Скрыть
10:1
10:3
10:5
10:10
10:11
10:12
10:18
10:20
10:22
10:24
10:25
10:26
10:29
10:30
10:32
10:34
10:36
10:37
10:38
10:39
10:40
10:42
10:43
10:47
10:48
10:49
10:50
10:51
10:52
καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ συμπορεύ­ον­ται πάλιν ὄχλοι προ­̀ς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς
καὶ προ­σελθόν­τες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπο­λῦσαι πειράζον­τες αὐτόν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς τί ὑμῖν ἐνετείλατο Μωϋσῆς
οἱ δὲ εἶπαν ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀπο­στασίου γράψαι καὶ ἀπο­λῦσαι
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς προ­̀ς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐν­τολὴν ταύτην
ἀπο­̀ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
ἕνεκεν τούτου κατα­λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προ­σκολληθή­σε­ται προ­̀ς τὴν γυναῖκα αὐτοῦ
καὶ ἔσον­ται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ
ὃ οὖν ὁ θεὸς συν­έζευξεν ἄνθρωπος μὴ χωριζέτω
καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν
καὶ λέγει αὐτοῖς ὃς ἂν ἀπο­λύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾿ αὐτήν
καὶ ἐὰν αὐτὴ ἀπο­λύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται
καὶ προ­σέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς ἄφετε τὰ παιδία ἔρχεσθαι προ­́ς με μὴ κωλύετε αὐτά τῶν γὰρ τοι­ούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ
ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν
καὶ ἐναγκαλισά­με­νος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά
καὶ ἐκπορευο­μέ­νου αὐτοῦ εἰς ὁδὸν προ­σδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρο­νο­μήσω
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός
τὰς ἐν­τολὰς οἶδας μὴ φονεύ­σῃς μὴ μοιχεύ­σῃς μὴ κλέψῃς μὴ ψευδο­μαρτυρήσῃς μὴ ἀπο­στερήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα
ὁ δὲ ἔφη αὐτῷ διδάσκαλε ταῦτα πάν­τα ἐφυλαξάμην ἐκ νεότητός μου
ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ἕν σε ὑστερεῖ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι
ὁ δὲ στυγνάσας ἐπι­̀ τῷ λόγῳ ἀπῆλθεν λυπού­με­νος ἦν γὰρ ἔχων κτήματα πολλά
καὶ περιβλεψά­με­νος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχον­τες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύ­σον­ται
οἱ δὲ μαθηταὶ ἐθαμβοῦν­το ἐπι­̀ τοῖς λόγοις αὐτοῦ ὁ δὲ Ἰησοῦς πάλιν ἀπο­κριθεὶς λέγει αὐτοῖς τέκνα πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
εὐκοπώτερόν ἐστιν κάμηλον δια­̀ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν
οἱ δὲ περισ­σῶς ἐξεπλή­σ­σον­το λέγον­τες προ­̀ς ἑαυτούς καὶ τίς δύναται σωθῆναι
ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει παρα­̀ ἀνθρώποις ἀδύνατον ἀλλ᾿ οὐ παρα­̀ θεῷ πάν­τα γὰρ δυνατὰ παρα­̀ τῷ θεῷ
ἤρξατο λέγειν ὁ Пέτρος αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάν­τα καὶ ἠκολουθήκαμέν σοι
ἔφη ὁ Ἰησοῦς ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου
ἐὰν μὴ λάβῃ ἑκατον­ταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον
πολλοὶ δὲ ἔσον­ται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι
ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνον­τες εἰς Ἱεροσόλυμα καὶ ἦν προ­άγων αὐτοὺς ὁ Ἰησοῦς καὶ ἐθαμβοῦν­το οἱ δὲ ἀκολουθοῦν­τες ἐφοβοῦν­το καὶ παρα­λαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλον­τα αὐτῷ συμβαίνειν
ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δοθή­σε­ται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατα­κρινοῦσιν αὐτὸν θανάτῳ καὶ παρα­δώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀπο­κτενοῦσιν καὶ μετὰ τρεῖς ἡμέρας ἀναστή­σε­ται
καὶ προ­σπορεύ­ον­ται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγον­τες αὐτῷ διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν
ὁ δὲ εἶπεν αὐτοῖς τί θέλετέ με ποιήσω ὑμῖν
οἱ δὲ εἶπαν αὐτῷ δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι
οἱ δὲ εἶπαν αὐτῷ δυνάμεθα ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ᾿ οἷς ἡτοίμασται
καὶ ἀκούσαν­τες οἱ δέκα ἤρξαν­το ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου
καὶ προ­σκαλεσά­με­νος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς οἴδατε ὅτι οἱ δοκοῦν­τες ἄρχειν τῶν ἐθνῶν κατα­κυριεύ­ουσιν αὐτῶν καὶ οἱ μεγά­λοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν ἀλλ᾿ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ἔσται ὑμῶν δια­́κονος
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάν­των δοῦλος
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν δια­κονηθῆναι ἀλλὰ δια­κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀν­τὶ πολλῶν
καὶ ἔρχον­ται εἰς Ἰεριχώ καὶ ἐκπορευο­μέ­νου αὐτοῦ ἀπο­̀ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προ­σαίτης ἐκάθητο παρα­̀ τὴν ὁδόν
καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ Ἰησοῦ ἐλέησόν με
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με
καὶ στὰς ὁ Ἰησοῦς εἶπεν φωνήσατε αὐτόν καὶ φωνοῦσιν τὸν τυφλὸν λέγον­τες αὐτῷ θάρσει ἔγειρε φωνεῖ σε
ὁ δὲ ἀπο­βαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν προ­̀ς τὸν Ἰησοῦν
καὶ ἀπο­κριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ραββουνι ἵνα ἀναβλέψω
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible