Скрыть
3:1
3:2
3:5
3:10
3:13
3:14
3:15
3:18
3:20
3:22
3:24
3:25
3:26
3:27
3:28
3:29
3:30
3:31
3:32
3:33
ἐν ἔτει δὲ πεν­τεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύ­ον­τος Пον­τίου Пιλάτου τῆς Ἰουδαίας καὶ τετρααρχοῦν­τος τῆς Γαλιλαίας Ἡρῴδου Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦν­τος τῆς Ἰτουραίας καὶ τραχωνίτιδος χώρας καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦν­τος
ἐπι­̀ ἀρχιερέως Ἅννα καὶ Καϊάφα ἐγένετο ῥῆμα θεοῦ ἐπι­̀ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ
καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσ­σων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προ­φήτου φωνὴ βοῶν­τος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
πᾶσα φάραγξ πλη­ρωθή­σε­ται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθή­σε­ται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας
καὶ ὄψ­σε­ται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ
ἔλεγεν οὖν τοῖς ἐκπορευο­μέ­νοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπο­̀ τῆς μελλούσης ὀργῆς
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
ἤδη δὲ καὶ ἡ ἀξίνη προ­̀ς τὴν ῥίζαν τῶν δένδρων κεῖται πᾶν οὖν δένδρον μὴ ποι­οῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγον­τες τί οὖν ποιήσωμεν
ἀπο­κριθεὶς δὲ ἔλεγεν αὐτοῖς ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχον­τι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν προ­̀ς αὐτόν διδάσκαλε τί ποιήσωμεν
ὁ δὲ εἶπεν προ­̀ς αὐτούς μηδὲν πλέον παρα­̀ τὸ δια­τεταγμένον ὑμῖν πράσ­σετε
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγον­τες τί ποιήσωμεν καὶ ἡμεῖς καὶ εἶπεν αὐτοῖς μηδένα δια­σείσητε μηδὲ συκοφαν­τήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν
προ­σδοκῶν­τος δὲ τοῦ λαοῦ καὶ δια­λογιζομένων πάν­των ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου μήποτε αὐτὸς εἴη ὁ Χριστός
ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάν­τα τῶν ὑποδημάτων αὐτοῦ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύ­ματι ἁγίῳ καὶ πυρί
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ δια­καθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συν­αγαγεῖν τὸν σῖτον εἰς τὴν ἀπο­θήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατα­καύσει πυρὶ ἀσβέστῳ
πολλὰ μὲν οὖν καὶ ἕτερα παρα­καλῶν εὐηγγελίζετο τὸν λαόν
ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης ἐλεγχό­με­νος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδια­́δος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάν­των ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης
προ­σέθηκεν καὶ τοῦτο ἐπι­̀ πᾶσιν καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ
ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαν­τα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέν­τος καὶ προ­σευχο­μέ­νου ἀνεῳχθῆναι τὸν οὐρανὸν
καὶ κατα­βῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾿ αὐτόν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ εὐδόκησα
καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχό­με­νος ὡσεὶ ἐτῶν τριάκον­τα ὢν υἱός ὡς ἐνομίζετο Ἰωσὴφ τοῦ Ἠλὶ
τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμειῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ
τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ
τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
τοῦ Ἰεσ­σαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασ­σὼν
τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible