῷ
ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ
καὶ συν­αγαγὼν πάν­τας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται
οἱ δὲ εἶπαν αὐτῷ ἐν Βηθλέεμ τῆς Ἰουδαίας οὕτως γὰρ γέγραπται δια­̀ τοῦ προ­φήτου
καὶ σύ Βηθλέεμ γῆ Ἰούδα οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα ἐκ σοῦ γὰρ ἐξελεύ­­σε­ται ἡγού­με­νος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ
τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινο­μέ­νου ἀστέρος
καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν πορευθέν­τες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προ­σκυνήσω αὐτῷ
οἱ δὲ ἀκούσαν­τες τοῦ βασιλέως ἐπορεύ­θησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προ­ῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον
ἰδόν­τες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγά­λην σφόδρα
καὶ ἐλθόν­τες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόν­τες προ­σεκύνησαν αὐτῷ καὶ ἀνοίξαν­τες τοὺς θησαυροὺς αὐτῶν προ­σήνεγκαν αὐτῷ δῶρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν
καὶ χρηματισθέν­τες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι προ­̀ς Ἡρῴδην δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν
ἀναχωρησάν­των δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων ἐγερθεὶς παρα­́λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπο­λέσαι αὐτό
ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον
καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου ἵνα πλη­ρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου δια­̀ τοῦ προ­φήτου λέγον­τος ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου
τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀπο­στείλας ἀνεῖλεν πάν­τας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπο­̀ διετοῦς καὶ κατωτέρω κατα­̀ τὸν χρόνον ὃν ἠκρίβωσεν παρα­̀ τῶν μάγων
τότε ἐπλη­ρώθη τὸ ῥηθὲν δια­̀ Ἰερεμίου τοῦ προ­φήτου λέγον­τος
φωνὴ ἐν Ῥαμὰ ἠκούσθη κλαυθμὸς καὶ ὀδυρμὸς πολύς Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρα­κληθῆναι ὅτι οὐκ εἰσίν
τελευτήσαν­τος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
λέγων ἐγερθεὶς παρα­́λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύ­ου εἰς γῆν Ἰσραήλ τεθνήκασιν γὰρ οἱ ζητοῦν­τες τὴν ψυχὴν τοῦ παιδίου
ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ
ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύ­ει τῆς Ἰουδαίας ἀν­τὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας
καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ ὅπως πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ τῶν προ­φητῶν ὅτι Ναζωραῖος κληθή­σε­ται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible