Скрыть
1:1
1:5
1:11
1:13
1:19
1:20
1:25
1:26
1:27
1:28
1:30
1:31
1:33
1:35
1:36
1:37
1:39
1:41
1:42
1:43
1:45
ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ
καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προ­φήτῃ ἰδοὺ ἀπο­στέλλω τὸν ἄγγελόν μου προ­̀ προ­σώπου σου ὃς κατα­σκευάσει τὴν ὁδόν σου
φωνὴ βοῶν­τος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
ἐγένετο Ἰωάννης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσ­σων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
καὶ ἐξεπορεύ­ετο προ­̀ς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάν­τες καὶ ἐβαπτίζον­το ὑπ᾿ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν
καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον
καὶ ἐκήρυσ­σεν λέγων ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάν­τα τῶν ὑποδημάτων αὐτοῦ
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύ­ματι ἁγίῳ
καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπο­̀ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου
καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδα­τος εἶδεν σχιζο­μέ­νους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν κατα­βαῖνον εἰς αὐτόν
καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα
καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον
καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσ­σεράκον­τα ἡμέρας πειραζό­με­νος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ
μετὰ δὲ τὸ παρα­δοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσ­σων τὸ εὐαγγέλιον τοῦ θεοῦ
καὶ λέγων ὅτι πεπλή­ρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ μετανοεῖτε καὶ πιστεύ­ετε ἐν τῷ εὐαγγελίῳ
καὶ παρα­́γων παρα­̀ τὴν θάλασ­σαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλον­τας ἐν τῇ θαλάσ­σῃ ἦσαν γὰρ ἁλιεῖς
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων
καὶ εὐθὺς ἀφέν­τες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ
καὶ προ­βὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζον­τας τὰ δίκτυα
καὶ εὐθὺς ἐκάλεσεν αὐτούς καὶ ἀφέν­τες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ
καὶ εἰσπορεύ­ον­ται εἰς Καφαρναούμ καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συν­αγωγὴν ἐδίδασκεν
καὶ ἐξεπλή­σ­σον­το ἐπι­̀ τῇ διδαχῇ αὐτοῦ ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς
καὶ εὐθὺς ἦν ἐν τῇ συν­αγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύ­ματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
λέγων τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπο­λέσαι ἡμᾶς οἶδά σε τίς εἶ ὁ ἅγιος τοῦ θεοῦ
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ
καὶ σπαρα­́ξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγά­λῃ ἐξῆλθεν ἐξ αὐτοῦ
καὶ ἐθαμβήθησαν ἅπαν­τες ὥστε συζητεῖν προ­̀ς ἑαυτοὺς λέγον­τας τί ἐστιν τοῦτο διδαχὴ καινὴ κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύ­μασι τοῖς ἀκαθάρτοις ἐπι­τάσ­σει καὶ ὑπακούουσιν αὐτῷ
καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς παν­ταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας
καὶ εὐθὺς ἐκ τῆς συν­αγωγῆς ἐξελθόν­τες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου
ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσ­σουσα καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς
καὶ προ­σελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοῖς
ὀψίας δὲ γενομένης ὅτε ἔδυ ὁ ἥλιος ἔφερον προ­̀ς αὐτὸν πάν­τας τοὺς κακῶς ἔχον­τας καὶ τοὺς δαιμονιζο­μέ­νους
καὶ ἦν ὅλη ἡ πόλις ἐπι­συν­ηγμένη προ­̀ς τὴν θύραν
καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχον­τας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν
καὶ πρωιῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προ­σηύχετο
καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ
καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι πάν­τες ζητοῦσίν σε
καὶ λέγει αὐτοῖς ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω εἰς τοῦτο γὰρ ἐξῆλθον
καὶ ἦλθεν κηρύσ­σων εἰς τὰς συν­αγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων
καὶ ἔρχεται προ­̀ς αὐτὸν λεπρο­̀ς παρα­καλῶν αὐτὸν καὶ γονυπετῶν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ θέλω καθαρίσθητι
καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα καὶ ἐκαθαρίσθη
καὶ ἐμβριμησά­με­νος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν
καὶ λέγει αὐτῷ ὅρα μηδενὶ μηδὲν εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προ­σένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προ­σέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσ­σειν πολλὰ καὶ δια­φημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν ἀλλ᾿ ἔξω ἐπ᾿ ἐρήμοις τόποις ἦν καὶ ἤρχον­το προ­̀ς αὐτὸν πάν­τοθεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible