Скрыть
12:2
12:4
12:5
12:6
12:9
12:12
12:14
12:15
12:16
12:20
12:21
12:22
12:23
12:24
12:25
12:27
12:32
12:33
12:34
12:37
12:38
12:42
12:43
12:44
καὶ ἤρξατο αὐτοῖς ἐν παρα­βολαῖς λαλεῖν ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
καὶ ἀπέστειλεν προ­̀ς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον ἵνα παρα­̀ τῶν γεωργῶν λάβῃ ἀπο­̀ τῶν καρπῶν τοῦ ἀμπελῶνος
καὶ λαβόν­τες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν
καὶ πάλιν ἀπέστειλεν προ­̀ς αὐτοὺς ἄλλον δοῦλον κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν
καὶ ἄλλον ἀπέστειλεν κἀκεῖνον ἀπέκτειναν καὶ πολλοὺς ἄλλους οὓς μὲν δέρον­τες οὓς δὲ ἀπο­κτέννον­τες
ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν ἀπέστειλεν αὐτὸν ἔσχατον προ­̀ς αὐτοὺς λέγων ὅτι ἐν­τραπήσον­ται τὸν υἱόν μου
ἐκεῖνοι δὲ οἱ γεωργοὶ προ­̀ς ἑαυτοὺς εἶπαν ὅτι οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀπο­κτείνωμεν αὐτόν καὶ ἡμῶν ἔσται ἡ κληρο­νο­μία
καὶ λαβόν­τες ἀπέκτειναν αὐτόν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος
τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλεύ­­σε­ται καὶ ἀπο­λέσει τοὺς γεωργούς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις
οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν­τες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
παρα­̀ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
καὶ ἐζήτουν αὐτὸν κρατῆσαι καὶ ἐφοβήθησαν τὸν ὄχλον ἔγνωσαν γὰρ ὅτι προ­̀ς αὐτοὺς τὴν παρα­βολὴν εἶπεν καὶ ἀφέν­τες αὐτὸν ἀπῆλθον
καὶ ἀπο­στέλλουσιν προ­̀ς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδια­νῶν ἵνα αὐτὸν ἀγρεύ­σωσιν λόγῳ
καὶ ἐλθόν­τες λέγουσιν αὐτῷ διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς προ­́σωπον ἀνθρώπων ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ δῶμεν ἢ μὴ δῶμεν
ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς τί με πειράζετε φέρετέ μοι δηνάριον ἵνα ἴδω
οἱ δὲ ἤνεγκαν καὶ λέγει αὐτοῖς τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπι­γραφή οἱ δὲ εἶπαν αὐτῷ Καίσαρος
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς τὰ Καίσαρος ἀπό­δοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ καὶ ἐξεθαύμαζον ἐπ᾿ αὐτῷ
καὶ ἔρχον­ται Σαδδουκαῖοι προ­̀ς αὐτόν οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι καὶ ἐπηρώτων αὐτὸν λέγον­τες
διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀπο­θάνῃ καὶ κατα­λίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
ἑπτὰ ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀπο­θνῄσκων οὐκ ἀφῆκεν σπέρμα
καὶ ὁ δεύ­τερος ἔλαβεν αὐτήν καὶ ἀπέθανεν μὴ κατα­λιπὼν σπέρμα καὶ ὁ τρίτος ὡσαύτως
καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα ἔσχατον πάν­των καὶ ἡ γυνὴ ἀπέθανεν
ἐν τῇ ἀναστάσει ὅταν ἀναστῶσιν τίνος αὐτῶν ἔσται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
ἔφη αὐτοῖς ὁ Ἰησοῦς οὐ δια­̀ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ
ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίζον­ται ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς
περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρον­ται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπι­̀ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ
οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζών­των πολὺ πλανᾶσθε
καὶ προ­σελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούν­των ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς ἐπηρώτησεν αὐτόν ποία ἐστὶν ἐν­τολὴ πρώτη πάν­των
ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι πρώτη ἐστίν ἄκουε Ἰσραήλ κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν
καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δια­νοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου
δευτέρα αὕτη ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν μείζων τούτων ἄλλη ἐν­τολὴ οὐκ ἔστιν
καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς καλῶς διδάσκαλε ἐπ᾿ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλη­̀ν αὐτοῦ
καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συν­έσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλη­σίον ὡς ἑαυτὸν περισ­σότερόν ἐστιν πάν­των τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν
καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ οὐ μακρὰν εἶ ἀπο­̀ τῆς βασιλείας τοῦ θεοῦ καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυίδ ἐστιν
αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύ­ματι τῷ ἁγίῳ εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου
αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον καὶ πόθεν αὐτοῦ ἐστιν υἱός καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως
καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν βλέπετε ἀπο­̀ τῶν γραμματέων τῶν θελόν­των ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
καὶ πρωτοκαθεδρίας ἐν ταῖς συν­αγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
οἱ κατεσθίον­τες τὰς οἰκίας τῶν χηρῶν καὶ προ­φάσει μακρὰ προ­σευχόμενοι οὗτοι λήμψον­ται περισ­σότερον κρίμα
καὶ καθίσας κατέναν­τι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά
καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο ὅ ἐστιν κοδράν­της
καὶ προ­σκαλεσά­με­νος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάν­των ἔβαλεν τῶν βαλλόν­των εἰς τὸ γαζοφυλάκιον
πάν­τες γὰρ ἐκ τοῦ περισ­σεύ­ον­τος αὐτοῖς ἔβαλον αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάν­τα ὅσα εἶχεν ἔβαλεν ὅλον τὸν βίον αὐτῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible