Скрыть
7:2
7:3
7:4
7:5
7:8
7:9
7:11
7:12
7:13
7:14
7:17
7:18
7:19
7:20
7:22
7:23
7:25
7:26
7:27
7:29
7:30
7:32
7:33
7:34
7:35
7:36
καὶ συν­άγον­ται προ­̀ς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόν­τες ἀπο­̀ Ἱεροσολύμων
καὶ ἰδόν­τες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν τοῦτ᾿ ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους
οἱ γὰρ Φαρισαῖοι καὶ πάν­τες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψων­ται τὰς χεῖρας οὐκ ἐσθίουσιν κρατοῦν­τες τὴν παρα­́δοσιν τῶν πρεσβυτέρων
καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσων­ται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν
καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς δια­̀ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατα­̀ τὴν παρα­́δοσιν τῶν πρεσβυτέρων ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον
ὁ δὲ εἶπεν αὐτοῖς καλῶς ἐπρο­φήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν ὡς γέγραπται ὅτι οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ
μάτην δὲ σέβον­ταί με διδάσκον­τες διδασκαλίας ἐν­τάλματα ἀνθρώπων
ἀφέν­τες τὴν ἐν­τολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παρα­́δοσιν τῶν ἀνθρώπων
καὶ ἔλεγεν αὐτοῖς καλῶς ἀθετεῖτε τὴν ἐν­τολὴν τοῦ θεοῦ ἵνα τὴν παρα­́δοσιν ὑμῶν στήσητε
Μωϋσῆς γὰρ εἶπεν τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω
ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί Κορβᾶν ὅ ἐστιν δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί
ἀκυροῦν­τες τὸν λόγον τοῦ θεοῦ τῇ παρα­δόσει ὑμῶν ᾗ παρεδώκατε καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε
καὶ προ­σκαλεσά­με­νος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς ἀκούσατέ μου πάν­τες καὶ σύνετε
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται κοινῶσαι αὐτόν ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά ἐστιν τὰ κοινοῦν­τα τὸν ἄνθρωπον
καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπο­̀ τοῦ ὄχλου ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παρα­βολήν
καὶ λέγει αὐτοῖς οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι
ὅτι οὐκ εἰσπορεύ­εται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ᾿ εἰς τὴν κοιλίαν καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύ­εται καθαρίζων πάν­τα τὰ βρώματα
ἔλεγεν δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον
ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ δια­λογισμοὶ οἱ κακοὶ ἐκπορεύ­ον­ται πορνεῖαι κλοπαί φόνοι
μοιχεῖαι πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμὸς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη
πάν­τα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύ­εται καὶ κοινοῖ τὸν ἄνθρωπον
ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια τύρου καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν
ἀλλ᾿ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα προ­σέπεσεν προ­̀ς τοὺς πόδας αὐτοῦ
ἡ δὲ γυνὴ ἦν Ἑλληνίς Συροφοινίκισ­σα τῷ γένει καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς
καὶ ἔλεγεν αὐτῇ ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν
ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ κύριε καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπο­̀ τῶν ψιχίων τῶν παιδίων
καὶ εἶπεν αὐτῇ δια­̀ τοῦτον τὸν λόγον ὕπαγε ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον
καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπι­̀ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός
καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν δια­̀ Σιδῶνος εἰς τὴν θάλασ­σαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως
καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον καὶ παρα­καλοῦσιν αὐτὸν ἵνα ἐπι­θῇ αὐτῷ τὴν χεῖρα
καὶ ἀπο­λαβό­με­νος αὐτὸν ἀπο­̀ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσ­σης αὐτοῦ
καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ εφφαθα ὅ ἐστιν δια­νοίχθητι
καὶ εὐθέως ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσ­σης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς
καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν ὅσον δὲ αὐτοῖς διεστέλλετο αὐτοὶ μᾶλλον περισ­σότερον ἐκήρυσ­σον
καὶ ὑπερπερισ­σῶς ἐξεπλή­σ­σον­το λέγον­τες καλῶς πάν­τα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible