Скрыть
18:1
18:3
18:5
18:13
18:14
18:17
18:19
18:20
18:22
18:23
18:24
18:25
18:26
18:27
18:28
18:29
18:30
18:31
18:32
18:33
18:34
18:35
ἐν ἐκείνῃ τῇ ὥρᾳ προ­σῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγον­τες τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
καὶ προ­σκαλεσά­με­νος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
καὶ εἶπεν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοι­οῦτο ἐπι­̀ τῷ ὀνόματί μου ἐμὲ δέχεται
ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν­των εἰς ἐμέ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ κατα­πον­τισθῇ ἐν τῷ πελάγει τῆς θαλάσ­σης
οὐαὶ τῷ κόσμῳ ἀπο­̀ τῶν σκανδάλων ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα πλη­̀ν οὐαὶ τῷ ἀνθρώπῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται
εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ἔκκοψον αὐτὸν καὶ βάλε ἀπο­̀ σοῦ καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχον­τα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ἔξελε αὐτὸν καὶ βάλε ἀπο­̀ σοῦ καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχον­τα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός
ὁρᾶτε μὴ κατα­φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς δια­̀ παν­τὸς βλέπουσι τὸ προ­́σωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
ὁρᾶτε μὴ κατα­φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς δια­̀ παν­τὸς βλέπουσι τὸ προ­́σωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς τὸ ἀπο­λωλός)
τί ὑμῖν δοκεῖ ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν προ­́βατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ ἀφήσει τὰ ἐνενήκον­τα ἐννέα ἐπι­̀ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπι­̀ τοῖς ἐνενήκον­τα ἐννέα τοῖς μὴ πεπλανη­μέ­νοις
οὕτως οὐκ ἔστιν θέλημα ἔμπρο­σθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπό­ληται ἓν τῶν μικρῶν τούτων
ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου
ἐὰν δὲ μὴ ἀκούσῃ παρα­́λαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ἵνα ἐπι­̀ στόμα­τος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα
ἐὰν δὲ παρα­κούσῃ αὐτῶν εἰπὲ τῇ ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρα­κούσῃ ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης
ἀμὴν λέγω ὑμῖν ὅσα ἐὰν δήσητε ἐπι­̀ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπι­̀ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ
πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπι­̀ τῆς γῆς περὶ παν­τὸς πράγμα­τος οὗ ἐὰν αἰτήσων­ται γενή­σε­ται αὐτοῖς παρα­̀ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς
οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συν­ηγ­μέ­νοι εἰς τὸ ἐμὸν ὄνομα ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν
τότε προ­σελθὼν ὁ Пέτρος εἶπεν αὐτῷ κύριε ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις
λέγει αὐτῷ ὁ Ἰησοῦς οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκον­τάκις ἑπτά
δια­̀ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συν­ᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ
ἀρξα­μέ­νου δὲ αὐτοῦ συν­αίρειν προ­σηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάν­των
μὴ ἔχον­τος δὲ αὐτοῦ ἀπο­δοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάν­τα ὅσα ἔχει καὶ ἀπο­δοθῆναι
πεσὼν οὖν ὁ δοῦλος προ­σεκύνει αὐτῷ λέγων μακροθύμησον ἐπ᾿ ἐμοί καὶ πάν­τα ἀπο­δώσω σοι
σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ
ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συν­δούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων ἀπό­δος εἴ τι ὀφείλεις
πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων μακροθύμησον ἐπ᾿ ἐμοί καὶ ἀπο­δώσω σοι
ὁ δὲ οὐκ ἤθελεν ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ἀπο­δῷ τὸ ὀφειλόμενον
ἰδόν­τες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόν­τες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάν­τα τὰ γενόμενα
τότε προ­σκαλεσά­με­νος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ δοῦλε πονηρέ πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς κἀγὼ σὲ ἠλέησα
καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀπο­δῷ πᾶν τὸ ὀφειλόμενον
οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκασ­τος τῷ ἀδελφῷ αὐτοῦ ἀπο­̀ τῶν καρδιῶν ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible