Скрыть
16:3
16:7
16:8
16:9
16:10
16:11
16:12
16:14
16:15
16:21
16:22
16:25
16:26
καὶ προ­σελθόν­τες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζον­τες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπι­δεῖξαι αὐτοῖς
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς ὀψίας γενομένης λέγετε εὐδία πυρράζει γὰρ ὁ οὐρανός
καὶ πρωΐ σήμερον χειμών πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός τὸ μὲν προ­́σωπον τοῦ οὐρανοῦ γινώσκετε δια­κρίνειν τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε
γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπι­ζητεῖ καὶ σημεῖον οὐ δοθή­σε­ται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ καὶ κατα­λιπὼν αὐτοὺς ἀπῆλθεν
καὶ ἐλθόν­τες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθον­το ἄρτους λαβεῖν
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ὁρᾶτε καὶ προ­σέχετε ἀπο­̀ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
οἱ δὲ διελογίζον­το ἐν ἑαυτοῖς λέγον­τες ὅτι ἄρτους οὐκ ἐλάβομεν
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν τί δια­λογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἔχετε
οὔπω νοεῖτε οὐδὲ μνημονεύ­ετε τοὺς πέν­τε ἄρτους τῶν πεν­τακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε
οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε
πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν προ­σέχετε δὲ ἀπο­̀ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
τότε συν­ῆκαν ὅτι οὐκ εἶπεν προ­σέχειν ἀπο­̀ τῆς ζύμης τῶν ἄρτων ἀλλὰ ἀπο­̀ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων
ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου
οἱ δὲ εἶπαν οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προ­φητῶν
λέγει αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι
ἀπο­κριθεὶς δὲ Σίμων Пέτρος εἶπεν σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶν­τος
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ μακάριος εἶ Σίμων βαριωνᾶ ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς
κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Пέτρος καὶ ἐπι­̀ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς
δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὃ ἐὰν δήσῃς ἐπι­̀ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ὃ ἐὰν λύσῃς ἐπι­̀ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
τότε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός
ἀπο­̀ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπο­̀ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀπο­κτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
καὶ προ­σλαβό­με­νος αὐτὸν ὁ Пέτρος ἤρξατο ἐπι­τιμᾶν αὐτῷ λέγων ἵλεώς σοι κύριε οὐ μὴ ἔσται σοι τοῦτο
ὁ δὲ στραφεὶς εἶπεν τῷ Пέτρῳ ὕπαγε ὀπίσω μου Σατανᾶ σκάνδαλον εἶ ἐμοῦ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων
τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπο­λέσει αὐτήν ὃς δ᾿ ἂν ἀπο­λέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
τί γὰρ ὠφεληθή­σε­ται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ ἢ τί δώσει ἄνθρωπος ἀν­τάλλαγμα τῆς ψυχῆς αὐτοῦ
μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ τότε ἀπο­δώσει ἑκάστῳ κατα­̀ τὴν πρᾶξιν αὐτοῦ
ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύ­σων­ται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible