Скрыть
9:3
9:4
9:5
9:6
9:7
9:8
9:9
9:10
9:14
9:15
9:16
9:18
9:19
9:20
9:21
9:22
9:24
9:25
9:26
9:27
9:28
9:29
9:30
9:32
9:33
9:34
9:35
9:37
9:40
9:45
9:46
9:47
9:48
καὶ ἔλεγεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύ­σων­ται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει
καὶ μετὰ ἡμέρας ἓξ παρα­λαμβάνει ὁ Ἰησοῦς τὸν Пέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπρο­σθεν αὐτῶν
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβον­τα λευκὰ λίαν οἷα γναφεὺς ἐπι­̀ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι
καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ καὶ ἦσαν συλλαλοῦν­τες τῷ Ἰησοῦ
καὶ ἀπο­κριθεὶς ὁ Пέτρος λέγει τῷ Ἰησοῦ ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν
οὐ γὰρ ᾔδει τί ἀπο­κριθῇ ἔκφοβοι γὰρ ἐγένον­το
καὶ ἐγένετο νεφέλη ἐπι­σκιάζουσα αὐτοῖς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτοῦ
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν
καὶ κατα­βαινόν­των αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσων­ται εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
καὶ τὸν λόγον ἐκράτησαν προ­̀ς ἑαυτοὺς συζητοῦν­τες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι
καὶ ἐπηρώτων αὐτὸν λέγον­τες ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
ὁ δὲ ἔφη αὐτοῖς Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀπο­καθιστάνει πάν­τα καὶ πῶς γέγραπται ἐπι­̀ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ
ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ᾿ αὐτόν
καὶ ἐλθόν­τες προ­̀ς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦν­τας προ­̀ς αὐτούς
καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόν­τες αὐτὸν ἐξεθαμβήθησαν καὶ προ­στρέχον­τες ἠσπάζον­το αὐτόν
καὶ ἐπηρώτησεν αὐτούς τί συζητεῖτε προ­̀ς αὐτούς
καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου διδάσκαλε ἤνεγκα τὸν υἱόν μου προ­̀ς σέ ἔχον­τα πνεῦμα ἄλαλον
καὶ ὅπου ἐὰν αὐτὸν κατα­λάβῃ ῥήσ­σει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόν­τας καὶ ξηραίνεται καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
ὁ δὲ ἀπο­κριθεὶς αὐτοῖς λέγει ὦ γενεὰ ἄπιστος ἕως πότε προ­̀ς ὑμᾶς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμῶν φέρετε αὐτὸν προ­́ς με
καὶ ἤνεγκαν αὐτὸν προ­̀ς αὐτόν καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συν­εσπάραξεν αὐτόν καὶ πεσὼν ἐπι­̀ τῆς γῆς ἐκυλίετο ἀφρίζων
καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ ὁ δὲ εἶπεν ἐκ παιδιόθεν
καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπο­λέσῃ αὐτόν ἀλλ᾿ εἴ τι δύνῃ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνῃ πάν­τα δυνατὰ τῷ πιστεύ­ον­τι
καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν πιστεύ­ω βοήθει μου τῇ ἀπιστίᾳ
ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπι­συν­τρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύ­ματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα ἐγὼ ἐπι­τάσ­σω σοι ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν
καὶ κράξας καὶ πολλὰ σπαρα­́ξας ἐξῆλθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν
ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν καὶ ἀνέστη
καὶ εἰσελθόν­τος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ᾿ ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό
καὶ εἶπεν αὐτοῖς τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προ­σευχῇ
κἀκεῖθεν ἐξελθόν­τες παρεπορεύ­ον­το δια­̀ τῆς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ
ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοται εἰς χεῖρας ἀνθρώπων καὶ ἀπο­κτενοῦσιν αὐτόν καὶ ἀπο­κτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστή­σε­ται
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα καὶ ἐφοβοῦν­το αὐτὸν ἐπερωτῆσαι
καὶ ἦλθον εἰς Καφαρναούμ καὶ ἐν τῇ οἰκίᾳ γενό­με­νος ἐπηρώτα αὐτούς τί ἐν τῇ ὁδῷ διελογίζεσθε
οἱ δὲ ἐσιώπων προ­̀ς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων
καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάν­των ἔσχα­τος καὶ πάν­των δια­́κονος
καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισά­με­νος αὐτὸ εἶπεν αὐτοῖς
ὃς ἂν ἓν τῶν τοι­ούτων παιδίων δέξηται ἐπι­̀ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀπο­στείλαν­τά με
ἔφη αὐτῷ ὁ Ἰωάννης διδάσκαλε εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλον­τα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμῖν
ὁ δὲ Ἰησοῦς εἶπεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπι­̀ τῷ ὀνόματί μου καὶ δυνή­σε­ται ταχὺ κακολογῆσαί με
ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν
ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδα­τος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπο­λέσῃ τὸν μισθὸν αὐτοῦ
καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν­των εἰς ἐμέ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασ­σαν
καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου ἀπό­κοψον αὐτήν καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχον­τα ἀπελθεῖν εἰς τὴν γέενναν εἰς τὸ πῦρ τὸ ἄσβεστον
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπό­κοψον αὐτόν καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχον­τα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχον­τα βληθῆναι εἰς τὴν γέενναν
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται
πᾶς γὰρ πυρὶ ἁλισθή­σε­ται
καλὸν τὸ ἅλας ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται ἐν τίνι αὐτὸ ἀρτύσετε ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύ­ετε ἐν ἀλλήλοις
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible